Book Read Free

Complete Works of Euripides

Page 111

by Euripides


  Ἑκάβη

  Ἀγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.

  Πολυξένη

  Ὦ στέρνα μαστοί θ’, οἵ μ’ ἐθρέψαθ’ ἡδέως.

  Ἑκάβη

  [425] Ὦ τῆς ἀώρου θύγατερ ἀθλίας τύχης.

  Πολυξένη

  Χαῖρ’, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τ’ ἐμοί,

  Ἑκάβη

  χαίρουσιν ἄλλοι, μητρὶ δ’ οὐκ ἔστιν τόδε.

  Πολυξένη

  Ὅ τ’ ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις.

  Ἑκάβη

  Εἰ ζῇ γ’· ἀπιστῶ δ’· ὧδε πάντα δυστυχῶ.

  Πολυξένη

  [430] Ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν.

  Ἑκάβη

  Τέθνηκ’ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.

  Πολυξένη

  [432] Κόμιζ’, Ὀδυσσεῦ, μ’ ἀμφιθεὶς κάρα πέπλοις

  ὡς πρὶν σφαγῆναί γ’ ἐκτέτηκα καρδίαν

  θρήνοισι μητρὸς τήνδε τ’ ἐκτήκω γόοις.

  [435] )῀Ω φῶς· προσειπεῖν γὰρ σὸν ὄνομ’ ἔξεστί μοι,

  μέτεστι δ’ οὐδὲν πλὴν ὅσον χρόνον ξίφους

  βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.

  Ἑκάβη

  Οἲ ‘γώ, προλείπω· λύεται δέ μου μέλη.

  Ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,

  [440] δός· μὴ λίπῃς μ’ ἄπαιδ’. Ἀπωλόμην, φίλαι. . . .

  Ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν

  Ἑλένην ἴδοιμι· διὰ καλῶν γὰρ ὀμμάτων

  αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.

  Χορός

  Αὔρα, ποντιὰς αὔρα,

  [445] ἅτε ποντοπόρους κομί-

  ζεις θοὰς ἀκάτους ἐπ’ οἶδμα λίμνας,

  ποῖ με τὰν μελέαν πορεύ-

  σεις; Τῷ δουλόσυνος πρὸς οἶ-

  κον κτηθεῖσ’ ἀφίξομαι; Ἢ

  [450] Δωρίδος ὅρμον αἴας;

  Ἢ Φθιάδος, ἔνθα τὸν

  καλλίστων ὑδάτων πατέρα

  [454] φασὶν Ἀπιδανὸν πεδία λιπαίνειν;

  [455] Ἢ νάσων, ἁλιήρει

  κώπᾳ πεμπομέναν τάλαι-

  ναν, οἰκτρὰν βιοτὰν ἔχουσαν οἴκοις,

  ἔνθα πρωτόγονός τε φοῖ-

  νιξ δάφνα θ’ ἱεροὺς ἀνέ-

  [460] σχε πτόρθους Λατοῖ φίλᾳ ὠ-

  δῖνος ἄγαλμα Δίας;

  [463] Σὺν Δηλιάσιν τε κού-

  ραισιν Ἀρτέμιδος θεᾶς

  [465] χρυσέαν ἄμπυκα τόξα τ’ εὐλογήσω;

  Ἢ Παλλάδος ἐν πόλει

  τὰς καλλιδίφρους Ἀθα-

  ναίας ἐν κροκέῳ πέπλῳ

  ζεύξομαι ἆρα πώλους ἐν

  [470] δαιδαλέαισι ποικίλλουσ’

  ἀνθοκρόκοισι πήναις, ἢ

  Τιτάνων γενεὰν

  τὰν Ζεὺς ἀμφιπύρῳ κοιμί-

  ζει φλογμῷ Κρονίδας;

  [475] Ὤ μοι τεκέων ἐμῶν,

  ὤ μοι πατέρων χθονός θ’,

  ἃ καπνῷ κατερείπεται,

  τυφομένα, δορίκτητος

  Ἀργεί¨ων· ἐγὼ δ’ ἐν ξεί-

  [480] νᾳ χθονὶ δὴ κέκλημαι δού-

  λα, λιποῦσ’ Ἀσίαν,

  Εὐρώπας θεραπνᾶν ἀλλά-

  ξασ’ Ἅιδα θαλάμους.

  Ταλθύβιος

  [484] Ποῦ τὴν ἄνασσαν δή ποτ’ οὖσαν Ἰλίου

  [485] Ἑκάβην ἂν ἐξεύροιμι, Τρῳάδες κόραι;

  Χορός

  Αὕτη πέλας σου νῶτ’ ἔχουσ’ ἐπὶ χθονί,

  Ταλθύβιε, κεῖται ξυγκεκλῃμένη πέπλοις.

  Ταλθύβιος

  Ὦ Ζεῦ, τί λέξω; Πότερά σ’ ἀνθρώπους ὁρᾶν;

  Ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην,

  [490] ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος

  τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;

  Οὐχ ἥδ’ ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,

  οὐχ ἥδε Πριάμου τοῦ μέγ’ ὀλβίου δάμαρ;

  Καὶ νῦν πόλις μὲν πᾶσ’ ἀνέστηκεν δορί,

  [495] αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ

  κεῖται, κόνει φύρουσα δύστηνον κάρα.

  Φεῦ φεῦ· γέρων μέν εἰμ’, ὅμως δέ μοι θανεῖν

  εἴη πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί.

  Ἀνίστασ’, ὦ δύστηνε, καὶ μετάρσιον

  [500] πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα.

  Ἑκάβη

  [501] Ἔα· τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾷ

  κεῖσθαι; Τί κινεῖς μ’, ὅστις εἶ, λυπουμένην;

  Ταλθύβιος

  Ταλθύβιος ἥκω Δαναι¨δῶν ὑπηρέτης,

  Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα.

  Ἑκάβη

  [505] Ὦ φίλτατ’, ἆρα κἄμ’ ἐπισφάξαι τάφῳ

  δοκοῦν Ἀχαιοῖς ἦλθες; Ὡς φίλ’ ἂν λέγοις.

  Σπεύδωμεν, ἐγκονῶμεν· ἡγοῦ μοι, γέρον.

  Ταλθύβιος

  Σὴν παῖδα κατθανοῦσαν ὡς θάψῃς, γύναι,

  ἥκω μεταστείχων σε· πέμπουσιν δέ με

  [510] δισσοί τ’ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός.

  Ἑκάβη

  [511] Οἴμοι, τί λέξεις; Οὐκ ἄρ’ ὡς θανουμένους

  μετῆλθες ἡμᾶς, ἀλλὰ σημανῶν κακά;

  Ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖσ’ ἄπο·

  ἡμεῖς δ’ ἄτεκνοι τοὐπὶ σ’· ὦ τάλαιν’ ἐγώ.

  [515] Πῶς καί νιν ἐξεπράξατ’; Ἆρ’ αἰδούμενοι;

  Ἢ πρὸς τὸ δεινὸν ἤλθεθ’ ὡς ἐχθράν, γέρον,

  κτείνοντες; Εἰπέ, καίπερ οὐ λέξων φίλα.

  Ταλθύβιος

  [518] Διπλᾶ με χρῄζεις δάκρυα κερδᾶναι, γύναι,

  σῆς παιδὸς οἴκτῳ· νῦν τε γὰρ λέγων κακὰ

  [520] τέγξω τόδ’ ὄμμα, πρὸς τάφῳ θ’ ὅτ’ ὤλλυτο.

  Παρῆν μ�
��ν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ

  πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς·

  λαβὼν δ’ Ἀχιλλέως παῖς Πολυξένην χερὸς

  ἔστησ’ ἐπ’ ἄκρου χώματος, πέλας δ’ ἐγώ·

  [525] λεκτοί τ’ Ἀχαιῶν ἔκκριτοι νεανίαι,

  σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν,

  ἕσποντο. Πλῆρες δ’ ἐν χεροῖν λαβὼν δέπας

  πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως

  χοὰς θανόντι πατρί· σημαίνει δέ μοι

  [530] σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῷ.

  Κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε·

  Σιγᾶτ’, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς,

  σίγα σιώπα· νήνεμον δ’ ἔστησ’ ὄχλον.

  Ὃ δ’ εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δ’ ἐμός,

  [535] δέξαι χοάς μοι τάσδε κηλητηρίους,

  νεκρῶν ἀγωγούς· ἐλθὲ δ’, ὡς πίῃς μέλαν

  κόρης ἀκραιφνὲς αἷμ’, ὅ σοι δωρούμεθα

  στρατός τε κἀγώ· πρευμενὴς δ’ ἡμῖν γενοῦ

  λῦσαί τε πρύμνας καὶ χαλινωτήρια

  [540] νεῶν δὸς ἡμῖν πρευμενοῦς τ’ ἀπ’ Ἰλίου

  νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν.

  Τοσαῦτ’ ἔλεξε, πᾶς δ’ ἐπηύξατο στρατός.

  Εἶτ’ ἀμφίχρυσον φάσγανον κώπης λαβὼν

  ἐξεῖλκε κολεοῦ, λογάσι δ’ Ἀργείων στρατοῦ

  [545] νεανίαις ἔνευσε παρθένον λαβεῖν.

  Ἣ δ’, ὡς ἐφράσθη, τόνδ’ ἐσήμηνεν λόγον·

  Ὦ τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν,

  ἑκοῦσα θνῄσκω· μή τις ἅψηται χροὸς

  τοὐμοῦ· παρέξω γὰρ δέρην εὐκαρδίως.

  [550] Ἐλευθέραν δέ μ’, ὡς ἐλευθέρα θάνω,

  πρὸς θεῶν, μεθέντες κτείνατ’· ἐν νεκροῖσι γὰρ

  δούλη κεκλῆσθαι βασιλὶς οὖσ’ αἰσχύνομαι.

  Λαοὶ δ’ ἐπερρόθησαν, Ἀγαμέμνων τ’ ἄναξ

  εἶπεν μεθεῖναι παρθένον νεανίαις.

  [555] Οἳ δ’, ὡς τάχιστ’ ἤκουσαν ὑστάτην ὄπα,

  μεθῆκαν, οὗπερ καὶ μέγιστον ἦν κράτος.

  Κἀπεὶ τόδ’ εἰσήκουσε δεσποτῶν ἔπος,

  λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδος

  ἔρρηξε λαγόνας ἐς μέσας παρ’ ὀμφαλόν,

  [560] μαστούς τ’ ἔδειξε στέρνα θ’ ὡς ἀγάλματος

  κάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυ

  ἔλεξε πάντων τλημονέστατον λόγον·

  Ἰδού, τόδ’, εἰ μὲν στέρνον, ὦ νεανία,

  παίειν προθυμῇ, παῖσον, εἰ δ’ ὑπ’ αὐχένα

  [565] χρῄζεις, πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε.

  Ὃ δ’ οὐ θέλων τε καὶ θέλων οἴκτῳ κόρης,

  τέμνει σιδήρῳ πνεύματος διαρροάς·

  κρουνοὶ δ’ ἐχώρουν. Ἣ δὲ καὶ θνῄσκουσ’ ὅμως

  πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν,

  [570] κρύπτουσ’ ἃ κρύπτειν ὄμματ’ ἀρσένων χρεών.

  Ἐπεὶ δ’ ἀφῆκε πνεῦμα θανασίμῳ σφαγῇ,

  οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον·

  ἀλλ’ οἳ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν

  φύλλοις ἔβαλλον, οἳ δὲ πληροῦσιν πυρὰν

  [575] κορμοὺς φέροντες πευκίνους, ὁ δ’ οὐ φέρων

  πρὸς τοῦ φέροντος τοιάδ’ ἤκουεν κακά·

  Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδι

  οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;

  Οὐκ εἶ τι δώσων τῇ περίσσ’ εὐκαρδίῳ

  [580] ψυχήν τ’ ἀρίστῃ; Τοιάδ’ ἀμφὶ σῆς λέγων

  παιδὸς θανούσης, εὐτεκνωτάτην τέ σε

  πασῶν γυναικῶν δυστυχεστάτην θ’ ὁρῶ.

  Χορός

  [583] Δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν

  πόλει τε τἠμῇ θεῶν ἀνάγκαισιν τόδε.

  Ἑκάβη

  [585] Ὦ θύγατερ, οὐκ οἶδ’ εἰς ὅ τι βλέψω κακῶν,

  πολλῶν παρόντων· ἢν γὰρ ἅψωμαί τινος,

  τόδ’ οὐκ ἐᾷ με, παρακαλεῖ δ’ ἐκεῖθεν αὖ

  λύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς.

  Καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθος

  [590] οὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός·

  τὸ δ’ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι

  γενναῖος. Οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴ

  τυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει,

  χρηστὴ δ’ ἁμαρτοῦσ’ ὧν χρεὼν αὐτὴν τυχεῖν

  [595] κακὸν δίδωσι καρπόν, ἀνθρώποις δ’ ἀεὶ

  ὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός,

  ὁ δ’ ἐσθλὸς ἐσθλός, οὐδὲ συμφορᾶς ὕπο

  φύσιν διέφθειρ’, ἀλλὰ χρηστός ἐστ’ ἀεί;

  Ἆρ’ οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί;

  [600] Ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς

  δίδαξιν ἐσθλοῦ· τοῦτο δ’ ἤν τις εὖ μάθῃ,

  οἶδεν τό γ’ αἰσχρόν, κανόνι τοῦ καλοῦ μαθών.

  Καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην·

  σὺ δ’ ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε,

  [605] μὴ θιγγάνειν μοι μηδέν’, ἀλλ’ εἴργειν ὄχλον,

  τῆς παιδός. Ἔν τοι μυρίῳ στρατεύματι

  ἀκόλαστος ὄχλος ναυτική τ’ ἀναρχία

  κρείσσων πυρός, κακὸς δ’ ὁ μή τι δρῶν κακόν.

  Σὺ δ’ αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι,

  [610] βάψασ’ ἔνεγκε δεῦρο ποντίας ἁλός,

  ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν,

  νύμφην τ’ ἄνυμφον παρθένον τ’ ἀπάρθενον,

  λούσω πρ
οθῶμαί θ’ ὡς μὲν ἀξία, πόθεν;

  Οὐκ ἂν δυναίμην· ὡς δ’ ἔχω τί γὰρ πάθω;

  [615] Κόσμον τ’ ἀγείρασ’ αἰχμαλωτίδων πάρα,

  αἵ μοι πάρεδροι τῶνδ’ ἔσω σκηνωμάτων

  ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας

  λαθοῦσ’ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.

  Ὦ σχήματ’ οἴκων, ὦ ποτ’ εὐτυχεῖς δόμοι,

  [620] ὦ πλεῖστ’ ἔχων κάλλιστά τ’, εὐτεκνώτατε

  Πρίαμε, γεραιά θ’ ἥδ’ ἐγὼ μήτηρ τέκνων,

  ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος

  τοῦ πρὶν στερέντες. Εἶτα δῆτ’ ὀγκούμεθα,

  ὃ μέν τις ἡμῶν πλουσίοις ἐν δώμασιν,

  [625] ὃ δ’ ἐν πολίταις τίμιος κεκλημένος.

  Τὰ δ’ οὐδὲν ἄλλως, φροντίδων βουλεύματα

  γλώσσης τε κόμποι. Κεῖνος ὀλβιώτατος,

  ὅτῳ κατ’ ἦμαρ τυγχάνει μηδὲν κακόν.

  Χορός

  [629] Ἐμοὶ χρῆν συμφοράν,

  [630] ἐμοὶ χρῆν πημονὰν γενέσθαι,

  Ἰδαίαν ὅτε πρῶτον ὕλαν

  Ἀλέξανδρος εἰλατίναν

  ἐτάμεθ’, ἅλιον ἐπ’ οἶδμα ναυστολήσων

  [635] Ἑλένας ἐπὶ λέκτρα, τὰν

  καλλίσταν ὁ χρυσοφαὴς

  Ἅλιος αὐγάζει.

  Πόνοι γὰρ καὶ πόνων

  [640] ἀνάγκαι κρείσσονες κυκλοῦνται

  κοινὸν δ’ ἐξ ἰδίας ἀνοίας

  κακὸν τᾷ Σιμουντίδι γᾷ

  ὀλέθριον ἔμολε συμφορά τ’ ἀπ’ ἄλλων.

  Ἐκρίθη δ’ ἔρις, ἃν ἐν Ἴ-

  [645] δᾳ κρίνει τρισσὰς μακάρων

  παῖδας ἀνὴρ βούτας,

  ἐπὶ δορὶ καὶ φόνῳ καὶ ἐμῶν μελάθρων λώβᾳ·

  [650] στένει δὲ καί τις ἀμφὶ τὸν εὔροον Εὐρώταν

  Λάκαινα πολυδάκρυτος ἐν δόμοις κόρα,

 

‹ Prev