by Euripides
Vι´ν’ ἐς χρο´νον ζητει̂τε μηκυ̂ναι βι´ον;
τι´ν’ ἐλπι´δ’ ἀλκη´ν τ’ εἰσορα̂τε μὴ θανει̂ν;
ἢ τὸν παρ’ ̔´Αιδῃ πατε´ρα τω̂νδε κει´μενον 145
πιστευ´εθ’ ἡ´ξειν; ὡς ὑπὲρ τὴν ἀξι´αν
τὸ πε´νθος αἰρεσθ’, εἰ θανει̂ν ὑμα̂ς χρεω´ν,
σὺ μὲν καθ’ Ἑλλα´δ’ ἐκβαλὼν κο´μπους κενου´ς,
ὡς συ´γγαμο´ς σοι Ζεὺς τε´κ<νου τε κ>οινεω´ν,
σὺ δ’ ὡς ἀρι´στου φωτὸς ἐκλη´θης δα´μαρ. 150
Τι´ δὴ τὸ σεμνὸν σῳ̂ κατει´ργασται πο´σει,
ὑ´δραν ἑ´λειον εἰ διω´λεσε κτανὼν
ἢ τὸν Νε´μειον θη̂ρα; ὃν ἐν βρο´χοις ἑλὼν
βραχι´ονο´ς φησ’ ἀγχο´ναισιν ἐξελει̂ν.
Τοι̂σδ’ ἐξαγωνι´ζεσθε; τω̂νδ’ ἀ´ρ’ οὑ´νεκα 155
τοὺς Ἡρακλει´ους παι̂δας οὐ θνη´ͅσκειν χρεω´ν;
ὃς ἐ´σχε δο´ξαν οὐδὲν ὢν εὐψυχι´ας
θηρω̂ν ἐν αἰχμῃ̂, τἀ´λλα δ’ οὐδὲν ἀ´λκιμος,
ὃς οὐ´ποτ’ ἀσπι´δ’ ἐ´σχε πρὸς λαιᾳ̂ χερὶ
οὐδ’ ἠ̂λθε λο´γχης ἐγγυ´ς, ἀλλὰ το´ξ’ ἐ´χων,160
κα´κιστον ὁ´πλον, τῃ̂ φυγῃ̂ προ´χειρος ἠ̂ν.
Ἀ̓νδρὸς δ’ ἐ´λεγχος οὐχὶ το´ξ’ εὐψυχι´ας,
ἀλλ’ ὃς με´νων βλε´πει τε κἀντιδε´ρκεται
δορὸς ταχει̂αν ἀ´λοκα τα´ξιν ἐμβεβω´ς.
Ἔ̓´χει δὲ τοὐμὸν οὐκ ἀναι´δειαν, γε´ρον,165
ἀλλ’ εὐλα´βειαν· οἰ̂δα γὰρ κατακτανὼν
Κρε´οντα πατε´ρα τη̂σδε καὶ θρο´νους ἐ´χων.
Οὐ´κουν τραφε´ντων τω̂νδε τιμωροὺς ἐμοὺς
χρη´ͅζω λιπε´σθαι τω̂ν δεδραμε´νων δι´κην.
Ἀμφιτρυ´ων
Τῳ̂ του̂ Διὸς μὲν Ζεὺς ἀμυνε´τω με´ρει 170
παιδο´ς· τὸ δ’ εἰς ἐ´μ’, Ἡρα´κλεις, ἐμοὶ με´λει
λο´γοισι τὴν του̂δ’ ἀμαθι´αν ὑπὲρ σε´θεν
δει̂ξαι· κακω̂ς γα´ρ σ’ οὐκ ἐατε´ον κλυ´ειν.
Πρω̂τον μὲν οὐ̂ν τἀ´ρρητ’ — ἐν ἀρρη´τοισι γὰρ
τὴν σὴν νομι´ζω δειλι´αν, Ἡρα´κλεες — 175
σὺν μα´ρτυσιν θεοι̂ς δει̂ μ’ ἀπαλλα´ξαι σε´θεν.
Διὸς κεραυνο´ν τ’ ἠρο´μην τε´θριππα´ τε,
ἐν οἱ̂ς βεβηκὼς τοι̂σι γη̂ς βλαστη´μασιν
Γι´γασι πλευροι̂ς πτη´ν’ ἐναρμο´σας βε´λη
τὸν καλλι´νικον μετὰ θεω̂ν ἐκω´μασεν· 180
τετρασκελε´ς θ’ ὑ´βρισμα, Κενταυ´ρων γε´νος,
Φολο´ην ἐπελθω´ν, ὠ̂ κα´κιστε βασιλε´ων,
ἐρου̂ τι´ν’ ἀ´νδρ’ ἀ´ριστον ἐγκρι´νειαν ἀ´ν,
ἢ οὐ παι̂δα τὸν ἐμο´ν, ὃν σὺ φῂς εἰ̂ναι δοκει̂ν.
Δι´ρφυν τ’ ἐρωτω̂ν ἡ´ σ’ ἐ´θρεψ’ Ἀβαντι´δα, 185
οὐκ ἀ´ν σ’ ἐπαινε´σειεν· οὐ γὰρ ἐ´σθ’ ὁ´που
ἐσθλο´ν τι δρα´σας μα´ρτυρ’ ἂν λα´βοις πα´τραν.
Τὸ πα´νσοφον δ’ εὑ´ρημα, τοξη´ρη σαγη´ν,
με´μφῃ· κλυ´ων νυ̂ν τἀπ’ ἐμου̂ σοφὸς γενου̂.
Ἀνὴρ ὁπλι´της δου̂λο´ς ἐστι τω̂ν ὁ´πλων 190
καὶ τοι̂σι συνταχθει̂σιν οὐ̂σι μὴ ἀγαθοι̂ς
αὐτὸς τε´θνηκε δειλι´ᾳ τῃ̂ τω̂ν πε´λας,
θραυ´σας τε λο´γχην οὐκ ἐ´χει τῳ̂ σω´ματι
θα´νατον ἀμυ̂ναι, μι´αν ἐ´χων ἀλκὴν μο´νον·
ὁ´σοι δὲ το´ξοις χει̂ρ’ ἐ´χουσιν εὐ´στοχον, 195
ἓν μὲν τὸ λῳ̂στον, μυρι´ους οἰστοὺς ἀφεὶς
ἀ´λλοις τὸ σω̂μα ῥυ´εται μὴ κατθανει̂ν,
ἑκὰς δ’ ἀφεστὼς πολεμι´ους ἀμυ´νεται
τυφλοι̂ς ὁρω̂ντας οὐτα´σας τοξευ´μασιν
τὸ σω̂μα´ τ’ οὐ δι´δωσι τοι̂ς ἐναντι´οις, ͅ200
ἐν εὐφυλα´κτῳ δ’ ἐστι´· του̂το δ’ ἐν μα´χη
σοφὸν μα´λιστα, δρω̂ντα πολεμι´ους κακω̂ς
σω´ͅζειν τὸ σω̂μα, μὴ ‘κ τυ´χης ὡρμισμε´νον.
Λο´γοι μὲν οἱ´δε τοι̂σι σοι̂ς ἐναντι´αν
γνω´μην ἐ´χουσι τω̂ν καθεστω´των πε´ρι. 205
Παι̂δας δὲ δὴ τι´ του´σδ’ ἀποκτει̂ναι θε´λεις;
τι´ σ’ οἱ´δ’ ἐ´δρασαν; ἑ´ν τι´ σ’ ἡγου̂μαι σοφο´ν,
εἰ τω̂ν ἀρι´στων τἀ´κγον’ αὐτὸς ὢν κακὸς
δε´δοικας. Ἀ̓λλὰ του̂θ’ ὁ´μως ἡμι̂ν βαρυ´,
εἰ δειλι´ας ση̂ς κατθανου´μεθ’ εἱ´νεκα, 210
ὃ χρη̂ν σ’ ὑφ’ ἡμω̂ν τω̂ν ἀμεινο´νων παθει̂ν,
εἰ Ζεὺς δικαι´ας εἰ̂χεν εἰς ἡμα̂ς φρε´νας.
εἰ δ’ οὐ̂ν ἐ´χειν γη̂ς σκη̂πτρα τη̂σδ’ αὐτὸς θε´λεις,
ἐ´ασον ἡμα̂ς φυγα´δας ἐξελθει̂ν χθονο´ς·
βι´ᾳ δὲ δρα´σῃς μηδε´ν, ἢ πει´σῃ βι´αν,215
ὁ´ταν θεου̂ σοι πνευ̂μα μεταβαλὸν τυ´χη.
Φευ̂·
ὠ̂ γαι̂α Κα´δμου· καὶ γὰρ ἐς σὲ ἀφι´ξομαι
λο´γους ὀνειδιστη̂ρας ἐνδατου´μενος·
τοιαυ̂τ’ ἀμυ´νεθ’ Ἡρακλει̂ τε´κνοισι´ τε;
ὃς εἱ̂ς Μινυ´αισι πα̂σι διὰ μα´χης μολὼν 220
Θη´βαις ἐ´θηκεν ὀ´μμ’ ἐλευ´θερον βλε´πειν.
Οὐδ’ Ἑλλα´δ’ ἠ´ͅνεσ’, οὐδ’ ἀνε´ξομαι´ ποτε
σιγω̂ν, κακι´στην λαμβα´νων ἐς παι̂δ’ ἐμο´ν,
ἣν χρη̂ν νεοσσοι̂ς τοι̂σδε πυ̂ρ λο´γχας ὁ´πλα
φε´ρουσαν ἐλθει̂ν, ποντι´ων καθαρμα´των 225
χε´ρσου τ’ ἀμοιβα´ς, ὧ̔̂ν ἐμο´χθησας χα´ριν.
/> Τὰ δ’, ὠ̂ τε´κν’, ὑμι̂ν οὐ´τε Θηβαι´ων πο´λις
οὐ´θ’ Ἑλλὰς ἀρκει̂· πρὸς δ’ ἐ´μ’ ἀσθενη̂ φι´λον
δεδο´ρκατ’, οὐδὲν ὀ´ντα πλὴν γλω´σσης ψο´φον.
ῥω´μη γὰρ ἐκλε´λοιπεν ἣν πρὶν εἰχομεν, 230
γη´ρᾳ δὲ τρομερὰ γυι̂α κἀμαυρὸν σθε´νος.
εἰ δ’ ἠ̂ νε´ος τε κἀ´τι σω´ματος κρατω̂ν,
λαβὼν ἂν ἐ´γχος του̂δε τοὺς ξανθοὺς πλο´κους
καθῃμα´τωσ’ ἀ´ν, ὡ´στ’ Ἀτλαντικω̂ν πε´ραν
φευ´γειν ὁ´ρων ἂν δειλι´ᾳ τοὐμὸν δο´ρυ. 235
Χορο´ς
Ἆρ’ οὐκ ἀφορμὰς τοι̂ς λο´γοισιν ἁγαθοὶ
θνητω̂ν ἐ´χουσι, κἂν βραδυ´ς τις ᾐ̂ λε´γειν;
Λυ´κος
Σὺ μὲν λε´γ’ ἡμα̂ς οἱ̂ς πεπυ´ργωσαι λο´γοις,
ἐγὼ δὲ δρα´σω σ’ ἀντὶ τω̂ν λο´γων κακω̂ς.
Ἄ̓´γ’, οἳ μὲν Ἑλικω̂ν’, οἳ δὲ Παρνασου̂ πτυχὰς 240
τε´μνειν ἀ´νωχθ’ ἐλθο´ντες ὑλουργοὺς δρυὸς
κορμου´ς· ἐπειδὰν δ’ ἐσκομισθω̂σιν πο´λει,
βωμὸν πε´ριξ νη´σαντες ἀμφη´ρη ξυ´λα
ἐμπι´μπρατ’ αὐτω̂ν καὶ πυρου̂τε σω´ματα
πα´ντων, ἱ´ν’ εἰδω̂σ’ οὑ´νεκ’ οὐχ ὁ κατθανὼν 245
κρατει̂ χθονὸς τη̂σδ’, ἀλλ’ ἐγὼ τὰ νυ̂ν τα´δε.
Ὕ̔μει̂ς δε´, πρε´σβεις, ται̂ς ἐμαι̂ς ἐναντι´οι
γνω´μαισιν ὀ´ντες, οὐ μο´νον στενα´ξετε
τοὺς Ἡρακλει´ους παι̂δας, ἀλλὰ καὶ δο´μου
τυ´χας, ὁ´ταν πα´σχῃ τι, μεμνη´σεσθε δὲ 250
δου̂λοι γεγω̂τες τη̂ς ἐμη̂ς τυραννι´δος.
Χορός
Ὦ γῆς λοχεύμαθ’, οὓς ῎Αρης σπείρει ποτὲ
λάβρον δράκοντος ἐξερημώσας γένυν,
οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
ἀρεῖτε καὶ τοῦδ’ ἀνδρὸς ἀνόσιον κάρα 255
καθαιματώσεθ’, ὅστις οὐ Καδμεῖος ὢν
ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν;
Ἄλλ’ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ.
οὐδ’ ἁπόνησα πόλλ’ ἐγὼ καμὼν χερὶ
ἕξεις. ἀπέρρων δ’ ἔνθεν ἦλθες ἐνθάδε, 260
ὕβριζ’. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε
τοὺς ῾Ηρακλείους παῖδας. οὐ τοσόνδε γῆς
ἔνερθ’ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.
Ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,
ὃ δ’ ὠφελήσας ἀξίων οὐ τυγχάνει. 265
κἄπειτα πράσσω πόλλ’ ἐγώ, φίλους ἐμοὺς
θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;
Ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,
ἐν δ’ ἀσθενείᾳ τὸν πόθον διώλεσας.
Ἐπεί σ’ ἔπαυσ’ ἂν δοῦλον ἐννέποντά με 270
καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν.
ἐν αἷς σὺ χαίρεις· οὐ γὰρ εὖ φρονεῖ πόλις
στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν.
οὐ γάρ ποτ’ ἂν σὲ δεσπότην ἐκτήσατο.
Μεγάρα
Γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα 275
ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών·
ἡμῶν δ’ ἕκατι δεσπόταις θυμούμενοι
πάθητε μηδέν. Τῆς δ’ ἐμῆς, ᾿Αμφιτρύων,
γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.
Ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ 280
ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν
δεινὸν νομίζω· τῷ δ’ ἀναγκαίῳ τρόπῳ
ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν.
Ἡμᾶς δ’, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν
μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων 285
διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.
Ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά·
σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,
ὥστ’ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σ’ ὕπο·
οὑμὸς δ’ ἀμαρτύρητος εὐκλεὴς πόσις, 290
ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι
δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς
κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ,
ἐμοί τε μίμημ’ ἀνδρὸς οὐκ ἀπωστέον.
Σκέψαι δὲ τὴν σὴν ἐλπίδ’ ᾗ λογίζομαι· 295
Ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;
καὶ τίς θανόντων ἦλθεν ἐξ ῞Αιδου πάλιν;
ἀλλ’ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;
ἥκιστα· φεύγειν σκαιὸν ἄνδρ’ ἐχθρὸν χρεών,
σοφοῖσι δ’ εἴκειν καὶ τεθραμμένοις καλῶς· 300
ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλ’ ἂν τέμοις.
Ἤδη δ’ ἐσῆλθέ μ’ εἰ παραιτησαίμεθα
φυγὰς τέκνων τῶνδ’· ἀλλὰ καὶ τόδ’ ἄθλιον,
πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν·
ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις 305
ἓν ἦμαρ ἡδὺ βλέμμ’ ἔχειν φασὶν μόνον.
Τόλμα μεθ’ ἡμῶν θάνατον, ὃς μένει σ’ ὅμως.
προκαλούμεθ’ εὐγένειαν, ὦ γέρον, σέθεν.
Τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας,
πρόθυμός ἐστιν, ἡ προθυμία δ’ ἄφρων· 310
ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.
Χορός
Εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων
ἦν τίς σ’ ὑβρίζων, ῥᾳδίως ἐπαύσατ’ ἄν·
νῦν δ’ οὐδέν ἐσμεν. Σὸν δὲ τοὐντεῦθεν σκοπεῖν
ὅπως διώσῃ τὰς τύχας
, ᾿Αμφιτρύων. 315
᾿Αμφιτρύων
Οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος
θανεῖν ἐρύκει μ’, ἀλλὰ παιδὶ βούλομαι
σῷσαι τέκν’· ἄλλως δ’ ἀδυνάτων ἔοικ’ ἐρᾶν.
Ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη
κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο. 320
Μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·
κτεῖνόν με καὶ τήνδ’ ἀθλίαν παίδων πάρος,
ὡς μὴ τέκν’ εἰσίδωμεν, ἀνόσιον θέαν,
ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα
πατρός τε πατέρα. Τἄλλα δ’, εἰ πρόθυμος εἶ, 325
πρᾶσσ’· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.
Μεγάρα
Κἀγώ σ’ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,
<ἡμῖν> ἵν’ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ·
κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,
δόμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλῄμεθα — 330
ὡς ἀλλὰ ταῦτά γ’ ἀπολάχωσ’ οἴκων πατρός.
Λύκος
Ἔσται τάδ’· οἴγειν κλῇθρα προσπόλοις λέγω.
κοσμεῖσθ’ ἔσω μολόντες· οὐ φθονῶ πέπλων.
Ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν,
ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί. 335
Μεγάρα
ὦ τέκν’, ὁμαρτεῖτ’ ἀθλίῳ μητρὸς ποδὶ
πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας
ἄλλοι κρατοῦσι, τὸ δ’ ὄνομ’ ἔσθ’ ἡμῶν ἔτι.
᾿Αμφιτρύων
Ὦ Ζεῦ, μάτην ἄρ’ ὁμόγαμόν σ’ ἐκτησάμην,
μάτην δὲ παιδὸς κοινεῶν’ ἐκλῄζομεν· 340
σὺ δ’ ἦσθ’ ἄρ’ ἥσσων ἢ ‘δόκεις εἶναι φίλος.
Ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν·