Delphi Complete Works of Pausanias
Page 406
[34.4] Some forty stades from Coroneia is Mount Libethrius, on which are images of the Muses and Nymphs surnamed Libethrian. There are springs too, one named Libethrias and the other Rock (Petra), which are shaped like a woman’s breasts, and from them rises water like milk.
[5] ἐς δὲ τὸ ὄρος τὸ Λαφύστιον καὶ ἐς τοῦ Διὸς τοῦ Λαφυστίου τὸ τέμενός εἰσιν ἐκ Κορωνείας στάδιοι μάλιστα εἴκοσι. λίθου μὲν τὸ ἄγαλμά ἐστιν: Ἀθάμαντος δὲ θύειν Φρίξον καὶ Ἕλλην ἐνταῦθα μέλλοντος πεμφθῆναι κριὸν τοῖς παισί φασιν ὑπὸ Διὸς ἔχοντα τὸ ἔριον χρυσοῦν, καὶ ἀποδρᾶναι σφᾶς ἐπὶ τοῦ κριοῦ τούτου. ἀνωτέρω δέ ἐστιν Ἡρακλῆς Χάροψ ἐπίκλησιν: ἐνταῦθα δὲ οἱ Βοιωτοὶ λέγουσιν ἀναβῆναι τὸν Ἡρακλέα ἄγοντα τοῦ Ἅιδου τὸν κύνα. ἐκ δὲ Λαφυστίου κατιόντι ἐς τῆς Ἰτωνίας Ἀθηνᾶς τὸ ἱερὸν ποταμός ἐστι Φάλαρος ἐς τὴν Κηφισίδα ἐκδιδοὺς λίμνην.
[34.5] The distance from Coroneia to Mount Laphystius and the precinct of Laphystian Zeus is about twenty stades. The image is of stone. They say that when Athamas was about to sacrifice here Phrixus and Helle, a ram with his fleece of gold was sent by Zeus to the children, and that on the back of this ram they made good their escape. Higher up is a Heracles surnamed Charops (With bright eyes). Here, say the Boeotians, Heracles ascended with the hound of Hades. On the way down from Mount Laphystius to the sanctuary of Itonian Athena is the river Phalarus, which runs into the Cephisian lake.
ORCHOMENUS, MYTHICAL HISTORY
[6] τοῦ δὲ ὄρους τοῦ Λαφυστίου πέραν ἐστὶν Ὀρχομενός, εἴ τις Ἕλλησιν ἄλλη πόλις ἐπιφανὴς καὶ αὕτη ἐς δόξαν. εὐδαιμονίας δέ ποτε ἐπὶ μέγιστον προαχθεῖσαν ἔμελλεν ἄρα ὑποδέξεσθαι τέλος καὶ ταύτην οὐ πολύ τι ἀποδέον ἢ Μυκήνας τε καὶ Δῆλον. περὶ δὲ τῶν ἀρχαίων τοιαῦτ᾽ ἦν ὁπόσα καὶ μνημονεύουσιν. Ἀνδρέα πρῶτον ἐνταῦθα Πηνειοῦ παῖδα τοῦ ποταμοῦ λέγουσιν ἐποικῆσαι καὶ ἀπὸ τούτου τὴν γῆν Ἀνδρηίδα ὀνομασθῆναι:
[34.6] Over against Mount Laphystius is Orchomenus, as famous a city as any in Greece. Once raised to the greatest heights of prosperity, it too was fated to fall almost as low as Mycenae and Delos. Its ancient history is confined to the following traditions. They say that Andreus, son of the river Peneius, was the first to settle here, and after him the land Andreis was named.
[7] παραγενομένου δὲ ὡς αὐτὸν Ἀθάμαντος, ἀπένειμε τῆς αὑτοῦ τῷ Ἀθάμαντι τήν τε περὶ τὸ Λαφύστιον χώραν καὶ τὴν νῦν Κορώνειαν καὶ Ἁλιαρτίαν. Ἀθάμας δὲ ἅτε οὐδένα οἱ παίδων τῶν ἀρσένων λελεῖφθαι νομίζων — τὰ μὲν γὰρ ἐς Λέαρχόν τε καὶ Μελικέρτην ἐτόλμησεν αὐτός, Λεύκωνι δὲ ὑπὸ νόσου τελευτῆσαι συνέβη, Φρίξον δὲ ἄρα οὐκ ἠπίστατο ἢ αὐτὸν περιόντα ἢ γένος ὑπολειπόμενον Φρίξου — τούτων ἕνεκα ἐποιήσατο Ἁλίαρτον καὶ Κόρωνον τοὺς Θερσάνδρου τοῦ Σισύφου: Σισύφου γὰρ ἀδελφὸς ἦν ὁ Ἀθάμας.
[34.7] When Athamas joined him, he assigned to him, of his own land, the territory round Mount Laphystius with what are now the territories of Coroneia and Haliartus. Athamas, thinking that none of his male children were left, adopted Haliartus and Coronus, the sons of Thersander, the son of Sisyphus, his brother. For he himself had put to death Learchus and Melicertes; Leucon had fallen sick and died; while as for Phrixus, Athamas did not know if he survived or had descendants surviving.
[8] ὕστερον δὲ ἀναστρέψαντος ἐκ Κόλχων οἱ μὲν αὐτοῦ Φρίξου φασίν, οἱ δὲ Πρέσβωνος — γεγονέναι δὲ Φρίξῳ τὸν Πρέσβωνα ἐκ τῆς Αἰήτου θυγατρός — οὕτω συγχωροῦσιν οἱ Θερσάνδρου παῖδες οἶκον μὲν τὸν Ἀθάμαντος Ἀθάμαντι καὶ τοῖς ἀπὸ ἐκείνου
προσήκειν: αὐτοὶ δὲ — μοῖραν γὰρ δίδωσί σφισιν Ἀθάμας τῆς γῆς — Ἁλιάρτου καὶ Κορωνείας ἐγένοντο οἰκισταί.
[34.8] When later Phrixus himself, according to some, or Presbon, according to others, returned from Colchis – Presbon was a son of Phrixus by the daughter of Aeetes – the sons of Thersander agreed that the house of Athamas belonged to Athamas and his descendants, while they themselves became founders of Haliartus and Coroneia, for Athamas gave them a part of his land.
[9] πρότερον δὲ ἔτι τούτων Ἀνδρεὺς Εὐίππην θυγατέρα Λεύκωνος λαμβάνει παρὰ Ἀθάμαντος γυναῖκα, καὶ υἱὸς Ἐτεοκλῆς αὐτῷ γίνεται, Κηφισοῦ δὲ τοῦ ποταμοῦ κατὰ τῶν πολιτῶν τὴν φήμην, ὥστε καὶ τῶν ποιησάντων τινὲς Κηφισιάδην τὸν Ἐτεοκλέα ἐκάλεσαν ἐν τοῖς ἔπεσιν.
[34.9] Even before this Andreus took to wife from Athamas Euippe, daughter of Leucon, and had a son, Eteocles. According to the report of the citizens, Eteocles was the son of the river Cephisus, wherefore some of the poets in their verses called him Cephisiades.
[10] οὗτος ὡς ἐβασίλευσεν ὁ Ἐτεοκλῆς, τὴν μὲν χώραν ἀπὸ Ἀνδρέως ἔχειν τὸ ὄνομα εἴασε, φυλὰς δὲ Κηφισιάδα, τὴν δὲ ἑτέραν ἐπώνυμον αὑτῷ κατεστήσατο. ἀφικομένῳ δὲ πρὸς αὐτὸν Ἄλμῳ τῷ Σισύφου δίδωσιν οἰκῆσαι τῆς χώρας οὐ πολλήν, καὶ κώμη τότε ἐκλήθησαν Ἄλμωνες ἀπὸ τοῦ Ἄλμου τούτου: χρόνῳ δὲ ἐξενίκησεν ὕστερον ὄνομα εἶναι τῇ κώμῃ Ὄλμωνας.
[34.10] When this Eteocles became king, he let the country be still called after Andreus, but he established two tribes, naming one Cephisias, and the other after himself. When Almus, the son of Sisyphus, came to him, he gave him to dwell in a little of the land, and a village was then called Almones after this Almus. Afterwards the name of the village that was generally adopted was Olmones.
35. τὸν δὲ Ἐτεοκλέα λέγουσιν οἱ Βοιωτοὶ Χάρισιν ἀνθρώπων θῦσαι πρῶτον. καὶ ὅτι μὲν τρεῖς εἶναι Χάριτας κατεστήσατο ἴσασιν, ὀνόματα δὲ οἷα ἔθετο αὐταῖς οὐ μνημονεύουσιν: ἐπεὶ Λακεδαιμόνιοί γε εἶναι Χάριτας δύο καὶ Λακεδαίμονα ἱδρύσασθαι τὸν Ταϋγέτης φασὶν αὐτὰς καὶ ὀνόματα θέσθαι Κλήταν καὶ Φαένναν.
[35.1] XXXV. The Boeotians say that Eteocles was the first man to sacrifice to the Graces. Moreover, they are aware that he established three as the number of the Graces, but they have no tradition of the names he gave them. The Lacedaemonians, however, say that the Graces are two, and that they were instituted by Lacedaemon, son of Taygete, who gave them the names of Cleta and Phaenna.
[2] ἐοικότα μὲν δὴ Χάρισιν ὀνόματα καὶ ταῦτα, ἐοικότα δὲ καὶ παρ᾽ Ἀθηναίοις: τιμῶσι γὰρ ἐκ παλαιοῦ καὶ Ἀθηναῖοι Χάριτας Αὐξὼ καὶ Ἡγεμόνην. τὸ γὰ�
� τῆς Καρποῦς ἐστὶν οὐ Χάριτος ἀλλὰ Ὥρας ὄνομα: τῇ δὲ ἑτέρᾳ τῶν Ὡρῶν νέμουσιν ὁμοῦ τῇ Πανδρόσῳ τιμὰς οἱ Ἀθηναῖοι, Θαλλὼ τὴν θεὸν ὀνομάζοντες.
[35.2] These are appropriate names for Graces, as are those given by the Athenians, who from of old have worshipped two Graces, Auxo and Hegemone. Carpo is the name, not of a Grace, but of a Season. The other Season is worshipped together with Pandrosus by the Athenians, who call the goddess Thallo.
[3] παρὰ δὲ Ἐτεοκλέους τοῦ Ὀρχομενίου μαθόντες τρισὶν ἤδη νομίζομεν Χάρισιν εὔχεσθαι: καὶ Ἀγγελίων τεκαὶ Τεκταῖος†ὅσοι γε Διονύσου †τὸν Ἀπόλλωνα ἐργασάμενοι Δηλίοις τρεῖς ἐποίησαν ἐπὶ τῇ χειρὶ αὐτοῦ Χάριτας: καὶ Ἀθήνῃσι πρὸ τῆς ἐς τὴν ἀκρόπολιν ἐσόδου Χάριτές εἰσι καὶ αὗται τρεῖς, παρὰ δὲ αὐταῖς τελετὴν ἄγουσιν ἐς τοὺς πολλοὺς ἀπόρρητον.
[35.3] It was from Eteocles of Orchomenus that we learned the custom of praying to three Graces. And Angelion and Tectaus, sons of Dionysus, who made the image of Apollo for the Delians, set three Graces in his hand. Again, at Athens, before the entrance to the Acropolis, the Graces are three in number; by their side are celebrated mysteries which must not be divulged to the many.
[4] Πάμφως μὲν δὴ πρῶτος ὧν ἴσμεν ᾖσεν ἐς Χάριτας, πέρα δὲ οὔτε ἀριθμοῦ πέρι οὔτε ἐς τὰ ὀνόματά ἐστιν οὐδὲν αὐτῷ πεποιημένον: Ὅμηρος δὲ — ἐμνημόνευσε γὰρ Χαρίτων καὶ οὗτος — τὴν μὲν Ἡφαίστου γυναῖκα εἶναι λέγει καὶ ὄνομα αὐτῇ τίθεται Χάριν, Πασιθέας δὲ εἶναί φησιν ἐραστὴν Ὕπνον, ἐν δὲ Ὕπνου τοῖς λόγοις τὸ ἔπος ἐποίησεν”ἦ μέν μοι δώσειν Χαρίτων μίαν ὁπλοτεράων.
“Hom. Il 14.270-6τούτου δὲ ἕνεκα ὑπόνοια δὴ παρέστη τισὶν ὡς Χάριτας ἄρα καὶ πρεσβυτέρας οἶδεν ἄλλας Ὅμηρος.
[35.4] Pamphos was the first we know of to sing about the Graces, but his poetry contains no information either as to their number or about their names. Homer (he too refers to the Graces) makes one the wife of Hephaestus, giving her the name of Grace. He also says that Sleep was a lover of Pasithea, and in the speech of Sleep there is this verse:–
Verily that he would give me one of the younger Graces. Hom. Il. 14.270-276
Hence some have suspected that Homer knew of older Graces as well.
[5] Ἡσίοδος δὲ ἐν Θεογονίᾳ — προσιέσθω δὲ ὅτῳ φίλον τὴν Θεογονίαν — , ἐν δ᾽ οὖν τῇ ποιήσει ταύτῃ τὰς Χάριτάς φησιν εἶναι Διός τε καὶ Εὐρυνόμης καί σφισιν ὀνόματα Εὐφροσύνην τε καὶ Ἀγλαΐαν εἶναι καὶ Θαλίαν. κατὰ ταὐτὰ δὲ ἐν ἔπεσίν ἐστι τοῖς Ὀνομακρίτου. Ἀντίμαχος δὲ οὔτε ἀριθμὸν Χαρίτων οὔτε ὀνόματα εἰπὼν Αἴγλης εἶναι θυγατέρας καὶ Ἡλίου φησὶν αὐτάς. Ἑρμησιάνακτι δὲ τῷ τὰ ἐλεγεῖα γράψαντι τοσόνδε οὐ κατὰ τὴν τῶν πρότερον δόξαν ἐστὶν αὐτῷ πεποιημένον, ὡς ἡ Πειθὼ Χαρίτων εἴη καὶ αὐτὴ μία.
[35.5] Hesiod in the Theogony (though the authorship is doubtful, this poem is good evidence) says that the Graces are daughters of Zeus and Eurynome, giving them the names of Euphrosyne, Aglaia and Thalia. The poem of Onomacritus agrees with this account. Antimachus, while giving neither the number of the Graces nor their names, says that they are daughters of Aegle and the Sun. The elegiac poet Hermesianax disagrees with his predecessors in that he makes Persuasion also one of the Graces.
[6] ὅστις δὲ ἦν ἀνθρώπων ὁ γυμνὰς πρῶτος Χάριτας ἤτοι πλάσας ἢ γραφῇ μιμησάμενος, οὐχ οἷόν τε ἐγένετο πυθέσθαι με, ἐπεὶ τά γε ἀρχαιότερα ἐχούσας ἐσθῆτα οἵ τε πλάσται καὶ κατὰ ταὐτὰ ἐποίουν οἱ ζωγράφοι: καὶ Σμυρναίοις τοῦτο μὲν ἐν τῷ ἱερῷ τῶν Νεμέσεων ὑπὲρ τῶν ἀγαλμάτων χρυσοῦ Χάριτες ἀνάκεινται, τέχνη Βουπάλου, τοῦτο δέ σφισιν ἐν τῷ Ὠιδείῳ Χάριτός ἐστιν εἰκών, Ἀπελλοῦ γραφή, Περγαμηνοῖς δὲ ὡσαύτως ἐν τῷ Ἀττάλου θαλάμῳ, Βουπάλου καὶ αὗται:
[35.6] Who it was who first represented the Graces naked, whether in sculpture or in painting, I could not discover. During the earlier period, certainly, sculptors and painters alike represented them draped. At Smyrna, for instance, in the sanctuary of the Nemeses, above the images have been dedicated Graces of gold, the work of Bupalus; and in the Music Hall in the same city there is a portrait of a Grace, painted by Apelles. At Pergamus likewise, in the chamber of Attalus, are other images of Graces made by Bupalus;
[7] καὶ πρὸς τῷ ὀνομαζομένῳ Πυθίῳ Χάριτες καὶ ἐνταῦθά εἰσι Πυθαγόρου γράψαντος Παρίου: Σωκράτης τε ὁ Σωφρονίσκου πρὸ τῆς ἐς τὴν ἀκρόπολιν ἐσόδου Χαρίτων εἰργάσατο ἀγάλματα Ἀθηναίοις. καὶ ταῦτα μέν ἐστιν ὁμοίως ἅπαντα ἐν ἐσθῆτι, οἱ δὲ ὕστερον — οὐκ οἶδα ἐφ᾽ ὅτῳ — μεταβεβλήκασι τὸ σχῆμα αὐταῖς: Χάριτας γοῦν οἱ κατ᾽ ἐμὲ ἔπλασσόν τε καὶ ἔγραφον γυμνάς.
[35.7] and near what is called the Pythium there is a portrait of Graces, painted by Pythagoras the Parian. Socrates too, son of Sophroniscus, made images of Graces for the Athenians, which are before the entrance to the Acropolis. All these are alike draped; but later artists, I do not know the reason, have changed the way of portraying them. Certainly to-day sculptors and painters represent Graces naked.
36. γενομένης δὲ Ἐτεοκλεῖ τῆς τελευτῆς ἡ βασιλεία περιῆλθεν ἐς τὸ Ἄλμου γένος. Ἄλμῳ δὲ αὐτῷ μὲν θυγατέρες Χρυσογένεια ἐγένετο καὶ Χρύση: Χρύσης δὲ τῆς Ἄλμου καὶ Ἄρεως ἔχει φήμη γενέσθαι Φλεγύαν, καὶ τὴν ἀρχὴν τὴν Ἐτεοκλέους ἀποθανόντος ἄπαιδος ὁ Φλεγύας ἔσχεν οὗτος. τῇ μὲν δὴ χώρᾳ τῇ πάσῃ Φλεγυαντίδα ὄνομα εἶναι μετέθεντο ἀντὶ Ἀνδρηίδος,
[36.1] XXXVI. When Eteocles died the kingdom devolved on the family of Almus. Almus himself had daughters born to him, Chrysogeneia and Chryse. Tradition has it that Chryse, daughter of Almus, had by Ares a son Phlegyas, who, as Eteocles died childless, got the throne. To the whole country they gave the name of Phlegyantis instead of Andreis,
[2] πόλις δὲ ἐγένετο ἥ τε ἐξ ἀρχῆς οἰκισθεῖσα ἡ Ἀνδρηὶς καὶ προσέκτισεν ὁ Φλεγύας ὁμώνυμον αὑτῷ, τοὺς τὰ πολεμικὰ ἀρίστους Ἑλλήνων συλλέξας ἐς αὐτήν. καὶ ἀπέστησάν τε ἀνὰ χρόνον ἀπὸ τῶν ἄλλων Ὀρχομενίων ὑπὸ ἀνοίας καὶ τόλμης οἱ Φλεγύαι καὶ ἦγον καὶ ἔφερον τοὺς προσοίκους: τέλος δὲ καὶ ἐπὶ τὸ ἱερὸν συλήσοντες στρατεύουσι τὸ ἐν Δελφοῖς, ὅτε καὶ Φιλάμμων
λογάσιν Ἀργείων ἐπ᾽ αὐτοὺς βοηθήσας αὐτός τε ἀπέθανεν ἐν τῇ μάχῃ καὶ οἱ τῶν Ἀργείων λογάδες.
[36.2] and besides the originally founded city of Andreis, Phlegyas founded another, which he named after himself, collecting into it the best soldiers in Greece. In course of time the foolhardy and reckless Phlegyans seceded from Orchomenus and began to ravage their neighbors. At last they even marched against the sanctuary at Delphi to raid it, when Philammon with picked men of Argos went out to meet them, but he and his picked men perished in the engagement.
[3] τοὺς δὲ Φλεγύας πολέμῳ μάλιστα Ἑλλήνων χαίρειν μαρτυρεῖ μοι καὶ ἔπη τῶν ἐν Ἰλιάδι περὶ Ἄρεως καὶ Φόβου τοῦ Ἄρεως πεποιημένα,”τὼ μὲν ἄρ᾽ εἰς Ἐφύρους πόλεμον μέτα θωρήσσεσθον
ἠὲ μετὰ Φλεγύας μεγαλήτορας:
“Hom. Il 13.301-2Ἐφύρους δὲ ἐνταῦθα ἐμοὶ δοκεῖν τοὺς ἐν τῇ Θεσπρωτίδι ἠπείρῳ λέγει. τὸ μὲν δὴ Φλεγυῶν γένος ἀνέτρεψεν ἐκ βάθρων ὁ θεὸς κεραυνοῖς συνεχέσι καὶ ἰσχυροῖς σεισμοῖς: τοὺς δὲ ὑπολειπομένους νόσος ἐπιπεσοῦσα ἔφθειρε λοιμώδης, ὀλίγοι δὲ καὶ ἐς τὴν Φωκίδα διαφεύγουσιν ἐξ αὐτῶν.
[36.3] That the Phlegyans took more pleasure in war than any other Greeks is also shown by the lines of the Iliad dealing with Ares and his son Panic:–