Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 101
Complete Works of Euripides Page 101

by Euripides


  τὸ μέντοι πρᾶγμ’, ἔχον καλοὺς λόγους,

  [985] εἴ τις διαπτύξειεν οὐ καλὸν τόδε.

  Ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,

  ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος·

  ἔχει δὲ μοῖραν καὶ τόδ’·

  οἱ γὰρ ἐν σοφοῖς

  φαῦλοι παρ’ ὄχλῳ μουσικώτεροι λέγειν.

  [990] Ὅμως δ’ ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης,

  γλῶσσάν μ’ ἀφεῖναι. Πρῶτα δ’ ἄρξομαι λέγειν

  ὅθεν μ’ ὑπῆλθες πρῶτον ὡς διαφθερῶν

  οὐκ ἀντιλέξοντ’. Εἰσορᾷς φάος τόδε

  καὶ γαῖαν·

  ἐν τοῖσδ’ οὐκ ἔνεστ’ ἀνὴρ ἐμοῦ,

  [995] οὐδ’ ἢν σὺ μὴ φῇς, σωφρονέστερος γεγώς.

  Ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν

  φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις

  ἀλλ’ οἷσιν αἰδὼς μήτ’ ἐπαγγέλλειν κακὰ

  μήτ’ ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοι,·

  [1000] οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ,

  ἀλλ’ αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.

  Ἑνὸς δ’ ἄθικτος, ᾧ με νῦν ἔχειν δοκεῖς·

  λέχους γὰρ ἐς τόδ’ ἡμέρας ἁγνὸν δέμας·

  οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγῳ κλύων

  [1005] γραφῇ τε λεύσσων·

  οὐδὲ ταῦτα γὰρ σκοπεῖν

  πρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων.

  Καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει σ’·

  ἴτω·

  δεῖ δή σε δεῖξαι τῷ τρόπῳ διεφθάρην.

  Πότερα τὸ τῆσδε σῶμ’ ἐκαλλιστεύετο

  [1010] πασῶν γυναικῶν; Ἢ σὸν οἰκήσειν δόμον

  ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;

  Μάταιος ἆρ’ ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.

  Ἀλλ’ ὡς τυραννεῖν ἡδὺ τοῖσι σώφροσιν;

  Ἥκιστ’, ἐπεί τοι τὰς φρένας διέφθορεν

  [1015] θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία.

  Ἐγὼ δ’ ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς

  πρῶτος θέλοιμ’ ἄν, ἐν πόλει δὲ δεύτερος

  σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις·

  πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ’ ἀπὼν

  [1020] κρείσσω δίδωσι τῆς τυραννίδος χάριν.

  Ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ’ ἄλλ’ ἔχεις·

  εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ’ ἐγὼ

  καὶ τῆσδ’ ὁρώσης φέγγος ἠγωνιζόμην,

  ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών·

  [1025] νῦν δ’ ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς

  ὄμνυμι τῶν σῶν μήποθ’ ἅψασθαι γάμων

  μηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν.

  Ἦ τἄρ’ ὀλοίμην ἀκλεὴς ἀνώνυμος

  ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα,

  [1030] καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου

  σάρκας θανόντος, εἰ κακὸς πέφυκ’ ἀνήρ.

  Τί δ’ ἥδε δειμαίνουσ’ ἀπώλεσεν βίον

  οὐκ οἶδ’, ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν·

  ἐσωφρόνησε δ’ οὐκ ἔχουσα σωφρονεῖν,

  [1035] ἡμεῖς δ’ ἔχοντες οὐ καλῶς ἐχρώμεθα.

  Χορός

  [1036] Ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφήν,

  ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.

  Θησεύς

  Ἆρ’ οὐκ ἐπῳδὸς καὶ γόης πέφυχ’ ὅδε,

  ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίᾳ

  [1040] ψυχὴν κρατήσειν, τὸν τεκόντ’ ἀτιμάσας;

  Ἱππόλυτος

  Καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ·

  εἰ γὰρ σὺ μὲν παῖς ἦσθ’, ἐγὼ δὲ σὸς πατήρ,

  ἔκτεινά τοί σ’ ἂν κοὐ φυγαῖς ἐζημίουν,

  εἴπερ γυναικὸς ἠξίους ἐμῆς θιγεῖν.

  Θησεύς

  [1045] Ὡς ἄξιον τόδ’ εἶπας·

  οὐχ οὕτω θανῇ,

  ὥσπερ σὺ σαυτῷ τόνδε προύθηκας νόμον·

  ταχὺς γὰρ Ἅιδης ῥᾷστος ἀνδρὶ δυστυχεῖ·

  ἀλλ’ ἐκ πατρῴας φυγὰς ἀλητεύων χθονὸς

  ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσεις βίον.

  [1050] Μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ.

  Ἱππόλυτος

  Οἴμοι, τί δράσεις; Οὐδὲ μηνυτὴν χρόνον

  δέξῃ καθ’ ἡμῶν, ἀλλά μ’ ἐξελᾷς χθονός;

  Θησεύς

  Πέραν γε πόντου καὶ τόπων Ἀτλαντικῶν,

  εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.

  Ἱππόλυτος

  [1055] Οὐδ’ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων

  φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;

  Θησεύς

  Ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη

  κατηγορεῖ σου πιστά·

  τοὺς δ’ ὑπὲρ κάρα

  φοιτῶντας ὄρνις πόλλ’ ἐγὼ χαίρειν λέγω.

  Ἱππόλυτος

  [1060] Ὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα,

  ὅστις γ’ ὑφ’ ὑμῶν, οὓς σέβω, διόλλυμαι;

  Οὐ δῆτα·

  πάντως οὐ πίθοιμ’ ἂν οὕς με δεῖ,

  μάτην δ’ ἂν ὅρκους συγχέαιμ’ οὓς ὤμοσα.

  Θησεύς

  Οἴμοι, τὸ σεμνὸν ὥς μ’ ἀποκτενεῖ τὸ σόν.

  [1065] Οὐκ εἶ πατρῴας ἐκτὸς ὡς τάχιστα γῆς;

  Ἱππόλυτος

  Ποῖ δῆθ’ ὁ τλήμων τρέψομαι; Τίνος ξένων

  δόμους ἔσειμι, τῇδ’ ἐπ’ αἰτίᾳ φυγών;

  Θησεύς

  Ὅστις γυναικῶν λυμεῶνας ἥδεται

  ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.

  Ἱππόλυτος

  [1070] Αἰαῖ, πρ�
�ς ἧπαρ·

  δακρύων ἐγγὺς τόδε,

  εἰ δὴ κακός γε φαίνομαι δοκῶ τε σοί.

  Θησεύς

  Τότε στενάζειν καὶ προγιγνώσκειν σ’ ἐχρῆν

  ὅτ’ ἐς πατρῴαν ἄλοχον ὑβρίζειν ἔτλης.

  Ἱππόλυτος

  Ὦ δώματ’, εἴθε φθέγμα γηρύσαισθέ μοι

  [1075] καὶ μαρτυρήσαιτ’ εἰ κακὸς πέφυκ’ ἀνήρ.

  Θησεύς

  Ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς·

  τὸ δ’ ἔργον οὐ λέγον σε μηνύει κακόν.

  Ἱππόλυτος

  Φεῦ·

  εἴθ’ ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίον

  στάνθ’, ὡς ἐδάκρυσ’ οἷα πάσχομεν κακά.

  Θησεύς

  [1080] Πολλῷ γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν

  ἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν.

  Ἱππόλυτος

  Ὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί·

  μηδείς ποτ’ εἴη τῶν ἐμῶν φίλων νόθος.

  Θησεύς

  Οὐχ ἕλξετ’ αὐτόν, δμῶες; Οὐκ ἀκούετε

  [1085] πάλαι ξενοῦσθαι τόνδε προυννέποντά με;

  Ἱππόλυτος

  Κλαίων τις αὐτῶν ἆρ’ ἐμοῦ γε θίξεται·

  σὺ δ’ αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός.

  Θησεύς

  Δράσω τάδ’, εἰ μὴ τοῖς ἐμοῖς πείσῃ λόγοις·

  οὐ γάρ τις οἶκτος σῆς μ’ ὑπέρχεται φυγῆς.

  Ἱππόλυτος

  [1090] Ἄραρεν, ὡς ἔοικεν·

  ὦ τάλας ἐγώ·

  ὡς οἶδα μὲν ταῦτ’, οἶδα δ’ οὐχ ὅπως φράσω.

  Ὦ φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη,

  σύνθακε, συγκύναγε, φευξούμεσθα δὴ

  κλεινὰς Ἀθήνας. Ἀλλὰ χαιρέτω πόλις

  [1095] καὶ γαῖ’ Ἐρεχθέως·

  ὦ πέδον Τροζήνιον,

  ὡς ἐγκαθηβᾶν πόλλ’ ἔχεις εὐδαίμονα,

  χαῖρ’·

  ὕστατον γάρ σ’ εἰσορῶν προσφθέγγομαι.

  Ἴτ’ ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες,

  προσείπαθ’ ἡμᾶς καὶ προπέμψατε χθονός·

  [1100] ὡς οὔποτ’ ἄλλον ἄνδρα σωφρονέστερον

  ὄψεσθε, κεἰ μὴ ταῦτ’ ἐμῷ δοκεῖ πατρί.

  Χορός

  [1104] Ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ’, ὅταν φρένας ἔλθῃ,

  [1105] λύπα παραιρεῖ ξύνεσίς τε·

  τίς ἐλπὶς ἃ κεύθει

  λείπεται ἔν τε τύχαις θνατῶν καὶ ἐν ἔργμασι λεύσσειν;

  Ἀλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δ’ ἵσταται ἀνδράσιν αἰὼν

  [1110] πολυπλάνητος αἰεί.

  Εἴθε μοι εὐξαμένᾳ θεόθεν τάδε μοῖρα παράσχοι,

  τύχαν μετ’ ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν.

  [1115] Δόξα δὲ μήτ’ ἀτρεκὴς μήτ’ αὖ παράσημος ἐνείη,

  ῥᾴδια δ’ ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶ

  βίον συνευτυχοίην.

  [1120] Οὐκέτι γὰρ καθαρὰν φρέν’ ἔχω, παρὰ δ’ ἐλπίδ’ ἃ λεύσσω,

  ἐπεὶ τὸν Ἑλλανίας φανερώτατον ἀστέρ’ Ἀθήνας

  εἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶς

  [1125] ἄλλαν ἐπ’ αἶαν ἱέμενον.

  Ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς,

  ὦ δρυμὸς ὄρεος, ὅθι κυνῶν

  ὠκυπόδων μέτα θῆρας ἔναιρεν

  [1130] Δίκτυνναν ἀμφὶ σεμνάν.

  Οὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσῃ

  τὸν ἀμφὶ Λίμνας τρόχον κατέχων ποδὶ γυμνάδος ἵππου·

  [1135] μοῦσα δ’ ἄυπνος ὑπ’ ἄντυγι χορδᾶν

  λήξει πατρῷον ἀνὰ δόμον·

  ἀστέφανοι δὲ κόρας ἀνάπαυλαι

  Λατοῦς βαθεῖαν ἀνὰ χλόαν·

  [1140] νυμφιδία δ’ ἀπόλωλε φυγᾷ σᾷ

  λέκτρων ἅμιλλα κούραις.

  Ἐγὼ δὲ σᾷ δυστυχίᾳ

  δάκρυσι διοίσω πότμον

  ἄποτμον·

  ὦ τάλαινα μᾶ-

  [1145] τερ, ἔτεκες ἀνόνατα·

  φεῦ·

  μανίω θεοῖσιν.

  ἰὼ ἰώ·

  συζύγιαι Χάριτες, τί τὸν τάλαν’ ἐκ πατρίας γᾶς

  οὐδὲν ἄτας αἴτιον

  [1150] πέμπετε τῶνδ’ ἀπ’ οἴκων;

  Χορός

  [1151] Καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδ’ εἰσορῶ

  σπουδῇ σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον.

  Ἄγγελος

  Ποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼν

  εὕροιμ’ ἄν, ὦ γυναῖκες; Εἴπερ ἴστε μοι

  [1155] σημήνατ’·

  ἆρα τῶνδε δωμάτων ἔσω;

  Χορός

  Ὅδ’ αὐτὸς ἔξω δωμάτων πορεύεται.

  Ἄγγελος

  Θησεῦ, μερίμνης ἄξιον φέρω λόγον

  σοὶ καὶ πολίταις οἵ τ’ Ἀθηναίων πόλιν

  ναίουσι καὶ γῆς τέρμονας Τροζηνίας.

  Θησεύς

  [1160] Τί δ’ ἔστι; Μῶν τις συμφορὰ νεωτέρα

  δισσὰς κατείληφ’ ἀστυγείτονας πόλεις;

  Ἄγγελος

  Ἱππόλυτος οὐκέτ’ ἔστιν, ὡς εἰπεῖν ἔπος·

  Δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.

  Θησεύς

  Πρὸς τοῦ; Δι’ ἔχθρας μῶν τις ἦν ἀφιγμένος,

  [1165] ὅτου κατῄσχυν’ ἄλοχον ὡς πατρὸς βίᾳ;

  Ἄγγελος

  Οἰκεῖος αὐτὸν ὤλεσ’ ἁρμάτων ὄχος

  ἀραί τε τοῦ σοῦ στόματος, ἃς σὺ σῷ πατρὶ

  πόντου κρέοντι παιδὸς ἠράσω πέρι.

  Θησεύς

  Ὦ θεοί. Πόσειδον, ὡς ἄρ’ ἦσθ’ ἐμὸς πατὴρ

  [1170] ὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων.

  Πῶς καὶ διώλετ’; Εἰπέ, τῷ τρόπῳ Δί
κης

  ἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντ’ ἐμέ;

  Ἄγγελος

  [1173] Ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας

  ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας

  [1175] κλαίοντες·

  ἦλθε γάρ τις ἄγγελος λέγων

  ὡς οὐκέτ’ ἐν γῇ τῇδ’ ἀναστρέψοι πόδα

  Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων.

  Ὁ δ’ ἦλθε ταὐτὸν δακρύων ἔχων μέλος

  ἡμῖν ἐπ’ ἀκτάς, μυρία δ’ ὀπισθόπους

  [1180] φίλων ἅμ’ ἔστειχ’ ἡλίκων <θ’> ὁμήγυρις.

  Χρόνῳ δὲ δήποτ’ εἶπ’ ἀπαλλαχθεὶς γόων·

  Τί ταῦτ’ ἀλύω; Πειστέον πατρὸς λόγοις.

  Ἐντύναθ’ ἵππους ἅρμασι ζυγηφόρους,

  δμῶες, πόλις γὰρ οὐκέτ’ ἔστιν ἥδε μοι.

  [1185] Τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,

  καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμένας

  πώλους παρ’ αὐτὸν δεσπότην ἐστήσαμεν.

  Μάρπτει δὲ χερσὶν ἡνίας ἀπ’ ἄντυγος,

  αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα.

  [1190] Καὶ πρῶτα μὲν θεοῖς εἶπ’ ἀναπτύξας χέρας·

  Ζεῦ, μηκέτ’ εἴην εἰ κακὸς πέφυκ’ ἀνήρ·

  αἴσθοιτο δ’ ἡμᾶς ὡς ἀτιμάζει πατὴρ

  ἤτοι θανόντας ἢ φάος δεδορκότας.

  Κἀν τῷδ’ ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼν

  [1195] πώλοις ἁμαρτῇ·

  πρόσπολοι δ’ ὑφ’ ἅρματος

  πέλας χαλινῶν εἱπόμεσθα δεσπότῃ

  τὴν εὐθὺς Ἄργους κἀπιδαυρίας ὁδόν.

  Ἐπεὶ δ’ ἔρημον χῶρον εἰσεβάλλομεν,

  ἀκτή τις ἔστι τοὐπέκεινα τῆσδε γῆς

  [1200] πρὸς πόντον ἤδη κειμένη Σαρωνικόν.

  Ἔνθεν τις ἠχὼ χθόνιος ὡς βροντὴ Διὸς

  βαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν·

 

‹ Prev