Delphi Complete Works of Pausanias
Page 401
[4] κατὰ δὲ τὴν ὁδὸν τὴν ἀπὸ τῶν πυλῶν τῶν Νηιστῶν τὸ μὲν Θέμιδός ἐστιν ἱερὸν καὶ ἄγαλμα λευκοῦ λίθου, τὸ δὲ ἐφεξῆς Μοιρῶν, τὸ δὲ Ἀγοραίου Διός: οὗτος μὲν δὴ λίθου πεποίηται, ταῖς Μοίραις δὲ οὐκ ἔστιν ἀγάλματα. καὶ ἀπωτέρω μικρὸν Ἡρακλῆς ἕστηκεν ἐν ὑπαίθρῳ Ῥινοκολούστης ἐπωνυμίαν ἔχων, ὅτι τῶν κηρύκων, ὡς οἱ Θηβαῖοι λέγουσιν, ἀπέτεμεν ἐπὶ λώβῃ τὰς ῥῖνας, οἳ παρὰ Ὀρχομενίων ἀφίκοντο ἐπὶ τοῦ δασμοῦ τὴν ἀπαίτησιν.
[25.4] Along the road from the Neistan gate are three sanctuaries. There is a sanctuary of Themis, with an image of white marble; adjoining it is a sanctuary of the Fates, while the third is of Zeus of the Market. Zeus is made of stone; the Fates have no images. A little farther off in the open stands Heracles, surnamed Nose-docker; the reason for the name is, as the Thebans say, that Heracles cut off the noses, as an insult, of the heralds who came from Orchomenus to demand the tribute.
THE CABEIRIUM
[5] σταδίους δὲ αὐτόθεν πέντε προελθόντι καὶ εἴκοσι Δήμητρος Καβειραίας καὶ Κόρης ἐστὶν ἄλσος: ἐσελθεῖν δὲ τοῖς τελεσθεῖσιν ἔστι. τούτου δὲ τοῦ ἄλσους ἑπτά που σταδίους τῶν Καβείρων τὸ ἱερὸν ἀφέστηκεν. οἵτινες δέ εἰσιν οἱ Κάβειροι καὶ ὁποῖά ἐστιν αὐτοῖς καὶ τῇ Μητρὶ τὰ δρώμενα, σιωπὴν ἄγοντι ὑπὲρ αὐτῶν συγγνώμη παρὰ ἀνδρῶν φιληκόων ἔστω μοι.
[25.5] Advancing from here twenty-five stades you come to a grove of Cabeirean Demeter and the Maid. The initiated are permitted to enter it. The sanctuary of the Cabeiri is some seven stades distant from this grove. I must ask the curious to forgive me if I keep silence as to who the Cabeiri are, and what is the nature of the ritual performed in honor of them and of the Mother.
[6] τοσοῦτο δὲ δηλῶσαί με καὶ ἐς ἅπαντας ἐκώλυσεν οὐδέν, ἥντινα λέγουσιν ἀρχὴν οἱ Θηβαῖοι γενέσθαι τοῖς δρωμένοις. πόλιν γάρ ποτε ἐν τούτῳ φασὶν εἶναι τῷ χωρίῳ καὶ ἄνδρας ὀνομαζομένους Καβείρους, Προμηθεῖ δὲ ἑνὶ τῶν Καβείρων καὶ Αἰτναίῳ τῷ Προμηθέως ἀφικομένην Δήμητρα ἐς γνῶσιν παρακαταθέσθαι σφίσιν: ἥτις μὲν δὴ ἦν ἡ παρακαταθήκη καὶ τὰ ἐς αὐτὴν γινόμενα, οὐκ ἐφαίνετο ὅσιόν μοι γράφειν, Δήμητρος δ᾽ οὖν Καβειραίοις δῶρόν ἐστιν ἡ τελετή.
[25.6] But there is nothing to prevent my declaring to all what the Thebans say was the origin of the ritual. They say that once there was in this place a city, with inhabitants called Cabeiri; and that Demeter came to know Prometheus, one of the Cabeiri, and Aetnaelis his son, and entrusted something to their keeping. What was entrusted to them, and what happened to it, seemed to me a sin to put into writing, but at any rate the rites are a gift of Demeter to the Cabeiri.
[7] κατὰ δὲ τὴν Ἐπιγόνων στρατείαν καὶ ἅλωσιν τῶν Θηβῶν ἀνέστησαν μὲν ὑπὸ τῶν Ἀργείων οἱ Καβειραῖοι, ἐξελείφθη δὲ ἐπὶ χρόνον τινὰ καὶ ἡ τελετή. Πελαργὴν δὲ ὕστερον τὴν Ποτνιέως καὶ Ἰσθμιάδην Πελαργῇ συνοικοῦντα καταστήσασθαι μὲν τὰ ὄργια αὐτοῦ λέγουσιν ἐξ ἀρχῆς, μετενεγκεῖν δὲ αὐτὰ ἐπὶ τὸν Ἀλεξιάρουν καλούμενον:
[25.7] At the time of the invasion of the Epigoni and the taking of Thebes, the Cabeiri were expelled from their homes by the Argives and the rites for a while ceased to be performed. But they go on to say that afterwards Pelarge, the daughter of Potnieus, and Isthmiades her husband established the mysteries here to begin with, but transferred them to the place called Alexiarus.
[8] ὅτι δὲ τῶν ὅρων ἐκτὸς ἐμύησεν ἡ Πελαργὴ τῶν ἀρχαίων, Τηλώνδης καὶ ὅσοι γένους τοῦ Καβειριτῶν ἐλείποντο κατῆλθον αὖθις ἐς τὴν Καβειραίαν. Πελαργῇ μὲν δὴ κατὰ μάντευμα ἐκ Δωδώνης καὶ ἄλλα ἔμελλεν ἐς τιμὴν καταστήσασθαι καὶ ἡ θυσία, φέρον ἐν τῇ γαστρὶ ἱερεῖον: τὸ δὲ μήνιμα τὸ ἐκ τῶν Καβείρων ἀπαραίτητόν ἐστιν ἀνθρώποις, ὡς ἐπέδειξε δὴ πολλαχῇ.
[25.8] But because Pelarge conducted the initiation outside the ancient borders, Telondes and those who were left of the clan of the Cabeiri returned again to Cabeiraea. Various honors were to be established for Pelarge by Telondes in accordance with an oracle from Dodona, one being the sacrifice of a pregnant victim. The wrath of the Cabeiri no man may placate, as has been proved on many occasions.
[9] τὰ γὰρ δὴ δρώμενα ἐν Θήβαις ἐτόλμησαν ἐν Ναυπάκτῳ κατὰ ταὐτὰ ἰδιῶται δρᾶσαι, καὶ σφᾶς οὐ μετὰ πολὺ ἐπέλαβεν ἡ δίκη. ὅσοι δὲ ὁμοῦ Μαρδονίῳ τῆς στρατιᾶς τῆς Ξέρξου περὶ Βοιωτίαν ἐλείφθησαν, τοῖς παρελθοῦσιν αὐτῶν ἐς τὸ ἱερὸν τῶν Καβείρων τάχα μέν που καὶ χρημάτων μεγάλων ἐλπίδι, τὸ πλέον δὲ ἐμοὶ δοκεῖν τῇ ἐς τὸ θεῖον ὀλιγωρίᾳ, τούτοις παραφρονῆσαί τε συνέπεσεν αὐτίκα καὶ ἀπώλοντο ἐς θάλασσάν τε καὶ ἀπὸ τῶν κρημνῶν ἑαυτοὺς ῥίπτοντες.
[25.9] For certain private people dared to perform in Naupactus the ritual just as it was done in Thebes, and soon afterwards justice overtook them. Then, again, certain men of the army of Xerxes left behind with Mardonius in Boeotia entered the sanctuary of the Cabeiri, perhaps in the hope of great wealth, but rather, I suspect, to show their contempt of its gods; all these immediately were struck with madness, and flung themselves to their deaths into the sea or from the tops of precipices.
[10] Ἀλεξάνδρου δέ, ὡς ἐνίκησε τῇ μάχῃ, Θήβας τε αὐτὰς καὶ σύμπασαν τὴν Θηβαΐδα διδόντος πυρί, ἄνδρες τῶν ἐκ Μακεδονίας ἐλθόντες ἐς τῶν Καβείρων τὸ ἱερὸν ἅτε ἐν γῇ τῇ πολεμίᾳ κεραυνοῖς τε ἐξ οὐρανοῦ καὶ ἀστραπαῖς ἐφθάρησαν.
[25.10] Again, when Alexander after his victory wasted with fire all the Thebaid, including Thebes itself, some men from Macedonia entered the sanctuary of the Cabeiri, as it was in enemy territory, and were destroyed by thunder and lightning from heaven.
26. οὕτω μὲν τὸ ἱερὸν τοῦτό ἐστιν ἐξ ἀρχῆς ἅγιον: τοῦ Καβειρίου δὲ ἐν δεξιᾷ πεδίον ἐστὶν ἐπώνυμον Τηνέρου μάντεως, ὃν Ἀπόλλωνος παῖδα εἶναι καὶ Μελίας νομίζουσι, καὶ Ἡρακλέους ἱερὸν μέγα ἐπίκλησιν Ἱπποδέτου: τούς τε γὰρ Ὀρχομενίους φασὶν ἐς τοῦτο ἀφῖχθαι στρατιᾷ καὶ τὸν Ἡρακλέα νύκτωρ τοὺς ἵππους λαβόντα συνδῆσαί σφισι τοὺς ὑπὸ τοῖς ἅρμασι.
[26.1] XXVI. So sacred this sanctuary has been from the beginning. On the right of the sanctuary is a plain named after Tenerus the seer, whom they hold to be a son of Ap
ollo by Melia; there is also a large sanctuary of Heracles surnamed Hippodetus (Binder of Horses). For they say that the Orchomenians came to this place with an army, and that Heracles by night took their chariot-horses and bound them tight.
MT PHIX
[2] προελθόντων δὲ τὸ ὄρος ἐστὶν ὅθεν τὴν Σφίγγα λέγουσιν ὁρμᾶσθαι ἐπ᾽ ὀλέθρῳ τῶν ἁρπαζομένων αἴνιγμα ᾁδουσαν: οἱ δὲ κατὰ λῃστείαν σὺν δυνάμει ναυτικῇ πλανωμένην φασὶν αὐτὴν ἐς τὴν πρὸς Ἀνθηδόνι σχεῖν θάλασσαν, καταλαβοῦσαν δὲ τὸ ὄρος τοῦτο ἁρπαγαῖς χρῆσθαι, πρὶν ἐξεῖλεν Οἰδίπους αὐτὴν ὑπερβαλόμενος πλήθει στρατιᾶς ἣν ἀφίκετο ἔχων ἐκ Κορίνθου.
[26.2] Farther on we come to the mountain from which they say the Sphinx, chanting a riddle, sallied to bring death upon those she caught. Others say that roving with a force of ships on a piratical expedition she put in at Anthedon, seized the mountain I mentioned, and used it for plundering raids until Oedipus overwhelmed her by the superior numbers of the army he had with him on his arrival from Corinth.
[3] λέγεται δὲ καὶ ὡς νόθη Λαΐου θυγάτηρ εἴη, καὶ ὡς τὸν χρησμὸν τὸν Κάδμῳ δοθέντα ἐκ Δελφῶν διδάξειεν αὐτὴν κατὰ εὔνοιαν ὁ Λάιος: ἐπίστασθαι δὲ πλὴν τοὺς βασιλέας οὐδένα ἄλλον τὸ μάντευμα. ὁπότε οὖν τῇ Σφιγγὶ ἀμφισβητήσων τις ἀφίκοιτο τῆς ἀρχῆς — γενέσθαι γὰρ τῷ Λαΐῳ ἐκ παλλακῶν υἱοὺς καὶ τὰ χρησθέντα ἐκ Δελφῶν ἐς Ἐπικάστην μόνην καὶ τοὺς ἐξ ἐκείνης ἔχειν παῖδας — , τὴν οὖν Σφίγγα χρῆσθαι σοφίσμασιν ἐς τοὺς ἀδελφούς, ὡς τὸν Κάδμῳ γενόμενον χρησμὸν εἰδεῖεν ἂν Λαΐου γε ὄντες:
[26.3] There is another version of the story which makes her the natural daughter of Laius, who, because he was fond of her, told her the oracle delivered to Cadmus from Delphi. No one, they say, except the kings knew the oracle. Now Laius (the story goes on to say) had sons by concubines, and the oracle delivered from Delphi applied only to Epicaste and her sons. So when any of her brothers came in order to claim the throne from the Sphinx, she resorted to trickery in dealing with them, saying that if they were sons of Laius they should know the oracle that came to Cadmus.
[4] οὐκ ἔχοντας δὲ αὐτοὺς ἀποκρίνασθαι θανάτῳ ζημιοῦν, ἅτε οὐ προσηκόντως ἀμφισβητοῦντας γένους τε καὶ ἀρχῆς. Οἰδίπους δὲ ἄρα ἀφίκετο ὑπὸ ὀνείρατος δεδιδαγμένος τὸν χρησμόν.
[26.4] When they could not answer she would punish them with death, on the ground that they had no valid claim to the kingdom or to relationship. But Oedipus came because it appears he had been told the oracle in a dream.
ONCHESTUS
[5] ἀπὸ δὲ τοῦ ὄρους τούτου πέντε ἀπέχει καὶ δέκα σταδίους πόλεως ἐρείπια Ὀγχηστοῦ: φασὶ δὲ ἐνταῦθα οἰκῆσαι Ποσειδῶνος παῖδα Ὀγχηστόν. ἐπ᾽ ἐμοῦ δὲ ναός τε καὶ ἄγαλμα Ποσειδῶνος ἐλείπετο Ὀγχηστίου καὶ τὸ ἄλσος, ὃ δὴ καὶ Ὅμηρος ἐπῄνεσε.
[26.5] Distant from this mountain fifteen stades are the ruins of the city Onchestus. They say that here dwelt Onchestus, a son of Poseidon. In my day there remained a temple and image of Onchestian Poseidon, and the grove which Homer too praised.
THESPIAE
[6] τραπομένῳ δὲ ἀπὸ τοῦ Καβειρίου τὴν ἐν ἀριστερᾷ καὶ προελθόντι ὡς πεντήκοντα σταδίους Θέσπια ὑπὸ τὸ ὄρος τὸν Ἑλικῶνα ᾤκισται. θυγατέρα δὲ εἶναι Θέσπιαν λέγουσιν Ἀσωποῦ καὶ ἀπὸ ταύτης κληθῆναι τὴν πόλιν, οἱ δὲ Θέσπιόν φασιν ἐξ Ἀθηνῶν ἐλθόντα τὸ ὄνομα τῇ πόλει δοῦναι:
[26.6] Taking a turn left from the Cabeirian sanctuary, and advancing about fifty stades, you come to Thespiae, built at the foot of Mount Helicon. They say that Thespia was a daughter of Asopus, who gave her name to the city, while others say that Thespius, who was descended from Erechtheus, came from Athens and was the man after whom the city was called.
[7] γεγονέναι δὲ ἀπὸ Ἐρεχθέως αὐτόν. Θεσπιεῦσι δὲ ἐν τῇ πόλει Σαώτου Διός ἐστι χαλκοῦν ἄγαλμα: ἐπιλέγουσι δὲ ὡς λυμαινομένου τὴν πόλιν ποτὲ αὐτοῖς δράκοντος προστάξειεν ὁ θεὸς τὸν κλήρῳ τῶν ἐφήβων κατὰ ἔτος ἕκαστον λαχόντα δίδοσθαι τῷ θηρίῳ. τῶν μὲν δὴ διαφθαρέντων μνημονεύειν τὰ ὀνόματα οὔ φασιν: ἐπὶ δὲ Κλεοστράτῳ λαχόντι τὸν ἐραστὴν αὐτοῦ Μενέστρατον λέγουσιν ἐπιτεχνήσασθαι.
[26.7] In Thespiae is a bronze image of Zeus Saviour. They say about it that when a dragon once was devastating their city, the god commanded that every year one of their youths, upon whom the lot fell, should be offered to the monster. Now the names of those who perished they say that they do not remember. But when the lot fell on Cleostratus, his lover Menestratus, they say, devised a trick.
[8] χαλκοῦν θώρακα ἐποιήσατο ἔχοντα ἐπὶ ἑκάστῃ τῶν φολίδων ἄγκιστρον ἐς τὸ ἄνω νεῦον: τοῦτον τὸν θώρακα ἐνδὺς παρέδωκε τῷ δράκοντι ἑκουσίως αὑτόν, παραδοὺς δὲ ἀπολεῖσθαί τε καὶ αὐτὸς ἀπολεῖν ἔμελλε τὸ θηρίον. ἀντὶ τούτου μὲν τῷ Διὶ γέγονεν ἐπίκλησις Σαώτης: τὸ δὲ ἄγαλμα τὸ Διονύσου καὶ αὖθις Τύχης, ἑτέρωθι δὲ Ὑγείας * *, τὴν δὲ Ἀθηνᾶν τὴν Ἐργάνην καὶ αὐτὴν καὶ Πλοῦτόν οἱ παρεστηκότα ἐποίησε * * *.
[26.8] He had made a bronze breastplate, with a fish-hook, the point turned outwards, upon each of its plates. Clad in this breastplate he gave himself up, of his own free will, to the dragon, convinced that having done so he would, though destroyed himself, prove the destroyer of the monster. This is why the Zeus has been surnamed Saviour. The image of Dionysus, and also that of Fortune, and in another place that of Health . . . But the Athena Worker, as well as Wealth, who stands beside her, was made by. . . .
27. θεῶν δὲ οἱ Θεσπιεῖς τιμῶσιν Ἔρωτα μάλιστα ἐξ ἀρχῆς, καί σφισιν ἄγαλμα παλαιότατόν ἐστιν ἀργὸς λίθος. ὅστις δὲ ὁ καταστησάμενος Θεσπιεῦσιν Ἔρωτα θεῶν σέβεσθαι μάλιστα, οὐκ οἶδα. σέβονται δὲ οὐδέν τι ἧσσον καὶ Ἑλλησποντίων Παριανοί, τὸ μὲν ἀνέκαθεν ἐξ Ἰωνίας καὶ Ἐρυθρῶν ἀπῳκισμένοι, τὰ δὲ ἐφ᾽ ἡμῶν τελοῦντες ἐς Ῥωμαίους.
[27.1] XXVII. Of the gods the Thespians have from the beginning honored Love most, and they have a very ancient image of him, an unwrought stone. Who established among the Thespians the custom of worshipping Love more than any other god I do not know. He is worshipped equally by the people of Parium on the Hellespont, who were originally colonists from Erythrae in Ionia, but to-day are subject to the Romans.
[2] Ἔρωτα δὲ ἄνθρωποι μὲν οἱ πολλοὶ νεώτατον θεῶν εἶναι
καὶ Ἀφροδίτης παῖδα ἥγηνται: Λύκιος δὲ Ὠλήν, ὃς καὶ τοὺς ὕμνους τοὺς ἀρχαιοτάτους ἐποίησεν Ἕλλησιν, οὗτος ὁ Ὠλὴν ἐν Εἰλειθυίας ὕμνῳ μητέρα Ἔρωτος τὴν Εἰλείθυιάν φησιν εἶναι. Ὠλῆνος δὲ ὕστερον Πάμφως τε ἔπη καὶ Ὀρφεὺς ἐποίησαν: καί σφισιν ἀμφοτέροις πεποιημένα ἐστὶν ἐς Ἔρωτα, ἵνα ἐπὶ τοῖς δρωμένοις Λυκομίδαι καὶ ταῦτα ᾁδωσιν: ἐγὼ δὲ ἐπελεξάμην ἀνδρὶ ἐς λόγους ἐλθὼν δᾳδουχοῦντι. καὶ τῶν μὲν οὐ πρόσω ποιήσομαι μνήμην: Ἡσίοδον δὲ ἢ τὸν Ἡσιόδῳ Θεογονίαν ἐσποιήσαντα οἶδα γράψαντα ὡς Χάος πρῶτον, ἐπὶ δὲ αὐτῷ Γῆ τε καὶ Τάρταρος καὶ Ἔρως γένοιτο:
[27.2] Most men consider Love to be the youngest of the gods and the son of Aphrodite. But Olen the Lycian, who composed the oldest Greek hymns, says in a hymn to Eileithyia that she was the mother of Love. Later than Olen, both Pamphos and Orpheus wrote hexameter verse, and composed poems on Love, in order that they might be among those sung by the Lycomidae to accompany the ritual. I read them after conversation with a Torchbearer. Of these things I will make no further mention. Hesiod, or he who wrote the Theogony fathered on Hesiod, writes, I know, that Chaos was born first, and after Chaos, Earth, Tartarus and Love.
[3] Σαπφὼ δὲ ἡ Λεσβία πολλά τε καὶ οὐχ ὁμολογοῦντα ἀλλήλοις ἐς Ἔρωτα ᾖσε. Θεσπιεῦσι δὲ ὕστερον χαλκοῦν εἰργάσατο Ἔρωτα Λύσιππος, καὶ ἔτι πρότερον τούτου Πραξιτέλης λίθου τοῦ Πεντελῆσι. καὶ ὅσα μὲν εἶχεν ἐς Φρύνην καὶ τὸ ἐπὶ Πραξιτέλει τῆς γυναικὸς σόφισμα, ἑτέρωθι ἤδη μοι δεδήλωται: πρῶτον δὲ τὸ ἄγαλμα κινῆσαι τοῦ Ἔρωτος λέγουσι Γάιον δυναστεύσαντα ἐν Ῥώμῃ, Κλαυδίου δὲ ὀπίσω Θεσπιεῦσιν ἀποπέμψαντος Νέρωνα αὖθις δεύτερα ἀνάσπαστον ποιῆσαι.