Delphi Complete Works of Pausanias
Page 391
[3.5] This feast the Plataeans celebrate by themselves, calling it the Little Daedala, but the Great Daedala, which is shared with them by the Boeotians, is a festival held at intervals of fifty-nine years, for that is the period during which, they say, the festival could not be held, as the Plataeans were in exile. There are fourteen wooden images ready, having been provided each year at the Little Daedala.
[6] ταῦτα ἀναιροῦνται κλήρῳ Πλαταιεῖς Κορωναῖοι Θεσπιεῖς Ταναγραῖοι Χαιρωνεῖς Ὀρχομένιοι Λεβαδεῖς Θηβαῖοι: διαλλαγῆναι γὰρ καὶ οὗτοι Πλαταιεῦσιν ἠξίωσαν καὶ συλλόγου μετασχεῖν κοινοῦ καὶ ἐς Δαίδαλα θυσίαν ἀποστέλλειν, ὅτε Κάσσανδρος ὁ Ἀντιπάτρου τὰς Θήβας ἀνῴκισε. τῶν δὲ πολισμάτων ὁπόσα ἐστὶν ἐλάσσονος λόγου, συντέλειαν αἱροῦνται.
[3.6] Lots are cast for them by the Plataeans, Coronaeans, Thespians, Tanagraeans, Chaeroneans, Orchomenians, Lebadeans, and Thebans; for at the time when Cassander, the son of Antipater, rebuilt Thebes, the Thebans wished to be reconciled with the Plataeans, to share in the common assembly, and to send a sacrifice to the Daedala. The towns of less account pool their funds for images.
[7] τὸ δὲ ἄγαλμα κομίσαντες παρὰ τὸν Ἀσωπὸν καὶ ἀναθέντες ἐπὶ ἅμαξαν, γυναῖκα ἐφιστᾶσι νυμφεύτριαν: οἱ δὲ αὖθις κληροῦνται καθ᾽ ἥντινα τάξιν τὴν πομπὴν ἀνάξουσι: τὸ δὲ ἐντεῦθεν τὰς ἁμάξας ἀπὸ τοῦ ποταμοῦ πρὸς ἄκρον τὸν Κιθαιρῶνα ἐλαύνουσιν. εὐτρέπισται δέ σφισιν ἐπὶ τῇ κορυφῇ τοῦ ὄρους βωμός, ποιοῦσι δὲ τρόπῳ τοιῷδε τὸν βωμόν: ξύλα τετράγωνα ἁρμόζοντες πρὸς ἄλληλα συντιθέασι κατὰ ταὐτὰ καὶ εἰ λίθων ἐποιοῦντο οἰκοδομίαν, ἐξάραντες δὲ ἐς ὕψος φρύγανα ἐπιφέρουσιν.
[3.7] Bringing the image to the Asopus, and setting it upon a wagon, they place a bridesmaid also on the wagon. They again cast lots for the position they are to hold in the procession. After this they drive the wagons from the river to the summit of Cithaeron. On the peak of the mountain an altar has been prepared, which they make after the following way. They fit together quadrangular pieces of wood, putting them together just as if they were making a stone building, and having raised it to a height they place brushwood upon the altar.
[8] αἱ μὲν δὴ πόλεις καὶ τὰ τέλη θήλειαν θύσαντες τῇ Ἥρᾳ βοῦν ἕκαστοι καὶ ταῦρον τῷ Διὶ τὰ ἱερεῖα οἴνου καὶ θυμιαμάτων πλήρη καὶ τὰ δαίδαλα ὁμοῦ καθαγίζουσιν ἐπὶ τοῦ βωμοῦ, ἰδιῶται δὲ ὁπόσα δὴ θύουσιν οἱ πλούσιοι: τοῖς δὲ οὐχ ὁμοίως δυναμένοις τὰ λεπτότερα τῶν προβάτων θύειν καθέστηκε, καθαγίζειν δὲ τὰ ἱερεῖα ὁμοίως πάντα. σὺν δέ σφισι καὶ αὐτὸν τὸν βωμὸν ἐπιλαβὸν τὸ πῦρ ἐξανήλωσε: μεγίστην δὲ ταύτην φλόγα καὶ ἐκ μακροτάτου σύνοπτον οἶδα ἀρθεῖσαν.
[3.8] The cities with their magistrates sacrifice severally a cow to Hera and a bull to Zeus, burning on the altar the victims, full of wine and incense, along with the daedala. Rich people, as individuals, sacrifice what they wish; but the less wealthy sacrifice the smaller cattle; all the victims alike are burned. The fire seizes the altar and the victims as well, and consumes them all together. I know of no blaze that is so high, or seen so far as this.
PLATAEA CONT.
[9] ὑπὸ δὲ τῆς κορυφῆς, ἐφ᾽ ᾗ τὸν βωμὸν ποιοῦνται, πέντε που μάλιστα καὶ δέκα ὑποκαταβάντι σταδίους νυμφῶν ἐστιν ἄντρον Κιθαιρωνίδων, Σφραγίδιον μὲν ὀνομαζόμενον, μαντεύεσθαι δὲ τὰς νύμφας τὸ ἀρχαῖον αὐτόθι ἔχει λόγος.
[3.9] About fifteen stades below the peak, on which they make the altar, is a cave of the Cithaeronian nymphs. It is named Sphragidium, and the story is that of old the nymphs gave oracles in this place.
4. Πλαταιεῦσι δὲ Ἀθηνᾶς ἐπίκλησιν Ἀρείας ἐστὶν ἱερόν: ᾠκοδομήθη δὲ ἀπὸ λαφύρων ἃ τῆς μάχης σφίσιν Ἀθηναῖοι τῆς Μαραθῶνι ἀπένειμαν. τὸ μὲν δὴ ἄγαλμα ξόανόν ἐστιν ἐπίχρυσον, πρόσωπον δέ οἱ καὶ χεῖρες ἄκραι καὶ πόδες λίθου τοῦ Πεντελησίου εἰσί: μέγεθος μὲν οὐ πολὺ δή τι ἀποδεῖ τῆς ἐν ἀκροπόλει χαλκῆς, ἣν καὶ αὐτὴν Ἀθηναῖοι τοῦ Μαραθῶνι ἀπαρχὴν ἀγῶνος ἀνέθηκαν, Φειδίας δὲ καὶ Πλαταιεῦσιν ἦν ὁ τῆς Ἀθηνᾶς τὸ ἄγαλμα ποιήσας.
[4.1] IV. The Plataeans have also a sanctuary of Athena surnamed Warlike; it was built from the spoils given them by the Athenians as their share from the battle of Marathon. It is a wooden image gilded, but the face, hands and feet are of Pentelic marble. In size it is but little smaller than the bronze Athena on the Acropolis, the one which the Athenians also erected as first-fruits of the battle at Marathon; the Plataeans too had Pheidias for the maker of their image of Athena.
[2] γραφαὶ δέ εἰσιν ἐν τῷ ναῷ Πολυγνώτου μὲν Ὀδυσσεὺς τοὺς μνηστῆρας ἤδη κατειργασμένος, Ὀνασία δὲ Ἀδράστου καὶ Ἀργείων ἐπὶ Θήβας ἡ προτέρα στρατεία. αὗται μὲν δή εἰσιν ἐπὶ τοῦ προνάου τῶν τοίχων αἱ γραφαί, κεῖται δὲ τοῦ ἀγάλματος πρὸς τοῖς ποσὶν εἰκὼν Ἀριμνήστου: ὁ δὲ Ἀρίμνηστος ἔν τε τῇ πρὸς Μαρδόνιον μάχῃ καὶ ἔτι πρότερον ἐς Μαραθῶνα Πλαταιεῦσιν ἡγήσατο.
[4.2] In the temple are paintings: one of them, by Polygnotus, represents Odysseus after he has killed the wooers; the other, painted by Onasias, is the former expedition of the Argives, under Adrastus, against Thebes. These paintings are on the walls of the fore-temple, while at the feet of the image is a portrait of Arimnestus, who commanded the Plataeans at the battle against Mardonius, and yet before that at Marathon.
[3] ἔστι δὲ καὶ Δήμητρος ἐπίκλησιν Ἐλευσινίας ἱερὸν ἐν Πλαταιαῖς καὶ Ληίτου μνῆμα: τῶν δὲ ἡγεμόνων, οἳ Βοιωτοὺς ἐς Τροίαν ἤγαγον, μόνος ἀνέστρεψεν οἴκαδε οὗτος ὁ Λήιτος. τὴν δὲ κρήνην τὴν Γαργαφίαν Μαρδόνιος καὶ ἡ ἵππος συνέχεεν ἡ Περσῶν, ὅτι τὸ Ἑλλήνων στράτευμα τὸ ἀντικαθήμενόν σφισιν ἀπ᾽ αὐτῆς ἔπινεν: ὕστερον μέντοι τὸ ὕδωρ ἀνεσώσαντο οἱ Πλαταιεῖς.
[4.3] There is also at Plataea a sanctuary of Demeter, surnamed Eleusinian, and a tomb of Leitus, who was the only one to return home of the chiefs who led Boeotians to Troy. The spring Gargaphia was filled in by the Persian cavalry under Mardonius, because the Greek army encamped against them got therefrom their drinking-water. Afterwards, however, the Plataeans recovered the water.
SCOLUS & THE RIVER ASOPUS
[4] ἐκ Πλαταίας δὲ ἰοῦσιν ἐς Θήβας ποταμός ἐστιν Ὠερόη: θυγατέρα δὲ εἶναι τὴν Ὠερόην τοῦ Ἀσωποῦ λέγουσι. πρὶν δὲ
ἢ διαβῆναι τὸν Ἀσωπόν, παρ᾽ αὐτὸ τὸ ῥεῦμα ἀποτραπεῖσιν ἐς τὰ κάτω καὶ προελθοῦσιν ὅσον τεσσαράκοντα στάδια ἔστιν ἐρείπια Σκώλου: Δήμητρος δὲ καὶ Κόρης ἐν τοῖς ἐρειπίοις οὐκ ἐξειργασμένος ὁ ναός, ἡμίεργα δὲ καὶ ταῖς θεαῖς ἐστι τὰ ἀγάλματα. ἀποκρίνει δὲ καὶ νῦν ἔτι ἀπὸ τῆς Θηβαίων τὴν Πλαταιίδα ὁ Ἀσωπός.
[4.4] On the road from Plataea to Thebes is the river Oeroe, said to have been a daughter of the Asopus. Before crossing the Asopus, if you turn aside to lower ground in a direction parallel to the river, after about forty stades you come to the ruins of Scolus. The temple of Demeter and the Maid among the ruins is not finished, and only half-finished are the images of the goddesses. Even to-day the Asopus is the boundary between Thebes and Plataea.
THEBES, MYTHICAL HISTORY
5. γῆν δὲ τὴν Θηβαΐδα οἰκῆσαι πρῶτον λέγουσιν Ἔκτηνας, βασιλέα δὲ εἶναι τῶν Ἐκτήνων ἄνδρα αὐτόχθονα Ὤγυγον: καὶ ἀπὸ τούτου τοῖς πολλοῖς τῶν ποιητῶν ἐπίκλησις ἐς τὰς Θήβας ἐστὶν Ὠγύγιαι. καὶ τούτους μὲν ἀπολέσθαι λοιμώδει νόσῳ φασίν, ἐσοικίσασθαι δὲ μετὰ τοὺς Ἔκτηνας ἐς τὴν χώραν Ὕαντας καὶ Ἄονας, Βοιώτια ἐμοὶ δοκεῖν γένη καὶ οὐκ ἐπηλύδων ἀνθρώπων. Κάδμου δὲ καὶ τῆς Φοινίκων στρατιᾶς ἐπελθούσης μάχῃ νικηθέντες οἱ μὲν Ὕαντες ἐς τὴν νύκτα τὴν ἐπερχομένην ἐκδιδράσκουσι, τοὺς δὲ Ἄονας ὁ Κάδμος γενομένους ἱκέτας καταμεῖναι καὶ ἀναμιχθῆναι τοῖς Φοίνιξιν εἴασε.
[5.1] V. The first to occupy the land of Thebes are said to have been the Ectenes, whose king was Ogygus, an aboriginal. From his name is derived Ogygian, which is an epithet of Thebes used by most of the poets. The Ectenes perished, they say, by pestilence, and after them there settled in the land the Hyantes and the Aones, who I think were Boeotian tribes and not foreigners.
[2] τοῖς μὲν οὖν Ἄοσι κατὰ κώμας ἔτι ἦσαν αἱ οἰκήσεις: Κάδμος δὲ τὴν πόλιν τὴν καλουμένην ἔτι καὶ ἐς ἡμᾶς Καδμείαν ᾤκισεν. αὐξηθείσης δὲ ὕστερον τῆς πόλεως, οὕτω τὴν Καδμείαν ἀκρόπολιν συνέβη τῶν κάτω γενέσθαι Θηβῶν. Κάδμῳ δὲ γάμος τε ἐπιφανὴς ὑπῆρξεν, εἰ δὴ θυγατέρα Ἀφροδίτης καὶ Ἄρεως κατὰ λόγον τὸν Ἑλλήνων ἔσχε, καὶ αἱ θυγατέρες εἰλήφασιν αὐτῷ φήμην, Σεμέλη μὲν τεκεῖν ἐκ Διός, Ἰνὼ δὲ θεῶν εἶναι τῶν θαλασσίων.
[5.2] When the Phoenician army under Cadmus invaded the land these tribes were defeated; the Hyantes fled from the land when night came, but the Aones begged for mercy, and were allowed by Cadmus to remain and unite with the Phoenicians. The Aones still lived in village communities, but Cadmus built the city which even at the present day is called Cadmeia. Afterwards the city grew, and so the Cadmeia became the citadel of the lower city of Thebes. Cadmus made a brilliant marriage, if, as the Greek legend says, he indeed took to wife a daughter of Aphrodite and Ares. His daughters too have made him a name; Semele was famed for having a child by Zeus, Ino for being a divinity of the sea.
[3] ἐπὶ μὲν δὴ Κάδμου μέγιστον μετά γε αὐτὸν Κάδμον ἠδύναντο οἱ Σπαρτοί, Χθόνιος καὶ Ὑπερήνωρ καὶ Πέλωρος καὶ Οὐδαῖος: Ἐχίονα δὲ ὡς προέχοντα κατ᾽ ἀνδραγαθίαν γαμβρὸν ἠξίωσεν ὁ Κάδμος ποιήσασθαι. τοὺς δὲ ἄνδρας τούτους — οὐ γάρ τι ἠδυνάμην ἐς αὐτοὺς παρευρεῖν — ἕπομαι τῷ μύθῳ Σπαρτοὺς διὰ τὸν τρόπον ὅντινα ἐγένοντο ὀνομασθῆναι. Κάδμου δὲ ἐς Ἰλλυριοὺς καὶ Ἰλλυριῶν ἐς τοὺς καλουμένους Ἐγχελέας μετοικήσαντος Πολύδωρος ὁ Κάδμου τὴν ἀρχὴν ἔσχε.
[5.3] In the time of Cadmus, the greatest power, next after his, was in the hands of the Sparti, namely, Chthonius, Hyperenor, Pelorus and Udaeus; but it was Echion who, for his great valor, was preferred by Cadmus to be his son-in-law. As I was unable to discover anything new about these men, I adopt the story that makes their name result from the way in which they came into being. When Cadnius migrated to the Illyrian tribe of the Encheleans, Polydorus his son got the kingdom.
[4] Πενθεὺς δὲ ὁ Ἐχίονος ἴσχυε μὲν καὶ αὐτὸς κατὰ γένους ἀξίωμα καὶ φιλίᾳ τοῦ βασιλέως: ὢν δὲ ἐς τὰ λοιπὰ ὑβριστὴς καὶ ἀσεβὴς Διονύσου, δίκην ἔσχεν ἐκ τοῦ θεοῦ. Πολυδώρου δὲ ἦν Λάβδακος: ἔμελλε δὲ ἄρα αὐτόν, ὥς οἱ παρίστατο ἡ τελευτή, παῖδα ἔτι ἀπολείψειν, καὶ ἐπιτρέπει τόν τε υἱὸν καὶ τὴν ἀρχὴν Νυκτεῖ.
[5.4] Now Pentheus the son of Echion was also powerful by reason of his noble birth and friendship with the king. Being a man of insolent character who had shown impiety to Dionysus, he was punished by the god. Polydorus had a son, Labdacus. When Polydorus was about to die, Labdacus was still a child, and so he was entrusted, along with the government, to the care of Nycteus.
[5] τὰ δὲ ἐφεξῆς μοι τοῦ λόγου προεδήλωσεν ἡ Σικυωνία συγγραφή, τοῦ τε Νυκτέως τὸν θάνατον, ὅντινα γένοιτο τρόπον, καὶ ὡς ἐς Λύκον ἀδελφὸν Νυκτέως ἥ τε ἐπιμέλεια τοῦ παιδὸς περιῆλθε καὶ ἡ Θηβαίων δυναστεία. Λύκος δὲ παρέδωκε μὲν αὐξηθέντι Λαβδάκῳ τὴν ἀρχήν: γενομένης δὲ οὐ μετὰ πολὺ καὶ τούτῳ τῆς τελευτῆς, ὁ δὲ ἐπετρόπευσεν αὖθις Λάιον Λαβδάκου παῖδα.
[5.5] The sequel of this story, how Nycteus died, and how the care of the boy with the sovereignty of Thebes devolved on Lycus, the brother of Nycteus, I have already set forth in my account of Sicyon. When Labdacus grew up, Lycus handed over to him the reins of government; but Labdacus too died shortly afterwards, and Lycus again became guardian, this time to Laius, the son of Labdacus.
[6] Λύκου δὲ ἐπιτροπεύοντος δεύτερον κατίασιν Ἀμφίων καὶ Ζῆθος δύναμιν ἀγείραντες. καὶ Λάιον μὲν ὑπεκκλέπτουσιν οἷς ἦν ἐπιμελὲς μὴ γενέσθαι τὸ Κάδμου γένος ἐς τοὺς ἔπειτα ἀνώνυμον, Λάκου δὲ οἱ τῆς Ἀντιόπης παῖδες τῇ μάχῃ κρατοῦσιν: ὡς δὲ ἐβασίλευσαν, τὴν πόλιν τὴν κάτω προσῴκισαν τῇ Καδμείᾳ καὶ Θήβας ὄνομα ἔθεντο κατὰ συγγένειαν τὴν Θήβης.
[5.6] While Lycus was regent for the second time, Amphion and Zethus gathered a force and came back to Thebes. Laius was secretly removed by such as were anxious that the race of Cadmus should not be forgotten by posterity, and Lycus was overcome in the fighting by the sons of Antiope. When they succeeded to the throne they added the lower city to the Cadmeia, giving it, because of their kinship to Thebe, the name of Thebes.
[7] μαρτυρεῖ δέ μοι τῷ λόγῳ καὶ Ὅμηρος ἐν τῇ Ὀδυσσείᾳ: “οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύ�
�οιο
πύργωσάν τ᾽, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ᾽ ἐδύναντο
ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.
“Hom. Od 11.263ὅτι δὲ Ἀμφίων ᾖδε καὶ τὸ τεῖχος ἐξειργάζετο πρὸς τὴν λύραν, οὐδένα ἐποιήσατο λόγον ἐν τοῖς ἔπεσι: δόξαν δὲ ἔσχεν Ἀμφίων ἐπὶ μουσικῇ, τήν τε ἁρμονίαν τὴν Λυδῶν κατὰ κῆδος τὸ Ταντάλου παρ᾽ αὐτῶν μαθὼν καὶ χορδὰς ἐπὶ τέσσαρσι ταῖς πρότερον τρεῖς ἀνευρών.
[5.7] What I have said is confirmed by what Homer says in the Odyssey:–
Who first laid the foundation of seven-gated Thebe,
And built towers about it, for without towers they could not
Dwell in wide-wayed Thebe, in spite of their strength. Hom. Od. 11.263
Homer, however, makes no mention in his poetry of Amphion’s singing, and how he built the wall to the music of his harp. Amphion won fame for his music, learning from the Lydians themselves the Lydian mode, because of his relationship to Tantalus, and adding three strings to the four old ones.
[8] ὁ δὲ τὰ ἔπη τὰ ἐς Εὐρώπην ποιήσας φησὶν Ἀμφίονα χρήσασθαι λύρᾳ πρῶτον Ἑρμοῦ διδάξαντος: πεποίηκε δὲ καὶ περὶ λίθων καὶ θηρίων, ὅτι καὶ ταῦτα ᾁδων ἦγε. Μυρὼ δὲ Βυζαντία, ποιήσασα ἔπη καὶ ἐλεγεῖα, Ἑρμῇ βωμόν φησιν ἱδρύσασθαι πρῶτον Ἀμφίονα καὶ ἐπὶ τούτῳ λύραν παρ᾽ αὐτοῦ λαβεῖν. λέγεται δὲ καὶ ὡς ἐν Ἅιδου δίκην δίδωσιν ὁ Ἀμφίων ὧν ἐς Λητὼ καὶ τοὺς παῖδας καὶ αὐτὸς ἀπέρριψε: