Complete Works of Euripides
Page 142
θνῄσκει θ᾽ ὁμοίως· τὴν τύχην δ᾽ ἐᾶν χρεών.
Ἡμᾶς δὲ μὴ θρήνει σύ· τὰς γὰρ ἐνθάδε 490
θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν.
Ἰφιγένεια
Πότερος ἄρ᾽ ὑμῶν ἐνθάδ᾽ ὠνομασμένος [492]
Πυλάδης κέκληται; Τόδε μαθεῖν πρῶτον θέλω.
Ὀρέστης
Ὅδ᾽, εἴ τι δή σοι τοῦτ᾽ ἐν ἡδονῇ μαθεῖν.
Ἰφιγένεια
Ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς; 495
Ὀρέστης
Τί δ᾽ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι;
Ἰφιγένεια
Πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς;
Ὀρέστης
Φιλότητί γ᾽· ἐσμὲν δ᾽ οὐ κασιγνήτω, γύναι.
Ἰφιγένεια
Σοὶ δ᾽ ὄνομα ποῖον ἔθεθ᾽ ὁ γεννήσας πατήρ;
Ὀρέστης
Τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθ᾽ ἄν. 500
Ἰφιγένεια
Οὐ τοῦτ᾽ ἐρωτῶ· τοῦτο μὲν δὸς τῇ τύχῃ.
Ὀρέστης
Ἀνώνυμοι θανόντες οὐ γελῴμεθ᾽ ἄν.
Ἰφιγένεια
Τί δὲ φθονεῖς τοῦτο; Ἦ φρονεῖς οὕτω μέγα;
Ὀρέστης
Τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα.
Ἰφιγένεια
Οὐδ᾽ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι; [505]
Ὀρέστης
Ζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ.
Ἰφιγένεια
Χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε;
Ὀρέστης
Τὸ κλεινὸν Ἄργος πατρίδ᾽ ἐμὴν ἐπεύχομαι.
Ἰφιγένεια
Πρὸς θεῶν, ἀληθῶς, ὦ ξέν᾽, εἶ κεῖθεν γεγώς;
Ὀρέστης
Ἐκ τῶν Μυκηνῶν <γ᾽>, αἵ ποτ᾽ ἦσαν ὄλβιαι. 510
Ἰφιγένεια
Φυγὰς <δ᾽> ἀπῆρας πατρίδος, ἢ ποίᾳ τύχῃ;
Ὀρέστης
Φεύγω τρόπον γε δή τιν᾽ οὐχ ἑκὼν ἑκών.
Ἰφιγένεια
Ἆρ᾽ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω;
Ὀρέστης
Ὡς ἐν παρέργῳ τῆς ἐμῆς δυσπραξίας.
Ἰφιγένεια
Καὶ μὴν ποθεινός γ᾽ ἦλθες ἐξ Ἄργους μολών. 515
Ὀρέστης
Οὔκουν ἐμαυτῷ γ᾽· εἰ δὲ σοί, σὺ τοῦτ᾽ ἔρα.
Ἰφιγένεια
Τροίαν ἴσως οἶσθ᾽, ἧς ἁπανταχοῦ λόγος.
Ὀρέστης
Ὡς μήποτ᾽ ὤφελόν γε μηδ᾽ ἰδὼν ὄναρ.
Ἰφιγένεια
Φασίν νιν οὐκέτ᾽ οὖσαν οἴχεσθαι δορί.
Ὀρέστης
Ἔστιν γὰρ οὕτως οὐδ᾽ ἄκραντ᾽ ἠκούσατε. [520]
Ἰφιγένεια
Ἑλένη δ᾽ ἀφῖκται δῶμα Μενέλεω πάλιν;
Ὀρέστης
Ἥκει, κακῶς γ᾽ ἐλθοῦσα τῶν ἐμῶν τινι.
Ἰφιγένεια
Καὶ ποῦ ᾽στι; Κἀμοὶ γάρ τι προυφείλει κακόν.
Ὀρέστης
Σπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ.
Ἰφιγένεια
Ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνῃ. 525
Ὀρέστης
Ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων.
Ἰφιγένεια
Νόστος δ᾽ Ἀχαιῶν ἐγένεθ᾽, ὡς κηρύσσεται;
Ὀρέστης
Ὡς πάνθ᾽ ἅπαξ με συλλαβοῦσ᾽ ἀνιστορεῖς.
Ἰφιγένεια
Πρὶν γὰρ θανεῖν σε, τοῦδ᾽ ἐπαυρέσθαι θέλω.
Ὀρέστης
Ἔλεγχ᾽, ἐπειδὴ τοῦδ᾽ ἐρᾷς· λέξω δ᾽ ἐγώ. 530
Ἰφιγένεια
Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν;
Ὀρέστης
Ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος.
Ἰφιγένεια
Ὦ πότνι᾽, ὡς εὖ. — Τί γὰρ ὁ Λαέρτου γόνος;
Ὀρέστης
Οὔπω νενόστηκ᾽ οἶκον, ἔστι δ᾽, ὡς λόγος.
Ἰφιγένεια
Ὄλοιτο, νόστου μήποτ᾽ ἐς πάτραν τυχών. [535]
Ὀρέστης
Μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ.
Ἰφιγένεια
Θέτιδος δ᾽ ὁ τῆς Νηρῇδος ἔστι παῖς ἔτι;
Ὀρέστης
Οὐκ ἔστιν· ἄλλως λέκτρ᾽ ἔγημ᾽ ἐν Αὐλίδι.
Ἰφιγένεια
Δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες.
Ὀρέστης
Τίς εἶ ποθ᾽; Ὡς εὖ πυνθάνῃ τἀφ᾽ Ἑλλάδος. 540
Ἰφιγένεια
Ἐκεῖθέν εἰμι· παῖς ἔτ᾽ οὖσ᾽ ἀπωλόμην.
Ὀρέστης
Ὀρθῶς ποθεῖς ἄρ᾽ εἰδέναι τἀκεῖ, γύναι.
Ἰφιγένεια
Τί δ᾽ ὁ στρατηγός, ὃν λέγουσ᾽ εὐδαιμονεῖν;
Ὀρέστης
Τίς; Οὐ γὰρ ὅν γ᾽ ἐγᾦδα τῶν εὐδαιμόνων.
Ἰφιγένεια
Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ. 545
Ὀρέστης
Οὐκ οἶδ᾽· ἄπελθε τοῦ λόγου τούτου, γύναι.
Ἰφιγένεια
Μὴ πρὸς θεῶν, ἀλλ᾽ εἴφ᾽, ἵν᾽ εὐφρανθῶ, ξένε.
Ὀρέστης
Τέθνηχ᾽ ὁ τλήμων, πρὸς δ᾽ ἀπώλεσέν τινα.
Ἰφιγένεια
Τέθνηκε; Ποίᾳ συμφορᾷ; Τάλαιν᾽ ἐγώ.
Ὀρέστης
Τί δ᾽ ἐστέναξας τοῦτο; Μῶν προσῆκέ σοι; [550]
Ἰφιγένεια
Τὸν ὄλβον αὐτοῦ τὸν πάροιθ᾽ ἀναστένω.
Ὀρέστης
Δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς.
Ἰφιγένεια
Ὦ πανδάκρυτος ἡ κτανοῦσα . . . χὡ κτανών.
Ὀρέστης
Παῦσαί νυν ἤδη μηδ᾽ ἐρωτήσῃς πέρα.
Ἰφιγένεια
Τοσόνδε γ᾽, εἰ ζῇ τ�
�ῦ ταλαιπώρου δάμαρ. 555
Ὀρέστης
Οὐκ ἔστι· παῖς νιν ὃν ἔτεχ᾽, οὗτος ὤλεσεν.
Ἰφιγένεια
Ὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων;
Ὀρέστης
Πατρὸς θανόντος τήνδε τιμωρούμενος.
Ἰφιγένεια
Φεῦ·
ὡς εὖ κακὸν δίκαιον εἰσεπράξατο.
Ὀρέστης
Ἀλλ᾽ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν. 560
Ἰφιγένεια
Λείπει δ᾽ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον;
Ὀρέστης
Λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν.
Ἰφιγένεια
Τί δέ; Σφαγείσης θυγατρὸς ἔστι τις λόγος;
Ὀρέστης
Οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος.
Ἰφιγένεια
Τάλαιν᾽ ἐκείνη χὡ κτανὼν αὐτὴν πατήρ. [565]
Ὀρέστης
Κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο.
Ἰφιγένεια
Ὁ τοῦ θανόντος δ᾽ ἔστι παῖς Ἄργει πατρός;
Ὀρέστης
Ἔστ᾽, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ.
Ἰφιγένεια
Ψευδεῖς ὄνειροι, χαίρετ᾽· οὐδὲν ἦτ᾽ ἄρα.
Ὀρέστης
Οὐδ᾽ οἱ σοφοί γε δαίμονες κεκλημένοι [570]
πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι.
Πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι
κἀν τοῖς βροτείοις· ἓν δὲ λυπεῖται μόνον,
ὃς οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις
ὄλωλεν — ὡς ὄλωλε τοῖσιν εἰδόσιν. 575
Χορός
Φεῦ φεῦ· τί δ᾽ ἡμεῖς οἵ τ᾽ ἐμοὶ γεννήτορες;
Ἆρ᾽ εἰσίν; Ἆρ᾽ οὐκ εἰσί; Τίς φράσειεν ἄν;
Ἰφιγένεια
Ἀκούσατ᾽· ἐς γὰρ δή τιν᾽ ἥκομεν λόγον, [578]
ὑμῖν τ᾽ ὄνησιν, ὦ ξένοι, σπουδῆς ἅμα
κἀμοί. Τὸ δ᾽ εὖ μάλιστά γ᾽ οὕτω γίγνεται, 580
εἰ πᾶσι ταὐτὸν πρᾶγμ᾽ ἀρεσκόντως ἔχει.
Θέλοις ἄν, εἰ σῴσαιμί σ᾽, ἀγγεῖλαί τί μοι
πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις,
δέλτον τ᾽ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ
ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν 585
φονέα νομίζων χεῖρα, τοῦ νόμου δ᾽ ὕπο
θνῄσκειν τὰ τῆς θεοῦ, τάδε δίκαι᾽ ἡγουμένης;
Οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν
ἐς Ἄργος αὖθις, τάς <τ᾽> ἐμὰς ἐπιστολὰς
πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί. 590
Σὺ δ᾽ — εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσμενὴς
καὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω —
σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών,
κούφων ἕκατι γραμμάτων σωτηρίαν.
Οὗτος δ᾽, ἐπείπερ πόλις ἀναγκάζει τάδε, 595
θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν.
Ὀρέστης
Καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη· [597]
τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα.
Ὁ ναυστολῶν γάρ εἰμ᾽ ἐγὼ τὰς συμφοράς,
οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν. 600
Οὔκουν δίκαιον ἐπ᾽ ὀλέθρῳ τῷ τοῦδ᾽ ἐμὲ
χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.
Ἀλλ᾽ ὣς γενέσθω· τῷδε μὲν δέλτον δίδου·
πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·
ἡμᾶς δ᾽ ὁ χρῄζων κτεινέτω. Τὰ τῶν φίλων 605
αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς
αὐτὸς σέσῳσται. Τυγχάνει δ᾽ ὅδ᾽ ὢν φίλος,
ὃν οὐδὲν ἧσσον ἢ ᾽μὲ φῶς ὁρᾶν θέλω.
Ἰφιγένεια
Ὦ λῆμ᾽ ἄριστον, ὡς ἀπ᾽ εὐγενοῦς τινος [609]
ῥίζης πέφυκας τοῖς φίλοις τ᾽ ὀρθῶς φίλος. 610
Τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων
ὅσπερ λέλειπται. Καὶ γὰρ οὐδ᾽ ἐγώ, ξένοι,
ἀνάδελφός εἰμι, πλὴν ὅσ᾽ οὐχ ὁρῶσά νιν.
Ἐπεὶ δὲ βούλῃ ταῦτα, τόνδε πέμψομεν
δέλτον φέροντα, σὺ δὲ θανῇ· πολλὴ δέ τις 615
προθυμία σε τοῦδ᾽ ἔχουσα τυγχάνει.
Ὀρέστης
Θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται;
Ἰφιγένεια
Ἐγώ· θεᾶς γὰρ τῆσδε προστροπὴν ἔχω.
Ὀρέστης
Ἄζηλά γ᾽, ὦ νεᾶνι, κοὐκ εὐδαίμονα.
Ἰφιγένεια
Ἀλλ᾽ εἰς ἀνάγκην κείμεθ᾽, ἣν φυλακτέον. 620
Ὀρέστης
Αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας;
Ἰφιγένεια
Οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι.
Ὀρέστης
Ὁ δὲ σφαγεὺς τίς; Εἰ τάδ᾽ ἱστορεῖν με χρή.
Ἰφιγένεια
Ἔσω δόμων τῶνδ᾽ εἰσὶν οἷς μέλει τάδε.
Ὀρέστης
Τάφος δὲ ποῖος δέξεταί μ᾽, ὅταν θάνω; [625]
Ἰφιγένεια
Πῦρ ἱερὸν ἔνδον χάσμα τ᾽ εὐρωπὸν πέτρας.
Ὀρέστης
Φεῦ·
πῶς ἄν μ᾽ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν;
Ἰφιγένεια
[628] Μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτ᾽ εἶ,
ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός.
Οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν, 630
ἀλλ᾽ ὧν γε δυνατὸν οὐδ᾽ ἐγὼ λείψω χάριν.
Πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ,
ξανθῷ τ᾽ ἐλαίῳ σῶμα σὸν κατασβέσω,
καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος
ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν. 635
Ἀλλ᾽ εἶμι δέλτον τ᾽ ἐκ θεᾶς ἀνακτόρων
οἴσω· τὸ μέντοι δυσμενὲς μὴ ᾽μοὶ λάβῃς.
Φυλάσσετ᾽ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ —
ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ
πέμψω πρὸς Ἄργος, ὃν μάλιστ᾽ ἐγὼ φιλῶ, 640
καὶ δέλτος αὐτῷ ζῶντας οὓς δοκεῖ θανεῖν
λέγουσα πιστὰς ἡδονὰς ἀπαγγελεῖ.
Χορός
Κατολοφύρομαι σὲ τὸν χερνίβων
ῥανίσι μελόμενον αἱμακταῖς. 645
Ὀρέστης
Οἶκτος γὰρ οὐ ταῦτ᾽, ἀλλὰ χαίρετ᾽, ὦ ξέναι.
Χορός
Σὲ δὲ τύχας μάκαρος, ὦ
νεανία, σεβόμεθ᾽, ἐς
πάτραν ὅτι ποτ᾽ ἐπεμβάσῃ.
Πυλάδης
Ἄζηλά τοι φίλοισι, θνῃσκόντων φίλων. 650
Χορός
Ὦ σχέτλιοι πομπαί.
Φεῦ φεῦ, διόλλυσαι.
Αἰαῖ αἰαῖ. Πότερος ὁ μᾶλλον;
Ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν, 655
σὲ πάρος ἢ σὲ ἀναστενάξω γόοις.
Ὀρέστης
Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί; [658]
Πυλάδης
Οὐκ οἶδ᾽· ἐρωτᾷς οὐ λέγειν ἔχοντά με.
Ὀρέστης
Τίς ἐστὶν ἡ νεᾶνις; Ὡς Ἑλληνικῶς 660
ἀνήρεθ᾽ ἡμᾶς τούς τ᾽ ἐν Ἰλίῳ πόνους
νόστον τ᾽ Ἀχαιῶν τόν τ᾽ ἐν οἰωνοῖς σοφὸν
Κάλχαντ᾽ Ἀχιλλέως τ᾽ ὄνομα, καὶ τὸν ἄθλιον
Ἀγαμέμνον᾽ ὡς ᾤκτιρ᾽ ἀνηρώτα τέ με
γυναῖκα παῖδάς τε. Ἔστιν ἡ ξένη γένος 665
ἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτε
δέλτον τ᾽ ἔπεμπε καὶ τάδ᾽ ἐξεμάνθανεν,
ὡς κοινὰ πράσσουσ᾽, Ἄργος εἰ πράσσει καλῶς.
Πυλάδης
Ἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις, [669]