Delphi Complete Works of Pausanias

Home > Other > Delphi Complete Works of Pausanias > Page 381
Delphi Complete Works of Pausanias Page 381

by Pausanias


  [7] τῶν δὲ ἡμέρων οἱ Ἀρκάδες δένδρων ἁπάντων πλὴν ῥοιᾶς ἐσκομίζουσιν ἐς τὸ ἱερόν. ἐν δεξιᾷ δὲ ἐξιόντι ἐκ τοῦ ναοῦ κάτοπτρον ἡρμοσμένον ἐστὶν ἐν τῷ τοίχῳ: τοῦτο ἤν τις προσβλέπῃ τὸ κάτοπτρον, ἑαυτὸν μὲν ἤτοι παντάπασιν ἀμυδρῶς ἢ οὐδὲ ὄψεται τὴν ἀρχήν, τὰ δὲ ἀγάλματα τῶν θεῶν καὶ αὐτὰ καὶ τὸν θρόνον ἔστιν ἐναργῶς θεάσασθαι.

  [37.7] The Arcadians bring into the sanctuary the fruit of all cultivated trees except the pomegranate. On the right as you go out of the temple there is a mirror fitted into the wall. If anyone looks into this mirror, he will see himself very dimly indeed or not at all, but the actual images of the gods and the throne can be seen quite clearly.

  [8] παρὰ δὲ τὸν ναὸν τῆς Δεσποίνης ὀλίγον ἐπαναβάντι ἐν δεξιᾷ Μέγαρόν ἐστι καλούμενον, καὶ τελετήν τε δρῶσιν ἐνταῦθα καὶ τῇ Δεσποίνῃ θύουσιν ἱερεῖα οἱ Ἀρκάδες πολλά τε καὶ ἄφθονα. θύει μὲν δὴ αὐτῶν ἕκαστος ὅ τι κέκτηται: τῶν ἱερείων δὲ οὐ τὰς φάρυγγας ἀποτέμνει ὥσπερ ἐπὶ ταῖς ἄλλαις θυσίαις, κῶλον δὲ ὅ τι ἂν τύχῃ, τοῦτο ἕκαστος ἀπέκοψε τοῦ θύματος.

  [37.8] When you have gone up a little, beside the temple of the Mistress on the right is what is called the Hall, where the Arcadians celebrate mysteries, and sacrifice to the Mistress many victims in generous fashion. Every man of them sacrifices what he possesses. But he does not cut the throats of the victims, as is done in other sacrifices; each man chops off a limb of the sacrifice, just that which happens to come to hand.

  [9] ταύτην μάλιστα θεῶν σέβουσιν οἱ Ἀρκάδες τὴν Δέσποιναν, θυγατέρα δὲ αὐτὴν Ποσειδῶνός φασιν εἶναι καὶ Δήμητρος. ἐπίκλησις ἐς τοὺς πολλούς ἐστιν αὐτῇ Δέσποινα, καθάπερ καὶ τὴν ἐκ Διὸς Κόρην ἐπονομάζουσιν, ἰδίᾳ δέ ἐστιν ὄνομα Περσεφόνη, καθὰ Ὅμηρος καὶ ἔτι πρότερον Πάμφως ἐποίησαν: τῆς δὲ Δεσποίνης τὸ ὄνομα ἔδεισα ἐς τοὺς ἀτελέστους γράφειν.

  [37.9] This Mistress the Arcadians worship more than any other god, declaring that she is a daughter of Poseidon and Demeter. Mistress is her surname among the many, just as they surname Demeter’s daughter by Zeus the Maid. But whereas the real name of the Maid is Persephone, as Homer and Pamphos before him say in their poems, the real name of the Mistress I am afraid to write to the uninitiated.

  [10] ὑπὲρ δὲ τὸ καλούμενον Μέγαρόν ἐστιν ἄλσος τῆς Δεσποίνης ἱερὸν θριγκῷ λίθων περιεχόμενον, ἐντὸς δὲ αὐτοῦ δένδρα καὶ ἄλλα καὶ ἐλαία καὶ πρῖνος ἐκ ῥίζης μιᾶς πεφύκασι: τοῦτο οὐ γεωργοῦ σοφίας ἐστὶν ἔργον. ὑπὲρ δὲ τὸ ἄλσος καὶ Ἱππίου Ποσειδῶνος, ἅτε πατρὸς τῆς Δεσποίνης, καὶ θεῶν ἄλλων εἰσὶ βωμοί: τῷ τελευταίῳ δὲ ἐπίγραμμά ἐστι θεοῖς αὐτὸν τοῖς πᾶσιν εἶναι κοινόν.

  [37.10] Beyond what is called the Hall is a grove, sacred to the Mistress and surrounded by a wall of stones, and within it are trees, including an olive and an evergreen oak growing out of one root, and that not the result of a clever piece of gardening. Beyond the grove are altars of Horse Poseidon, as being the father of the Mistress, and of other gods as well. On the last of them is an inscription saying that it is common to all the gods.

  [11] ἐντεῦθεν δὲ ἀναβήσῃ διὰ κλίμακος ἐς ἱερὸν Πανός: πεποίηται δὲ καὶ στοὰ ἐς τὸ ἱερὸν καὶ ἄγαλμα οὐ μέγα, θεῶν δὲ ὁμοίως τοῖς δυνατωτάτοις καὶ τούτῳ μέτεστι τῷ Πανὶ ἀνθρώπων τε εὐχὰς ἄγειν ἐς τέλος καὶ ὁποῖα ἔοικεν ἀποδοῦναι πονηροῖς. παρὰ τούτῳ τῷ Πανὶ πῦρ οὔ ποτε ἀποσβεννύμενον καίεται. λέγεται δὲ ὡς τὰ ἔτι παλαιότερα καὶ μαντεύοιτο οὗτος ὁ θεός, προφῆτιν δὲ Ἐρατὼ Νύμφην αὐτῷ γενέσθαι ταύτην ἣ Ἀρκάδι τῷ Καλλιστοῦς συνῴκησε:

  [37.11] Thence you will ascend by stairs to a sanctuary of Pan. Within the sanctuary has been made a portico, and a small image; and this Pan too, equally with the most powerful gods, can bring men’s prayers to accomplishment and repay the wicked as they deserve. Beside this Pan a fire is kept burning which is never allowed to go out. It is said that in days of old this god also gave oracles, and that the nymph Erato became his prophetess, she who wedded Arcas, the son of Callisto.

  [12] μνημονεύουσι δὲ καὶ ἔπη τῆς Ἐρατοῦς, ἃ δὴ καὶ αὐτὸς ἐπελεξάμην. ἐνταῦθα ἔστι μὲν βωμὸς Ἄρεως, ἔστι δὲ ἀγάλματα Ἀφροδίτης ἐν ναῷ, λίθου τὸ ἕτερον λευκοῦ, τὸ δὲ ἀρχαιότερον αὐτῶν ξύλου. ὡσαύτως δὲ καὶ Ἀπόλλωνός τε καὶ Ἀθηνᾶς ξόανά ἐστι: τῇ δὲ Ἀθηνᾷ καὶ ἱερὸν πεποίηται.

  [37.12] They also remember verses of Erato, which I too myself have read. Here is an altar of Ares, and there are two images of Aphrodite in a temple, one of white marble, and the other, the older, of wood. There are also wooden images of Apollo and of Athena. Of Athena a sanctuary also has been made.

  38. ἀνωτέρω δὲ ὀλίγον τείχους τε περίβολος τῆς Λυκοσούρας ἐστὶ καὶ οἰκήτορες ἔνεισιν οὐ πολλοί. πόλεων δέ, ὁπόσας ἐπὶ τῇ ἠπείρῳ ἔδειξε γῆ καὶ ἐν νήσοις, Λυκόσουρά ἐστι πρεσβυτάτη, καὶ ταύτην εἶδεν ὁ ἥλιος πρώτην: ἀπὸ ταύτης δὲ οἱ λοιποὶ ποιεῖσθαι πόλεις μεμαθήκασιν ἄνθρωποι.

  [38.1] XXXVIII. A little farther up is the circuit of the wall of Lycosura, in which there are a few inhabitants. Of all the cities that earth has ever shown, whether on mainland or on islands, Lycosura is the oldest, and was the first that the sun beheld; from it the rest of mankind have learned how to make them cities.

  MT LYCAEUS & THEISOA

  [2] ἐν ἀριστερᾷ δὲ τοῦ ἱεροῦ τῆς Δεσποίνης τὸ ὄρος ἐστὶ τὸ Λύκαιον: καλοῦσι δὲ αὐτὸ καὶ Ὄλυμπον καὶ Ἱεράν γε ἕτεροι τῶν Ἀρκάδων κορυφήν. τραφῆναι δὲ τὸν Δία φασὶν ἐν τῷ ὄρει τούτῳ: καὶ χώρα τέ ἐστιν ἐν τῷ Λυκαίῳ Κρητέα καλουμένη — αὕτη δὲ ἡ Κρητέα ἐστὶν ἐξ ἀριστερᾶς Ἀπόλλωνος ἄλσους ἐπίκλησιν Παρρασίου — καὶ τὴν Κρήτην, ἔνθα ὁ Κρητῶν ἔχει λόγος τραφῆναι Δία, τὸ χωρίον τοῦτο εἶναι καὶ οὐ διὰ τὴν νῆσον ἀμφισβητοῦσιν οἱ Ἀρκάδες.

  [38.2] On the left of the sanctuary of the Mistress is Mount Lycaeus. Some Arcadians call it Olympus, and others Sacred Peak. On it, they say, Zeus was reared. There is a place on Mount Lycaeus called Cretea, on the left of the grove of Apollo surnamed Parrhasian. The Arcadians claim that the Crete, where the Cretan story has it that Zeus was reared, was this place and not the island.

  [3] ταῖς Νύμφαις δὲ ὀνόματ
α, ὑφ᾽ ὧν τὸν Δία τραφῆναι λέγουσι, τίθενται Θεισόαν καὶ Νέδαν καὶ Ἁγνώ: καὶ ἀπὸ μὲν τῆς Θεισόας πόλις ᾠκεῖτο ἐν τῇ Παρρασίᾳ, τὰ δὲ ἐπ᾽ ἐμοῦ μοίρας τῆς Μεγαλοπολίτιδός ἐστιν ἡ Θεισόα κώμη: τῆς Νέδας δὲ ὁ ποταμὸς τὸ ὄνομα ἔσχηκε: τῆς δὲ Ἁγνοῦς, ἣ ἐν τῷ ὄρει τῷ Λυκαίῳ πηγὴ κατὰ τὰ αὐτὰ ποταμῷ τῷ Ἴστρῳ πέφυκεν ἴσον παρέχεσθαι τὸ ὕδωρ ἐν χειμῶνι ὁμοίως καὶ ἐν ὥρᾳ θέρους.

  [38.3] The nymphs, by whom they say that Zeus was reared, they call Theisoa, Neda and Hagno. After Theisoa was named a city in Parrhasia; Theisoa to-day is a village in the district of Megalopolis. From Neda the river Neda takes its name; from Hagno a spring on Mount Lycaeus, which like the Danube flows with an equal volume of water in winter just as in the season of summer.

  [4] ἢν δὲ αὐχμὸς χρόνον ἐπέχῃ πολὺν καὶ ἤδη σφίσι τὰ σπέρματα ἐν τῇ γῇ καὶ τὰ δένδρα αὐαίνηται, τηνικαῦτα ὁ ἱερεὺς τοῦ Λυκαίου Διὸς προσευξάμενος ἐς τὸ ὕδωρ καὶ θύσας ὁπόσα ἐστὶν αὐτῷ νόμος, καθίησι δρυὸς κλάδον ἐπιπολῆς καὶ οὐκ ἐς βάθος τῆς πηγῆς: ἀνακινηθέντος δὲ τοῦ ὕδατος ἄνεισιν ἀχλὺς ἐοικυῖα ὁμίχλῃ, διαλιποῦσα δὲ ὀλίγον γίνεται νέφος ἡ ἀχλὺς καὶ ἐς αὑτὴν ἄλλα ἐπαγομένη τῶν νεφῶν ὑετὸν τοῖς Ἀρκάσιν ἐς τὴν γῆν κατιέναι ποιεῖ.

  [38.4] Should a drought persist for a long time, and the seeds in the earth and the trees wither, then the priest of Lycaean Zeus, after praying towards the water and making the usual sacrifices, lowers an oak branch to the surface of the spring, not letting it sink deep. When the water has been stirred up there rises a vapor, like mist; after a time the mist becomes cloud, gathers to itself other clouds, and makes rain fall on the land of the Arcadians.

  [5] ἔστι δὲ ἐν τῷ Λυκαίῳ Πανός τε ἱερὸν καὶ περὶ αὐτὸ ἄλσος δένδρων καὶ ἱππόδρομός τε καὶ πρὸ αὐτοῦ στάδιον: τὸ δὲ ἀρχαῖον τῶν Λυκαίων ἦγον τὸν ἀγῶνα ἐνταῦθα. ἔστι δὲ αὐτόθι καὶ ἀνδριάντων βάθρα, οὐκ ἐπόντων ἔτι ἀνδριάντων: ἐλεγεῖον δὲ ἐπὶ τῶν βάθρων ἑνὶ Ἀστυάνακτός φησιν εἶναι τὴν εἰκόνα, τὸν δὲ Ἀστυάνακτα εἶναι γένος τῶν ἀπὸ Ἀρκάδος.

  [38.5] There is on Mount Lycaeus a sanctuary of Pan, and a grove of trees around it, with a race-course in front of which is a running-track. Of old they used to hold here the Lycaean games. Here there are also bases of statues, with now no statues on them. On one of the bases an elegiac inscription declares that the statue was a portrait of Astyanax, and that Astyanax was of the race of Arceas.

  [6] τὸ δὲ ὄρος παρέχεται τὸ Λύκαιον καὶ ἄλλα ἐς θαῦμα καὶ μάλιστα τόδε. τέμενός ἐστιν ἐν αὐτῷ Λυκαίου Διός, ἔσοδος δὲ οὐκ ἔστιν ἐς αὐτὸ ἀνθρώποις: ὑπεριδόντα δὲ τοῦ νόμου καὶ ἐσελθόντα ἀνάγκη πᾶσα αὐτὸν ἐνιαυτοῦ πρόσω μὴ βιῶναι. καὶ τάδε ἔτι ἐλέγετο, τὰ ἐντὸς τοῦ τεμένους γενόμενα ὁμοίως πάντα καὶ θηρία καὶ ἀνθρώπους οὐ παρέχεσθαι σκιάν: καὶ διὰ τοῦτο ἐς τὸ τέμενος θηρίου καταφεύγοντος οὐκ ἐθέλει οἱ συνεσπίπτειν ὁ κυνηγέτης, ἀλλὰ ὑπομένων ἐκτὸς καὶ ὁρῶν τὸ θηρίον οὐδεμίαν ἀπ᾽ αὐτοῦ θεᾶται σκιάν. χρόνον μὲν δὴ τὸν ἴσον ἔπεισί τε ὁ ἥλιος τὸν ἐν τῷ οὐρανῷ καρκίνον καὶ ἐν Συήνῃ τῇ πρὸ Αἰθιοπίας οὔτε ἀπὸ δένδρων οὔτε ἀπὸ τῶν ζῴων γενέσθαι σκιὰν ἔστι: τὸ δὲ ἐν τῷ Λυκαίῳ τέμενος τὸ αὐτὸ ἐς τὰς σκιὰς ἀεί τε καὶ ἐπὶ πασῶν πέπονθε τῶν ὡρῶν.

  [38.6] Among the marvels of Mount Lycaeus the most wonderful is this. On it is a precinct of Lycaean Zeus, into which people are not allowed to enter. If anyone takes no notice of the rule and enters, he must inevitably live no longer than a year. A legend, moreover, was current that everything alike within the precinct, whether beast or man, cast no shadow. For this reason when a beast takes refuge in the precinct, the hunter will not rush in after it, but remains outside, and though he sees the beast can behold no shadow. In Syene also just on this side of Aethiopia neither tree nor creature casts a shadow so long as the sun is in the constellation of the Crab, but the precinct on Mount Lycaeus affects shadows in the same way always and at every season.

  [7] ἔστι δὲ ἐπὶ τῇ ἄκρᾳ τῇ ἀνωτάτω τοῦ ὄρους γῆς χῶμα, Διὸς τοῦ Λυκαίου βωμός, καὶ ἡ Πελοπόννησος τὰ πολλά ἐστιν ἀπ᾽ αὐτοῦ σύνοπτος: πρὸ δὲ τοῦ βωμοῦ κίονες δύο ὡς ἐπὶ ἀνίσχοντα ἑστήκασιν ἥλιον, ἀετοὶ δὲ ἐπ᾽ αὐτοῖς ἐπίχρυσοι τά γε ἔτι παλαιότερα ἐπεποίηντο. ἐπὶ τούτου τοῦ βωμοῦ τῷ Λυκαίῳ Διὶ θύουσιν ἐν ἀπορρήτῳ: πολυπραγμονῆσαι δὲ οὔ μοι τὰ ἐς τὴν θυσίαν ἡδὺ ἦν, ἐχέτω δὲ ὡς ἔχει καὶ ὡς ἔσχεν ἐξ ἀρχῆς.

  [38.7] On the highest point of the mountain is a mound of earth, forming an altar of Zeus Lycaeus, and from it most of the Peloponnesus can be seen. Before the altar on the east stand two pillars, on which there were of old gilded eagles. On this altar they sacrifice in secret to Lycaean Zeus. I was reluctant to pry into the details of the sacrifice; let them be as they are and were from the beginning.

  [8] ἔστι δὲ ἐν τοῖς πρὸς ἀνατολὰς τοῦ ὄρους Ἀπόλλωνος ἱερὸν ἐπίκλησιν Παρρασίου: τίθενται δὲ αὐτῷ καὶ Πύθιον ὄνομα. ἄγοντες δὲ τῷ θεῷ κατὰ ἔτος ἑορτὴν θύουσι μὲν ἐν τῇ ἀγορᾷ κάπρον τῷ Ἀπόλλωνι τῷ Ἐπικουρίῳ, θύσαντες δὲ ἐνταῦθα αὐτίκα τὸ ἱερεῖον κομίζουσιν ἐς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Παρρασίου σὺν αὐλῷ τε καὶ πομπῇ, καὶ τά τε μηρία ἐκτεμόντες καίουσι καὶ δὴ καὶ ἀναλίσκουσιν αὐτόθι τοῦ ἱερείου τὰ κρέα.

  [38.8] On the east side of the mountain there is a sanctuary of Apollo surnamed Parrhasian. They also give him the name Pythian. They hold every year a festival in honor of the god and sacrifice in the market-place a boar to Apollo Helper, and after the sacrifice here they at once carry the victim to the sanctuary of Parrhasian Apollo in procession to the music of the flute; cutting out the thigh-bones they burn them, and also consume the meat of the victim on the spot.

  [9] ταῦτα μὲν οὕτω ποιεῖν νομίζουσι, τοῦ Λυκαίου δὲ τὰ πρὸς τῆς ἄρκτου γῆ ἐστιν ἡ Θεισοαία: οἱ δὲ ἄνθρωποι μάλιστα οἱ ταύτῃ νύμφην τὴν Θεισόαν ἄγουσιν ἐν τιμῇ. διὰ δὲ τῆς χώρας τῆς Θεισοαίας ῥέοντες ἐμβάλλουσιν ἐς τὸν Ἀλφειὸν Μυλάων, ἐπὶ δὲ αὐτῷ Νοῦς καὶ Ἀχελῷος καὶ Κέλαδός τε καὶ Νάλιφος. Ἀχελῴω δὲ τῷ �
��ρκάδι εἰσὶν ἄλλοι δύο ὁμώνυμοί τε αὐτῷ ποταμοὶ καὶ τὰ ἐς δόξαν φανερώτεροι:

  [38.9] This it is their custom to do. To the north of Mount Lycaeus is the Theisoan territory. The inhabitants of it worship most the nymph Theisoa. There flow through the land of Theisoa the following tributaries of the Alpheius, the Mylaon, Nus, Achelous, Celadus, and Naliphus. There are two other rivers of the same name as the Achelous in Arcadia, and more famous than it.

  [10] τὸν μέν γε ἐπὶ τὰς Ἐχινάδας κατιόντα Ἀχελῷον διὰ τῆς Ἀκαρνάνων καὶ δι᾽ Αἰτωλίας ἔφησεν ἐν Ἰλιάδι Ὅμηρος ποταμῶν τῶν πάντων ἄρχοντα εἶναι, ἕτερον δὲ Ἀχελῷον ῥέοντα ἐκ Σιπύλου τοῦ ὄρους ἐποιήσατο αὐτόν τε τὸν ποταμὸν καὶ τὸ ὄρος τὸν Σίπυλον τοῦ λόγου προσθήκην τοῦ ἐς Νιόβην: τρίτῳ δ᾽ οὖν καὶ τῷ περὶ τὸ ὄρος τὸ Λύκαιόν ἐστιν ὄνομα Ἀχελῷος.

  [38.10] One, falling into the sea by the Echinadian islands, flows through Acarnania and Aetolia, and is said by Homer in the Iliad to be the prince of all rivers. Another Achelous, flowing from Mount Sipylus, along with the mountain also, he takes occasion to mention in connection with his account of Niobe. The third river called the Achelous is the one by Mount Lycaeus.

  NOMIAN MTS

  [11] τῆς Λυκοσούρας δέ ἐστιν ἐν δεξιᾷ Νόμια ὄρη καλούμενα, καὶ Πανός τε ἱερὸν ἐν αὐτοῖς ἐστι Νομίου καὶ τὸ χωρίον ὀνομάζουσι Μέλπειαν, τὸ ἀπὸ τῆς σύριγγος μέλος ἐνταῦθα Πανὸς εὑρεθῆναι λέγοντες. κληθῆναι δὲ τὰ ὄρη Νόμια προχειρότατον μέν ἐστιν εἰκάζειν ἐπὶ τοῦ Πανὸς ταῖς νομαῖς, αὐτοὶ δὲ οἱ Ἀρκάδες νύμφης εἶναί φασιν ὄνομα.

 

‹ Prev