Book Read Free

Complete Works of Euripides

Page 160

by Euripides


  [1025] τὴν μέν σ’ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν,

  Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένειν

  ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας.

  Σὺ δ’, ὦ θανών μοι πάτερ, ὅσον γ’ ἐγὼ σθένω,

  οὔποτε κεκλήσῃ δυσσεβὴς ἀντ’ εὐσεβοῦς.

  Χορός

  [1030] Οὐδείς ποτ’ εὐτύχησεν ἔκδικος γεγώς,

  ἐν τῷ δικαίῳ δ’ ἐλπίδες σωτηρίας.

  Ἑλένη

  Μενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα·

  τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴ

  κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας.

  Μενελέως

  [1035] Ἄκουε δή νυν· χρόνιος εἶ κατὰ στέγας

  καὶ συντέθραψαι προσπόλοισι βασιλέως.

  Ἑλένη

  Τί τοῦτ’ ἔλεξας; Ἐσφέρεις γὰρ ἐλπίδας

  ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν.

  Μενελέως

  Πείσειας ἄν τιν’ οἵτινες τετραζύγων

  [1040] ὄχων ἀνάσσουσ’, ὥστε νῷν δοῦναι δίφρους;

  Ἑλένη

  Πείσαιμ’ <ἄν>· ἀλλὰ τίνα φυγὴν φευξούμεθα

  πεδίων ἄπειροι βαρβάρου τ’ ὄντες χθονός;

  Μενελέως

  Ἀδύνατον εἶπας. Φέρε, τί δ’, εἰ κρυφθεὶς δόμοις

  κτάνοιμ’ ἄνακτα τῷδε διστόμῳ ξίφει;

  Ἑλένη

  [1045] Οὐκ ἄν σ’ ἀνάσχοιτ’ οὐδὲ σιγήσειεν ἂν

  μέλλοντ’ ἀδελφὴ σύγγονον κατακτενεῖν.

  Μενελέως

  Ἀλλ’ οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂν

  φεύγοντες· ἣν γὰρ εἴχομεν θάλασσ’ ἔχει.

  Ἑλένη

  Ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν.

  [1050] Βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν;

  Μενελέως

  Κακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγειν

  ἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν.

  Ἑλένη

  Καὶ μὴν γυναικείοις σ’ ἂν οἰκτισαίμεθα

  κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον.

  Μενελέως

  [1055] Σωτηρίας δὲ τοῦτ’ ἔχει τί νῷν ἄκος;

  Παλαιότης γὰρ τῷ λόγῳ γ’ ἔνεστί τις.

  Ἑλένη

  Ὡς δὴ θανόντα σ’ ἐνάλιον κενῷ τάφῳ

  θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι.

  Μενελέως

  Καὶ δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼς

  [1060] σωθησόμεσθα κενοταφοῦντ’ ἐμὸν δέμας;

  Ἑλένη

  Δοῦναι κελεύσω πορθμίδ’, ᾗ καθήσομαι

  κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας.

  Μενελέως

  Ὡς εὖ τόδ’ εἶπας πλὴν ἕν· εἰ χέρσῳ ταφὰς

  θεῖναι κελεύσει σ’, οὐδὲν ἡ σκῆψις φέρει.

  Ἑλένη

  [1065] Ἀλλ’ οὐ νομίζειν φήσομεν καθ’ Ἑλλάδα

  χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους.

  Μενελέως

  Τοῦτ’ αὖ κατορθοῖς· εἶτ’ ἐγὼ συμπλεύσομαι

  καὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει.

  Ἑλένη

  Σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς

  [1070] πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας.

  Μενελέως

  Καὶ μὴν ἐάνπερ ναῦν ἐπ’ ἀγκύρας λάβω,

  ἀνὴρ παρ’ ἄνδρα στήσεται ξιφηφόρος.

  Ἑλένη

  Σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον

  λαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος.

  Μενελέως

  [1075] Ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου.

  Ἀτὰρ θανόντα τοῦ μ’ ἐρεῖς πεπυσμένη;

  Ἑλένη

  Σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον

  Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθ’ ὁρᾶν.

  Μενελέως

  Καὶ μὴν τάδ’ ἀμφίβληστρα σώματος ῥάκη

  [1080] ξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων.

  Ἑλένη

  Ἐς καιρὸν ἦλθε, τότε δ’ ἄκαιρ’ ἀπώλλυτο·

  τὸ δ’ ἄθλιον κεῖν’ εὐτυχὲς τάχ’ ἂν πέσοι.

  Μενελέως

  Πότερα δ’ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ

  ἢ πρὸς τάφῳ τῷδ’ ἥσυχοι καθώμεθα;

  Ἑλένη

  [1085] Αὐτοῦ μέν’· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ,

  τάφος σ’ ὅδ’ ἂν ῥύσαιτο φάσγανόν τε σόν.

  Ἐγὼ δ’ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ

  πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι

  παρῇδί τ’ ὄνυχα φόνιον ἐμβαλῶ χροός.

  [1090] Μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς·

  ἢ γὰρ θανεῖν δεῖ μ’, ἢν ἁλῶ τεχνωμένη,

  ἢ πατρίδα τ’ ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας.

  Ὦ πότνι’ ἣ Δίοισιν ἐν λέκτροις πίτνεις

  Ἥρα, δύ’ οἰκτρὼ φῶτ’ ἀνάψυξον πόνων,

  [1095] αἰτούμεθ’ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν

  ῥίπτονθ’, ἵν’ οἰκεῖς ἀστέρων ποικίλματα.

  Σύ θ’, ἣ ‘πὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ,

  κόρη Διώνης Κύπρι, μή μ’ ἐξεργάσῃ.

  Ἅλις δὲ λύμης ἥν μ’ ἐλυμήνω πάρος

  [1100] τοὔνομα παρασχοῦσ’, οὐ τὸ σῶμ’, ἐν βαρβάροις.

  Θανεῖν δ’ ἔασόν μ’, εἰ κατακτεῖναι θέλεις,

  ἐν γῇ πατρῴᾳ. Τί ποτ’ ἄπληστος εἶ κακῶν,

  ἔρωτας ἀπάτας δόλιά τ’ ἐξευρήματα

  ἀσκοῦσα φίλτρα θ’ αἱματηρὰ δωμάτων;

  [1105] Εἰ δ’ ἦσθα μετρία, τἄλλα γ’ ἡδίστη θεῶν

  πέφυκας ἀνθρώποισιν· οὐκ �
��λλως λέγω.

  Χορός

  [1107] Σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοις

  μουσεῖα καὶ θάκους ἐνί-

  ζουσαν ἀναβοάσω,

  σὲ τὰν ἀοιδοτάταν ὄρνιθα μελῳδὸν

  [1110] ἀηδόνα δακρυόεσσαν,

  ἔλθ’ ὦ διὰ ξουθᾶν

  γενύων ἐλελιζομένα

  θρήνων ἐμοὶ ξυνεργός,

  Ἑλένας μελέας πόνους

  τὸν Ἰλιάδων τ’ ἀει

  [1115] δούσᾳ δακρυόεντα πότμον

  Ἀχαιῶν ὑπὸ λόγχαις·

  ὅτ’ ἔδραμε ῥόθια πεδία βαρβάρῳ πλάτᾳ

  ὅτ’ ἔμολεν ἔμολε, μέλεα Πριαμίδαις ἄγων

  Λακεδαίμονος ἄπο λέχεα

  [1120] σέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμος

  πομπαῖσιν Ἀφροδίτας.

  Πολλοὶ δ’ Ἀχαιῶν δορὶ καὶ πετρίναις

  ῥιπαῖσιν ἐκπνεύσαντες Ἅι-

  δαν μέλεον ἔχουσιν,

  ταλαινᾶν ἀλόχων κείραντες ἔθειραν·

  [1125] ἄνυμφα δὲ μέλαθρα κεῖται·

  πολλοὺς δὲ πυρσεύσας

  φλογερὸν σέλας ἀμφιρύταν

  Εὔβοιαν εἷλ’ Ἀχαιῶν

  μονόκωπος ἀνήρ, πέτραις

  Καφηρίσιν ἐμβαλὼν

  [1130] Αἰγαίαις τ’ ἐνάλοις δόλιον

  ἀκταῖς ἀστέρα λάμψας.

  ἀλίμενα δ’ ὄρεα Μάλεα χειμάτων πνοᾷ,

  ὅτ’ ἔσυτο πατρίδος ἀποπρό, βαρβάρου στολᾶς

  γέρας, οὐ γέρας ἀλλ’ ἔριν,

  [1135] Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων,

  εἴδωλον ἱερὸν Ἥρας.

  Ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον,

  τίς φησ’ ἐρευνήσας βροτῶν

  μακρότατον πέρας εὑρεῖν

  [1140] ὃς τὰ θεῶν ἐσορᾷ

  δεῦρο καὶ αὖθις ἐκεῖσε

  καὶ πάλιν ἀντιλόγοις

  πηδῶντ’ ἀνελπίστοις τύχαις;

  Σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ·

  [1145] πτανὸς γὰρ ἐν κόλποις σε Λή-

  δας ἐτέκνωσε πατήρ.

  κᾆτ’ ἰαχήθης καθ’ Ἑλλανίαν

  προδότις ἄπιστος ἄδικος ἄθεος· οὐδ’ ἔχω

  τί τὸ σαφὲς ἔτι ποτ’ ἐν βροτοῖς·

  [1150] τὸ τῶν θεῶν <δ’> ἔπος ἀλαθὲς ηὗρον.

  Ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμῳ

  λόγχαισί τ’ ἀλκαίου δορὸς

  κτᾶσθε, πόνους ἀμαθῶς θνα-

  τῶν καταπαυόμενοι·

  [1155] εἰ γὰρ ἅμιλλα κρινεῖ νιν

  αἵματος, οὔποτ’ ἔρις

  λείψει κατ’ ἀνθρώπων πόλεις·

  ᾇ Πριαμίδος γᾶς ἔλαχον θαλάμους,

  ἐξὸν διορθῶσαι λόγοις

  [1160] σὰν ἔριν, ὦ Ἑλένα.

  νῦν δ’ οἳ μὲν Ἅιδᾳ μέλονται κάτω,

  τείχεα δὲ φλογμὸς ὥστε Διός ἐπέσυτο φλόξ,

  ἐπὶ δὲ πάθεα πάθεσι φέρεις

  ἀθλίοις συμφοραῖς αἰλίνοις.

  Θεοκλύμενος

  [1165] Ὦ χαῖρε, πατρὸς μνῆμ’· ἐπ’ ἐξόδοισι γὰρ

  ἔθαψα, Πρωτεῦ, σ’ ἕνεκ’ ἐμῆς προσρήσεως·

  ἀεὶ δέ σ’ ἐξιών τε κἀσιὼν δόμους

  Θεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ.

  ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους,

  [1170] δμῶες, κομίζετ’ ἐς δόμους τυραννικούς·

  ἐγὼ δ’ ἐμαυτὸν πόλλ’ ἐλοιδόρησα δή·

  οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν;

  Καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ

  ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς,

  [1175] ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον

  Ἑλένην· θανεῖται δ’, ἤν γε δὴ ληφθῇ μόνον.

  Ἔα·

  ἀλλ’, ὡς ἔοικε, πάντα διαπεπραγμένα

  ηὕρηκα· τύμβου γὰρ κενὰς λιποῦσ’ ἕδρας

  ἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός.

  [1180] Ὠή, χαλᾶτε κλῇθρα· λύεθ’ ἱππικὰ

  φάτνης, ὀπαδοί, κἀκκομίζεθ’ ἅρματα,

  ὡς ἂν πόνου γ’ ἕκατι μὴ λάθῃ με γῆς

  τῆσδ’ ἐκκομισθεῖσ’ ἄλοχος, ἧς ἐφίεμαι.

  Ἐπίσχετ’· εἰσορῶ γὰρ οὓς διώκομεν

  [1185] παρόντας ἐν δόμοισι κοὐ πεφευγότας.

  Αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς

  λευκῶν ἀμείψασ’ ἔκ τε κρατὸς εὐγενοῦς

  κόμας σίδηρον ἐμβαλοῦσ’ ἀπέθρισας

  χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα

  [1190] κλαίουσα; Πότερον ἐννύχοις πεπεισμένη

  στένεις ὀνείροις, ἢ φάτιν τιν’ οἴκοθεν

  κλύουσα λύπῃ σὰς διέφθαρσαι φρένας;

  Ἑλένη

  Ὦ δέσποτ’ ἤδη γὰρ τόδ’ ὀνομάζω σ’ ἔπος

  ὄλωλα· φροῦδα τἀμὰ κοὐδέν εἰμ’ ἔτι.

  Θεοκλύμενος

  [1195] Ἐν τῷ δὲ κεῖσαι συμφορᾶς; Τίς ἡ τύχη;

  Ἑλένη

  Μενέλαος οἴμοι, πῶς φράσω; Τέθνηκέ μοι.

  Θεοκλύμενος

  Οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δ’ εὐτυχῶ.

  Πῶς <δ’> οἶσθα; Μῶν σοι Θεονόη λέγει τάδε;

  Ἑλένη

  Κείνη τε φησὶν ὅ τε παρὼν ὅτ’ ὤλλυτο.

  Θεοκλύμενος

  [1200] Ἥκει γὰρ ὅστις καὶ τάδ’ ἀγγέλλει σαφῆ;

  Ἑλένη

  Ἥκει· μόλοι γὰρ οἷ σφ’ ἐγὼ χρῄζω μολεῖν.

  Θεοκλύμενος

  Τίς ἐστι; Ποῦ ‘στιν; Ἵνα σαφέστερον μάθω.

  Ἑλένη

  Ὅδ’ ὃς κάθηται τῷδ’ ὑποπτήξας τάφῳ.

  Θεοκλύμενος

  Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφῳ πρέπει.

  Ἑλέ
νη

  [1205] Οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδ’ ἔχειν πόσιν.

  Θεοκλύμενος

  ποδαπὸς δ’ ὅδ’ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν;

  Ἑλένη

  Ἕλλην, Ἀχαιῶν εἷς ἐμῷ σύμπλους πόσει.

  Θεοκλύμενος

  Θανάτῳ δὲ ποίῳ φησὶ Μενέλεων θανεῖν;

  Ἑλένη

  Οἰκτρόταθ’, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός.

  Θεοκλύμενος

  [1210] Ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον;

  Ἑλένη

  Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις.

  Θεοκλύμενος

  Καὶ πῶς ὅδ’ οὐκ ὄλωλε κοινωνῶν πλάτης;

  Ἑλένη

  Ἐσθλῶν κακίους ἐνίοτ’ εὐτυχέστεροι.

  Θεοκλύμενος

  Λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα;

  Ἑλένη

  [1215] Ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή.

  Θεοκλύμενος

  Ὄλωλ’ ἐκεῖνος. Ἦλθε δ’ ἐν ποίῳ σκάφει;

  Ἑλένη

  ναῦταί σφ’ ἀνείλοντ’ ἐντυχόντες, ὡς λέγει.

  Θεοκλύμενος

  Ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν;

  Ἑλένη

  Νεφέλης λέγεις ἄγαλμα; Ἐς αἰθέρ’ οἴχεται.

  Θεοκλύμενος

  [1220] Ὦ Πρίαμε καὶ γῆ Τρῳάς, <ὡς> ἔρρεις μάτην.

  Ἑλένη

  Κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας.

  Θεοκλύμενος

  Πόσιν δ’ ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί;

  Ἑλένη

  Ἄθαπτον· οἲ ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν.

  Θεοκλύμενος

  Τῶνδ’ οὕνεκ’ ἔταμες βοστρύχους ξανθῆς κόμης·

  Ἑλένη

  [1225] Φίλος γάρ ἐστιν, ὅς ποτ’ ἐστίν, ἐνθάδ’ ὤν.

  Θεοκλύμενος

  Ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται

  Ἑλένη

  Ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν.

 

‹ Prev