Complete Works of Euripides
Page 131
Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν
῏Ιριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος,
ἑνὸς δ’ ἐπ’ ἀνδρὸς σῶμα συστρατεύομεν, 825
ὅν φασιν εἶναι Ζηνὸς ᾿Αλκμήνης τ’ ἄπο.
πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς,
τὸ χρή νιν ἐξέσῳζεν, οὐδ’ εἴα πατὴρ
Ζεύς νιν κακῶς δρᾶν οὔτ’ ἔμ’ οὔθ’ ῞Ηραν ποτέ·
Ἐπεὶ δὲ μόχθους διεπέρασ’ Εὐρυσθέως, 830
῞Ηρα προσάψαι καινὸν αἷμ’ αὐτῷ θέλει
παῖδας κατακτείναντι, συνθέλω δ’ ἐγώ.
Ἀλλ’ εἶ’, ἄτεγκτον συλλαβοῦσα καρδίαν,
Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε,
μανίας τ’ ἐπ’ ἀνδρὶ τῷδε καὶ παιδοκτόνους 835
φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα
ἔλαυνε, κίνει, φόνιον ἐξίει κάλων,
ὡς ἂν πορεύσας δι’ ᾿Αχερούσιον πόρον
τὸν καλλίπαιδα στέφανον αὐθέντῃ φόνῳ
γνῷ μὲν τὸν ῞Ηρας οἷός ἐστ’ αὐτῷ χόλος, 840
μάθῃ δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ,
τὰ θνητὰ δ’ ἔσται μεγάλα, μὴ δόντος δίκην.
Λύσσα
Ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος
πέφυκα, Νυκτὸς Οὐρανοῦ τ’ ἀφ’ αἵματος·
τιμάς τ’ ἔχω τάσδ’ οὐκ ἀγασθῆναι φίλοις, 845
οὐδ’ ἥδομαι φοιτῶσ’ ἐπ’ ἀνθρώπων φίλους.
Παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν,
῞Ηρᾳ θέλω σοί τ’, ἢν πίθησθ’ ἐμοῖς λόγοις.
Ἀνὴρ ὅδ’ οὐκ ἄσημος οὔτ’ ἐπὶ χθονὶ
οὔτ’ ἐν θεοῖσιν, οὗ σύ μ’ ἐσπέμπεις δόμους· 850
ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν
ἐξημερώσας, θεῶν ἀνέστησεν μόνος
τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο·
σοί τ’ οὐ παραινῶ μεγάλα βούλεσθαι κακά.
῏Ιρις
Μὴ σὺ νουθέτει τά θ’ ῞Ηρας κἀμὰ μηχανήματα. 855
Λύσσα
Ἐς τὸ λῷον ἐμβιβάζω σ’ ἴχνος ἀντὶ τοῦ κακοῦ.
῏Ιρις
Οὐχὶ σωφρονεῖν γ’ ἔπεμψε δεῦρό σ’ ἡ Διὸς δάμαρ.
Λύσσα
῞Ηλιον μαρτυρόμεσθα δρῶσ’ ἃ δρᾶν οὐ βούλομαι.
Εἰ δὲ δή μ’ ῞Ηρᾳ θ’ ὑπουργεῖν σοί τ’ ἀναγκαίως ἔχει
τάχος ἐπιρροίβδην θ’ ὁμαρτεῖν ὡς κυνηγέτῃ κύνας, 860
εἶμί γ’· οὔτε πόντος οὕτως κύμασιν στένων λάβρως
οὔτε γῆς σεισμὸς κεραυνοῦ τ’ οἶστρος ὠδῖνας πνέων,
οἷ’ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς ῾Ηρακλέους·
καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ,
τέκν’ ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεται 865
παῖδας οὓς ἔτικτ’ ἐναίρων, πρὶν ἂν ἐμὰς λύσσας ἀφῇ.
Ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο
καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας.
Ἀμπνοὰς δ’ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολὴν
δεινὰ μυκᾶται δὲ Κῆρας ἀνακαλῶν τὰς Ταρτάρου. 870
Τάχα σ’ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβῳ.
Στεῖχ’ ἐς Οὔλυμπον πεδαίρουσ’, ῏Ιρι, γενναῖον πόδα·
ἐς δόμους δ’ ἡμεῖς ἄφαντοι δυσόμεσθ’ ῾Ηρακλέους.
Χορός
Ὀτοτοτοτοτοῖ, στέναξον· ἀποκείρεται 875
σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος.
Μέλεος ῾Ελλάς, ἃ τὸν εὐεργέταν
ἀποβαλεῖς, ὀλεῖς μανίαισιν Λύσσας
χορευθέντ’ ἐναύλοις.
Βέβακεν ἐν δίφροισιν ἁ πολύστονος, 880
ἅρμασι δ’ ἐνδίδωσι
κέντρον ὡς ἐπὶ λώβᾳ
Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις
ὄφεων ἰαχήμασι, Λύσσα μαρμαρωπός.
Ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων, 885
ταχὺ δὲ πρὸς πατρὸς τέκν’ ἐκπνεύσεται.
᾿Αμφιτρύων
Ἰώ μοι μέλεος.
Χορός
Ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα
λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ
κακοῖσιν ἐκπετάσουσιν. 890
᾿Αμφιτρύων
Ἰὼ στέγαι.
Χορός
Κατάρχεται χόρευμα τυμπάνων ἄτερ,
οὐ βρομίῳ κεχαρισμένα θύρσῳ . . .
᾿Αμφιτρύων
Ἰὼ δόμοι.
Χορός
Πρὸς αἵματ’, οὐχὶ τᾶς Διονυσιάδος
βοτρύων ἐπὶ χεύμασι λοιβᾶς. 895
᾿Αμφιτρύων
Φυγῇ, τέκν’, ἐξορμᾶτε.
Χορός
Δάιον τόδε
δάιον μέλος ἐπαυλεῖται.
Κυναγετεῖ τέκνων διωγμόν· οὔποτ’ ἄκραντα δόμοισι
Λύσσα βακχεύσει.
᾿Αμφιτρύων
Αἰαῖ κακῶν. 900
Χορός
Αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω
πατέρα τάν τε παιδοτρόφον, <ᾇ > μάταν
τέκεα γεννᾶται.
Ἰδοὺ ἰδού,
θύελλα σείει δῶμα, συμπίπτει στέγη. 905
῾Ηρακλῆς
Ἢ ἤ· τί δρᾷς, ὦ Διὸς παῖ, μελάθρῳ;
τάραγμα ταρτάρειον, ὡς ἐπ’ ᾿Εγκελάδῳ ποτέ, Παλλάς,
ἐς δόμους πέμπεις.
῎Αγγελος
Ὦ λευκὰ γήρᾳ σώματ’
Χορός
Ἀνακαλεῖς με τίνα
βοάν; 910
῎Αγγελος
Ἄλαστα τἀν δόμοισι.
Χορός
&nbs
p; Μάντιν οὐχ
ἕτερον ἄξομαι.
῎Αγγελος
Τεθνᾶσι παῖδες.
Χορός
Αἰαῖ.
῎Αγγελος
Στενάζεθ’, ὡς στενακτά.
Χορός
Δάιοι φόνοι,
δάιοι δὲ τοκέων χέρες· ὤ. 915
῎Αγγελος
Οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν.
Χορός
Πῶς παισὶ στενακτὰν ἄταν ἄταν
πατέρος ἀμφαίνεις;
λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ
μέλαθρα κακὰ τάδε, 920
τλήμονάς τε παίδων τύχας;
῎Αγγελος
Ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς
καθάρσι’ οἴκων, γῆς ἄνακτ’ ἐπεὶ κτανὼν
ἐξέβαλε τῶνδε δωμάτων ῾Ηρακλέης·
χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων 925
πατήρ τε Μεγάρα τ’· ἐν κύκλῳ δ’ ἤδη κανοῦν
εἵλικτο βωμοῦ, φθέγμα δ’ ὅσιον εἴχομεν.
Μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν,
ἐς χέρνιβ’ ὡς βάψειεν, ᾿Αλκμήνης τόκος
ἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸς 930
παῖδες προσέσχον ὄμμ’· ὁ δ’ οὐκέθ’ αὑτὸς ἦν,
ἀλλ’ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος
ῥίζας τ’ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν
ἀφρὸν κατέσταζ’ εὐτρίχου γενειάδος.
Ἔλεξε δ’ ἅμα γέλωτι παραπεπληγμένῳ· 935
Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα
καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω;
ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε·
ὅταν δ’ ἐνέγκω δεῦρο κρᾶτ’ Εὐρυσθέως,
ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας. 940
Ἐκχεῖτε πηγάς, ῥίπτετ’ ἐκ χειρῶν κανᾶ.
Τίς μοι δίδωσι τόξα; τίς <δ’> ὅπλον χερός;
πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν
μοχλοὺς δικέλλας θ’, ὥστε Κυκλώπων βάθρα
φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα 945
στρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν.
Αὐτοῦ δὲ βαίνων ἅρματ’ οὐκ ἔχων ἔχειν
ἔφασκε, δίφρου δ’ εἰσέβαινεν ἄντυγας
κἄθεινε, κέντρον δῆθεν ὡς ἔχων, χερί.
Διπλοῦς δ’ ὀπαδοῖς ἦν γέλως φόβος θ’ ὁμοῦ.
Καί τις τόδ’ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών·
Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται;
Ὅ δ’ εἷρπ’ ἄνω τε καὶ κάτω κατὰ στέγας,
μέσον δ’ ἐς ἀνδρῶν’ ἐσπεσὼν Νίσου πόλιν
ἥκειν ἔφασκε· δωμάτων τ’ ἔσω βεβώς, 955
κλιθεὶς ἐς οὖδας, ὡς ἔχει, σκευάζεται
θοίνην. διελθὼν δ’ ὡς βραχὺν χρόνον μονῆς
᾿Ισθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας.
Κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων,
πρὸς οὐδέν’ ἡμιλλᾶτο κἀκηρύσσετο 960
αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός,
ἀκοὴν ὑπειπών. δεινὰ δ’ Εὐρυσθεῖ βρέμων
ἦν ἐν Μυκήναις τῷ λόγῳ. Πατὴρ δέ νιν
θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε·
῏Ω παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως 965
τῆσδ’; οὔ τί που φόνος σ’ ἐβάκχευσεν νεκρῶν,
οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν
πατέρα προταρβοῦνθ’ ἱκέσιον ψαύειν χερός,
ὠθεῖ, φαρέτραν δ’ εὐτρεπῆ σκευάζεται
καὶ τόξ’ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως 970
δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ
ὤρουον ἄλλος ἄλλοσ’, ἐς πέπλους ὁ μὲν
μητρὸς ταλαίνης, ὁ δ’ ὑπὸ κίονος σκιάν,
ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξ’ ὕπο.
Βοᾷ δὲ μήτηρ· ῏Ω τεκών, τί δρᾷς; τέκνα 975
κτείνεις; Βοᾷ δὲ πρέσβυς οἰκετῶν τ’ ὄχλος.
Ὁ δ’ ἐξελίσσων παῖδα κίονος κύκλῳ,
τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς
βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους
ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον. 980
Ὁ δ’ ἠλάλαξε κἀπεκόμπασεν τάδε·
Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι.
ἄλλῳ δ’ ἐπεῖχε τόξ’, ὃς ἀμφὶ βωμίαν
ἔπτηξε κρηπῖδ’ ὡς λεληθέναι δοκῶν. 985
Φθάνει δ’ ὁ τλήμων γόνασι προσπεσὼν πατρός,
καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών,
῏Ω φίλτατ’, αὐδᾷ, μή μ’ ἀποκτείνῃς, πάτερ·
σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς.
Ὁ δ’ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων, 990
ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος,
μυδροκτύπον μίμημ’, ὑπὲρ κάρα βαλὼν
ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,
ἔρρηξε δ’ ὀστᾶ. Δεύτερον δὲ παῖδ’ ἑλών,
χωρεῖ τρίτον θῦμ’ ὡς ἐπισφάξων δυοῖν. 995
Ἀλλὰ φθάνει νιν ἡ τάλαιν’ ἔσω δόμων
μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας.
Ὁ δ’ ὡς ἐπ’ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν
σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ
δάμαρτα καὶ παῖδ’ ἑνὶ κατέστρωσεν βέλει. 1000
Κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον·
ἀλλ’ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο,
Παλλὰς κραδαίνουσ’ ἔγχος ἐπὶ λόφῳ κέαρ,
&nbs
p; κἄρριψε πέτρον στέρνον εἰς ῾Ηρακλέους,
ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον 1005
καθῆκε· πίτνει δ’ ἐς πέδον, πρὸς κίονα
νῶτον πατάξας, ὃς πεσήμασι στέγης
διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.
Ἡμεῖς δ’ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα 1010
σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων 1009
ἀνήπτομεν πρὸς κίον’, ὡς λήξας ὕπνου
μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.
Εὕδει δ’ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα,
παῖδας φονεύσας καὶ δάμαρτ’. ἐγὼ μὲν οὖν
οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος. 1015
Χορός
Ὁ φόνος ἦν ὃν ᾿Αργολὶς ἔχει πέτρα
τότε μὲν περισαμότατος καὶ ἄπιστος ῾Ελλάδι
τῶν Δαναοῦ παίδων· τάδε δ’ ὑπερέβαλε, παρ-
έδραμε τὰ τότε κακὰ. 1020
Τάλανι διογενεῖ κόρῳ
μονοτέκνου Πρόκνης φόνον ἔχω λέξαι
θυόμενον Μούσαις·
σὺ δὲ τέκνα τρίγονα τεκόμενος, ὦ δάιε,
λυσσάδι συγκατειργάσω μοίρᾳ.
Αἰαῖ, τίνα στεναγμὸν 1025
ἢ γόον ἢ φθιτῶν
ᾠδάν, ἢ τὸν ῞Αιδα χορὸν ἀχήσω;
Φεῦ φεῦ·
ἴδεσθε, διάνδιχα κλῇθρα
κλίνεται ὑψιπύλων δόμων. 1030
Ἰώ μοι·
ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς
ἄθλια κείμενα δυστάνου,
εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου·
περὶ δὲ δεσμὰ καὶ πολύβροχ’ ἁμμάτων 1035
ἐρείσμαθ’ ῾Ηράκλειον
ἀμφὶ δέμας τάδε λαΐνοις
ἀνημμένα κίοσιν οἴκων.
Ὁ δ’ ὥς τις ὄρνις ἄπτερον καταστένων
ὠδῖνα τέκνων, πρέσβυς ὑστέρῳ ποδὶ 1040