by Euripides
Πῶς οὖν δυνήσηι; μῶν ἄπειρος εἶ ξένου;
ΗΡΑΚΛΗΣ
Ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα. 500
ΧΟΡΟΣ
Οὐκ ἔστιν ἵππων δεσπόσαι σ΄ ἄνευ μάχης.
ΗΡΑΚΛΗΣ
Ἀλλ΄ οὐδ΄ ἀπειπεῖν μὴν πόνους οἷόν τ΄ ἐμοί.
ΧΟΡΟΣ
Κτανὼν ἄρ΄ ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς.
ΗΡΑΚΛΗΣ
Οὐ τόνδ΄ ἀγῶνα πρῶτον ἂν δράμοιμ΄ ἐγώ.
ΧΟΡΟΣ
Τί δ΄ ἂν κρατήσας δεσπότην πλέον λάβοις; 505
ΗΡΑΚΛΗΣ
Πώλους ἀπάξω κοιράνωι Τιρυνθίωι.
ΧΟΡΟΣ
Οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις.
ΗΡΑΚΛΗΣ
Εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο.
ΧΟΡΟΣ
Ἀλλ΄ ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις.
ΗΡΑΚΛΗΣ
Θηρῶν ὀρείων χόρτον͵ οὐχ ἵππων͵ λέγεις.
ΧΟΡΟΣ
Φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας. 510
ΗΡΑΚΛΗΣ
Τίνος δ΄ ὁ θρέψας παῖς πατρὸς κομπάζεται;
ΧΟΡΟΣ
Ἄρεος͵ ζαχρύσου Θρηικίας πέλτης ἄναξ.
ΗΡΑΚΛΗΣ
Καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις
(σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται)͵ 515
εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο
μάχην συνάψαι͵ πρῶτα μὲν Λυκάονι
αὖθις δὲ Κύκνωι͵ τόνδε δ΄ ἔρχομαι τρίτον
ἀγῶνα πώλοις δεσπότηι τε συμβαλῶν.
Ἀλλ΄ οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον 520
τρέσαντα χεῖρα πολεμίαν ποτ΄ ὄψεται.
ΧΟΡΟΣ
Καὶ μὴν ὅδ΄ αὐτὸς τῆσδε κοίρανος χθονὸς
Ἄδμητος ἔξω δωμάτων πορεύεται.
ΑΔΜΗΤΟΣ
Χαῖρ΄͵ ὦ Διὸς παῖ Περσέως τ΄ ἀφ΄ αἵματος.
ΗΡΑΚΛΗΣ
Ἄδμητε͵ καὶ σὺ χαῖρε͵ Θεσσαλῶν ἄναξ. 525
ΑΔΜΗΤΟΣ
Θέλοιμ΄ ἄν· εὔνουν δ΄ ὄντα σ΄ ἐξεπίσταμαι.
ΗΡΑΚΛΗΣ
Τί χρῆμα κουρᾶι τῆιδε πενθίμωι πρέπεις;
ΑΔΜΗΤΟΣ
Θάπτειν τιν΄ ἐν τῆιδ΄ ἡμέραι μέλλω νεκρόν.
ΗΡΑΚΛΗΣ
Ἀπ΄ οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.
ΑΔΜΗΤΟΣ
Ζῶσιν κατ΄ οἴκους παῖδες οὓς ἔφυσ΄ ἐγώ. 530
ΗΡΑΚΛΗΣ
Πατήρ γε μὴν ὡραῖος͵ εἴπερ οἴχεται.
ΑΔΜΗΤΟΣ
Κἀκεῖνος ἔστι χἠ τεκοῦσά μ΄͵ Ἡράκλεις.
ΗΡΑΚΛΗΣ
Οὐ μὴν γυνή γ΄ ὄλωλεν Ἄλκηστις σέθεν;
ΑΔΜΗΤΟΣ
Διπλοῦς ἐπ΄ αὐτῆι μῦθος ἔστι μοι λέγειν.
ΗΡΑΚΛΗΣ
Πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι; 535
ΑΔΜΗΤΟΣ
Ἔστιν τε κοὐκέτ΄ ἔστιν͵ ἀλγύνει δέ με.
ΗΡΑΚΛΗΣ
Οὐδέν τι μᾶλλον οἶδ΄· ἄσημα γὰρ λέγεις.
ΑΔΜΗΤΟΣ
Οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;
ΗΡΑΚΛΗΣ
Οἶδ΄͵ ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.
ΑΔΜΗΤΟΣ
Πῶς οὖν ἔτ΄ ἔστιν͵ εἴπερ ἤινεσεν τάδε;
ΗΡΑΚΛΗΣ
Ἆ͵ μὴ πρόκλαι΄ ἄκοιτιν͵ ἐς τότ΄ ἀμβαλοῦ. 540
ΑΔΜΗΤΟΣ
Τέθνηχ΄ ὁ μέλλων κἀνθάδ΄ ὢν οὐκ ἔστ΄ ἔτι.
ΗΡΑΚΛΗΣ
Χωρὶς τό τ΄ εἶναι καὶ τὸ μὴ νομίζεται.
ΑΔΜΗΤΟΣ
Σὺ τῆιδε κρίνεις͵ Ἡράκλεις͵ κείνηι δ΄ ἐγώ.
ΗΡΑΚΛΗΣ
Τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών; 545
ΑΔΜΗΤΟΣ
Γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα.
ΗΡΑΚΛΗΣ
Ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις;
ΑΔΜΗΤΟΣ
Ὀθνεῖος͵ ἄλλως δ΄ ἦν ἀναγκαία δόμοις.
ΗΡΑΚΛΗΣ
Πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;
ΑΔΜΗΤΟΣ
Πατρὸς θανόντος ἐνθάδ΄ ὠρφανεύετο. 550
ΗΡΑΚΛΗΣ
Φεῦ.
εἴθ΄ ηὕρομέν σ΄͵ Ἄδμητε͵ μὴ λυπούμενον.
ΑΔΜΗΤΟΣ
Ὡς δὴ τί δράσων τόνδ΄ ὑπορράπτεις λόγον;
ΗΡΑΚΛΗΣ
Ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.
ΑΔΜΗΤΟΣ
Οὐκ ἔστιν͵ ὦναξ· μὴ τοσόνδ΄ ἔλθοι κακόν.
ΗΡΑΚΛΗΣ
Λυπουμένοις ὀχληρός͵ εἰ μόλοι͵ ξένος.
ΑΔΜΗΤΟΣ
Τεθνᾶσιν οἱ θανόντες· ἀλλ΄ ἴθ΄ ἐς δόμους.
ΗΡΑΚΛΗΣ
Αἰσχρόν γε παρὰ κλαίουσι θοινᾶσθαι ξένους.
ΑΔΜΗΤΟΣ
Χωρὶς ξενῶνές εἰσιν οἷ σ΄ ἐσάξομεν.
ΗΡΑΚΛΗΣ
Μέθες με καί σοι μυρίαν ἕξω χάριν. 560
ΑΔΜΗΤΟΣ
Οὐκ ἔστιν ἄλλου σ΄ ἀνδρὸς ἑστίαν μολεῖν.
Ἡγοῦ σὺ τῶιδε δωμάτων ἐξωπίους
ξενῶνας οἴξας τοῖς τ΄ ἐφεστῶσιν φράσον
σίτων παρεῖναι πλῆθος͵ εὖ δὲ κλήισατε
θύρας μεταύλους· οὐ πρέπει θοινωμένους 565
κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους.
ΧΟΡΟΣ
Τί δρᾶις; τοσαύτης συμφορᾶς προσκειμένης͵
Ἄδμητε͵ τολμᾶις ξενοδοκεῖν; τί μῶρος εἶ;
ΑΔΜΗΤΟΣ
ἀλλ΄ εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα
ξένον μολόντα͵ μᾶλλον ἄν μ΄ ἐπήινεσας; 570
οὐ δῆτ΄͵ ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν
μείων ἐγίγνετ΄͵ ἀξενώτερος δ΄ ἐγώ.
Καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ΄ ἂν ἦν κα�
�όν͵
δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους.
Αὐτὸς δ΄ ἀρίστου τοῦδε τυγχάνω ξένου͵ 575
ὅταν ποτ΄ Ἄργους διψίαν ἔλθω χθόνα.
ΧΟΡΟΣ
Πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα͵
φίλου μολόντος ἀνδρὸς ὡς αὐτὸς λέγεις;
ΑΔΜΗΤΟΣ
Οὐκ ἄν ποτ΄ ἠθέλησεν εἰσελθεῖν δόμους͵
εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισεν. 580
Καὶ τῶι μέν͵ οἶμαι͵ δρῶν τάδ΄ οὐ φρονεῖν δοκῶ
οὐδ΄ αἰνέσει με· τἀμὰ δ΄ οὐκ ἐπίσταται
μέλαθρ΄ ἀπωθεῖν οὐδ΄ ἀτιμάζειν ξένους.
ΧΟΡΟΣ
Ὦ πολύξεινος καὶ ἐλευθέρου ἀνδρὸς ἀεί ποτ΄
οἶκος͵ 585
σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων
ἠξίωσε ναίειν͵
ἔτλα δὲ σοῖσι μηλονόμας
ἐν νομοῖς γενέσθαι͵
δοχμιᾶν διὰ κλειτύων 590
βοσκήμασι σοῖσι συρίζων
ποιμνίτας ὑμεναίους.
Σὺν δ΄ ἐποιμαίνοντο χαρᾶι μελέων βαλιαί τε
λύγκες͵
ἔβα δὲ λιποῦσ΄ Ὄθρυος νάπαν λεόντων 595
ἁ δαφοινὸς ἴλα·
χόρευσε δ΄ ἀμφὶ σὰν κιθάραν͵
Φοῖβε͵ ποικιλόθριξ
νεβρὸς ὑψικόμων πέραν
βαίνουσ΄ ἐλατᾶν σφυρῶι κούφωι͵ 600
χαίρουσ΄ εὔφρονι μολπᾶι.
Τοιγὰρ πολυμηλοτάταν
ἑστίαν οἰκεῖ παρὰ καλλίναον
Βοιβίαν λίμναν. Ἀρότοις δὲ γυᾶν
καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν 605
ἀελίου κνεφαίαν
ἱππόστασιν αἰθέρα τὰν Μολοσ
σῶν τίθεται͵
πόντιον δ΄ Αἰγαῖον ἐπ΄ ἀκτὰν
ἀλίμενον Πηλίου κρατύνει. 610
Καὶ νῦν δόμον ἀμπετάσας
δέξατο ξεῖνον νοτερῶι βλεφάρωι͵
τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν
δώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς
ἐκφέρεται πρὸς αἰδῶ. 615
Ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ΄ ἔνε
στιν· σοφίας ἄγαμαι.
Πρὸς δ΄ ἐμᾶι ψυχᾶι θράσος ἧσται
θεοσεβῆ φῶτα κεδνὰ πράξειν.
ΑΔΜΗΤΟΣ
Ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία͵ 620
νέκυν μὲν ἤδη πάντ΄ ἔχοντα πρόσπολοι
φέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν·
ὑμεῖς δὲ τὴν θανοῦσαν͵ ὡς νομίζεται͵
προσείπατ΄ ἐξιοῦσαν ὑστάτην ὁδόν.
ΧΟΡΟΣ
Καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῶι ποδὶ 625
στείχοντ΄͵ ὀπαδούς τ΄ ἐν χεροῖν δάμαρτι σῆι
κόσμον φέροντας͵ νερτέρων ἀγάλματα.
ΦΕΡΗΣ
Ἥκω κακοῖσι σοῖσι συγκάμνων͵ τέκνον·
ἐσθλῆς γάρ͵ οὐδεὶς ἀντερεῖ͵ καὶ σώφρονος
γυναικὸς ἡμάρτηκας. Ἀλλὰ ταῦτα μὲν 630
φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα.
Δέχου δὲ κόσμον τόνδε καὶ κατὰ χθονὸς
ἴτω. Τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών͵
ἥτις γε τῆς σῆς προύθανε ψυχῆς͵ τέκνον͵
καί μ΄ οὐκ ἄπαιδ΄ ἔθηκεν οὐδ΄ εἴασε σοῦ 635
στερέντα γήραι πενθίμωι καταφθίνειν͵
πάσαις δ΄ ἔθηκεν εὐκλεέστερον βίον
γυναιξίν͵ ἔργον τλᾶσα γενναῖον τόδε.
Ὦ τόνδε μὲν σώσασ΄͵ ἀναστήσασα δὲ
ἡμᾶς πίτνοντας͵ χαῖρε͵ κἀν Ἅιδου δόμοις 640
εὖ σοι γένοιτο. Φημὶ τοιούτους γάμους
λύειν βροτοῖσιν͵ ἢ γαμεῖν οὐκ ἄξιον.
ΑΔΜΗΤΟΣ
Οὔτ΄ ἦλθες ἐς τόνδ΄ ἐξ ἐμοῦ κληθεὶς τάφον
οὔτ΄ ἐν φίλοισι σὴν παρουσίαν λέγω.
Κόσμον δὲ τὸν σὸν οὔποθ΄ ἥδ΄ ἐνδύσεται· 645
οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.
Τότε ξυναλγεῖν χρῆν σ΄ ὅτ΄ ὠλλύμην ἐγώ·
σὺ δ΄ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλωι θανεῖν
νέωι γέρων ὢν τόνδ΄ ἀποιμώξηι νεκρόν;
οὐκ ἦσθ΄ ἄρ΄ ὀρθῶς τοῦδε σώματος πατήρ͵ 650
οὐδ΄ ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένη
μήτηρ μ΄ ἔτικτε͵ δουλίου δ΄ ἀφ΄ αἵματος
μαστῶι γυναικὸς σῆς ὑπεβλήθην λάθραι.
Ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ͵
καί μ΄ οὐ νομίζω παῖδα σὸν πεφυκέναι. 655
Ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίαι͵
ὃς τηλικόσδ΄ ὢν κἀπὶ τέρμ΄ ἥκων βίου
οὐκ ἠθέλησας οὐδ΄ ἐτόλμησας θανεῖν
τοῦ σοῦ πρὸ παιδός͵ ἀλλὰ τήνδ΄ εἰάσατε
γυναῖκ΄ ὀθνείαν͵ ἣν ἐγὼ καὶ μητέρα 660
καὶ πατέρ΄ ἂν ἐνδίκως ἂν ἡγοίμην μόνην.
Καίτοι καλόν γ΄ ἂν τόνδ΄ ἀγῶν΄ ἠγωνίσω
τοῦ σοῦ πρὸ παιδὸς κατθανών͵ βραχὺς δέ σοι
πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος.
[Κἀγώ τ΄ ἂν ἔζων χἤδε τὸν λοιπὸν χρόνον͵ 665
κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς.]
Καὶ μὴν ὅσ΄ ἄνδρα χρὴ παθεῖν εὐδαίμονα
πέπονθας· ἥβησας μὲν ἐν τυραννίδι͵
παῖς δ΄ ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων͵
ὥστ΄ οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον 670
λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι.
Οὐ μὴν ἐρεῖς γέ μ΄ ὡς ἀτιμάζοντα σὸν
γῆρας θανεῖν προύδωκας͵ ὅστις αἰδόφρων
πρὸς σ΄ ἦ μάλιστ
α· κἀντὶ τῶνδέ μοι χάριν
τοιάνδε καὶ σὺ χἠ τεκοῦσ΄ ἠλλαξάτην. 675
Τοιγὰρ φυτεύων παῖδας οὐκέτ΄ ἂν φθάνοις͵
οἳ γηροβοσκήσουσι καὶ θανόντα σε
περιστελοῦσι καὶ προθήσονται νεκρόν.
Οὐ γάρ σ΄ ἔγωγε τῆιδ΄ ἐμῆι θάψω χερί·
τέθνηκα γὰρ δὴ τοὐπὶ σ΄. Εἰ δ΄ ἄλλου τυχὼν 680
σωτῆρος αὐγὰς εἰσορῶ͵ κείνου λέγω
καὶ παῖδά μ΄ εἶναι καὶ φίλον γηροτρόφον.
Μάτην ἄρ΄ οἱ γέροντες εὔχονται θανεῖν͵
γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου·
ἢν δ΄ ἐγγὺς ἔλθηι θάνατος͵ οὐδεὶς βούλεται 685
θνήισκειν͵ τὸ γῆρας δ΄ οὐκέτ΄ ἔστ΄ αὐτοῖς βαρύ.
ΧΟΡΟΣ
Παύσασθ΄͵ ἅλις γὰρ ἡ παροῦσα συμφορά·
ὦ παῖ͵ πατρὸς δὲ μὴ παροξύνηις φρένας.
ΦΕΡΗΣ
Ὦ παῖ͵ τίν΄ αὐχεῖς͵ πότερα Λυδὸν ἢ Φρύγα
κακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν; 690
οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦ
πατρὸς γεγῶτα γνησίως ἐλεύθερον;
ἄγαν ὑβρίζεις καὶ νεανίας λόγους
ῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει.
Ἐγὼ δέ σ΄ οἴκων δεσπότην ἐγεινάμην 695
κἄθρεψ΄͵ ὀφείλω δ΄ οὐχ ὑπερθνήισκειν σέθεν·
οὐ γὰρ πατρῶιον τόνδ΄ ἐδεξάμην νόμον͵
παίδων προθνήισκειν πατέρας͵ οὐδ΄ Ἑλληνικόν.
Σαυτῶι γὰρ εἴτε δυστυχὴς εἴτ΄ εὐτυχὴς
ἔφυς· ἃ δ΄ ἡμῶν χρῆν σε τυγχάνειν ἔχεις. 700
Πολλῶν μὲν ἄρχεις͵ πολυπλέθρους δέ σοι γύας
λείψω· πατρὸς γὰρ ταὔτ΄ ἐδεξάμην πάρα.
Τί δῆτά σ΄ ἠδίκηκα; τοῦ σ΄ ἀποστερῶ;
μὴ θνῆισχ΄ ὑπὲρ τοῦδ΄ ἀνδρός͵ οὐδ΄ ἐγὼ πρὸ σοῦ.