Delphi Complete Works of Pausanias
Page 376
[27.14] But the north wind was not only to prove a help to the whole Greek nation, when it dashed the greater part of the Persian fleet on the Sepiad rocks, but it also saved Megalopolis from being captured. For it blew violently and continuously, and broke up the engine of Agis, scattering it to utter destruction. The Agis whom the north wind prevented from taking Megalopolis is the man from whom was taken Pellene in Achaia by the Sicyonians under Aratus, and later he met his end at Mantineia.
[15] μετὰ δὲ οὐ πολὺν χρόνον Κλεομένης ὁ Λεωνίδου Μεγαλόπολιν κατέλαβεν ἐν σπονδαῖς. Μεγαλοπολιτῶν δὲ οἱ μὲν ἐν τῇ νυκτὶ εὐθὺς τότε ἀμύνοντες τῇ πατρίδι ἐπεπτώκεσαν, ἔνθα καὶ Λυδιάδην ἀγωνιζόμενον ἀξίως λόγου κατέλαβεν ἐν τῇ μάχῃ τὸ χρεών: τοὺς δὲ αὐτῶν Φιλοποίμην ὁ Κραύγιδος ὅσον τε τὰ δύο μέρη τῶν ἐν ἡλικίᾳ καὶ παῖδας ἅμα ἔχων καὶ γυναῖκας διέφυγεν ἐς τὴν Μεσσηνίαν.
[27.15] Shortly afterwards Cleomenes the son of Leonidas seized Megalopolis during a truce. Of the Megalopolitans some fell at once on the night of the capture in the defence of their country, when Lydiades too met his death in he battle, fighting nobly; others, about two-thirds of those of military age along with the women and children, escaped to Messenia with Philopoemen the son of Craugis.
[16] Κλεομένης δὲ τούς τε ἐγκαταληφθέντας ἐφόνευε καὶ κατέσκαπτέ τε καὶ ἔκαιε τὴν πόλιν. Μεγαλοπολῖται μὲν δὴ τρόπον ὁποῖον ἀνεσώσαντο τὴν αὑτῶν καὶ ὁποῖα κατελθοῦσιν αὖθις ἐπράχθη σφίσι, δηλώσει τοῦ λόγου μοι τὰ ἐς Φιλοποίμενα: Λακεδαιμονίων δὲ τῷ δήμῳ τοῦ τῶν Μεγαλοπολιτῶν παθήματος μέτεστιν αἰτίας οὐδέν, ὅτι σφίσιν ἐκ βασιλείας μετέστησεν ἐς τυραννίδα ὁ Κλεομένης τὴν πολιτείαν.
[27.16] But those who were caught in the city were massacred by Cleomenes, who razed it to the ground and burnt it. How the Megalopolitans restored their city, and their achievements on their return, will be set forth in my account of Philopoemen. The Lacedaemonian people were in no way responsible for the disaster to Megalopolis, because Cleomenes had changed their constitution from a kingship to a tyranny.
RIVER BUPHAGUS & MT PHOLOE
[17] Μεγαλοπολίταις δὲ καὶ Ἡραιεῦσι κατὰ τὰ εἰρημένα ἤδη μοι τοῦ Βουφάγου ποταμοῦ περὶ τὰς πηγάς εἰσιν ὅροι τῆς χώρας. γενέσθαι δὲ τῷ ποταμῷ τὸ ὄνομα ἀπὸ Βουφάγου φασὶν ἥρωος, εἶναι δὲ Ἰαπετοῦ τε παῖδα αὐτὸν καὶ Θόρνακος. ταύτην καὶ ἐν τῇ Λακωνικῇ Θόρνακα ὀνομάζουσι. λέγουσι δὲ καὶ ὡς ἐν Φολόῃ τῷ ὄρει τοξεύσειεν Ἄρτεμις Βουφάγον ἔργα τολμήσαντα οὐχ ὅσια ἐς τὴν θεόν.
[27.17] As I have already related, the boundary between Megalopolis and Heraea is at the source of the river Buphagus. The river got its name, they say, from a hero called Buphagus, the son of Iapetus and Thornax. This is what they call her in Laconia also. They also say that Artemis shot Buphagus on Mount Pholoe because he attempted an unholy sin against her godhead.
GORTYS & RIVER LUSIUS
28. ἰόντι δὲ ἀπὸ τοῦ ποταμοῦ τῶν πηγῶν, πρῶτα μέν σε ἐκδέξεται Μάραθα χωρίον, μετὰ δὲ αὐτὸ Γόρτυς κώμη τὰ ἐπ᾽ ἐμοῦ, τὰ δὲ ἔτι ἀρχαιότερα πόλις. ἔστι δὲ αὐτόθι ναὸς Ἀσκληπιοῦ λίθου Πεντελησίου, καὶ αὐτός τε οὐκ ἔχων πω γένεια καὶ Ὑγείας ἄγαλμα: Σκόπα δὲ ἦν ἔργα. λέγουσι δὲ οἱ ἐπιχώριοι καὶ τάδε, ὡς Ἀλέξανδρος ὁ Φιλίππου τὸν θώρακα καὶ δόρυ ἀναθείη τῷ Ἀσκληπιῷ: καὶ ἐς ἐμέ γε ἔτι ὁ θώραξ καὶ τοῦ δόρατος ἦν ἡ αἰχμή.
[28.1] XXVIII. As you go from the source of the river, you will reach first a place called Maratha, and after it Gortys, which to-day is a village, but of old was a city. Here there is a temple of Asclepius, made of Pentelic marble, with the god, as a beardless youth, and an image of Health. Scopas was the artist. The natives also say that Alexander the son of Philip dedicated to Asclepius his breastplate and spear. The breastplate and the head of the spear are still there to-day.
[2] τὴν δὲ Γόρτυνα ποταμὸς διέξεισιν ὑπὸ μὲν τῶν περὶ τὰς πηγὰς ὀνομαζόμενος Λούσιος, ἐπὶ λουτροῖς δὴ τοῖς Διὸς τεχθέντος: οἱ δὲ ἀπωτέρω τῶν πηγῶν καλοῦσιν ἀπὸ τῆς κώμης Γορτύνιον. οὗτος ὁ Γορτύνιος ὕδωρ ψυχρότατον παρέχεται ποταμῶν. Ἴστρον μέν γε καὶ Ῥῆνον, ἔτι δὲ Ὕπανίν τε καὶ Βορυσθένην καὶ ὅσων ἄλλων ἐν ὥρᾳ χειμῶνος τὰ ῥεύματα πήγνυται, τούτους μὲν χειμερίους κατὰ ἐμὴν δόξαν ὀρθῶς ὀνομάσαι τις ἄν, οἳ ῥέουσι μὲν διὰ γῆς τὸ πολὺ τοῦ χρόνου νειφομένης, ἀνάπλεως δὲ κρυμοῦ καὶ ὁ περὶ αὐτούς ἐστιν ἀήρ:
[28.2] Through Gortys flows a river called by those who live around its source the Lusius (Bathing River), because Zeus after his birth was bathed in it; those farther from the source call it the Gortynius after the village. The water of this Gortynius is colder than that of any other river. The Danube, Rhine, Hypanis, Borysthenes, and all rivers the streams of which freeze in winter, as they flow through land on which there is snow the greater part of the time, while the air about them is full of frost, might in my opinion rightly be called wintry;
[3] ὅσοι δὲ γῆν διεξίασιν εὖ τῶν ὡρῶν ἔχουσαν καὶ θέρους σφίσι τὸ ὕδωρ πινόμενόν τε καὶ λουομένους ἀνθρώπους ἀναψύχει, χειμῶνος δὲ ἀνιαρὸν οὐκ ἔστι, τούτους ἐγώ φημι παρέχεσθαι σφᾶς ὕδωρ ψυχρόν. ψυχρὸν μὲν δὴ ὕδωρ καὶ Κύδνου τοῦ διεξιόντος Ταρσεῖς καὶ Μέλανος τοῦ παρὰ Σίδην τὴν Παμφύλων: Ἄλεντος δὲ τοῦ ἐν Κολοφῶνι καὶ ἐλεγείων ποιηταὶ τὴν ψυχρότητα ᾁδουσι. Γορτύνιος δὲ προήκει καὶ ἐς πλέον ψυχρότητος, μάλιστα δὲ ὥρᾳ θέρους. ἔχει μὲν δὴ τὰς πηγὰς ἐν Θεισόᾳ τῆ Μεθυδριεῦσιν ὁμόρῳ: καθότι δὲ τῷ Ἀλφειῷ τὸ ῥεῦμα ἀνακοινοῖ, καλοῦσι Ῥαιτέας.
[28.3] I call the water cold of those which flow through a land with a good climate and in summer have water refreshing to drink and to bathe in, without being painful in winter. Cold in this sense is the water of the Cydnus which passes through Tarsus, and of the Melas which flows past Side in Pamphylia. The coldness of the Ales in Colophon has even been celebrated in the verse of elegiac poets. But the Gortynius surpasses them all in coldness, especially in the season of summer. It has its source in Theisoa, which borders on Methydrium. The place where its stream joins the Alpheius is called Rhaeteae.
TEUTHIS
[4] τῇ χώρᾳ δὲ τῇ Θεισόᾳ προσεχὴς κώμη Τεῦθίς ἐστι: πάλαι δὲ ἦν πόλισμα ἡ Τεῦθις. ἐπὶ δὲ τοῦ πολέμου τοῦ πρὸς Ἰλίῳ ἰδίᾳ παρείχοντο οἱ ἐνταῦ�
�α ἡγεμόνα: ὄνομα δὲ αὐτῷ Τεῦθιν, οἱ δὲ Ὄρνυτόν φασιν εἶναι. ὡς δὲ τοῖς Ἕλλησιν οὐκ ἐγίνετο ἐπίφορα ἐξ Αὐλίδος πνεύματα, ἀλλὰ ἄνεμος σφᾶς βίαιος ἐπὶ χρόνον εἶχεν ἐγκλείσας, ἀφίκετο ὁ Τεῦθις Ἀγαμέμνονι ἐς ἀπέχθειαν καὶ ὀπίσω τοὺς Ἀρκάδας ὧν ἦρχεν ἀπάξειν ἔμελλεν.
[28.4] Adjoining the land of Theisoa is a village called Teuthis, which in old days was a town. In the Trojan war the inhabitants supplied a general of their own. His name according to some was Teuthis, according to others Ornytus. When the Greeks failed to secure favorable winds to take them from Aulis, but were shut in for a long time by a violent gale, Teuthis quarrelled with Agamemnon and was about to lead the Arcadians under his command back home again.
[5] ἐνταῦθα Ἀθηνᾶν λέγουσι Μέλανι τῷ Ὦπος εἰκασμένην ἀποτρέπειν τῆς ὁδοῦ Τεῦθιν τῆς οἴκαδε: ὁ δέ, ἅτε οἰδοῦντος αὐτῷ τοῦ θυμοῦ, παίει τὴν θεὸν τῷ δόρατι ἐς τὸν μηρόν, ἀπήγαγε δὲ καὶ ἐκ τῆς Αὐλίδος ὀπίσω τὸν στρατόν. ἀναστρέψας δὲ ἐς τὴν οἰκείαν, τὴν θεὸν ἔδοξεν αὐτὴν τετρωμένην φανῆναί οἱ τὸν μηρόν: τὸ δὲ ἀπὸ τούτου κατέλαβε Τεῦθιν φθινώδης νόσος, μόνοις τε Ἀρκάδων τοῖς ἐνταῦθα οὐκ ἀπεδίδου καρπὸν οὐδένα ἡ γῆ.
[28.5] Whereupon, they say, Athena in the guise of Melas, the son of Ops, tried to turn Teuthis aside from his journey home. But Teuthis, his wrath swelling within him, struck with his spear the thigh of the goddess, and actually did lead his army back from Aulis. On his return to his native land the goddess appeared to him in a vision with a wound in her thigh. After this a wasting disease fell on Teuthis, and its people, alone of the Arcadians, suffered from famine.
[6] χρόνῳ δὲ ὕστερον ἄλλα τε ἐχρήσθη σφίσιν ἐκ Δωδώνης, ὁποῖα δρῶντες ἱλάσεσθαι τὴν θεὸν ἔμελλον, καὶ ἄγαλμα ἐποιήσαντο Ἀθηνᾶς ἔχον τραῦμα ἐπὶ τοῦ μηροῦ. τοῦτο καὶ αὐτὸς τὸ ἄγαλμα εἶδον, τελαμῶνι πορφυρῷ τὸν μηρὸν κατειλημένον. καὶ ἄλλα ἐν Τεύθιδι, Ἀφροδίτης τε ἱερὸν καὶ Ἀρτέμιδός ἐστι.
[28.6] Later, oracles were delivered to them from Dodona, telling them what to do to appease the goddess, and in particular they had an image of Athena made with a wound in the thigh. This image I have myself seen, with its thigh swathed in a purple bandage. There are also at Teuthis sanctuaries of Aphrodite and Artemis.
PARAEBASIUM
[7] ταῦτα μὲν δὴ ἐνταῦθά ἐστι: κατὰ δὲ τὴν ὁδὸν τὴν ἐκ Γόρτυνος ἐς Μεγάλην πόλιν πεποίηται μνῆμα τοῖς ἀποθανοῦσιν ἐν τῇ πρὸς Κλεομένην μάχῃ. τὸ δὲ μνῆμα τοῦτο ὀνομάζουσιν οἱ Μεγαλοπολῖται Παραιβασίον, ὅτι ἐς αὐτοὺς παρεσπόνδησεν ὁ Κλεομένης. Παραιβασίου δὲ ἔχεται πεδίον ἑξήκοντα σταδίων μάλιστα: καὶ πόλεως ἐρείπια Βρένθης ἐστὶν ἐν δεξιᾷ τῆς ὁδοῦ, καὶ ποταμὸς ἔξεισιν αὐτόθεν Βρενθεάτης καὶ ὅσον σταδίους προελθόντι πέντε κάτεισιν ἐς τὸν Ἀλφειόν.
[28.6] These are the notable things at Teuthis. On the road from Gortys to Megalopolis stands the tomb of those who were killed in the fight with Cleomenes. This tomb the Megalopolitans call Paraebasium (Transgression) because Cleomenes broke his truce with them. Adjoining Paraebasium is a plain about sixty stades across. On the right of the road are ruins of a city Brenthe, and here rises a river Brentheates, which some five stades farther on falls into the Alpheius.
TRAPEZUS
29. διαβάντων δὲ Ἀλφειὸν χώρα τε καλουμένη Τραπεζουντία καὶ πόλεώς ἐστιν ἐρείπια Τραπεζοῦντος. καὶ αὖθις ἐπὶ τὸν Ἀλφειὸν ἐν ἀριστερᾷ καταβαίνοντι ἐκ Τραπεζοῦντος, οὐ πόρρω τοῦ ποταμοῦ Βάθος ἐστὶν ὀνομαζόμενον, ἔνθα ἄγουσι τελετὴν διὰ ἔτους τρίτου θεαῖς Μεγάλαις: καὶ πηγή τε αὐτόθι ἐστὶν Ὀλυμπιὰς καλουμένη, τὸν ἕτερον τῶν ἐν αὐτῶν οὐκ ἀπορρέουσα, καὶ πλησίον τῆς πηγῆς πῦρ ἄνεισι. λέγουσι δὲ οἱ Ἀρκάδες τὴν λεγομένην γιγάντων μάχην καὶ θεῶν ἐνταῦθα καὶ οὐκ ἐν τῇ Θρᾳκίᾳ γενέσθαι Παλλήνῃ, καὶ θύουσιν ἀστραπαῖς αὐτόθι καὶ θυέλλαις τε καὶ βρονταῖς.
[29.1] XXIX. After crossing the Alpheius you come to what is called Trapezuntian territory and to the ruins of a city Trapezus. On the left, as you go down again from Trapezus to the Alpheius, there is, not far from the river, a place called Bathos (Depth), where they celebrate mysteries every other year to the Great Goddesses. Here there is a spring called Olympias which, during every other year, does not flow, and near the spring rises up fire. The Arcadians say that the fabled battle between giants and gods took place here and not at Pellene in Thrace, and at this spot sacrifices are offered to lightnings, hurricanes and thunders.
[2] γιγάντων δὲ ἐν μὲν Ἰλιάδι οὐδεμίαν ἐποιήσατο Ὅμηρος μνήμην: ἐν Ὀδυσσείᾳ δὲ ἔγραψε μὲν ὡς ταῖς Ὀδυσσέως ναυσὶ Λαιστρυγόνες ἐπέλθοιεν γίγασι καὶ οὐκ ἀνδράσιν εἰκασμένοι, ἐποίησε δὲ καὶ τὸν βασιλέα τῶν Φαιάκων λέγοντα εἶναι τοὺς Φαίακας θεῶν ἐγγὺς ὥσπερ Κύκλωπας καὶ τὸ γιγάντων ἔθνος. ἔν τε οὖν τούτοις δηλοῖ θνητοὺς ὄντας καὶ οὐ θεῖον γένος τοὺς γίγαντας καὶ σαφέστερον ἐν τῷδε ἔτι,”ὅς ποθ᾽ ὑπερθύμοισι γιγάντεσσιν βασίλευεν:
ἀλλ᾽ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δ᾽ αὐτός.
“Hom. Od. 7.59-60ἐθέλουσι δ᾽ αὐτῷ λαὸς ἐν τοῖς ἔπεσιν ἀνθρώπων οἱ πολλοὶ καλεῖσθαι.
[29.2] Homer does not mention giants at all in the Iliad, but in the Odyssey he relates how the Laestrygones attacked the ships of Odysseus in the likeness not of men but of giants, and he makes also the king of the Phaeacians say that the Phaeacians are near to the gods like the Cyclopes and the race of giants. In these places then he indicates that the giants are mortal, and not of divine race, and his words in the following passage are plainer still:–
Who once was king among the haughty giants;
But he destroyed the infatuate folk, and was destroyed himself. Hom. Od. 7.59-60
“Folk” in the poetry of Homer means the common people.
[3] δράκοντας δὲ ἀντὶ ποδῶν τοῖς γίγασιν εἶναι, πολλαχῇ τε ὁ λόγος ἄλλῃ καὶ ἐν τῷδε ἐδείχθη μάλιστα ὡς ἔστιν εὐήθης. Ὀρόντην τὸν Σύρων ποταμὸν οὐ τὰ πάντα ἐν ἰσοπέδῳ μέχρι θαλάσσης ῥέοντα, ἀλλὰ ἐπὶ κρημνόν τε ἀπορρῶγα καὶ ἐς κάταντες ἀπ᾽ αὐτοῦ φερόμενον, ἠθέλησεν ὁ Ῥωμαίων βασιλεὺς ἀναπλεῖσθαι ναυσὶν ἐκ θαλάσσης ἐς Ἀντιόχειαν πόλιν: ἔλυτρον οὖν σ
ὺν πόνῳ τε καὶ δαπάνῃ χρημάτων ὀρυξάμενος ἐπιτήδειον ἐς τὸν ἀνάπλουν, ἐξέτρεψεν ἐς τοῦτο τὸν ποταμόν.
[29.3] That the giants had serpents for feet is an absurd tale, as many pieces of evidence show, especially the following incident. The Syrian river Orontes does not flow its whole course to the sea on a level, but meets a precipitous ridge with a slope away from it. The Roman emperor wished ships to sail up the river from the sea to Antioch. So with much labour and expense he dug a channel suitable for ships to sail up, and turned the course of the river into this.
[4] ἀναξηρανθέντος δὲ τοῦ ἀρχαίου ῥεύματος, κεραμεᾶ τε ἐν αὐτῷ σορὸς πλέον ἢ ἑνός τε καὶ δέκα εὑρέθη πηχῶν καὶ ὁ νεκρὸς μέγεθός τε ἦν κατὰ τὴν σορὸν καὶ ἄνθρωπος διὰ παντὸς τοῦ σώματος. τοῦτον τὸν νεκρὸν ὁ ἐν Κλάρῳ ὁ θεός, ἀφικομένων ἐπὶ τὸ χρηστήριον τῶν Σύρων, εἶπεν Ὀρόντην εἶναι, γένους δὲ αὐτὸν εἶναι τοῦ Ἰνδῶν. εἰ δὲ τὴν γῆν τὸ ἀρχαῖον οὖσαν ὑγρὰν ἔτι καὶ ἀνάπλεων νοτίδος θερμαίνων ὁ ἥλιος τοὺς πρώτους ἐποίησεν ἀνθρώπους, ποίαν εἰκός ἐστιν ἄλλην χώραν ἢ προτέραν τῆς Ἰνδῶν ἢ μείζονας ἀνεῖναι τοὺς ἀνθρώπους, ἥ γε καὶ ἐς ἡμᾶς ἔτι καὶ ὄψεως τῷ παραλόγῳ καὶ μεγέθει διάφορα ἐκτρέφει θηρία;