Complete Works of Euripides
Page 117
Καὶ μὴν ἑκοῦσά γ’ ἀσμένη τ’ ἐδέξατο
πόλις πόνον τόνδ’, ὡς θέλοντά μ’ ᾔσθετο.
395 Ἔα: λόγων τίς ἐμποδὼν ὅδ’ ἔρχεται;
Καδμεῖος, ὡς ἔοικεν οὐ σάφ’ εἰδότι,
κῆρυξ. Ἐπίσχες, ἤν σ’ ἀπαλλάξῃ πόνου
μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν
Κῆρυξ
Τίς γῆς τύραννος; πρὸς τίν’ ἀγγεῖλαί με χρὴ
400 λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς
Ἐτεοκλέους θανόντος ἀμφ’ ἑπταστόμους
πύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο;
Θησεύς
Πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,
ζητῶν τύραννον ἐνθάδ’: οὐ γὰρ ἄρχεται
405 ἑνὸς πρὸς ἀνδρός, ἀλλ’ ἐλευθέρα πόλις.
Δῆμος δ’ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει
ἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺς
τὸ πλεῖστον, ἀλλὰ χὡ πένης ἔχων ἴσον.
Κῆρυξ
Ἓν μὲν τόδ’ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως
410 κρεῖσσον: πόλις γὰρ ἧς ἐγὼ πάρειμ’ ἄπο
ἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται:
οὐδ’ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις
πρὸς κέρδος ἴδιον ἄλλοτ’ ἄλλοσε στρέφει,
τὸ δ’ αὐτίχ’ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν,
415 ἐσαῦθις ἔβλαψ’, εἶτα διαβολαῖς νέαις
κλέψας τὰ πρόσθε σφάλματ’ ἐξέδυ δίκης.
Ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους
ὀρθῶς δύναιτ’ ἂν δῆμος εὐθύνειν πόλιν;
ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους
420 κρείσσω δίδωσι. Γαπόνος δ’ ἀνὴρ πένης,
εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο
οὐκ ἂν δύναιτο πρὸς τὰ κοίν’ ἀποβλέπειν.
Ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,
ὅταν πονηρὸς ἀξίωμ’ ἀνὴρ ἔχῃ
425 γλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.
Θησεύς
Κομψός γ’ ὁ κῆρυξ καὶ παρεργάτης λόγων.
Ἐπεὶ δ’ ἀγῶνα καὶ σὺ τόνδ’ ἠγωνίσω,
ἄκου’: ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
Οὐδὲν τυράννου δυσμενέστερον πόλει,
430 ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι
κοινοί, κρατεῖ δ’ εἷς τὸν νόμον κεκτημένος
αὐτὸς παρ’ αὑτῷ: καὶ τόδ’ οὐκέτ’ ἔστ’ ἴσον.
Γεγραμμένων δὲ τῶν νόμων ὅ τ’ ἀσθενὴς
ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει,
435 ἔστιν δ’ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις
τὸν εὐτυχοῦντα ταὔθ’, ὅταν κλύῃ κακῶς,
νικᾷ δ’ ὁ μείων τὸν μέγαν δίκαι’ ἔχων.
Τοὐλεύθερον δ’ ἐκεῖνο: Τίς θέλει πόλει
χρηστόν τι βούλευμ’ ἐς μέσον φέρειν ἔχων;
440 καὶ ταῦθ’ ὁ χρῄζων λαμπρός ἐσθ’, ὁ μὴ θέλων
σιγᾷ. Τί τούτων ἔστ’ ἰσαίτερον πόλει;
καὶ μὴν ὅπου γε δῆμος αὐθέντης χθονός,
ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις:
ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε,
445 καὶ τοὺς ἀρίστους οὕς τ’ ἂν ἡγῆται φρονεῖν
κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι.
Πῶς οὖν ἔτ’ ἂν γένοιτ’ ἂν ἰσχυρὰ πόλις,
ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν
τόλμας ἀφαιρῇ κἀπολωτίζῃ νέους;
450 κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις
ὡς τῷ τυράννῳ πλείον’ ἐκμοχθῇ βίον;
ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,
τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ,
δάκρυα δ’ ἑτοιμάζουσι; μὴ ζῴην ἔτι,
455 εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.
Καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα.
Ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;
κλαίων γ’ ἂν ἦλθες, εἴ σε μὴ ‘†πεμψεν πόλις,
περισσὰ φωνῶν: τὸν γὰρ ἄγγελον χρεὼν
460 λέξανθ’ ὅσ’ ἂν τάξῃ τις ὡς τάχος πάλιν
χωρεῖν. Τὸ λοιπὸν δ’ εἰς ἐμὴν πόλιν Κρέων
ἧσσον λάλον σου πεμπέτω τιν’ ἄγγελον.
Χορός
Φεῦ φεῦ: κακοῖσιν ὡς ὅταν δαίμων διδῷ
καλῶς, ὑβρίζουσ’ ὡς ἀεὶ πράξοντες εὖ.
Κῆρυξ
465 Λέγοιμ’ ἂν ἤδη. Τῶν μὲν ἠγωνισμένων
σοὶ μὲν δοκείτω ταῦτ’, ἐμοὶ δὲ τἀντία.
Ἐγὼ δ’ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς
Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι:
εἰ δ’ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας,
470 λύσαντα σεμνὰ στεμμάτων μυστήρια
τῆσδ’ ἐξελαύνειν, μηδ’ ἀναιρεῖσθαι νεκροὺς
βίᾳ, προσήκοντ’ οὐδὲν Ἀργείων πόλει.
Κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλιν
σὴν ναυστολήσεις: εἰ δὲ μή, πολὺς κλύδων
475 ἡμῖν τε καὶ σοὶ συμμάχοις τ’ ἔσται δορός.
Σκέψαι δέ, καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος
λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων,
σφριγῶντ’ ἀμείψῃ μῦθον ἐκ βραχιόνων:
ἐλπὶς γάρ ἐστ’ ἄπιστον, ἣ πολλὰς πόλεις
480 συνῆψ’, ἄγουσα θυμὸν εἰς ὑπερβολάς.
Ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ,
οὐδεὶς ἔθ’ αὑτοῦ θάνατον ἐκλογίζεται,
τὸ δυστυχὲς δὲ τοῦτ’ ἐς ἄλλον
ἐκτρέπει:
εἰ δ’ ἦν παρ’ ὄμμα θάνατος ἐν ψήφου φορᾷ,
485 οὐκ ἄν ποθ’ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο.
Καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν
τὸν κρείσσον’ ἴσμεν, καὶ τὰ χρηστὰ καὶ κακά,
ὅσῳ τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς:
ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη,
490 Ποιναῖσι δ’ ἐχθρά, τέρπεται δ’ εὐπαιδίᾳ,
χαίρει δὲ πλούτῳ. Ταῦτ’ ἀφέντες οἱ κακοὶ
πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα
δουλούμεθ’, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.
Σὺ δ’ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς,
495 θάπτων κομίζων θ’ ὕβρις οὓς ἀπώλεσεν;
οὔ τἄρ’ ἔτ’ ὀρθῶς Καπανέως κεραύνιον
δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας
ὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλιν
πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ;
500 οὐδ’ ἥρπασεν χάρυβδις οἰωνοσκόπον,
τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,
ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται
πέτροις καταξανθέντες ὀστέων ῥαφάς;
ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός,
505 ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι.
Φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα,
ἔπειτα τοκέας πατρίδα θ’, ἣν αὔξειν χρεὼν
καὶ μὴ κατᾶξαι. Σφαλερὸν ἡγεμὼν θρασύς:
νεώς τε ναύτης ἥσυχος, καιρῷ σοφός.
510 Καὶ τοῦτ’ ἐμοὶ τἀνδρεῖον, ἡ προμηθία.
Χορός
Ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος,
ὑμᾶς δ’ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδ’ ὕβριν.
Ἄδραστος
Ὦ παγκάκιστε —
Θησεύς
Σῖγ’, Ἄδραστ’, ἔχε στόμα,
καὶ μὴ ‘πίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους
515 θῇς: οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε,
ἀλλ’ ὡς ἔμ’: ἡμᾶς κἀποκρίνασθαι χρεών.
Καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτ’ ἀμείψομαι.
Οὐκ οἶδ’ ἐγὼ Κρέοντα δεσπόζοντ’ ἐμοῦ
οὐδὲ σθένοντα μεῖζον, ὥστ’ ἀναγκάσαι
520 δρᾶν τὰς Ἀθήνας ταῦτ’: ἄνω γὰρ ἂν ῥέοι
τὰ πράγμαθ’ οὕτως, εἰ ‘πιταξόμεσθα δή.
Πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι,
ὃς οὐδὲ σὺν τοῖσδ’ ἦλθον ἐς Κάδμου χθόνα:
νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν
525 οὐδ’ ἀνδροκμῆτας προσφέρων ἀγωνίας,
θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον
σῴζων. Τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;
εἰ γάρ τι καὶ πεπόνθατ’ Ἀργείων ὕπο,
τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς,
530 αἰσχρῶς δ’ ἐκείνοις, χἡ δίκη διοίχεται.
Ἐάσατ’ ἤδη γῇ καλυφθῆναι νεκρούς,
ὅθεν δ’ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο,
ἐνταῦθ’ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα,
τὸ σῶμα δ’ ἐς γῆν: οὔτι γὰρ κεκτήμεθα
535 ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον,
κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.
Δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;
ἥκιστα: πάσης Ἑλλάδος κοινὸν τόδε,
εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν
540 ἀτάφους τις ἕξει: δειλίαν γὰρ ἐσφέρει
τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος.
Κἀμοὶ μὲν ἦλθες δείν’ ἀπειλήσων ἔπη,
νεκροὺς δὲ ταρβεῖτ’, εἰ κρυβήσονται χθονί;
τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν
545 ταφέντες ὑμῶν; ἢ τέκν’ ἐν μυχῷ χθονὸς
φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;
σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε,
φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.
Ἀλλ’, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά:
550 παλαίσμαθ’ ἡμῶν ὁ βίος: εὐτυχοῦσι δὲ
οἳ μὲν τάχ’, οἳ δ’ ἐσαῦθις, οἳ δ’ ἤδη βροτῶν,
τρυφᾷ δ’ ὁ δαίμων: πρός τε γὰρ τοῦ δυστυχοῦς,
ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται,
ὅ τ’ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν
555 ὑψηλὸν αἴρει. Γνόντας οὖν χρεὼν τάδε
ἀδικουμένους τε μέτρια μὴ θυμῷ φέρειν
ἀδικεῖν τε τοιαῦθ’ οἷα μὴ βλάψαι πόλιν.
Πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς
θάψαι δὸς ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.
560 Ἢ δῆλα τἀνθένδ’: εἶμι καὶ θάψω βίᾳ.
Οὐ γάρ ποτ’ εἰς Ἕλληνας ἐξοισθήσεται
ὡς εἰς ἔμ’ ἐλθὼν καὶ πόλιν Πανδίονος
νόμος παλαιὸς δαιμόνων διεφθάρη.
Χορός
Θάρσει: τὸ γάρ τοι τῆς Δίκης σῴζων φάος
565 πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους.
Κῆρυξ
Βούλῃ συνάψω μῦθον ἐν βραχεῖ †σέθεν†;
Θησεύς
Λέγ’, εἴ τι βούλῃ: καὶ γὰρ οὐ σιγηλὸς εἶ.
Κῆρυξ
Οὐκ ἄν ποτ’ ἐκ γῆς παῖδας Ἀργείων λάβοις.
Θησεύς
Κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν.
Κῆρυξ
570 Κλύοιμ’ ἄν: οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος.
Θησεύς
Θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας.
Κῆρυξ
Ἐν ἀσπίσιν σοι πρῶτα κι�
�δυνευτέον.
Θησεύς
Πολλοὺς ἔτλην δὴ †χἁτέρους ἄλλους πόνους†.
Κῆρυξ
Ἦ πᾶσιν οὖν ἔφυσεν ἐξαρκεῖν πατήρ;
Θησεύς
575 Ὅσοι γ’ ὑβρισταί: χρηστὰ δ’ οὐ κολάζομεν.
Κῆρυξ
Πράσσειν σὺ πόλλ’ εἴωθας ἥ τε σὴ πόλις.
Θησεύς
Τοιγὰρ πονοῦσα πολλὰ πόλλ’ εὐδαιμονεῖ.
Κῆρυξ
Ἔλθ’, ὥς σε λόγχη σπαρτὸς ἐν πόλει λάβῃ.
Θησεύς
Τίς δ’ ἐκ δράκοντος θοῦρος ἂν γένοιτ’ Ἄρης;
Κῆρυξ
580 Γνώσῃ σὺ πάσχων: νῦν δ’ ἔτ’ εἶ νεανίας.
Θησεύς
Οὔτοι μ’ ἐπαρεῖς ὥστε θυμῶσαι φρένας
τοῖς σοῖσι κόμποις: ἀλλ’ ἀποστέλλου χθονός,
Λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών.
περαίνομεν γὰρ οὐδέν.
Ὁρμᾶσθαι χρεὼν
585 πάντ’ ἄνδρ’ ὁπλίτην ἁρμάτων τ’ ἐπεμβάτην,
μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα
ἀφρῷ καταστάζοντα Καδμείαν χθόνα.
Χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας
590 αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων
589 αὐτός τε κῆρυξ. Σοὶ δὲ προστάσσω μένειν,
591 Ἄδραστε, κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχας
τὰς σάς. Ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα
στρατηλατήσω καινὸς ἐν καινῷ δορί.
Ἓν δεῖ μόνον μοι: τοὺς θεοὺς ἔχειν, ὅσοι
595 Δίκην σέβονται: ταῦτα γὰρ ξυνόνθ’ ὁμοῦ
νίκην δίδωσιν. Ἀρετὴ δ’ οὐδὲν λέγει
βροτοῖσιν, ἢ μὴ τὸν θεὸν χρῄζοντ’ ἔχῃ.
Χορός
— Ὦ μέλεαι μελέων ματέρες λοχαγῶν,
ὥς μοι ὑφ’ ἥπατι χλωρὸν δεῖμα θάσσει —