by Euripides
Τροφός
ἔσωθεν
Ἰοὺ ἰού·
βοηδρομεῖτε πάντες οἱ πέλας δόμων·
ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.
Χορός
Φεῦ φεῦ, πέπρακται·
βασιλὶς οὐκέτ’ ἔστι δὴ
γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.
Τροφός
[780] Οὐ σπεύσετ’; Οὐκ οἴσει τις ἀμφιδέξιον
σίδηρον, ᾧ τόδ’ ἅμμα λύσομεν δέρης;
Χορός
Φίλαι, τί δρῶμεν; Ἦ δοκεῖ περᾶν δόμους
λῦσαί τ’ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;
Τί δ’; Οὐ πάρεισι πρόσπολοι νεανίαι;
[785] Τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.
Τροφός
Ὀρθώσατ’ ἐκτείνοντες ἄθλιον νέκυν·
πικρὸν τόδ’ οἰκούρημα δεσπόταις ἐμοῖς.
Χορός
Ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή·
ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.
Θησεύς
[790] Γυναῖκες, ἴστε τίς ποτ’ ἐν δόμοις βοὴ
ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο;
Οὐ γάρ τί μ’ ὡς θεωρὸν ἀξιοῖ δόμος
πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.
Μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;
[795] Πρόσω μὲν ἤδη βίοτος, ἀλλ’ ὅμως ἔτ’ ἂν
λυπηρὸς ἡμῖν τούσδ’ ἂν ἐκλίποι δόμους.
Χορός
Οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,
Θησεῦ·
νέοι θανόντες ἀλγύνουσί σε.
Θησεύς
Οἴμοι·
τέκνων μοι μή τι συλᾶται βίος;
Χορός
[800] Ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.
Θησεύς
Τί φῄς; Ὄλωλεν ἄλοχος; Ἐκ τίνος τύχης;
Χορός
Βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.
Θησεύς
Λύπῃ παχνωθεῖσ’, ἢ ἀπὸ συμφορᾶς τίνος;
Χορός
Τοσοῦτον ἴσμεν·
ἄρτι γὰρ κἀγὼ δόμους,
[805] Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.
Θησεύς
[806] Αἰαῖ·
τί δῆτα τοῖσδ’ ἀνέστεμμαι κάρα
πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;
Χαλᾶτε κλῇθρα, πρόσπολοι, πυλωμάτων,
[825] ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω πικρὰν θέαν
[810] γυναικός, ἥ με κατθανοῦσ’ ἀπώλεσεν.
Χορός
Ἰὼ ἰὼ τάλαινα μελέων κακῶν·
ἔπαθες, εἰργάσω
τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους,
αἰαῖ τόλμας,
βιαίως θανοῦσ’ ἀνοσίῳ τε συμ-
[815] φορᾷ, σᾶς χερὸς πάλαισμα μελέας.
Τίς ἄρα σάν, τάλαιν’, ἀμαυροῖ ζόαν;
Θησεύς
Ὤμοι ἐγὼ πόνων·
ἔπαθον, ὦ τάλας,
τὰ μάκιστ’ ἐμῶν κακῶν. Ὦ τύχα,
ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,
[820] κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός·
κατακονὰ μὲν οὖν ἀβίοτος βίου.
Κακῶν δ’, ὦ τάλας, πέλαγος εἰσορῶ
τοσοῦτον ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν
μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.
[826] Τίνι λόγῳ, τάλας, τίνι τύχαν σέθεν
βαρύποτμον, γύναι, προσαυδῶν τύχω;
Ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,
πήδημ’ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.
[830] Αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη·
πρόσωθεν δέ ποθεν ἀνακομίζομαι
τύχαν δαιμόνων ἀμπλακίαισι τῶν
πάροιθέν τινος.
Χορός
Οὐ σοὶ τάδ’, ὦναξ, ἦλθε δὴ μόνῳ κακά,
[835] πολλῶν μετ’ ἄλλων δ’ ὤλεσας κεδνὸν λέχος.
Θησεύς
Τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας
μετοικεῖν σκότῳ θανών, ὦ τλάμων,
τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·
ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
[840] Τίνος κλύω πόθεν θανάσιμος τύχα,
γύναι, σὰν ἔβα, τάλαινα, κραδίαν;
Εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον
στέγει τύραννον δῶμα προσπόλων ἐμῶν;
Ὤμοι μοι < > σέθεν,
[845] μέλεος, οἷον εἶδον ἄλγος δόμων,
οὐ τλητὸν οὐδὲ ῥητόν. Ἀλλ’ ἀπωλόμην·
ἔρημος οἶκος, καὶ τέκν’ ὀρφανεύεται.
<Αἰαῖ αἰαῖ,> ἔλιπες ἔλιπες, ὦ φίλα
γυναικῶν ἀρίστα θ’ ὁπόσας ὁρᾷ
[850] φέγγος θ’ ἁλίοιο καὶ νυκτὸς ἀ-
στερωπὸν σέλας.
Χορός
[852] Ὦ τάλας, ὅσον κακὸν ἔχει δόμος.
Δάκρυσί μου βλέφαρα
καταχυθέντα τέγγεται σᾷ τύχᾳ·
[855] τὸ δ’ ἐπὶ τῷδε πῆμα φρίσσω πάλαι.
Θησεύς
Ἔα ἔα·
τί δή ποθ’ ἥδε δέλτος ἐκ φίλης χερὸς
ἠρτημένη; Θέλει τι σημῆναι νέον;
Ἀλλ’ ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς
ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;
[860] Θάρσει, τάλαινα·
λέκτρα γὰρ τὰ Θησέως
οὐκ ἔστι δῶμά θ’ ἥτις εἴσεισιν γυνή.
Καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου
τῆς οὐκέτ’ οὔσης οἵδε προσσαίνουσί με.
Φέρ’ ἐξελίξας περιβολὰς σφραγισμάτων
[865] ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.
Χορός
[868] Φεῦ φεῦ, τό
δ’ αὖ νεοχμὸν ἐκδοχαῖς
ἐπεισφρεῖ θεὸς κακόν. ἐμοὶ μὲν οὖν ἀβίοτος βίου
τύχα πρὸς τὸ κρανθὲν εἴη τυχεῖν.
Ὀλομένους γάρ, οὐκέτ’ ὄντας λέγω,
[870] φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.
Ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήλῃς δόμους,
αἰτουμένης δὲ κλῦθί μου·
πρὸς γάρ τινος
οἰωνὸν ὥστε μάντις εἰσορῶ κακοῦ.
Θησεύς
Οἴμοι, τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακόν,
[875] οὐ τλητὸν οὐδὲ λεκτόν·
ὦ τάλας ἐγώ.
Χορός
Τί χρῆμα; Λέξον, εἴ τί μοι λόγου μέτα.
Θησεύς
Βοᾷ βοᾷ δέλτος ἄλαστα. Πᾷ φύγω
βάρος κακῶν; Ἀπὸ γὰρ ὀλόμενος οἴχομαι,
οἷον οἷον εἶδον γραφαῖς μέλος
[880] φθεγγόμενον τλάμων.
Χορός
Αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον.
Θησεύς
[881] Τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις
καθέξω δυσεκπέρατον ὀλοὸν
κακόν·
ἰὼ πόλις.
[885] Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν
βίᾳ, τὸ σεμνὸν Ζηνὸς ὄμμ’ ἀτιμάσας.
Ἀλλ’, ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτε
ἀρὰς ὑπέσχου τρεῖς, μιᾷ κατέργασαι
τούτων ἐμὸν παῖδ’, ἡμέραν δὲ μὴ φύγοι
[890] τήνδ’, εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς.
Χορός
Ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν,
γνώσῃ γὰρ αὖθις ἀμπλακών·
ἐμοὶ πιθοῦ.
Θησεύς
Οὐκ ἔστι. Καὶ πρός γ’ ἐξελῶ σφε τῆσδε γῆς,
δυοῖν δὲ μοίραιν θατέρᾳ πεπλήξεται·
[895] ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους
θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων,
ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος
ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσει βίον.
Χορός
Καὶ μὴν ὅδ’ αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα
[900] Ἱππόλυτος·
ὀργῆς δ’ ἐξανεὶς κακῆς, ἄναξ
Θησεῦ, τὸ λῷστον σοῖσι βούλευσαι δόμοις.
Ἱππόλυτος
[902] Κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,
σπουδῇ·
τὸ μέντοι πρᾶγμ’ ὅτῳ στένεις ἔπι
οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν.
[905] Ἔα, τί χρῆμα; Σὴν δάμαρθ’ ὁρῶ, πάτερ,
νεκρόν·
μεγίστου θαύματος τόδ’ ἄξιον·
ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε
οὔπω χρόνος παλαιὸς εἰσεδέρκετο.
Τί χρῆμα πάσχει; Τῷ τρόπῳ διόλλυται;
[910] Πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα.
Σιγᾷς·
σιωπῆς δ’ οὐδὲν ἔργον ἐν κακοῖς·
ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν
κἀν τοῖς κακοῖσι λίχνος οὖσ’ ἁλίσκεται.
Οὐ μὴν φίλους γε, κἄτι μᾶλλον ἢ φίλους,
[915] κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας.
Θησεύς
Ὦ πόλλ’ ἁμαρτάνοντες ἄνθρωποι μάτην,
τί δὴ τέχνας μὲν μυρίας διδάσκετε
καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,
ἓν δ’ οὐκ ἐπίστασθ’ οὐδ’ ἐθηράσασθέ πω,
[920] φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;
Ἱππόλυτος
Δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν
τοὺς μὴ φρονοῦντας δυνατός ἐστ’ ἀναγκάσαι.
Ἀλλ’ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,
δέδοικα μή σου γλῶσσ’ ὑπερβάλλῃ κακοῖς.
Θησεύς
[925] Φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον
σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,
ὅστις τ’ ἀληθής ἐστιν ὅς τε μὴ φίλος,
δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,
τὴν μὲν δικαίαν, τὴν δ’ ὅπως ἐτύγχανεν,
[930] ὡς ἡ φρονοῦσα τἄδικ’ ἐξηλέγχετο
πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.
Ἱππόλυτος
Ἀλλ’ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει
φίλων, νοσοῦμεν δ’ οὐδὲν ὄντες αἴτιοι;
Ἔκ τοι πέπληγμαι·
σοὶ γὰρ ἐκπλήσσουσί με
[935] λόγοι παραλλάσσοντες ἔξεδροι φρενῶν.
Θησεύς
[936] Φεῦ τῆς βροτείας ποῖ προβήσεται; Φρενός.
Τί τέρμα τόλμης καὶ θράσους γενήσεται;
Εἰ γὰρ κατ’ ἀνδρὸς βίοτον ἐξογκώσεται,
ὁ δ’ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν
[940] πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ
ἄλλην δεήσει γαῖαν, ἣ χωρήσεται
τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.
Σκέψασθε δ’ ἐς τόνδ’, ὅστις ἐξ ἐμοῦ γεγὼς
ᾔσχυνε τἀμὰ λέκτρα κἀξελέγχεται
[945] πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.
Δεῖξον δ’, ἐπειδή γ’ ἐς μίασμ’ ἐλήλυθα,
τὸ σὸν πρόσωπον δεῦρ’ ἐναντίον πατρί.
Σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ
ξύνει; Σὺ σώφρων καὶ κακῶν ἀκήρατος;
[950] Οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ
θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.
Ἤδη νυν αὔχει καὶ δι’ ἀψύχου βορᾶς
σίτοις καπήλευ’ Ὀρφέα τ’ ἄνακτ’ ἔχων
βάκχευε πολλῶν γραμ�
�άτων τιμῶν καπνούς·
[955] ἐπεί γ’ ἐλήφθης. Τοὺς δὲ τοιούτους ἐγὼ
φεύγειν προφωνῶ πᾶσι·
θηρεύουσι γὰρ
σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.
Τέθνηκεν ἥδε·
τοῦτό σ’ ἐκσώσειν δοκεῖς;
Ἐν τῷδ’ ἁλίσκῃ πλεῖστον, ὦ κάκιστε σύ·
[960] ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι
τῆσδ’ ἂν γένοιντ’ ἄν, ὥστε σ’ αἰτίαν φυγεῖν;
Μισεῖν σε φήσεις τήνδε, καὶ τὸ δὴ νόθον
τοῖς γνησίοισι πολέμιον πεφυκέναι·
κακὴν ἄρ’ αὐτὴν ἔμπορον βίου λέγεις,
[965] εἰ δυσμενείᾳ σῇ τὰ φίλτατ’ ὤλεσεν.
Ἀλλ’ ὡς τὸ μῶρον ἀνδράσιν μὲν οὐκ ἔνι,
γυναιξὶ δ’ ἐμπέφυκεν; Οἶδ’ ἐγὼ νέους,
οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,
ὅταν ταράξῃ Κύπρις ἡβῶσαν φρένα·
[970] τὸ δ’ ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.
Νῦν οὖν τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις
νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;
Ἔξερρε γαίας τῆσδ’ ὅσον τάχος φυγάς,
καὶ μήτ’ Ἀθήνας τὰς θεοδμήτους μόλῃς
[975] μήτ’ εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.
Εἰ γὰρ παθών γε σοῦ τάδ’ ἡσσηθήσομαι,
οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις ποτὲ
κτανεῖν ἑαυτὸν ἀλλὰ κομπάζειν μάτην,
οὐδ’ αἱ θαλάσσῃ σύννομοι Σκιρωνίδες
[980] φήσουσι πέτραι τοῖς κακοῖς μ’ εἶναι βαρύν.
Χορός
Οὐκ οἶδ’ ὅπως εἴποιμ’ ἂν εὐτυχεῖν τινα
θνητῶν·
τὰ γὰρ δὴ πρῶτ’ ἀνέστραπται πάλιν.
Ἱππόλυτος
[983] Πάτερ, μένος μὲν ξύντασίς τε σῶν φρενῶν
δεινή·