Complete Works of Euripides
Page 148
παρούσας δ’ ἀμφὶ τᾶσδ’ ἐρωτᾷς.
Ἴων
[237] Γενναιότης σοι, καὶ τρόπων τεκμήριον
τὸ σχῆμ’ ἔχεις τόδ’, ἥτις εἶ ποτ’, ὦ γύναι.
Γνοίη δ’ ἂν ὡς τὰ πολλά γ’ ἀνθρώπου πέρι
[240] τὸ σχῆμ’ ἰδών τις εἰ πέφυκεν εὐγενής.
Ἔα·
ἀλλ’ ἐξέπληξάς μ’, ὄμμα συγκλῄσασα σὸν
δακρύοις θ’ ὑγράνασ’ εὐγενῆ παρηίδα,
ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.
Τί ποτε μερίμνης ἐς τόδ’ ἦλθες, ὦ γύναι;
[245] Ὃ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ
χαίρουσιν, ἐνταῦθ’ ὄμμα σὸν δακρυρροεῖ;
Κρέουσα
[247] Ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει
ἐς θαύματ’ ἐλθεῖν δακρύων ἐμῶν πέρι·
ἐγὼ δ’ ἰδοῦσα τούσδ’ Ἀπόλλωνος δόμους
[250] μνήμην παλαιὰν ἀνεμετρησάμην τινά·
οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδ’ οὖσά που.
Ὦ τλήμονες γυναῖκες· ὦ τολμήματα
θεῶν. Τί δῆτα; Ποῖ δίκην ἀνοίσομεν,
εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;
Ἴων
[255] Τί χρῆμ’ ἀνερμήνευτα δυσθυμῇ, γύναι;
Κρέουσα
Οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῷδε δὲ
ἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζ’ ἔτι.
Ἴων
Τίς δ’ εἶ; Πόθεν γῆς ἦλθες; Ἐκ ποίας πάτρας
πέφυκας; Ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;
Κρέουσα
[260] Κρέουσα μέν μοι τοὔνομ’, ἐκ δ’ Ἐρεχθέως
πέφυκα, πατρὶς γῆ δ’ Ἀθηναίων πόλις.
Ἴων
Ὦ κλεινὸν οἰκοῦσ’ ἄστυ γενναίων τ’ ἄπο
τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.
Κρέουσα
Τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξέν’, οὐ πέρα.
Ἴων
[265] Πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς . . .;
Κρέουσα
Τί χρῆμ’ ἐρωτᾷς, ὦ ξέν’, ἐκμαθεῖν θέλων;
Ἴων
Ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ;
Κρέουσα
Ἐριχθόνιός γε· τὸ δὲ γένος μ’ οὐκ ὠφελεῖ.
Ἴων
Ἦ καί σφ’ Ἀθάνα γῆθεν ἐξανείλετο;
Κρέουσα
[270] Ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν.
Ἴων
Δίδωσι δ’, ὥσπερ ἐν γραφῇ νομίζεται . . .;
Κρέουσα
Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον.
Ἴων
Ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς.
Κρέουσα
Τοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας.
Ἴων
[275] Εἶἑν·
τί δαὶ τόδ’; Ἆρ’ ἀληθὲς ἢ μάτην λόγος . . .
Κρέουσα
Τί χρῆμ’ ἐρωτᾷς; Καὶ γὰρ οὐ κάμνω σχολῇ.
Ἴων
Πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;
Κρέουσα
Ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.
Ἴων
Σὺ δ’ ἐξεσώθης πῶς κασιγνήτων μόνη;
Κρέουσα
[280] Βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις.
Ἴων
Πατέρα δ’ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός;
Κρέουσα
Πληγαὶ τριαίνης ποντίου σφ’ ἀπώλεσαν.
Ἴων
Μακραὶ δὲ χῶρός ἐστ’ ἐκεῖ κεκλημένος;
Κρέουσα
Τί δ’ ἱστορεῖς τόδ’; Ὥς μ’ ἀνέμνησάς τινος.
Ἴων
[285] Τιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι.
Κρέουσα
Τιμᾶ τιμᾶ · ὡς μήποτ’ ὤφελόν σφ’ ἰδεῖν.
Ἴων
Τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα;
Κρέουσα
Οὐδέν· ξύνοιδ’ ἄντροισιν αἰσχύνην τινά.
Ἴων
Πόσις δὲ τίς σ’ ἔγημ’ Ἀθηναίων, γύναι;
Κρέουσα
[290] Οὐκ ἀστός, ἀλλ’ ἐπακτὸς ἐξ ἄλλης χθονός.
Ἴων
Τίς; Εὐγενῆ νιν δεῖ πεφυκέναι τινά.
Κρέουσα
Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τ’ ἄπο.
Ἴων
Καὶ πῶς ξένος σ’ ὢν ἔσχεν οὖσαν ἐγγενῆ;
Κρέουσα
Εὔβοι’ Ἀθήναις ἔστι τις γείτων πόλις . . .
Ἴων
[295] Ὅροις ὑγροῖσιν, ὡς λέγουσ’, ὡρισμένη.
Κρέουσα
Ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί.
Ἴων
Ἐπίκουρος ἐλθών; Κᾆτα σὸν γαμεῖ λέχος;
Κρέουσα
Φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.
Ἴων
Σὺν ἀνδρὶ δ’ ἥκεις ἢ μόνη χρηστήρια;
Κρέουσα
[300] Σὺν ἀνδρί. σηκοὺς δ’ ἐκστρέφει Τροφωνίου.
Ἴων
Πότερα θεατὴς ἢ χάριν μαντευμάτων;
Κρέουσα
Κείνου τε Φοίβου θ’ ἓν θέλων μαθεῖν ἔπος.
Ἴων
Καρποῦ δ’ ὕπερ γῆς ἥκετ’, ἢ παίδων πέρι;
Κρέουσα
Ἄπαιδές ἐσμεν, χρόνι’ ἔχοντ’ εὐνήματα.
Ἴων
[305] Οὐδ’ ἔτεκες οὐδὲν πώποτ’, ἀλλ’ ἄτεκνος εἶ;
Κρέουσα
Ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.
Ἴων
Ὦ τλῆμον, ὡς τἄλλ’ εὐτυχοῦσ’ οὐκ εὐτυχεῖς.
Κρέουσα
Σὺ δ’ εἶ τίς; Ὥς σου τὴν τεκοῦσαν ὤλβισα.
Ἴων
Τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τ’, ὦ γύναι.
Κρέουσα
[310] Ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο;
Ἴων
Οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα.
Κρέουσα
Ἡμεῖς σ’ ἄρ’ αὖθις, ὦ ξέν’, ἀντοικτίρομεν.
Ἴων
Ὡς μὴ εἰδόθ’ ἥτις μ’ ἔτεκεν ἐξ ὅτου τ’ ἔφυν.
Κρέουσα
Ναοῖσι δ’ οἰκεῖς τοισίδ’ ἢ κατὰ στέγας;
Ἴων
[315] Ἅπαν θεοῦ μοι δῶμ’, ἵν’ ἂν λάβῃ μ’ ὕπνος.
Κρέουσα
Παῖς δ’ ὢν ἀφίκου ναὸν ἢ νεανίας;
Ἴων
Βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.
Κρέουσα
Καὶ τίς γάλακτί σ’ ἐξέθρεψε Δελφίδων;
Ἴων
Οὐπώποτ’ ἔγνων μαστόν· ἣ δ’ ἔθρεψέ με . . .
Κρέουσα
[320] Τίς, ὦ ταλαίπωρ’; Ὡς νοσοῦσ’ ηὗρον νόσους.
Ἴων
Φοίβου προφῆτις, μητέρ’ ὣς νομίζομεν.
Κρέουσα
Ἐς δ’ ἄνδρ’ ἀφίκου τίνα τροφὴν κεκτημένος;
Ἴων
Βωμοί μ’ ἔφερβον οὑπιών τ’ ἀεὶ ξένος.
Κρέουσα
Τάλαινά σ’ ἡ τεκοῦσα· τίς ποτ’ ἦν ἄρα;
Ἴων
[325] Ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.
Κρέουσα
Ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις.
Ἴων
Τοῖς τοῦ θεοῦ κοσμούμεθ’, ᾧ δουλεύομεν.
Κρέουσα
Οὐδ’ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;
Ἴων
Ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον.
Κρέουσα
[330] Φεῦ·
πέπονθέ τις σῇ μητρὶ ταὔτ’ ἄλλη γυνή.
Ἴων
Τίς; Εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.
Κρέουσα
Ἧς οὕνεκ’ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.
Ἴων
Ποῖόν τι χρῄζουσ’; Ὡς ὑπουργήσω, γύναι.
Κρέουσα
Μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.
Ἴων
[335] Λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν.
Κρέουσα
Ἄκουε δὴ τὸν μῦθον. ἀλλ’ αἰδούμεθα.
Ἴων
Οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός.
Κρέουσα
Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν.
Ἴων
Φοίβῳ γυνὴ γεγῶσα; Μὴ λέγ’, ὦ ξένη.
Κρέουσα
[340] Καὶ παῖδά γ’ ἔτεκε τῷ θεῷ λάθρα πατρός.
Ἴων
Οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται.
Κρέουσα
Οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια.
Ἴων
Τί χρῆμα δράσασ’, εἰ θεῷ συνεζύγη;
Κρέουσα
Τὸν παῖδ’ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.
Ἴων
[345] Ὁ δ’ ἐκτεθεὶς παῖς ποῦ ‘στιν; Εἰσορᾷ φάος;
Κρέουσα
Οὐκ οἶδεν οὐδείς. Ταῦτα καὶ μαντεύομαι.
Ἴων
Εἰ δ’ οὐκέτ’ ἔστι, τίνι τρόπῳ διεφθάρη;
Κρέουσα
Θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.
Ἴων
Ποίῳ τόδ’ ἔγνω χρωμένη τεκμηρίῳ;
Κρέουσα
[350] Ἐλθοῦσ’ ἵν’ αὐτὸν ἐξέθηκ’ οὐχ ηὗρ’ ἔτι.
Ἴων
Ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος;
Κρέουσα
Οὔ φησι. καίτοι πόλλ’ ἐπεστράφη πέδον.
Ἴων
Χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ;
Κρέουσα
Σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον.
Ἴων
[355] Ἀδικεῖ νιν ὁ θεός· ἡ τεκοῦσα δ’ ἀθλία.
Κρέουσα
Οὔκουν ἔτ’ ἄλλον γ’ ὕστερον τίκτει γόνον.
Ἴων
Τί δ’, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών;
Κρέουσα
Τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος.
Ἴων
Οἴμοι· προσῳδὸς ἡ τύχη τὠμῷ πάθει.
Κρέουσα
[360] Καὶ σέ, ὦ ξέν’, οἶμαι μητέρ’ ἀθλίαν ποθεῖν.
Ἴων
Καὶ μή γ’ ἐπ’ οἶκτόν μ’ ἔξαγ’ οὗ ‘λελήσμεθα.
Κρέουσα
Σιγῶ· πέραινε δ’ ὧν σ’ ἀνιστορῶ πέρι.
Ἴων
Οἶσθ’ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι;
Κρέουσα
Τί δ’ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ;
Ἴων
[365] Πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται;
Κρέουσα
Εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.
Ἴων
Αἰσχύνεται τὸ πρᾶγμα· μὴ ‘ξέλεγχέ νιν.
Κρέουσα
Ἀλγύνεται δέ γ’ ἡ παθοῦσα τῇ τύχῃ.
Ἴων
[369] Οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε.
[370] Ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς
Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι
δράσειεν ἄν τι πῆμα. Ἀπαλλάσσου, γύναι.
Τῷ γὰρ θεῷ τἀναντί’ οὐ μαντευτέον.
Ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν,
[375] εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν
φράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοις
σφαγαῖσι μήλων ἢ δι’ οἰωνῶν πτεροῖς.
Ἃν γὰρ βίᾳ σπεύδωμεν ἀκόντων θεῶν,
ἄκοντα κεκτήμεσθα τἀγάθ’, ὦ γύναι·
[380] ἃ δ’ ἂν διδῶσ’ ἑκόντες, ὠφελούμεθα.
Χορός
Πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν,
μορφαὶ δὲ διαφέρο�
�σιν· ἓν δ’ ἂν εὐτυχὲς
μόλις ποτ’ ἐξεύροι τις ἀνθρώπων βίῳ.
Κρέουσα
[384] Ὦ Φοῖβε, κἀκεῖ κἀνθάδ’ οὐ δίκαιος εἶ
[385] ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι·
ὃς οὔτ’ ἔσωσας τὸν σὸν ὃν σῶσαί σ’ ἐχρῆν,
οὔθ’ ἱστορούσῃ μητρὶ μάντις ὢν ἐρεῖς,
ὡς, εἰ μὲν οὐκέτ’ ἔστιν, ὀγκωθῇ τάφῳ,
εἰ δ’ ἔστιν . . .
[390] Ἀλλ’ ἐᾶν χρὴ τάδ’, εἰ πρὸς τοῦ θεοῦ
κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι.
Ἀλλ’, ὦ ξέν’, εἰσορῶ γὰρ εὐγενῆ πόσιν
Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου
λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους
[395] σίγα πρὸς ἄνδρα, μή τιν’ αἰσχύνην λάβω
διακονοῦσα κρυπτά, καὶ προβῇ λόγος
οὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.
Τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας,
κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι
[400] μισούμεθ’· οὕτω δυστυχεῖς πεφύκαμεν.
Ξοῦθος
Πρῶτον μὲν ὁ θεὸς τῶν ἐμῶν προσφθεγμάτων
λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τ’, ὦ γύναι.
Μῶν χρόνιος ἐλθών σ’ ἐξέπληξ’ ὀρρωδίᾳ;
Κρέουσα
[404] Οὐδέν γ’· ἀφίκου δ’ ἐς μέριμναν. Ἀλλά μοι
[405] λέξον, τί θέσπισμ’ ἐκ Τροφωνίου φέρεις,
παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται;
Ξοῦθος
Οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν
μαντεύμαθ’· ἓν δ’ οὖν εἶπεν· οὐκ ἄπαιδά με
πρὸς οἶκον ἥξειν οὐδὲ σὲ ἐκ χρηστηρίων.
Κρέουσα
[410] Ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως
ἔλθοιμεν, ἅ τε νῷν συμβόλαια πρόσθεν ἦν
ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα.
Ξοῦθος
ἔσται τάδ’· ἀλλὰ τίς προφητεύει θεοῦ;