by Euripides
καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω
Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος·
σὺ δ’ Ἰσθμίας γῆς αὐχέν’ ἐμβαίνω ποδὶ
χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα.
πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου 1290
εὐδαιμονήσεις τῶνδ’ ἀπαλλαχθεὶς πόνων.
ΧΟΡΟΣ
ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς
τὰς ὑμετέρας ἡμῖν πελάθειν;
ΔΙΟΣΚΟΥΡΟΙ
θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις.
ΗΛΕΚΤΡΑ
κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι;
ΔΙΟΣΚΟΥΡΟΙ
καὶ σοί· Φοίβῳ τήνδ’ ἀναθήσω
πρᾶξιν φονίαν.
ΧΟΡΟΣ
πῶς ὄντε θεὼ τῆσδέ τ’ ἀδελφὼ
τῆς καπφθιμένης
οὐκ ἠρκέσατον κῆρας μελάθροις; 1300
ΔΙΟΣΚΟΥΡΟΙ
μοῖρά τ’ ἀνάγκης ἦγ’ ᾗ τὸ χρεών,
Φοίβου τ’ ἄσοφοι γλώσσης ἐνοπαί.
ΗΛΕΚΤΡΑ
τίς δ’ ἔμ’ Ἀπόλλων, ποῖοι χρησμοὶ
φονίαν ἔδοσαν μητρὶ γενέσθαι;
ΔΙΟΣΚΟΥΡΟΙ
κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι,
μία δ’ ἀμφοτέρους
ἄτη πατέρων διέκναισεν.
ΟΡΕΣΤΗΣ
ὦ σύγγονέ μοι, χρονίαν σ’ ἐσιδὼν
τῶν σῶν εὐθὺς φίλτρων στέρομαι
καὶ σ’ ἀπολείψω σοῦ λειπόμενος. 1310
ΔΙΟΣΚΟΥΡΟΙ
πόσις ἔστ’ αὐτῇ καὶ δόμος· οὐχ ἥδ’
οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει
πόλιν Ἀργείων.
ΗΛΕΚΤΡΑ
καὶ τίνες ἄλλαι στοναχαὶ μείζους
ἢ γῆς πατρίας ὅρον ἐκλείπειν;
ΟΡΕΣΤΗΣ
ἀλλ’ ἐγὼ οἴκων ἔξειμι πατρὸς
καὶ ἐπ’ ἀλλοτρίαις ψήφοισι φόνον
μητρὸς ὑφέξω.
ΔΙΟΣΚΟΥΡΟΙ
θάρσει· Παλλάδος
ὁσίαν ἥξεις πόλιν· ἀλλ’ ἀνέχου. 1320
ΗΛΕΚΤΡΑ
περί μοι στέρνοις στέρνα πρόσαψον,
σύγγονε φίλτατε·
διὰ γὰρ ζευγνῦσ’ ἡμᾶς πατρίων
μελάθρων μητρὸς φόνιοι κατάραι.
ΟΡΕΣΤΗΣ
βάλε, πρόσπτυξον σῶμα· θανόντος δ’
ὡς ἐπὶ τύμβῳ καταθρήνησον.
ΔΙΟΣΚΟΥΡΟΙ
φεῦ φεῦ· δεινὸν τόδ’ ἐγηρύσω
καὶ θεοῖσι κλύειν.
ἔνι γὰρ κἀμοὶ τοῖς τ’ οὐρανίδαις
οἶκτοι θνητῶν πολυμόχθων. 1330
ΟΡΕΣΤΗΣ
οὐκέτι σ’ ὄψομαι.
ΗΛΕΚΤΡΑ
οὐδ’ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.
ΟΡΕΣΤΗΣ
τάδε λοίσθιά μοι προσφθέγματά σου.
ΗΛΕΚΤΡΑ
ὦ χαῖρε, πόλις·
χαίρετε δ’ ὑμεῖς πολλά, πολίτιδες.
ΟΡΕΣΤΗΣ
ὦ πιστοτάτη, στείχεις ἤδη;
ΗΛΕΚΤΡΑ
στείχω βλέφαρον τέγγουσ’ ἁπαλόν.
ΟΡΕΣΤΗΣ
Πυλάδη, χαίρων ἴθι, νυμφεύου 1340
δέμας Ἠλέκτρας.
ΔΙΟΣΚΟΥΡΟΙ
τοῖσδε μελήσει γάμος· ἀλλὰ κύνας
τάσδ’ ὑποφεύγων στεῖχ’ ἐπ’ Ἀθηνῶν·
δεινὸν γὰρ ἴχνος βάλλουσ’ ἐπὶ σοὶ
χειροδράκοντες χρῶτα κελαιναί,
δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι·
νὼ δ’ ἐπὶ πόντον Σικελὸν σπουδῇ
σῴσοντε νεῶν πρῴρας ἐνάλους.
διὰ δ’ αἰθερίας στείχοντε πλακὸς
τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν, 1350
οἷσιν δ’ ὅσιον καὶ τὸ δίκαιον
φίλον ἐν βιότῳ, τούτους χαλεπῶν
ἐκλύοντες μόχθων σῴζομεν.
οὕτως ἀδικεῖν μηδεὶς θελέτω
μηδ’ ἐπιόρκων μέτα συμπλείτω·
θεὸς ὢν θνητοῖς ἀγορεύω.
ΧΟΡΟΣ
χαίρετε· χαίρειν δ’ ὅστις δύναται
καὶ ξυντυχίᾳ μή τινι κάμνει
θνητῶν, εὐδαίμονα πράσσει.
HERACLES
Ἀμφιτρυ´ων
Τι´ς τὸν Διὸς συ´λλεκτρον οὐκ οἰ̂δεν βροτω̂ν,
Ἀργει̂ον Ἀμφιτρυ´ων’, ὃν Ἀλκαι̂ο´ς ποτε
ἐ´τιχθ’ ὁ Περσε´ως, πατε´ρα το´νδ’ Ἡρακλε´ους;
ὃς τα´σδε Θη´βας ἐ´σχον, ἐ´νθ’ ὁ γηγενὴς
σπαρτω̂ν στα´χυς ἐ´βλαστεν, ὡ̂ν γε´νους Ἀρης 5
ἐ´σωσ’ ἀριθμὸν ὀλι´γον, οἳ Κα´δμου πο´λιν
τεκνου̂σι παι´δων παισι´ν. ἐ´νθεν ἐξε´φυ
Κρε´ων Μενοικε´ως παι̂ς, ἀ´ναξ τη̂σδε χθονο´ς.
Κρε´ων δὲ Μεγα´ρας τη̂σδε γι´γνεται πατη´ρ,
ἣν πα´ντες ὑμεναι´οισι Καδμει̂οι´ ποτε 10
λωτῳ̂ συνηλα´λαξαν, ἡνι´κ’ εἰς ἐμοὺς
δο´μους ὁ κλεινὸς Ἡρακλη̂ς νιν ἠ´γετο.
Λιπὼν δὲ Θη´βας, οὑ̂ κατῳκι´σθην ἐγω´,
Μεγα´ραν τε τη´νδε πενθερου´ς τε παι̂ς ἐμὸς
Ἀργει̂α τει´χη καὶ Κυκλωπι´αν πο´λιν 15
ὠρε´ξατ’ οἰκει̂ν, ἣν ἐγὼ φευ´γω κτανὼν
Ἠλεκτρυ´ωνα· συμφορὰς δὲ τὰς ἐμὰς
ἐξευμαρι´ζων καὶ πα´τραν οἰκει̂ν θε´λων,
καθο´δου δι´δωσι μισθὸν Εὐρυσθει̂ με´γαν,
ἐξημερω̂σαι γαι̂αν, εἰθ’ ̔´Ηρας ὑ´πο 20
κε´ντροις δαμασθεὶς εἰτε του̂ χρεὼν με´τα.
Καὶ τοὺς μὲν ἀ´λλους ἐξεμο´χθησεν πο´νους,
τὸ λοι´σθιον δὲ Ταινα´ρου διὰ στο´μα
βε�
�βηκ’ ἐς Ἀιδου, τὸν τρισω´ματον κυ´να
ἐς φω̂ς ἀνα´ξων, ἐ´νθεν οὐχ ἡ´κει πα´λιν. 25
Γε´ρων δὲ δη´ τις ἐ´στι Καδμει´ων λο´γος
ὡς ἠ̂ν πα´ρος Δι´ρκης τις εὐνη´τωρ Λυ´κος
τὴν ἑπτα´πυργον τη´νδε δεσπο´ζων πο´λιν,
τὼ λευκοπω´λω πρὶν τυραννη̂σαι χθονὸς
Ἀμφι´ον’ ἠδὲ Ζη̂θον, ἐκγο´νω Διο´ς. 30
Οὑ̂ ταὐτὸν ὀ´νομα παι̂ς πατρὸς κεκλημε´νος,
Καδμει̂ος οὐκ ὠ´ν, ἀλλ’ ἀπ’ Εὐβοι´ας μολω´ν,
κτει´νει Κρε´οντα καὶ κτανὼν ἀ´ρχει χθονο´ς,
στα´σει νοσου̂σαν τη´νδ’ ἐπεσπεσὼν πο´λιν.
Ἡ̔μι̂ν δὲ κη̂δος ἐς Κρε´οντ’ ἀνημμε´νον 35
κακὸν με´γιστον, ὡς ἐ´οικε, γι´γνεται.
τοὐμου̂ γὰρ ὀ´ντος παιδὸς ἐν μυχοι̂ς χθονὸς
ὁ καινὸς οὑ̂τος τη̂σδε γη̂ς ἀ´ρχων Λυ´κος
τοὺς Ἡρακλει´ους παι̂δας ἐξελει̂ν θε´λει
κτανὼν δα´μαρτα´ <θ’>, ὡς φο´νῳ σβε´σῃ φο´νον, 40
κἀ´μ’ — εἰ τι δὴ χρὴ κἀ´μ’ ἐν ἀνδρα´σιν λε´γειν
γε´ροντ’ ἀχρει̂ον — μη´ ποθ’ οἱ´δ’ ἠνδρωμε´νοι
μη´τρωσιν ἐκπρα´ξωσιν αἱ´ματος δι´κην.
Ἐ̓γὼ δε´ — λει´πει γα´ρ με τοι̂σδ’ ἐν δω´μασιν
τροφὸν τε´κνων οἰκουρο´ν, ἡνι´κα χθονὸς 45
με´λαιναν ὀ´ρφνην εἰσε´βαινε, παι̂ς ἐμο´ς —
σὺν μητρι´, τε´κνα μὴ θα´νωσ’ Ἡρακλε´ους,
βωμὸν καθι´ζω το´νδε σωτη̂ρος Διο´ς,
ὃν καλλινι´κου δορὸς ἀ´γαλμ’ ἱδρυ´σατο
Μινυ´ας κρατη´σας οὑμὸς εὐγενὴς το´κος. 50
Πα´ντων δὲ χρει̂οι τα´σδ’ ἑ´δρας φυλα´σσομεν,
σι´των ποτω̂ν ἐσθη̂τος, ἀστρω´τῳ πε´δῳ
πλευρὰς τιθε´ντες· ἐκ γὰρ ἐσφραγισμε´νοι
δο´μων καθη´μεθ’ ἀπορι´ᾳ σωτηρι´ας.
Φι´λων δὲ τοὺς μὲν οὐ σαφει̂ς ὁρω̂ φι´λους, 55
οἳ δ’ ὀ´ντες ὀρθω̂ς ἀδυ´νατοι προσωφελει̂ν.
Τοιου̂τον ἀνθρω´ποισιν ἡ δυσπραξι´α·
ἡ̂ς μη´ποθ’ ὁ´στις καὶ με´σως εὐ´νους ἐμοὶ
τυ´χοι, φι´λων ἐ´λεγχον ἀψευδε´στατον.
Μεγα´ρα
Ὦ̓̂ πρε´σβυ, Ταφι´ων ὁ´ς ποτ’ ἐξει̂λες πο´λιν 60
στρατηλατη´σας κλεινὰ Καδμει´ων δορο´ς,
ὡς οὐδὲν ἀνθρω´ποισι τω̂ν θει´ων σαφε´ς.
Ἐ̓γὼ γὰρ οὐ´τ’ ἐς πατε´ρ’ ἀπηλα´θην τυ´χης,
ὃς οὑ´νεκ’ ὀ´λβου με´γας ἐκομπα´σθη ποτε´,
ἐ´χων τυραννι´δ’, ἡ̂ς μακραὶ λο´γχαι πε´ρι 65
πηδω̂σ’ ἐ´ρωτι σω´ματ’ εἰς εὐδαι´μονα,
ἐ´χων δὲ τε´κνα· κἀ´μ’ ἐ´δωκε παιδὶ σῳ̂
ἐπι´σημον εὐνὴν Ἡρακλει̂ συνοικι´σας.
Καὶ νυ̂ν ἐκει̂να μὲν θανο´ντ’ ἀνε´πτατο,
ἐγὼ δὲ καὶ σὺ με´λλομεν θνη´ͅσκειν, γε´ρον, 70
Οἱ´ θ’ Ἡρα´κλειοι παι̂δες, οὓς ὑπὸ πτεροι̂ς
σω´ͅζω νεοσσοὺς ὀ´ρνις ὣς ὑφειμε´νη.
οἳ δ’ εἰς ἐ´λεγχον ἀ´λλος ἀ´λλοθεν πι´τνων,
Ὦ μη̂τερ, αὐδᾳ̂, ποι̂ πατὴρ ἀ´πεστι γη̂ς;
τι´ δρᾳ̂, πο´θ’ ἡ´ξει; τῳ̂ νε´ῳ δ’ ἐσφαλμε´νοι 75
ζητου̂σι τὸν τεκο´ντ’· ἐγὼ δὲ διαφε´ρω
λο´γοισι, μυθευ´ουσα. Θαυμα´ζων δ’ ὁ´ταν
πυ´λαι ψοφω̂σι, πα̂ς ἀνι´στησιν πο´δα,
ὡς πρὸς πατρῳ̂ον προσπεσου´μενοι γο´νυ.
Νυ̂ν οὐ̂ν τι´ν’ ἐλπι´δ’ ἢ πε´δον σωτηρι´ας 80
ἐξευμαρι´ζῃ, πρε´σβυ; πρὸς σὲ γὰρ βλε´πω.
ὡς οὐ´τε γαι´ας ὁ´ρι’ ἂν ἐκβαι̂μεν λα´θρᾳ·
φυλακαὶ γὰρ ἡμω̂ν κρει´σσονες κατ’ ἐξο´δους·
οὐ´τ’ ἐν φι´λοισιν ἐλπι´δες σωτηρι´ας
ἐ´τ’ εἰσὶν ἡμι̂ν. Ἡ̔´ντιν’ οὐ̂ν γνω´μην ἐ´χεις 85
λε´γ’ ἐς τὸ κοινο´ν, μὴ θανει̂ν ἑ´τοιμον ᾐ̂.
Ἀμφιτρυ´ων 88
Ὦ̓̂̓̂ θυ´γατερ, οὐ´τοι ῥα´ͅδιον τὰ τοια´δε
φαυ´λως παραινει̂ν, σπουδα´σαντ’ ἀ´νευ πο´νου·
χρο´νον δὲ μηκυ´νωμεν ὀ´ντες ἀσθενει̂ς. 87
Μεγα´ρα
Λυ´πης τι προσδει̂ς ἢ φιλει̂ς οὑ´τω φα´ος; 90
Ἀμφιτρυ´ων
Καὶ τῳ̂δε χαι´ρω καὶ φιλω̂ τὰς ἐλπι´δας.
Μεγα´ρα
Κἀγω´· δοκει̂ν δὲ τἀδο´κητ’ οὐ χρη´, γε´ρον.
Ἀμφιτρυ´ων
Ἐν ται̂ς ἀναβολαι̂ς τω̂ν κακω̂ν ἐ´νεστ’ ἀ´κη.
Μεγα´ρα
Ὁ̔ δ’ ἐν με´σῳ με λυπρὸς ὢν δα´κνει χρο´νος.
Ἀμφιτρυ´ων
Γε´νοιτο ἂν, ὠ̂ θυ´γατερ, οὐ´ριος δρο´μος 95
ἐκ τω̂ν παρο´ντων τω̂νδ’ ἐμοὶ καὶ σοὶ κακω̂ν,
ἐ´λθοι τ’ ἐ´τ’ ἂν παι̂ς οὑμο´ς, εὐνη´τωρ δὲ σο´ς.
Ἀ̓λλ’ ἡσυ´χαζε καὶ δακρυρρο´ους τε´κνων
πηγὰς ἀφαι´ρει καὶ παρευκη´λει λο´γοις,
κλε´πτουσα μυ´θοις ἀθλι´ους κλοπὰς ὁ´μως. 100
Κα´μνουσι γα´ρ τοι καὶ βροτω̂ν αἱ συμφοραι´,
καὶ πνευ´ματ’ ἀνε´μων οὐκ ἀεὶ ῥω´μην ἐ´χει·
οἱ´ τ’ εὐτυχου̂ντες διὰ τε´λους οὐκ εὐτυχει̂ς.
Ἐ̓ξι´σταται γὰρ πα´ντ’ ἀπ’ ἀλλη´λων δι´χα.
οὑ̂τος δ’ ἀνὴρ ἀ´ριστος ὁ´στις ἐλπι´σι 105
πε´ποιθεν αἰει´· τὸ δ’ ἀπορει�
�ν ἀνδρὸς κακου̂.
Χορο´ς
Ὑ̔πω´ροφα με´λαθρα καὶ
γεραιὰ δε´μνι’, ἀμφὶ βα´κτροις
ἐ´ρεισμα θε´μενος, ἐστα´λην
ἰηλε´μων γο´ων ἀοι- 110
δὸς ὡ´στε πολιὸς ὀ´ρνις,
ἐ´πεα μο´νον καὶ δο´κη-
μα νυκτερωπὸν ἐννυ´χων ὀνει´ρων,
τρομερὰ με´ν, ἀλλ’ ὁ´μως προ´θυμ’.
Ὦ̓̂ τε´κεα, τε´κεα πατρὸς ἀπα´τορ’,
ὠ̂ γεραιὲ συ´ τε τα´λαινα μα̂- 115
τερ, ἃ τὸν Ἀι´δα δο´μοις
πο´σιν ἀναστενα´ζεις.
Μὴ προκα´μητε πο´δα βαρυ´ τε
κω̂λον ὡ´στε πρὸς πετραι̂ον 120
λε´πας † ζυγηφο´ρον πω̂λον
ἀνε´ντες ὡς βα´ρος φε´ρον
τροχηλα´τοιο πω´λου †.
Λαβου̂ χερω̂ν καὶ πε´πλων,
ὁ´του λε´λοιπε ποδὸς ἀμαυρὸν ἰχνος· 125
γε´ρων γε´ροντα παρακο´μιζ’,
ᾡ̂ ξυ´νοπλα δο´ρατα νε´α νε´ῳ 127
τὸ πα´ρος ἐν ἡλι´κων πο´νοις 126
ξυνη̂ν ποτ’, εὐκλεεστα´τας 128
πατρι´δος οὐκ ὀνει´δη.
Ἰδετε, πατε´ρος ὡς γορ-
γω̂πες αἱ´δε προσφερει̂ς
ὀμμα´των αὐγαι´,
τὸ δὲ κακοτυχὲς οὐ λε´λοιπεν ἐκ τε´κνων
οὐδ’ ἀποι´χεται χα´ρις. 135
Ἑλλὰς ὠ̂ ξυμμα´χους
οἱ´ους οἱ´ους ὀλε´σα-
σα του´σδ’ ἀποστερη´σῃ.
Ἀλλ’ εἰσορω̂ γὰρ τη̂σδε κοι´ρανον χθονὸς
Λυ´κον περω̂ντα τω̂νδε δωμα´των πε´λας.
Λυ´κος
Τὸν Ἡρα´κλειον πατε´ρα καὶ ξυνα´ορον, 140
εἰ χρη´ μ’, ἐρωτω̂· χρὴ δ’, ἐπει´ γε δεσπο´της
ὑμω̂ν καθε´στηχ’, ἱστορει̂ν ἃ βου´λομαι.