Book Read Free

Delphi Complete Works of Pausanias

Page 378

by Pausanias


  [31.4] Nymphs too are carved on the table: Neda carrying an infant Zeus, Anthracia, another Arcadian nymph, holding a torch, and Hagno with a water-pot in one hand and a bowl in the other. Anchirhoe and Myrtoessa carry water-pots, with what is meant to be water coming down from them. Within the precinct is a temple of Zeus Friendly. Polycleitus of Argos made the image; it is like Dionysus in having buskins as footwear and in holding a beaker in one hand and a thyrsus in the other, but an eagle sitting on the thyrsus does not fit in with the received accounts of Dionysus.

  [5] τούτου δὲ ὄπισθεν τοῦ ναοῦ δένδρων ἐστὶν ἄλσος οὐ μέγα, θριγκῷ περιεχόμενον: ἐς μὲν δὴ τὸ ἐντὸς ἔσοδος οὐκ ἔστιν ἀνθρώποις, πρὸ δὲ αὐτοῦ Δήμητρος καὶ Κόρης ὅσον τε ποδῶν τριῶν εἰσιν ἀγάλματα. ἔστι δὲ ἐντὸς τοῦ περιβόλου τῶν Μεγάλων θεῶν καὶ Ἀφροδίτης ἱερόν. πρὸ μὲν δὴ τῆς ἐσόδου ξόανά ἐστιν ἀρχαῖα, Ἥρα καὶ Ἀπόλλων τε καὶ Μοῦσαι — ταῦτα κομισθῆναί φασιν ἐκ Τραπεζοῦντος — , ἀγάλματα δὲ ἐν τῷ ναῷ Δαμοφῶν

  [31.5] Behind this temple is a small grove of trees surrounded by a wall; nobody may go inside, and before it are images of Demeter and the Maid some three feet high. Within the enclosure of the Great Goddesses is also a sanctuary of Aphrodite. Before the entrance are old wooden images of Hera, Apollo and the Muses, brought, it is said, from Trapezus,

  [6] ἐποίησεν Ἑρμῆν ξύλου καὶ Ἀφροδίτης ξόανον: καὶ ταύτης χεῖρές εἰσι λίθου καὶ πρόσωπόν τε καὶ ἄκροι πόδες. τὴν δὲ ἐπίκλησιν τῇ θεῷ Μαχανῖτιν ὀρθότατα ἔθεντο ἐμοὶ δοκεῖν: Ἀφροδίτης τε γὰρ ἕνεκα καὶ ἔργων τῶν ταύτης πλεῖσται μὲν ἐπιτεχνήσεις, παντοῖα δὲ ἀνθρώποις ἀνευρημένα ἐς λόγους ἐστίν.

  [31.6] and in the temple are images made by Damophon, a wooden Hermes and a wooden Aphrodite with hands, face and feet of stone. The surname Deviser given to the goddess is, in my opinion, a most apt one; for very many are the devices, and most varied are the forms of speech invented by men because of Aphrodite and her works.

  [7] ἑστήκασι δὲ καὶ ἀνδριάντες ἐν οἰκήματι, Καλλιγνώτου τε καὶ Μέντα καὶ Σωσιγένους τε καὶ Πώλου: καταστήσασθαι δὲ οὗτοι Μεγαλοπολίταις λέγονται πρῶτον τῶν Μεγάλων θεῶν τὴν τελετήν, καὶ τὰ δρώμενα τῶν Ἐλευσῖνί ἐστι μιμήματα. κεῖται δὲ ἐντὸς τοῦ περιβόλου θεῶν τοσάδε ἄλλων ἀγάλματα τὸ τετράγωνον παρεχόμενα σχῆμα, Ἑρμῆς τε ἐπίκλησιν Ἀγήτωρ καὶ Ἀπόλλων καὶ Ἀθηνᾶ τε καὶ Ποσειδῶν, ἔτι δὲ Ἥλιος ἐπωνυμίαν ἔχων Σωτὴρ δὲ εἶναι καὶ Ἡρακλῆς. ᾠκοδόμηται δὲ καὶ ἱερόν σφισι μεγέθει μέγα, καὶ ἄγουσιν ἐνταῦθα τὴν τελετὴν ταῖς θεαῖς.

  [31.7] In a building stand statues also, those of Callignotus, Mentas, Sosigenes and Polus. These men are said to have been the first to establish at Megalopolis the mysteries of the Great Goddesses, and the ritual acts are a copy of those at Eleusis. Within the enclosure of the goddesses are the following images, which all have a square shape: Hermes, surnamed Agetor, Apollo, Athena, Poseidon, Sun too, surnamed Saviour, and Heracles. There has also been built for them a of vast size, and here they celebrate the mysteries in honor of the goddesses.

  [8] τοῦ ναοῦ δὲ τῶν Μεγάλων θεῶν ἐστιν ἱερὸν ἐν δεξιᾷ καὶ Κόρης: λίθου δὲ τὸ ἄγαλμα ποδῶν ὀκτὼ μάλιστα: ταινίαι δὲ ἐπέχουσι διὰ παντὸς τὸ βάθρον. ἐς τοῦτο τὸ ἱερὸν γυναιξὶ μὲν τὸν πάντα ἐστὶν ἔσοδος χρόνον, οἱ δὲ ἄνδρες οὐ πλέον ἢ ἅπαξ κατὰ ἔτος ἕκαστον ἐς αὐτὸ ἐσίασι. γυμνάσιον δὲ τῇ ἀγορᾷ συνεχὲς κατὰ ἡλίου δυσμάς ἐστιν ᾠκοδομημένον.

  [31.8] To the right of the temple of the Great Goddesses there is also a sanctuary of the Maid. The image is of stone, about eight feet high; ribbons cover the pedestal all over. Women may enter this sanctuary at all times, but men enter it only once every year. Adjoining the market-place on the west there is built a gymnasium.

  [9] τῆς στοᾶς δὲ ἣν ἀπὸ τοῦ Μακεδόνος Φιλίππου καλοῦσι, ταύτης εἰσὶ δύο ὄπισθεν λόφοι, οὐκ ἐς ὕψος ἀνήκοντες: ἐρείπια δὲ Ἀθηνᾶς ἱεροῦ Πολιάδος ἐπὶ αὐτῷ, καὶ τῷ ἑτέρῳ ναός ἐστιν Ἥρας Τελείας, ὁμοίως καὶ ταῦτα ἐρείπια. ὑπὸ τούτῳ τῷ λόφῳ Βάθυλλος καλουμένη πηγὴ συντελεῖ καὶ αὕτη τῷ ποταμῷ Ἑλισσόντι ἐς μέγεθος.

  [31.9] Behind the portico called after Philip of Macedon are two hills, rising to no great height. Ruins of a sanctuary of Athena Polias are on one, while on the other a temple of Hera Full-grown, this too being in ruins. Under this hill is a spring called Bathyllus, which is one of the tributaries that swell the Helisson.

  32. τοσάδε ἐνταῦθα ἀξιόχρεα ἦν: ἡ δὲ ἐπέκεινα τοῦ ποταμοῦ μοῖρα ἡ κατὰ μεσημβρίαν παρείχετο ἐς μνήμην θέατρον μέγιστον τῶν ἐν τῇ Ἑλλάδι: ἐν δὲ αὐτῷ καὶ ἀέναός ἐστιν ὕδατος πηγή. τοῦ θεάτρου δὲ οὐ πόρρω λείπεται τοῦ βουλευτηρίου θεμέλια, ὃ τοῖς μυρίοις ἐπεποίητο Ἀρκάδων: ἐκαλεῖτο δὲ ἀπὸ τοῦ ἀναθέντος Θερσίλιον. πλησίον δὲ οἰκίαν, ἰδιώτου κατ᾽ ἐμὲ κτῆμα ἀνδρός, ὃ Ἀλεξάνδρῳ τῷ Φιλίππου τὸ ἐξ ἀρχῆς ἐποίησαν: ἔστι δὲ ἄγαλμα Ἄμμωνος πρὸς τῇ οἰκίᾳ, τοῖς τετραγώνοις Ἑρμαῖς εἰκασμένον, κέρατα ἐπὶ τῆς κεφαλῆς ἔχον κριοῦ.

  [32.1] XXXII. Such are the notable things on this site. The southern portion, on the other side of the river, can boast of the largest theater in all Greece, and in it is a spring which never fails. Not far from the theater are left foundations of the council house built for the Ten Thousand Arcadians, and called Thersilium after the man who dedicated it. Hard by is a house, belonging to-day to a private person, which originally was built for Alexander, the son of Philip. By the house is an image of Ammon, like the square images of Hermes, with a ram’s horns on his head.

  [2] τὸ δὲ τῶν Μουσῶν Ἀπόλλωνός τε ἱερὸν καὶ Ἑρμοῦ, κατασκευασθέν σφισιν ἐν κοινῷ, παρείχετο δὲ ἐς μνήμην θεμέλια οὐ πολλά: ἦν δὲ καὶ τῶν Μουσῶν μία ἔτι καὶ Ἀπόλλωνος ἄγαλμα κατὰ τοὺς Ἑρμᾶς τοὺς τετραγώνους τέχνην. ἐρείπια δὲ καὶ τῆς Ἀφροδίτης ἦν τὸ ἱερὸν, πλὴν ὅσον πρόναός τε ἐλείπετο ἔτι καὶ ἀγάλματα ἀριθμὸν τρία, ἐπίκλησις δὲ Οὐρανία, τῇ δ᾽ ἔστι Πάνδημος, τῇ τρίτῃ δὲ οὐδὲν ἐτίθεντο:

  [32.2] The sanctuary built in common for the Muses, Apollo and Hermes had for me to record only a few foundations, but there was still one of the Muses, with an image of Apollo after the style of the square Hermae. The sanctuary of Aphrodite too was i
n ruins, save that there were left the fore-temple mid three images, one surnamed Heavenly, the second Common, and the third without a surname.

  [3] ἀπέχει δὲ οὐ πολὺ Ἄρεως βωμός, ἐλέγετο δὲ ὡς καὶ ἱερὸν ἐξ ἀρχῆς ᾠκοδομήθη τῷ θεῷ. πεποίηται δὲ καὶ στάδιον ὑπὲρ τῆς Ἀφροδίτης τῇ μὲν ἐπὶ τὸ θέατρον καθῆκον — καὶ κρήνη σφίσιν ἐστὶν αὐτόθι, ἣν ἱερὰν Διονύσου νομίζουσι — , κατὰ δὲ τὸ ἕτερον τοῦ σταδίου πέρας Διονύσου ναὸς ἐλέγετο ὑπὸ τοῦ θεοῦ κεραυνωθῆναι γενεαῖς δύο ἐμοῦ πρότερον, καὶ ἐρείπια οὐ πολλὰ ἔτι ἐς ἐμὲ ἦν αὐτοῦ. Ἡρακλέους δὲ κοινὸς καὶ Ἑρμοῦ πρὸς τῷ σταδίῳ ναὸς μὲν οὐκέτι ἦν, μόνος δέ σφισι βωμὸς ἐλείπετο.

  [32.3] At no great distance is an altar of Ares, and it was said that originally a sanctuary too was built for the god. Beyond the Aphrodite is built also a race-course, extending on one side to the theater (and here they have a spring, held sacred to Dionysus), while at the other end of the race-course a temple of Dionysus was said to have been struck by lightning two generations before my time, and a few ruins of it were still there when I saw it. The temple near the race-course shared by Heracles and Hermes was no longer there, only their altar was left.

  [4] ἔστι δὲ ἐν τῇ μοίρᾳ ταύτῃ λόφος πρὸς ἀνίσχοντα ἥλιον καὶ Ἀγροτέρας ἐν αὐτῷ ναὸς Ἀρτέμιδος, ἀνάθημα Ἀριστοδήμου καὶ τοῦτο. τῆς δὲ Ἀγροτέρας ἐστὶν ἐν δεξιᾷ τέμενος: ἐνταῦθα ἔστι μὲν ἱερὸν Ἀσκληπιοῦ καὶ ἀγάλματα αὐτός τε καὶ Ὑγεία, εἰσὶ δὲ ὑποκαταβάντι ὀλίγον θεοὶ — παρέχονται δὲ καὶ οὗτοι σχῆμα τετράγωνον, Ἐργάται δέ ἐστιν αὐτοῖς ἐπίκλησις — Ἀθηνᾶ τε Ἐργάνη καὶ Ἀπόλλων Ἀγυιεύς: τῷ δὲ Ἑρμῇ καὶ Ἡρακλεῖ καὶ Εἰλειθυίᾳ πρόσεστιν ἐξ ἐπῶν τῶν Ὁμήρου φήμη, τῷ μὲν Διός τε αὐτὸν διάκονον εἶναι καὶ ὑπὸ τὸν Ἅιδην ἄγειν τῶν ἀπογινομένων τὰς ψυχάς, Ἡρακλεῖ δὲ ὡς πολλούς τε καὶ χαλεποὺς τελέσειεν ἄθλους: Εἰλειθυίᾳ δὲ ἐποίησεν ἐν Ἰλιάδι ὠδῖνας γυναικῶν μέλειν.

  [32.4] There is also in this district a hill to the east, and on it a temple of Artemis Huntress this too was dedicated by Aristodemus. To the right of the Huntress is a precinct. Here there is a sanctuary of Asclepius, with images of the god and of Health, and a little lower down there are gods, also of square shape, surnamed Workers, Athena Worker and Apollo, God of Streets. To Hermes, Heracles and Eileithyia are attached traditions from the poems of Homer: that Hermes is the minister of Zeus and leads the souls of the departed down to Hades, and that Heracles accomplished many difficult tasks; Eileithyia, he says in the Iliad, cares for the pangs of women.

  [5] ἔστι δὲ καὶ ἄλλο ὑπὸ τὸν λόφον τοῦτον Ἀσκληπιοῦ Παιδὸς ἱερόν: τούτου μὲν δὴ τὸ ἄγαλμα ὀρθὸν πεποίηται πηχυαῖον μάλιστα, Ἀπόλλωνος δὲ ἐν θρόνῳ κάθηται ποδῶν ἓξ οὐκ ἀποδέον μέγεθος. ἀνάκειται δὲ αὐτόθι καὶ ὀστᾶ ὑπερηρκότα ἢ ὡς ἀνθρώπου δοκεῖν: καὶ δὴ καὶ ἐλέγετο ἐπ᾽ αὐτοῖς εἶναι τῶν γιγάντων ἑνός, οὓς ἐς τὴν συμμαχίαν τῆς Ῥέας ἤθροισεν Ὁπλάδαμος, ἃ δὴ καὶ ἐς ὕστερον ἐπέξεισιν ἡμῖν ὁ λόγος. τούτου δέ ἐστι πηγὴ τοῦ ἱεροῦ πλησίον, καὶ ἀπ᾽ αὐτῆς ὁ Ἑλισσὼν τὸ ὕδωρ δέχεται κατερχόμενον.

  [32.5] Under this hill there is another sanctuary of Boy Asclepius. His image is upright and about a cubit in height, that of Apollo is seated on a throne and is not less than six feet high. Here are also kept bones, too big for those of a human being, about which the story ran that they were those of one of the giants mustered by Hopladamus to fight for Rhea, as my story will relate hereafter. Near this sanctuary is a spring, the water flowing down from which is received by the Helisson.

  33. εἰ δὲ ἡ Μεγάλη πόλις προθυμίᾳ τε τῇ πάσῃ συνοικισθεῖσα ὑπὸ Ἀρκάδων καὶ ἐπὶ μεγίσταις τῶν Ἑλλήνων ἐλπίσιν ἐς αὐτὴν κόσμον τὸν ἅπαντα καὶ εὐδαιμονίαν τὴν ἀρχαίαν ἀφῄρηται καὶ τὰ πολλά ἐστιν αὐτῆς ἐρείπια ἐφ᾽ ἡμῶν, θαῦμα οὐδὲν ἐποιησάμην, εἰδὼς τὸ δαιμόνιον νεώτερα ἀεί τινα ἐθέλον ἐργάζεσθαι, καὶ ὁμοίως τὰ πάντα τά τε ἐχυρὰ καὶ τὰ ἀσθενῆ καὶ τὰ γινόμενά τε καὶ ὁπόσα ἀπόλλυνται μεταβάλλουσαν τὴν τύχην, καὶ ὅπως ἂν αὐτῇ παριστῆται μετὰ ἰσχυρᾶς ἀνάγκης ἄγουσαν.

  [33.1] XXXIII. Megalopolis was founded by the Arcadians with the utmost enthusiasm amidst the highest hopes of the Greeks, but it has lost all its beauty and its old prosperity, being to-day for the most part in ruins. I am not in the least surprised, as I know that heaven is always willing something new, and likewise that all things, strong or weak, increasing or decreasing, are being changed by Fortune, who drives them with imperious necessity according to her whim.

  [2] Μυκῆναι μέν γε, τοῦ πρὸς Ἰλίῳ πολέμου τοῖς Ἕλλησιν ἡγησαμένη, καὶ Νῖνος, ἔνθα ἦν Ἀσσυρίοις βασίλεια, καὶ Βοιώτιαι Θῆβαι προστῆναι τοῦ Ἑλληνικοῦ ποτε ἀξιωθεῖσαι, αἱ μὲν ἠρήμωνται πανώλεθροι, τὸ δὲ ὄνομα τῶν Θηβῶν ἐς ἀκρόπολιν μόνην καὶ οἰκήτορας καταβέβηκεν οὐ πολλούς. τὰ δὲ ὑπερηρκότα πλούτῳ τὸ ἀρχαῖον, Θῆβαί τε αἱ Αἰγύπτιοι καὶ ὁ Μινύης Ὀρχομενὸς καὶ ἡ Δῆλος τὸ κοινὸν Ἑλλήνων ἐμπόριον, αἱ μὲν ἀνδρὸς ἰδιώτου μέσου δυνάμει χρημάτων καταδέουσιν ἐς εὐδαιμονίαν, ἡ Δῆλος δέ, ἀφελόντι τοὺς ἀφικνουμένους παρ᾽ Ἀθηναίων ἐς τοῦ ἱεροῦ τὴν φρουράν, Δηλίων γε ἕνεκα ἔρημός ἐστιν ἀνθρώπων.

  [33.2] For Mycenae, the leader of the Greeks in the Trojan war, and Nineveh, where was the royal palace of the Assyrians, are utterly ruined and desolate; while Boeotian Thebes, once deemed worthy to be the head of the Greek people, why, its name includes only the acropolis and its few inhabitants. Of the opulent places in the ancient world, Egyptian Thebes and Minyan Orchomenus are now less prosperous than a private individual of moderate means, while Delos, once the common market of Greece, has no Delian inhabitant, but only the men sent by the Athenians to guard the sanctuary.

  [3] Βαβυλῶνος δὲ τοῦ μὲν Βήλου τὸ ἱερὸν λείπεται, Βαβυλῶνος δὲ ταύτης, ἥντινα εἶδε πόλεων τῶν τότε μεγίστην ἥλιος, οὐδὲν ἔτι ἦν εἰ μὴ τεῖχος, καθὰ καὶ Τίρυνθος τῆς ἐν τῇ Ἀργολίδι. ταῦτα μὲν δὴ ἐποίησεν ὁ δαίμων εἶναι τὸ μηδέν: ἡ δὲ Ἀλεξάνδρου πόλις ἐν Αἰγύπτῳ καὶ ἡ Σελεύκου παρὰ τῷ Ὀρόντῃ χθές τε ᾠκισμέναι καὶ πρῴην
ἐς τοσοῦτο ἐπιδεδώκασι μεγέθους καὶ εὐδαιμονίας, ὅτι σφᾶς ἡ τύχη δεξιοῦται.

  [33.3] At Babylon the sanctuary of Belus still is left, but of the Babylon that was the greatest city of its time under the sun nothing remains but the wall. The case of Tiryns in the Argolid is the same. These places have been reduced by heaven to nothing. But the city of Alexander in Egypt, and that of Seleucus on the Orontes, that were founded but yesterday, have reached their present size and prosperity because fortune favours them.

  [4] ἐπιδείκνυται δὲ καὶ ἐν τῷδε ἔτι τὴν ἰσχὺν μείζονα καὶ θαύματος πλείονος ἢ κατὰ συμφορὰς καὶ εὐπραγίας πόλεων: Λήμνου γὰρ πλοῦν ἀπεῖχεν οὐ πολὺν Χρύση νῆσος, ἐν ᾗ καὶ τῷ Φιλοκτήτῃ γενέσθαι συμφορὰν ἐκ τοῦ ὕδρου φασί: ταύτην κατέλαβεν ὁ κλύδων πᾶσαν, καὶ κατέδυ τε ἡ Χρύση καὶ ἠφάνισται κατὰ τοῦ βυθοῦ. νῆσον δὲ ἄλλην καλουμένην Ἱερὰν *** τόνδε οὐκ ἦν χρόνον.

  οὕτω μὲν τὰ ἀνθρώπινα πρόσκαιρά τε καὶ οὐδαμῶς ἐστιν ἐχυρά:

  [33.4] The following incident proves the might of fortune to be greater and more marvellous than is shown by the disasters and prosperity of cities. No long sail from Lemnos was once an island Chryse, where, it is said, Philoctetes met with his accident from the water-snake. But the waves utterly overwhelmed it, and Chryse sank and disappeared in the depths. Another island called Hiera (Sacred) . . . was not during this time. So temporary and utterly weak are the fortunes of men.

  MANIAE & THE EUMENIDIUM

  34. ἐκ δὲ Μεγάλης πόλεως ἰόντι ἐς Μεσσήνην καὶ σταδίους μάλιστα προελθόντι ἑπτά, ἔστιν ἐν ἀριστερᾷ τῆς λεωφόρου θεῶν ἱερόν. καλοῦσι δὲ καὶ αὐτὰς τὰς θεὰς καὶ τὴν χώραν τὴν περὶ τὸ ἱερὸν Μανίας: δοκεῖν δέ μοι θεῶν τῶν Εὐμενίδων ἐστὶν ἐπίκλησις, καὶ Ὀρέστην ἐπὶ τῷ φόνῳ τῆς μητρός φασιν αὐτόθι μανῆναι.

 

‹ Prev