Complete Works of Euripides
Page 80
ΘΑΝΑΤΟΣ
Καὶ τοῖσδέ γ΄ οἴκοις ἐκδίκως προσωφελεῖν.
ΑΠΟΛΛΩΝ
Φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.
ΘΑΝΑΤΟΣ
Καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;
ΑΠΟΛΛΩΝ
Ἀλλ΄ οὐδ΄ ἐκεῖνον πρὸς βίαν σ΄ ἀφειλόμην.
ΘΑΝΑΤΟΣ
Πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός; 45
ΑΠΟΛΛΩΝ
Δάμαρτ΄ ἀμείψας͵ ἣν σὺ νῦν ἥκεις μέτα.
ΘΑΝΑΤΟΣ
Κἀπάξομαί γε νερτέραν ὑπὸ χθόνα.
ΑΠΟΛΛΩΝ
Λαβὼν ἴθ΄· οὐ γὰρ οἶδ΄ ἂν εἰ πείσαιμί σε.
ΘΑΝΑΤΟΣ
Κτείνειν γ΄ ὃν ἂν χρῆι; τοῦτο γὰρ τετάγμεθα.
ΑΠΟΛΛΩΝ
Οὔκ͵ ἀλλὰ τοῖς μέλλουσι θάνατον ἀμβαλεῖν. 50
ΘΑΝΑΤΟΣ
Ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.
ΑΠΟΛΛΩΝ
Ἔστ΄ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;
ΘΑΝΑΤΟΣ
Οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.
ΑΠΟΛΛΩΝ
Οὔτοι πλέον γ΄ ἂν ἢ μίαν ψυχὴν λάβοις.
ΘΑΝΑΤΟΣ
Νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας. 55
ΑΠΟΛΛΩΝ
Κἂν γραῦς ὄληται͵ πλουσίως ταφήσεται.
ΘΑΝΑΤΟΣ
Πρὸς τῶν ἐχόντων͵ Φοῖβε͵ τὸν νόμον τίθης.
ΑΠΟΛΛΩΝ
Πῶς εἶπας; ἀλλ΄ ἦ καὶ σοφὸς λέληθας ὤν;
ΘΑΝΑΤΟΣ
Ὠνοῖντ΄ ἂν οἷς πάρεστι γηραιοὶ θανεῖν.
ΑΠΟΛΛΩΝ
Οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν; 60
ΘΑΝΑΤΟΣ
Οὐ δῆτ΄· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.
ΑΠΟΛΛΩΝ
Ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.
ΘΑΝΑΤΟΣ
Οὐκ ἂν δύναιο πάντ΄ ἔχειν ἃ μή σε δεῖ.
ΑΠΟΛΛΩΝ
Ἦ μὴν σὺ πείσηι καίπερ ὠμὸς ὢν ἄγαν·
τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνὴρ 65
Εὐρυσθέως πέμψαντος ἵππειον μετὰ
ὄχημα Θρήικης ἐκ τόπων δυσχειμέρων͵
ὃς δὴ ξενωθεὶς τοῖσδ΄ ἐν Ἀδμήτου δόμοις
βίαι γυναῖκα τήνδε σ΄ ἐξαιρήσεται.
Κοὔθ΄ ἡ παρ΄ ἡμῶν σοι γενήσεται χάρις 70
δράσεις θ΄ ὁμοίως ταῦτ΄ ἀπεχθήσηι τ΄ ἐμοί.
ΘΑΝΑΤΟΣ
Πόλλ΄ ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις·
ἡ δ΄ οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.
Στείχω δ΄ ἐπ΄ αὐτήν͵ ὡς κατάρξωμαι ξίφει·
ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν 75
ὅτου τόδ΄ ἔγχος κρατὸς ἁγνίσηι τρίχα.
ΧΟΡΟΣ
τί ποθ΄ ἡσυχία πρόσθεν μελάθρων;
τί σεσίγηται δόμος Ἀδμήτου;
ἀλλ΄ οὐδὲ φίλων πέλας ἔστ΄ οὐδείς͵
ὅστις ἂν εἴποι πότερον φθιμένην 80
χρὴ βασίλειαν πενθεῖν ἢ ζῶσ΄
ἔτι φῶς λεύσσει Πελίου τόδε παῖς
Ἄλκηστις͵ ἐμοὶ πᾶσί τ΄ ἀρίστη
δόξασα γυνὴ
πόσιν εἰς αὑτῆς γεγενῆσθαι. 85
Κλύει τις ἢ στεναγμὸν ἢ
χειρῶν κτύπον κατὰ στέγας
ἢ γόον ὡς πεπραγμένων;
οὐ μὰν οὐδέ τις ἀμφιπόλων
στατίζεται ἀμφὶ πύλας. 90
Εἰ γὰρ μετακοίμιος ἄτας͵
ὦ Παιάν͵ φανείης.
Οὔ τἂν φθιμένας γ΄ ἐσιώπων.
Οὐ γὰρ δὴ φροῦδός γ΄ ἐξ οἴκων νέκυς ἤδη.
Πόθεν; οὐκ αὐχῶ. Τί σε θαρσύνει; 95
πῶς ἂν ἔρημον τάφον Ἄδμητος
κεδνῆς ἂν ἔπραξε γυναικός;
πυλῶν πάροιθε δ΄ οὐχ ὁρῶ
πηγαῖον ὡς νομίζεται
χέρνιβ΄ ἐπὶ φθιτῶν πύλαις. 100
Χαίτα τ΄ οὔτις ἐπὶ προθύροις
τομαῖος͵ ἃ δὴ νεκύων
πένθει πίτνει͵ οὐδὲ νεολαία
δουπεῖ χεὶρ γυναικῶν.
Καὶ μὴν τόδε κύριον ἦμαρ 105
τί τόδ΄ αὐδᾶις;
ὧι χρή σφε μολεῖν κατὰ γαίας.
Ἔθιγες ψυχᾶς͵ ἔθιγες δὲ φρενῶν.
Χρὴ τῶν ἀγαθῶν διακναιομένων
πενθεῖν ὅστις 110
χρηστὸς ἀπ΄ ἀρχῆς νενόμισται.
Ἀλλ΄ οὐδὲ ναυκληρίαν
ἔσθ΄ ὅποι τις αἴας
στείλας͵ ἢ Λυκίαν
εἴτ΄ ἐπὶ τὰς ἀνύδρους
Ἀμμωνιάδας ἕδρας͵
δυστάνου παραλύσαι
ψυχάν· μόρος γὰρ ἀπότομος
πλάθει. Θεῶν δ΄ ἐπ΄ ἐσχάραν
οὐκέτ΄ ἔχω τίνα μηλοθύταν πορευθῶ. 120
Μόνα δ΄ ἄν͵ εἰ φῶς τόδ΄ ἦν
ὄμμασιν δεδορκὼς
Φοίβου παῖς͵ προλιποῦσ΄
ἦλθ΄ ἂν ἕδρας σκοτίους
Ἅιδα τε πύλας· 125
δμαθέντας γὰρ ἀνίστη͵
πρὶν αὐτὸν εἷλε διόβολον
πλῆκτρον πυρὸς κεραυνίου.
Νῦν δὲ βίου τίν΄ ἔτ΄ ἐλπίδα προσδέχωμαι;
[πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσιν͵ 130
πάντων δὲ θεῶν ἐπὶ βωμοῖς
αἱμόρραντοι θυσίαι πλήρεις͵
οὐδ΄ ἔστι κακῶν ἄκος οὐδέν.]
Ἀλλ΄ ἥδ΄ ὀπαδῶν ἐκ δόμων τις ἔρχεται
δακρυρροοῦσα· τίνα τύχην ἀκούσομαι; 135
πενθεῖν μέν͵ εἴ τι δεσπόταισι τυγχάνει͵
συγγνωστόν· εἰ δ΄ ἔτ΄ ἐστὶν ἔμψυχος γυνὴ
εἴτ΄ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ΄ ἄν.
ΘΕΡΑΠΑΙΝΑr />
Καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.
ΧΟΡΟΣ
Καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι; 140
ΘΕΡΑΠΑΙΝΑ
Ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ.
ΧΟΡΟΣ
Ἐλπὶς μὲν οὐκέτ΄ ἐστὶ σώιζεσθαι βίον;
ΘΕΡΑΠΑΙΝΑ
Πεπρωμένη γὰρ ἡμέρα βιάζεται.
ΧΟΡΟΣ
Οὔκουν ἐπ΄ αὐτῆι πράσσεται τὰ πρόσφορα;
ΘΕΡΑΠΑΙΝΑ
Κόσμος γ΄ ἕτοιμος͵ ὧι σφε συνθάψει πόσις. 145
ΧΟΡΟΣ
Ὦ τλῆμον͵ οἵας οἷος ὢν ἁμαρτάνεις.
ΘΕΡΑΠΑΙΝΑ
Οὔπω τόδ΄ οἶδε δεσπότης͵ πρὶν ἂν πάθηι.
ΧΟΡΟΣ
Ἴστω νυν εὐκλεής γε κατθανουμένη
γυνή τ΄ ἀρίστη τῶν ὑφ΄ ἡλίωι μακρῶι.
ΘΕΡΑΠΑΙΝΑ
Πῶς δ΄ οὐκ ἀρίστη; τίς δ΄ ἐναντιώσεται; 150
τί χρὴ λέγεσθαι τὴν ὑπερβεβλημένην
γυναῖκα; πῶς δ΄ ἂν μᾶλλον ἐνδείξαιτό τις
πόσιν προτιμῶσ΄ ἢ θέλουσ΄ ὑπερθανεῖν;
καὶ ταῦτα μὲν δὴ πᾶσ΄ ἐπίσταται πόλις·
ἃ δ΄ ἐν δόμοις ἔδρασε θαυμάσηι κλύων. 155
Ἐπεὶ γὰρ ἤισθεθ΄ ἡμέραν τὴν κυρίαν
ἥκουσαν͵ ὕδασι ποταμίοις λευκὸν χρόα
ἐλούσατ΄͵ ἐκ δ΄ ἑλοῦσα κεδρίνων δόμων
ἐσθῆτα κόσμον τ΄ εὐπρεπῶς ἠσκήσατο͵
καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο· 160
Δέσποιν΄͵ ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός͵
πανύστατόν σε προσπίτνουσ΄ αἰτήσομαι
τέκν΄ ὀρφανεῦσαι τἀμά· καὶ τῶι μὲν φίλην
σύζευξον ἄλοχον͵ τῆι δὲ γενναῖον πόσιν·
μηδ΄ ὥσπερ αὐτῶν ἡ τεκοῦσ΄ ἀπόλλυμαι 165
θανεῖν ἀώρους παῖδας͵ ἀλλ΄ εὐδαίμονας
ἐν γῆι πατρώιαι τερπνὸν ἐκπλῆσαι βίον.
Πάντας δὲ βωμούς͵ οἳ κατ΄ Ἀδμήτου δόμους͵
προσῆλθε κἀξέστεψε καὶ προσηύξατο͵
πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην͵ 170
ἄκλαυτος ἀστένακτος͵ οὐδὲ τοὐπιὸν
κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.
Κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος
ἐνταῦθα δὴ ΄δάκρυσε καὶ λέγει τάδε·
Ὦ λέκτρον͵ ἔνθα παρθένει΄ ἔλυσ΄ ἐγὼ 175
κορεύματ΄ ἐκ τοῦδ΄ ἀνδρός͵ οὗ θνήισκω πάρος͵
χαῖρ΄· οὐ γὰρ ἐχθαίρω σ΄· ἀπώλεσας δέ με
μόνον· προδοῦναι γάρ σ΄ ὀκνοῦσα καὶ πόσιν
θνήισκω. Σὲ δ΄ ἄλλη τις γυνὴ κεκτήσεται͵
σώφρων μὲν οὐκ ἂν μᾶλλον͵ εὐτυχὴς δ΄ ἴσως. 180
Κυνεῖ δὲ προσπίτνουσα͵ πᾶν δὲ δέμνιον
ὀφθαλμοτέγκτωι δεύεται πλημμυρίδι.
Ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον͵
στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων͵
καὶ πολλὰ θαλάμων ἐξιοῦσ΄ ἐπεστράφη 185
κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.
Παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι
ἔκλαιον· ἡ δὲ λαμβάνουσ΄ ἐς ἀγκάλας
ἠσπάζετ΄ ἄλλοτ΄ ἄλλον ὡς θανουμένη.
Πάντες δ΄ ἔκλαιον οἰκέται κατὰ στέγας 190
δέσποιναν οἰκτίροντες· ἡ δὲ δεξιὰν
προύτειν΄ ἑκάστωι κοὔτις ἦν οὕτω κακὸς
ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.
Τοιαῦτ΄ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.
Καὶ κατθανών τἂν ὤιχετ΄͵ ἐκφυγὼν δ΄ ἔχει 195
τοσοῦτον ἄλγος͵ οὔποθ΄ οὗ λελήσεται.
ΧΟΡΟΣ
Ἦ που στενάζει τοισίδ΄ Ἄδμητος κακοῖς͵
ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;
ΘΕΡΑΠΑΙΝΑ
Κλαίει γ΄ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων
καὶ μὴ προδοῦναι λίσσεται͵ τἀμήχανα 200
ζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσωι.
Παρειμένη δέ͵ χειρὸς ἄθλιον βάρος͵
ὅμως δέ͵ καίπερ σμικρόν͵ ἐμπνέουσ΄ ἔτι͵
βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου
[ὡς οὔποτ΄ αὖθις ἀλλὰ νῦν πανύστατον 205
ἀκτῖνα κύκλον θ΄ ἡλίου προσόψεται].
Ἀλλ΄ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν·
οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις͵
ὥστ΄ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·
σὺ δ΄ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος. 210
ΧΟΡΟΣ
Ἰὼ Ζεῦ͵ τίς ἂν πᾶι πόρος κακῶν
γένοιτο καὶ λύσις τύχας
ἃ πάρεστι κοιράνοις;
αἰαῖ·
ἔξεισί τις ἢ τέμω τρίχα 215
καὶ μέλανα στολμὸν πέπλων
ἀμφιβαλώμεθ΄ ἤδη;
δεινὰ μέν͵ φίλοι͵ δεινά γ΄͵ ἀλλ΄ ὅμως
θεοῖσιν εὐξόμεσθα·
θεῶν γὰρ δύναμις μεγίστα. 220
Ὦναξ Παιάν͵
ἔξευρε μηχανάν τιν΄ Ἀδμήτωι κακῶν.
Πόριζε δὴ πόριζε· καὶ πάρος γὰρ
τοῦδ΄ ἐφεῦρες καὶ νῦν
λυτήριος ἐκ θανάτου γενοῦ͵ 225
φόνιον δ΄ ἀπόπαυσον Ἅιδαν.
Παπαῖ
ὦ παῖ Φέρητος͵ οἷ΄ ἔπρα
ξας δάμαρτος σᾶς στερείς.
Αἰαῖ· 230
ἄξια καὶ σφαγᾶς τάδε
καὶ πλέον ἢ βρόχωι δέραν
οὐρανίωι πελάσσαι.
Τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν
γυναῖκα κατθανοῦσαν 235
ἐν ἄματι τῶ�
�δ΄ ἐπόψηι.
Ἰδοὺ ἰδού·
ἥδ΄ ἐκ δόμων δὴ καὶ πόσις πορεύεται.
Βόασον ὦ στέναξον ὦ Φεραία
χθὼν τὰν ἀρίσταν 240
γυναῖκα μαραινομέναν νόσωι
κατὰ γᾶς χθόνιον παρ΄ Ἅιδαν.
Οὔποτε φήσω γάμον εὐφραίνειν
πλέον ἢ λυπεῖν͵ τοῖς τε πάροιθεν
τεκμαιρόμενος καὶ τάσδε τύχας 245
λεύσσων βασιλέως͵ ὅστις ἀρίστης
ἀπλακὼν ἀλόχου τῆσδ΄ ἀβίωτον
τὸν ἔπειτα χρόνον βιοτεύσει.
ΑΛΚΗΣΤΙΣ
Ἅλιε καὶ φάος ἁμέρας
οὐράνιαί τε δῖ 250
ναι νεφέλας δρομαίου.
ΑΔΜΗΤΟΣ
Ὁρᾶι σε κἀμέ͵ δύο κακῶς πεπραγότας͵
οὐδὲν θεοὺς δράσαντας ἀνθ΄ ὅτου θανῆι.
ΑΛΚΗΣΤΙΣ
Γαῖά τε καὶ μελάθρων στέγαι
νυμφίδιοί τε κοῖ 255
ται πατρίας Ἰωλκοῦ.
ΑΔΜΗΤΟΣ
Ἕπαιρε σαυτήν͵ ὦ τάλαινα͵ μὴ προδῶις·
λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς.
ΑΛΚΗΣΤΙΣ
Ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν
λίμναι· νεκύων δὲ πορθμεὺς
ἔχων χέρ΄ ἐπὶ κοντῶι Χάρων
μ΄ ἤδη καλεῖ· Τί μέλλεις;
ἐπείγου· σὺ κατείργεις. Τάδε τοί με
σπερχόμενος ταχύνει.
ΑΔΜΗΤΟΣ
Οἴμοι· πικράν γε τήνδε μοι ναυκληρίαν 265
ἔλεξας. Ὦ δύσδαιμον͵ οἷα πάσχομεν.
ΑΛΚΗΣΤΙΣ
Ἄγει μ΄ ἄγει τις͵ ἄγει μέ τις (οὐχ
ὁρᾶις;) νεκύων ἐς αὐλάν͵
ὑπ΄ ὀφρύσι κυαναυγέσι
βλέπων πτερωτὸς Ἅιδας. 270
Τί ῥέξεις; Ἄφες. Οἵαν ὁδὸν ἁ δει
λαιοτάτα προβαίνω.
ΑΔΜΗΤΟΣ
Οἰκτρὰν φίλοισιν͵ ἐκ δὲ τῶν μάλιστ΄ ἐμοὶ
καὶ παισίν͵ οἷς δὴ πένθος ἐν κοινῶι τόδε.