Book Read Free

Complete Works of Euripides

Page 92

by Euripides


  [115] Ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως.

  Κῆρυξ

  Πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγου

  μάλιστ’ ἂν εἴη· τἄλλα δ’ εἴρηται μάτην.

  Χορός

  Καὶ μὴν ὅδ’ αὐτὸς ἔρχεται σπουδὴν ἔχων

  Ἀκάμας τ’ ἀδελφός, τῶνδ’ ἐπήκοοι λόγων.

  Δημοφῶν

  [120] Ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους

  βοηδρομήσας τήνδ’ ἐπ’ ἐσχάραν Διός,

  λέξον, τίς ὄχλον τόνδ’ ἀθροίζεται τύχη;

  Χορός

  Κέται κάθηνται παῖδες οἵδ’ Ἡρακλέους

  βωμὸν καταστέψαντες, ὡς ὁρᾷς, ἄναξ,

  [125] πατρός τε πιστὸς Ἰόλεως παραστάτης.

  Δημοφῶν

  Τί δῆτ’ ἰυγμῶν ἥδ’ ἐδεῖτο συμφορά;

  Χορός

  Βίᾳ νιν οὗτος τῆσδ’ ἀπ’ ἐσχάρας ἄγειν

  ζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυ

  γέροντος, ὥστε μ’ ἐκβαλεῖν οἴκτῳ δάκρυ.

  Δημοφῶν

  [130] Καὶ μὴν στολήν γ’ Ἕλληνα καὶ ῥυθμὸν πέπλων

  ἔχει, τὰ δ’ ἔργα βαρβάρου χερὸς τάδε.

  Σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν <δ’>, ἐμοὶ

  ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών;

  Κῆρυξ

  [134] Ἀργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν·

  [135] ἐφ’ οἷσι δ’ ἥκω καὶ παρ’ οὗ λέγειν θέλω.

  πέμπει Μυκηνῶν δεῦρό μ’ Εὐρυσθεὺς ἄναξ

  ἄξοντα τούσδε· πολλὰ δ’ ἦλθον, ὦ ξένε,

  δίκαι’ ὁμαρτῇ δρᾶν τε καὶ λέγειν ἔχων.

  Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω

  [140] ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας χθονός,

  νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους

  θανεῖν· δίκαιοι δ’ ἐσμὲν οἰκοῦντες πόλιν

  αὐτοὶ καθ’ αὑτῶν κυρίους κραίνειν δίκας.

  Πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι

  [145] ἐν τοῖσιν αὐτοῖς τοισίδ’ ἕσταμεν λόγοις,

  κοὐδεὶς ἐτόλμησ’ ἴδια προσθέσθαι κακά.

  Ἀλλ’ ἤ τιν’ ἐν σοὶ μωρίαν ἐσκεμμένοι

  δεῦρ’ ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων

  ῥίπτοντες, εἴτ’ οὖν εἴτε μὴ γενήσεται

  <τὰ σ’ ὧδ’ ἀσύνετα καὶ φρενῶν τητώμενα>.

  [150] Οὐ γὰρ φρενήρη γ’ ὄντα σ’ ἐλπίζουσί που

  μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος

  τὰς τῶνδ’ ἀβούλως συμφορὰς κατοικτιεῖν.

  Φέρ’ ἀντίθες γάρ· τούσδε τ’ ἐς γαῖαν παρεὶς

  ἡμᾶς τ’ ἐάσας ἐξάγειν, τί κερδανεῖς;

  [155] Τὰ μὲν παρ’ ἡμῶν τοιάδ’ ἔστι σοι λαβεῖν,

  Ἄργους τοσήνδε χεῖρα τήν τ’ Εὐρυσθέως

  ἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει.

  Ἢν δ’ ἐς λόγους τε καὶ τὰ τῶνδ’ οἰκτίσματα

  βλέψας πεπανθῇς, ἐς πάλην καθίσταται

  [160] δορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομεν

  δόξῃς ἀγῶνος τούσδ’ ἄτερ χαλυβδικοῦ.

  Τί δῆτα φήσεις, ποῖα πεδί’ ἀφαιρεθείς,

  τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν;

  Ποίοις δ’ ἀμύνων συμμάχοις, τίνος δ’ ὕπερ

  [165] θάψεις νεκροὺς πεσόντας; Ἦ κακὸν λόγον

  κτήσῃ πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα,

  τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος,

  παίδων <τε> τῶνδ’ ἐς ἄντλον ἐμβήσῃ πόδα·

  παρεὶς τὸ λῷστον ἐλπίδ’ εὑρήσεις μόνον,

  [170] καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές.

  Κακῶς γὰρ Ἀργείοισιν οἵδ’ ὡπλισμένοις

  μάχοιντ’ ἂν ἡβήσαντες, εἴ <τι> τοῦτό σε

  ψυχὴν ἐπαίρει, χοὐν μέσῳ πολὺς χρόνος

  ἐν ᾧ διεργασθεῖτ’ ἄν. Ἀλλ’ ἐμοὶ πιθοῦ·

  [175] δοὺς μηδέν, ἀλλὰ τἄμ’ ἐῶν ἄγειν ἐμὲ

  κτῆσαι Μυκήνας, μηδ’ ὅπερ φιλεῖτε δρᾶν

  πάθῃς σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸν

  φίλους ἑλέσθαι, τοὺς κακίονας λαβεῖν.

  Χορός

  Τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον,

  [180] πρὶν ἂν παρ’ ἀμφοῖν μῦθον ἐκμάθῃ σαφῶς;

  Ἰόλαος

  [181] Ἄναξ, ὑπάρχει γὰρ τόδ’ ἐν τῇ σῇ χθονί,

  εἰπεῖν ἀκοῦσαί τ’ ἐν μέρει πάρεστί μοι,

  κοὐδείς μ’ ἀπώσει πρόσθεν, ὥσπερ ἄλλοθι.

  Ἡμῖν δὲ καὶ τῷδ’ οὐδέν ἐστιν ἐν μέσῳ·

  [185] ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθ’ ἡμῖν ἔτι,

  ψήφῳ δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν,

  πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι

  ὅδ’ ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός;

  Ξένοι γάρ ἐσμεν. Ἢ τὸν Ἑλλήνων ὅρον

  [190] φεύγειν δικαιοῦθ’ ὅστις ἂν τἄργος φύγῃ;

  Οὔκουν Ἀθήνας γ’· οὐ γὰρ Ἀργείων φόβῳ

  τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς.

  Οὐ γάρ τι Τραχίς ἐστιν οὐδ’ Ἀχαιικὸν

  πόλισμ’, ὅθεν σὺ τούσδε, τῇ δίκῃ μὲν οὔ,

  [195] τὸ δ’ Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις,

  ἤλαυνες ἱκέτας βωμίους καθημένους.

  Εἰ γὰρ τόδ’ ἔσται καὶ λόγους κρινοῦσι σούς,

  οὐκ οἶδ’ Ἀθήνας τάσδ’ ἐλευθέρας ἔτι.

  Ἀλλ’ οἶδ’ ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν·

  [200] θνῄσκειν θελήσουσ’· ἡ γὰρ αἰσχύνη <πάρος>

  τοῦ ζῆν παρ’ ἐσθλοῖς ἀνδράσιν νομίζεται.

  Πόλει μὲν �
�ρκεῖ· καὶ γὰρ οὖν ἐπίφθονον

  λίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴ

  καὐτὸς βαρυνθεὶς οἶδ’ ἄγαν αἰνούμενος.

  [205] Σοὶ δ’ ὡς ἀνάγκη τούσδε βούλομαι φράσαι

  σῴζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός.

  Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ Πιτθέως

  Αἴθρα, πατὴρ δ’ ἐκ τῆσδε γεννᾶται σέθεν

  Θησεύς. Πάλιν δὲ τῶνδ’ ἄνειμί σοι γένος.

  [210] Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς,

  κείνη δὲ Πέλοπος θυγατρός. Αὐτανεψίων

  πατὴρ ἂν εἴη σός τε χὠ τούτων γεγώς.

  Γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν·

  ἃ δ’ ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ

  [215] τεῖσαι λέγω σοι παισί· φημὶ γάρ ποτε

  σύμπλους γενέσθαι τῶνδ’ ὑπασπίζων πατρὶ

  ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα,

  [218] Ἅιδου τ’ ἐρυμνῶν ἐξανήγαγεν μυχῶν

  πατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ.

  [220] Ὧν ἀντιδοῦναί σ’ οἵδ’ ἀπαιτοῦσιν χάριν

  μήτ’ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν

  τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός.

  Σοὶ γὰρ τόδ’ αἰσχρὸν χωρίς, ἔν τε πόλει κακόν,

  ἱκέτας ἀλήτας συγγενεῖς οἴμοι, κακῶν·

  [225] βλέψον πρὸς αὐτοὺς βλέψον ἕλκεσθαι βίᾳ.

  Ἀλλ’ ἄντομαί σε καὶ καταστέφω χεροῖν,

  μὴ πρὸς γενείου, μηδαμῶς ἀτιμάσῃς

  τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβεῖν·

  γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος

  [230] πατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρ

  τἄλλ’ ἐστὶ κρείσσω πλὴν ὑπ’ Ἀργείοις πεσεῖν.

  Χορός

  ᾬκτιρ’ ἀκούσας τούσδε συμφορᾶς, ἄναξ.

  Τὴν δ’ εὐγένειαν τῆς τύχης νικωμένην

  νῦν δὴ μάλιστ’ ἐσεῖδον· οἵδε γὰρ πατρὸς

  [235] ἐσθλοῦ γεγῶτες δυστυχοῦσ’ ἀναξίως.

  Δημοφῶν

  [236] Τρισσαί μ’ ἀναγκάζουσι συννοίας ὁδοί,

  Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι λόγους·

  τὸ μὲν μέγιστον Ζεὺς ἐφ’ οὗ σὺ βώμιος

  θακεῖς νεοσσῶν τήνδ’ ἔχων πανήγυριν·

  [240] τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς

  πράσσειν παρ’ ἡμῶν τούσδε πατρῴαν χάριν·

  τό τ’ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι·

  εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳ

  ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν

  [245] οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δ’ ὄκνῳ

  ἱκέτας προδοῦναι· καὶ τάδ’ ἀγχόνης πέλας.

  Ἀλλ’ ὤφελες μὲν εὐτυχέστερος μολεῖν,

  ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τις

  σὺν παισὶ βωμοῦ τοῦδ’ ἀποσπάσει βίᾳ.

  [250] Οὺ δ’ Ἄργος ἐλθὼν ταῦτά τ’ Εὐρυσθεῖ φράσον,

  πρὸς τοῖσδέ τ’, εἴ τι τοισίδ’ ἐγκαλεῖ ξένοις,

  δίκης κυρήσειν· τούσδε δ’ οὐκ ἄξεις ποτέ.

  Κῆρυξ

  Οὐδ’ ἢν δίκαιον ᾖ τι καὶ νικῶ λόγῳ;

  Δημοφῶν

  Καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ;

  Κῆρυξ

  [255] Οὔκουν ἐμοὶ τόδ’ αἰσχρὸν ἀλλ’ <οὐ> σοὶ βλάβος;

  Δημοφῶν

  Ἐμοί γ’, ἐάν σοι τούσδ’ ἐφέλκεσθαι μεθῶ.

  Κῆρυξ

  Σὺ δ’ ἐξόριζε, κᾆτ’ ἐκεῖθεν ἄξομεν.

  Δημοφῶν

  Σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.

  Κῆρυξ

  Δεῦρ’, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.

  Δημοφῶν

  [260] Ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα.

  Κῆρυξ

  Ταῦτ’ οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.

  Δημοφῶν

  Οὔκουν ἐγὼ τῶν ἐνθάδ’ εἰμὶ κύριος;

  Κῆρυξ

  Βλάπτων <γ’> ἐκείνους μηδὲν ἢν σὺ σωφρονῇς.

  Δημοφῶν

  Βλάπτεσθ’, ἐμοῦ γε μὴ μιαίνοντος θεούς.

  Κῆρυξ

  [265] Οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν.

  Δημοφῶν

  Κἀγὼ τοιοῦτος· τῶνδε δ’ οὐ μεθήσομαι.

  Κῆρυξ

  Ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.

  Δημοφῶν

  Οὐκ ἆρ’ ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν.

  Κῆρυξ

  Πειρώμενος δὴ τοῦτό γ’ αὐτίκ’ εἴσομαι.

  Δημοφῶν

  [270] Κλαίων ἄρ’ ἅψῃ τῶνδε κοὐκ ἐς ἀμβολάς.

  Χορός

  Μὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν.

  Δημοφῶν

  Εἰ μή γ’ ὁ κῆρυξ σωφρονεῖν μαθήσεται.

  Χορός

  Ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ.

  Κῆρυξ

  [274] Στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.

  [275] Ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν

  πάγχαλκον αἰχμὴν δεῦρο. Μυρίοι δέ με

  μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τ’ ἄναξ

  αὐτὸς στρατηγῶν· Ἀλκάθου δ’ ἐπ’ ἐσχάτοις

  καραδοκῶν τἀνθένδε τέρμασιν μένει.

  [280] Λαμπρὸς δ’ ἀκούσας σὴν ὕβριν φανήσεται

  σοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς·

  μάτην γὰρ ἥβην ὧδέ γ’ ἂν κεκτῄμεθα

  πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.

  Δημοφῶν

  Φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικ’ ἐγώ.

  [285] Ἐνθένδε δ’ οὐκ ἔμελλες αἰσχύν
ας ἐμὲ

  ἄξειν βίᾳ τούσδ’· οὐ γὰρ Ἀργείων πόλιν

  ὑπήκοον τήνδ’ ἀλλ’ ἐλευθέραν ἔχω.

  Χορός

  Ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι

  στρατὸν Ἀργείων·

  [290] μάλα δ’ ὀξὺς Ἄρης ὁ Μυκηναίων,

  ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτ’ ἢ πρίν.

  Πᾶσι γὰρ οὗτος κήρυξι νόμος,

  δὶς τόσα πυργοῦν τῶν γιγνομένων.

  Πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς,

  [295] ὡς δείν’ ἔπαθεν καὶ παρὰ μικρὸν

  ψυχὴν ἦλθεν διακναῖσαι;

  Ἰόλαος

  [297] Οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας,

  ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι·

  γαμεῖν τ’ ἀπ’ ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθῳ

  [300] κακοῖς ἐκοινώνησεν, οὐκ ἐπαινέσω,

  τέκνοις ὄνειδος οὕνεχ’ ἡδονῆς λιπεῖν·

  τὸ δυστυχὲς γὰρ ηὑγένει’ ἀμύνεται

  τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν

  ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους

  [305] καὶ ξυγγενεῖς τούσδ’, οἳ τοσῆσδ’ οἰκουμένης

  Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.

  Δότ’, ὦ τέκν’, αὐτοῖς χεῖρα δεξιάν, δότε,

  ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.

  Ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων·

  [310] ἢν δ’ οὖν ποθ’ ὑμῖν νόστος ἐς πάτραν φανῇ

  καὶ δώματ’ οἰκήσητε καὶ τιμὰς πατρὸς

  < πάλιν λάβητε, τῆσδε κοιράνους χθονὸς>

  σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,

  καὶ μήποτ’ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ

  μέμνησθέ μοι τήνδ’, ἀλλὰ φιλτάτην πόλιν

  [315] πασῶν νομίζετ’. Ἄξιοι δ’ ὑμῖν σέβειν

  οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν

 

‹ Prev