Book Read Free

Complete Works of Euripides

Page 154

by Euripides


  Ἴων

  [1430] Τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι;

  Κρέουσα

  Δέραια παιδὶ νεογόνῳ φέρειν, τέκνον.

  Ἴων

  Ἔνεισιν οἵδε· τὸ δὲ τρίτον ποθῶ μαθεῖν.

  Κρέουσα

  Στέφανον ἐλαίας ἀμφέθηκά σοι τότε,

  ἣν πρῶτ’ Ἀθάνα σκόπελον εἰσηνέγκατο,

  [1435] ὅς, εἴπερ ἔστιν, οὔποτ’ ἐκλείπει χλόην,

  θάλλει δ’, ἐλαίας ἐξ ἀκηράτου γεγώς.

  Ἴων

  Ὦ φιλτάτη μοι μῆτερ, ἄσμενός σ’ ἰδὼν

  πρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας.

  Κρέουσα

  Ὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου

  [1440] συγγνώσεται γὰρ ὁ θεός ἐν χεροῖν σ’ ἔχω,

  ἄελπτον εὕρημ’, ὃν κατὰ γᾶς ἐνέρων

  χθόνιον μετὰ Περσεφόνας τ’ ἐδόκουν ναίειν.

  Ἴων

  Ἀλλ’, ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθεν

  ὁ κατθανών τε κοὐ θανὼν φαντάζομαι.

  Κρέουσα

  [1445] Ἰὼ ἰώ, λαμπρᾶς αἰθέρος ἀμπτυχαί,

  τίν’ αὐδὰν ἀύσω,

  βοάσω; Πόθεν μοι

  συνέκυρσ’ ἀδόκητος ἡδονά; Πόθεν

  ἐλάβομεν χαράν;

  Ἴων

  [1450] ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε,

  μῆτερ, παρέστη τῶνδ’, ὅπως σός εἰμ’ ἐγώ.

  Κρέουσα

  Ἔτι φόβῳ τρέμω.

  Ἴων

  Μῶν οὐκ ἔχειν μ’ ἔχουσα;

  Κρέουσα

  Τὰς γὰρ ἐλπίδας

  ἀπέβαλον πρόσω.

  Ἰὼ γύναι, πόθεν πόθεν ἔλαβες ἐμὸν

  βρέφος ἐς ἀγκάλας;

  [1455] Τίν’ ἀνὰ χεῖρα δόμον ἔβα Λοξίου;

  Ἴων

  Θεῖον τόδ’· ἀλλὰ τἀπίλοιπα τῆς τύχης

  εὐδαιμονοῖμεν, ὡς τὰ πρόσθε δυστυχῆ.

  Κρέουσα

  Τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύῃ,

  γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζῃ·

  [1460] νῦν δὲ γενειάσιν παρὰ σέθεν πνέω

  μακαριωτάτας τυχοῦσ’ ἡδονᾶς.

  Ἴων

  Τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις.

  Κρέουσα

  [1463] Ἄπαιδες οὐκέτ’ ἐσμὲν οὐδ’ ἄτεκνοι·

  δῶμ’ ἑστιοῦται, γᾶ δ’ ἔχει τυράννους·

  [1465] ἀνηβᾷ δ’ Ἐρεχθεύς,

  ὅ τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται,

  ἀελίου δ’ ἀναβλέπει λαμπάσιν.

  Ἴων

  Μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτω

  τῆς ἡδονῆς τῆσδ’ ἧς ἔδωχ’ ὑμῖν ἐγώ.

  Κρέουσα

  [1470] Ὦ τέκνον,

  τί φῄς; Οἷον οἷον ἀνελέγχομαι.

  Ἴων

  Πῶς εἶπας;

  Κρέουσα

  Ἄλλοθεν γέγονας, ἄλλοθεν.

  Ἴων

  Ὤμοι· νόθον με παρθένευμ’ ἔτικτε σόν;

  Κρέουσα

  Οὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτων

  [1475] ὑμέναιος ἐμός,

  τέκνον, ἔτικτε σὸν κάρα.

  Ἴων

  Αἰαῖ· πέφυκα δυσγενής. μῆτερ, πόθεν;

  Κρέουσα

  Ἴστω Γοργοφόνα

  Ἴων

  Τί τοῦτ’ ἔλεξας;

  Κρέουσα

  Ἃ σκοπέλοις ἐπ’ ἐμοῖς

  [1480] τὸν ἐλαιοφυῆ πάγον

  θάσσει

  Ἴων

  Λέγεις μοι δόλια κοὐ σαφῆ τάδε.

  Κρέουσα

  Παρ’ ἀηδόνιον πέτραν

  Φοίβῳ

  Ἴων

  Τί Φοῖβον αὐδᾷς;

  Κρέουσα

  Κρυπτόμενον λέχος ηὐνάσθην . . .

  Ἴων

  [1485] Λέγ’· ὡς ἐρεῖς τι κεδνὸν εὐτυχές τέ μοι.

  Κρέουσα

  Δεκάτῳ δέ σε μηνὸς ἐν

  κύκλῳ κρύφιον ὠδῖν’ ἔτεκον Φοίβῳ.

  Ἴων

  Ὦ φίλτατ’ εἰποῦσ’, εἰ λέγεις ἐτήτυμα.

  Κρέουσα

  [1489] Παρθένια δ’ ἐμᾶς <λάθρα> ματέρος

  [1490] σπάργαν’ ἀμφίβολά σοι τάδ’ ἐνῆψα, κερ-

  κίδος ἐμᾶς πλάνους.

  Γάλακτι δ’ οὐκ ἐπέσχον, οὐδὲ μαστῷ

  τροφεῖα ματρὸς οὐδὲ λουτρὰ χειροῖν,

  ἀνὰ δ’ ἄντρον ἔρημον οἰωνῶν

  [1495] γαμφηλαῖς φόνευμα θοίναμά τ’ εἰς

  Ἅιδαν ἐκβάλλῃ.

  Ἴων

  Ὦ δεινὰ τλᾶσα μῆτερ.

  Κρέουσα

  Ἐν φόβῳ, τέκνον,

  καταδεθεῖσα σὰν

  ἀπέβαλον ψυχάν·

  [1500] ἔκτεινά σ’ ἄκουσ’.

  Ἴων

  Ἐξ ἐμοῦ τ’ οὐχ ὅσι’ ἔθνῃσκες.

  Κρέουσα

  [1502] Ἰώ· δειναὶ μὲν τότε τύχαι,

  δεινὰ δὲ καὶ τάδ’· ἑλισσόμεσθ’ ἐκεῖθεν

  [1505] ἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν,

  μεθίσταται δὲ πνεύματα.

  [1508] μενέτω· τὰ πάροιθεν ἅλις κακά·

  Χορός

  [1510] Μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲ

  ἄελπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν.

  Ἴων

  [1512] Ὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶν

  καὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς,

  Τύχη, παρ’ οἵαν ἤλθομεν στάθμην βίου

  [1515] μητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια.

  Φεῦ·

  ἆρ’ ἐν φαενναῖς ἡλίου περιπτυχαῖς

  ἔνεστι πάντα τάδε καθ’ ἡμέραν μαθεῖν;

  Φίλον μὲν οὖν σ’ εὕρημα, μῆτερ, ηὕρομεν,

  καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε·

  [1520] τὰ δ’ ἄλλα �
�ρὸς σὲ βούλομαι μόνην φράσαι.

  Δεῦρ’ ἔλθ’· ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλω

  καὶ περικαλύψαι τοῖσι πράγμασι σκότον.

  Ὅρα σύ, μῆτερ· μὴ σφαλεῖσ’ ἃ παρθένοις

  ἐγγίγνεται νοσήματ’ ἐς κρυπτοὺς γάμους,

  [1525] ἔπειτα τῷ θεῷ προστίθης τὴν αἰτίαν,

  καὶ τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη,

  Φοίβῳ τεκεῖν με φῄς, τεκοῦσ’ οὐκ ἐκ θεοῦ;

  Κρέουσα

  Μὰ τὴν παρασπίζουσαν ἅρμασίν ποτε

  Νίκην Ἀθηνᾶν Ζηνὶ γηγενεῖς ἔπι,

  [1530] οὐκ ἔστιν ὅστις σοι πατὴρ θνητῶν, τέκνον,

  ἀλλ’ ὅσπερ ἐξέθρεψε, Λοξίας ἄναξ.

  Ἴων

  Πῶς οὖν τὸν αὑτοῦ παῖδ’ ἔδωκ’ ἄλλῳ πατρὶ

  Ξούθου τέ φησι παῖδά μ’ ἐκπεφυκέναι;

  Κρέουσα

  Πεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σε

  [1535] αὑτοῦ γεγῶτα· καὶ γὰρ ἂν φίλος φίλῳ

  δοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων.

  Ἴων

  Ὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται,

  ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα.

  Κρέουσα

  [1539] Ἄκουε δή νυν ἅμ’ ἐσῆλθεν, ὦ τέκνον·

  [1540] εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆ

  δόμον καθίζει· τοῦ θεοῦ δὲ λεγόμενος,

  οὐκ ἔσχες ἄν ποτ’ οὔτε παγκλήρους δόμους

  οὔτ’ ὄνομα πατρός. Πῶς γάρ, οὗ γ’ ἐγὼ γάμους

  ἔκρυπτον αὐτὴ καί σ’ ἀπέκτεινον λάθρα;

  [1545] Ὃ δ’ ὠφελῶν σε προστίθησ’ ἄλλῳ πατρί.

  Ἴων

  Οὐχ ὧδε φαύλως αὔτ’ ἐγὼ μετέρχομαι,

  ἀλλ’ ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους,

  εἴτ’ εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου.

  Ἔα· τίς οἴκων θυοδόκων ὑπερτελὴς

  [1550] ἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν;

  Φεύγωμεν, ὦ τεκοῦσα, μὴ τὰ δαιμόνων

  ὁρῶμεν εἰ μὴ καιρός ἐσθ’ ἡμᾶς ὁρᾶν.

  Ἀθήνα

  [1553] Μὴ φεύγετ’· οὐ γὰρ πολεμίαν με φεύγετε,

  ἀλλ’ ἔν τ’ Ἀθήναις κἀνθάδ’ οὖσαν εὐμενῆ.

  [1555] Ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸς

  Παλλάς, δρόμῳ σπεύσασ’ Ἀπόλλωνος πάρα,

  ὃς ἐς μὲν ὄψιν σφῷν μολεῖν οὐκ ἠξίου,

  μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόλῃ,

  ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι·

  [1560] ὡς ἥδε τίκτει σ’ ἐξ Ἀπόλλωνος πατρός,

  δίδωσι δ’ οἷς ἔδωκεν, οὐ φύσασί σε,

  ἀλλ’ ὡς νομίζῃ ‘ς οἶκον εὐγενέστατον.

  Ἐπεὶ δ’ ἀνεῴχθη πρᾶγμα μηνυθὲν τόδε,

  θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτων

  [1565] καὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο.

  Ἔμελλε δ’ αὐτὰ διασιωπήσας ἄναξ

  ἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σήν,

  σέ θ’ ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός.

  Ἀλλ’ ὡς περαίνω πρᾶγμα, καὶ χρησμοὺς θεοῦ,

  [1570] ἐφ’ οἷσιν ἔζευξ’ ἅρματ’, εἰσακούσατον.

  Λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα

  χώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺς

  ἵδρυσον. Ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼς

  δίκαιος ἄρχειν τῆς γ’ ἐμῆς ὅδε χθονός,

  [1575] ἔσται τ’ ἀν’ Ἑλλάδ’ εὐκλεής. Οἱ τοῦδε γὰρ

  παῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶς

  ἐπώνυμοι γῆς κἀπιφυλίου χθονὸς

  λαῶν ἔσονται, σκόπελον οἳ ναίουσ’ ἐμόν.

  Γελέων μὲν ἔσται πρῶτος· εἶτα δεύτερος

  [1580] ὍΠλητες Ἀργαδῆς τ’, ἐμῆς τ’ ἀπ’ αἰγίδος

  ἔμφυλον ἕξουσ’ Αἰγικορῆς. Οἱ τῶνδε δ’ αὖ

  παῖδες γενόμενοι σὺν χρόνῳ πεπρωμένῳ

  Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις

  χέρσους τε παράλους, ὃ σθένος τἠμῇ χθονὶ

  [1585] δίδωσιν· ἀντίπορθμα δ’ ἠπείροιν δυοῖν

  πεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆς

  Εὐρωπίας τε· τοῦδε δ’ ὀνόματος χάριν

  Ἴωνες ὀνομασθέντες ἕξουσιν κλέος.

  Ξούθῳ δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος,

  [1590] Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται

  πόλις κατ’ αἶαν Πελοπίαν· ὁ δεύτερος

  Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας

  τύραννος ἔσται, κἀπισημανθήσεται

  κείνου κεκλῆσθαι λαὸς ὄνομ’ ἐπώνυμος.

  [1595] Καλῶς δ’ Ἀπόλλων πάντ’ ἔπραξε· πρῶτα μὲν

  ἄνοσον λοχεύει σ’, ὥστε μὴ γνῶναι φίλους·

  ἐπεὶ δ’ ἔτικτες τόνδε παῖδα κἀπέθου

  ἐν σπαργάνοισιν, ἁρπάσαντ’ ἐς ἀγκάλας

  Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος,

  [1600] ἔθρεψέ τ’ οὐδ’ εἴασεν ἐκπνεῦσαι βίον.

  Νῦν οὖν σιώπα, παῖς ὅδ’ ὡς πέφυκε σός,

  ἵν’ ἡ δόκησις Ξοῦθον ἡδέως ἔχῃ,

  σύ τ’ αὖ τὰ σαυτῆς ἀγάθ’ ἔχουσ’ ἴῃς, γύναι.

  Καὶ χαίρετ’· ἐκ γὰρ τῆσδ’ ἀναψυχῆς πόνων

  [1605] εὐδαίμον’ ὑμῖν πότμον ἐξαγγέλλομαι.

  Ἴων

  [1606] Ὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίᾳ

  σοὺς λόγους ἐδεξάμεσθα· πείθομαι δ’ εἶναι πατρὸς

  Λοξίου καὶ τῆσδε. Καὶ πρὶν τοῦτο δ’ οὐκ ἄπιστον ἦν.

  Κρέουσα

  Τἀμὰ νῦν ἄκουσον· αἰνῶ Φοῖβον
οὐκ αἰνοῦσα πρίν,

  [1610] οὕνεχ’ οὗ ποτ’ ἠμέλησε παιδὸς ἀποδίδωσί μοι.

  Αἵδε δ’ εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια,

  δυσμενῆ πάροιθεν ὄντα. Νῦν δὲ καὶ ῥόπτρων χέρας

  ἡδέως ἐκκρημνάμεσθα καὶ προσεννέπω πύλας.

  Ἀθήνα

  [1614] ᾜνεσ’ οὕνεκ’ εὐλογεῖς θεὸν μεταβαλοῦσ’· ἀεὶ γὰρ οὖν

  [1615] χρόνια μὲν τὰ τῶν θεῶν πως, ἐς τέλος δ’ οὐκ ἀσθενῆ.

  Κρέουσα

  Ὦ τέκνον, στείχωμεν οἴκους.

  Ἀθήνα

  Στείχεθ’, ἕψομαι δ’ ἐγώ.

  Κρέουσα

  Ἀξία γ’ ἡμῶν ὁδουρός.

  Ἀθήνα

  Καὶ φιλοῦσά γε πτόλιν.

  Κρέουσα

  Ἐς θρόνους δ’ ἵζου παλαιούς.

  Ἴων

  Ἄξιον τὸ κτῆμά μοι.

  Χορός

  Ὦ Διὸς Λητοῦς τ’ Ἄπολλον, χαῖρ’· ὅτῳ δ’ ἐλαύνεται

  [1620] συμφοραῖς οἶκος, σέβοντα δαίμονας θαρσεῖν χρεών·

  ἐς τέλος γὰρ οἱ μὲν ἐσθλοὶ τυγχάνουσιν ἀξίων,

  οἱ κακοὶ δ’, ὥσπερ πεφύκασ’, οὔποτ’ εὖ πράξειαν ἄν.

  HELEN

  Ἑλένη

  Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,

  ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον

  λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.

  Πρωτεὺς δ’ ὅτ’ ἔζη τῆσδε γῆς τύραννος ἦν,

  [5] Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δ’ ἄναξ,

  ὃς τῶν κατ’ οἶδμα παρθένων μίαν γαμεῖ,

  Ψαμάθην, ἐπειδὴ λέκτρ’ ἀφῆκεν Αἰακοῦ.

  Τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι,

  Θεοκλύμενον ἄρσεν’ ὅτι δὴ θεοὺς σέβων

  [10] βίον διήνεγκ’ εὐγενῆ τε παρθένον

  Εἰδώ, τὸ μητρὸς ἀγλάισμ’, ὅτ’ ἦν βρέφος·

 

‹ Prev