by Euripides
Παιδαγωγός
ὁ μάντις Ἀμφιάραος, ὦ δέσποιν᾽, ὅδε:
σφάγια δ᾽ ἅμ᾽ αὐτῷ, γῆς φιλαίματοι ῥοαί.
Ἀντιγόνη
175 ὦ λιπαροζώνου θύγατερ Ἀελίου
Σελαναία, χρυσεόκυκλον φέγγος,
ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα
πώλοις μεταφέρων ἰθύνει.
ποῦ δ᾽ ὃς τὰ δεινὰ τῇδ᾽ ἐφυβρίζει πόλει;
Παιδαγωγός
180 Καπανεύς; ἐκεῖνος προσβάσεις τεκμαίρεται
πύργων ἄνω τε καὶ κάτω τείχη μετρῶν.
Ἀντιγόνη
ἰώ,
Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί,
κεραυνῶν τε φῶς αἰθαλόεν, σύ τοι
μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις:
185 ὅδ᾽ ἐστίν, αἰχμαλώτιδας
ὃς δορὶ Θηβαίας Μυκηνηΐσιν
Λερναίᾳ τε δώσειν τριαίνᾳ,
Ποσειδανίοις Ἀμυμωνίοις
ὕδασι δουλείαν περιβαλών —
190 μήποτε μήποτε τάνδ᾽, ὦ πότνια,
χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος
Ἄρτεμι, δουλοσύναν τλαίην.
Παιδαγωγός
ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγας
ἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθου
195 ἐς τέρψιν ἦλθες ὧν ἔχρῃζες εἰσιδεῖν.
ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν,
χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς,
φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ,
σμικράς τ᾽ ἀφορμὰς ἢν λάβωσι τῶν λόγων,
200 πλείους ἐπεσφέρουσιν: ἡδονὴ δέ τις
γυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν.
Χορός
Τύριον οἶδμα λιποῦσ᾽ ἔβαν
ἀκροθίνια Λοξίᾳ
Φοινίσσας ἀπὸ νάσου
205 Φοίβῳ δούλα μελάθρων,
ἵν᾽ ὑπὸ δειράσι νιφοβόλοις
Παρνασοῦ κατενάσθη,
Ἰόνιον κατὰ πόντον ἐλά-
τᾳ πλεύσασα περιρρύτῳ
210 ὑπὲρ ἀκαρπίστων πεδίων
Σικελίας Ζεφύρου πνοαῖς
ἱππεύσαντος, ἐν οὐρανῷ
κάλλιστον κελάδημα.
πόλεος ἐκπροκριθεῖσ᾽ ἐμᾶς
215 καλλιστεύματα Λοξίᾳ
Καδμείων ἔμολον γᾶν,
κλεινῶν Ἀγηνοριδᾶν
ὁμογενεῖς ἐπὶ Λαΐου
πεμφθεῖσ᾽ ἐνθάδε πύργους.
220 ἴσα δ᾽ ἀγάλμασι χρυσοτεύ-
κτοις Φοίβῳ λάτρις ἐγενόμαν:
ἔτι δὲ Κασταλίας ὕδωρ
περιμένει με κόμας ἐμᾶς
δεῦσαι παρθένιον χλιδὰν
225 Φοιβείαισι λατρείαις.
ἰὼ λάμπουσα πέτρα πυρὸς
δικόρυφον σέλας ὑπὲρ ἄκρων
βακχειῶν Διονύσου,
οἴνα θ᾽ ἃ καθαμέριον
230 στάζεις τὸν πολύκαρπον
οἰνάνθας ἱεῖσα βότρυν,
ζάθεά τ᾽ ἄντρα δράκοντος οὔ-
ρειαί τε σκοπιαὶ θεῶν
νιφόβολόν τ᾽ ὄρος ἱερόν, εἱ-
235 λίσσων ἀθανάτας θεοῦ
χορὸς γενοίμαν ἄφοβος
παρὰ μεσόμφαλα γύαλα Φοί-
βου Δίρκαν προλιποῦσα.
νῦν δέ μοι πρὸ τειχέων
240 θούριος μολὼν Ἄρης
αἷμα δάιον φλέγει
τᾷδ᾽, ὃ μὴ τύχοι, πόλει:
κοινὰ γὰρ φίλων ἄχη,
κοινὰ δ᾽, εἴ τι πείσεται
245 ἑπτάπυργος ἅδε γᾶ,
Φοινίσσᾳ χώρᾳ. φεῦ φεῦ.
κοινὸν αἷμα, κοινὰ τέκεα
τᾶς κερασφόρου πέφυκεν Ἰοῦς:
ὧν μέτεστί μοι πόνων.
250 ἀμφὶ δὲ πτόλιν νέφος
ἀσπίδων πυκνὸν φλέγει
σχῆμα φοινίου μάχης,
ἃν Ἄρης τάχ᾽ εἴσεται
παισὶν Οἰδίπου φέρων
255 πημονὰν Ἐρινύων.
Ἄργος ὦ Πελασγικόν,
δειμαίνω τὰν σὰν ἀλκάν,
καὶ τὸ θεόθεν: οὐ γὰρ ἄδικον
εἰς ἀγῶνα τόνδ᾽ ἔνοπλος ὁρμᾷ [παῖς]
260 ὃς μετέρχεται δόμους.
Πολυνείκης
τὰ μὲν πυλωρῶν κλῇθρά μ᾽ εἰσεδέξατο
δι᾽ εὐπετείας τειχέων ἔσω μολεῖν.
ὃ καὶ δέδοικα μή με δικτύων ἔσω
λαβόντες οὐκ ἐκφρῶσ᾽ ἀναίμακτον χρόα.
265 ὧν οὕνεκ᾽ ὄμμα πανταχῇ διοιστέον
κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ.
ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ
τὰ πίστ᾽ ἐμαυτῷ τοῦ θράσους παρέξομαι.
ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα;
270 ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται,
ὅταν δι᾽ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός.
πέποιθα μέντοι μητρί, κοὐ πέποιθ᾽ ἅμα,
ἥτις μ᾽ ἔπεισε δεῦρ᾽ ὑπόσπονδον μολεῖν.
ἀλλ᾽ ἐγγὺς ἀλκή: βώμιοι γὰρ ἐσχάραι
275 πέλας πάρεισι, κοὐκ ἔρημα δώματα.
φέρ᾽ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος
καὶ τάσδ᾽ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις.
ξέναι γυναῖκες, εἴπατ᾽, ἐκ ποίας πάτρας
Ἑλληνικοῖσι δώμασιν πελάζετε;
Χορός
280 Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με,
Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς
Φοίβῳ μ᾽ ἔπεμψαν ἐνθάδ᾽ ἀκροθίνιον.
μέλλων δὲ πέμπειν μ᾽ Οἰδίπου κλεινὸς γόνος
μαντεῖα σεμνὰ Λοξίου τ᾽ ἐπ᾽ ἐσχάρας —
285 ἐν τῷδ᾽ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν.
σὺ δ᾽ ἀντάμειψαί μ᾽, ὅστις ὢν ἐλήλυθας
ἑπτάστομον πύργωμα Θηβαίας χθονό
ς.
Πολυνείκης
πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου,
ἔτικτε δ᾽ Ἰοκάστη με, παῖς Μενοικέως:
290 καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς.
Χορός
ὦ συγγένεια τῶν Ἀγήνορος τέκνων,
ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο —
Χορός
γονυπετεῖς ἕδρας προσπίτνω σ᾽, ἄναξ,
τὸν οἴκοθεν νόμον σέβουσ᾽ —
295 ἔβας ὢ χρόνῳ γᾶν πατρῴαν.
ἰὼ ἰώ: πότνια, μόλε πρόδομος,
ἀμπέτασον πύλας.
κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ;
τί μέλλεις ὑπώροφα μέλαθρα περᾶν
300 θιγεῖν τ᾽ ὠλέναισιν τέκνου;
Ἰοκάστη
Φοίνισσαν βοὰν
κλύουσ᾽, ὦ νεάνιδες, γηραιὸν
πόδ᾽ ἕλκω, τρομερὰν βάσιν: ἰὼ τέκνον,
305 χρόνῳ σὸν ὄμμα μυρίαις τ᾽ ἐν ἁμέραις
προσεῖδον: ἀμφίβαλλε μα-
στὸν ὠλέναισι ματέρος,
παρηίδων τ᾽ ὄρεγμα βο-
στρύχων τε κυανόχρωτα χαί-
τας πλόκαμον, δέραν σκιάζων ἁμάν.
310 ἰὼ ἰώ, μόλις φανεὶς
ἄελπτα κἀδόκητα ματρὸς ὠλέναις.
τί φῶ σε; πῶς ἅπαντα
καὶ χερσὶ καὶ λόγοισι
πολυέλικτον ἁδονὰν
315 [ἐκεῖσε καὶ τὸ δεῦρο]
περιχορεύουσα τέρψιν παλαιᾶν λάβω
χαρμονᾶν; ἰὼ τέκος,
ἔρημον πατρῷον ἔλιπες δόμον
φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ,
320 ἦ ποθεινὸς φίλοις,
ἦ ποθεινὸς Θήβαις.
ὅθεν ἐμάν τε λευκόχροα κείρομαι
δακρυόεσσ᾽ ἀνεῖσα πένθει κόμαν,
ἄπεπλος φαρέων λευκῶν, <ὦ> τέκνον,
325 δυσόρφναια δ᾽ ἀμφὶ τρύχη τάδε
σκότι᾽ ἀμείβομαι.
ὁ δ᾽ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς
ἀπήνας ὁμοπτέρου τᾶς ἀπο-
ζυγείσας δόμων
330 πόθον ἀμφιδάκρυτον ἀεὶ κατ-
έχων ἀνῇξε μὲν ξίφους
ἐπ᾽ αὐτόχειρά τε σφαγάν,
ὑπὲρ τέραμνά τ᾽ ἀγχόνας,
στενάζων ἀρὰς τέκνοις:
335 σὺν ἀλαλαῖσι δ᾽ αἰὲν αἰαγμάτων
σκότια κρύπτεται.
σὲ δ᾽, ὦ τέκνον, [καὶ] γάμοισι δὴ
κλύω ζυγέντα παιδοποιὸν ἁδονὰν
ξένοισιν ἐν δόμοις ἔχειν
340 ξένον τε κῆδος ἀμφέπειν,
ἄλαστα ματρὶ τᾷδε Λα-
ίῳ τε τῷ παλαιγενεῖ,
γάμων ἐπακτὸν ἄταν.
ἐγὼ δ᾽ οὔτε σοι πυρὸς ἀνῆψα φῶς
345 νόμιμον ἐν γάμοις
]ὡς πρέπει[ ματέρι μακαρίᾳ:
ἀνυμέναια δ᾽ Ἰσμηνὸς ἐκηδεύθη
λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίαν
πόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας.
350 ὄλοιτο, τάδ᾽ εἴτε σίδαρος
εἴτ᾽ ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος,
εἴτε τὸ δαιμόνιον κατεκώμασε
δώμασιν Οἰδιπόδα:
πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδ᾽ ἄχη.
Χορός
355 δεινὸν γυναιξὶν αἱ δι᾽ ὠδίνων γοναί,
καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος.
Πολυνείκης
μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην
ἐχθροὺς ἐς ἄνδρας: ἀλλ᾽ ἀναγκαίως ἔχει
πατρίδος ἐρᾶν ἅπαντας: ὃς δ᾽ ἄλλως λέγει,
360 λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖσ᾽ ἔχει.
οὕτω δ᾽ ἐτάρβουν ἐς φόβον τ᾽ ἀφικόμην,
μή τις δόλος με πρὸς κασιγνήτου κτάνῃ,
ὥστε ξιφήρη χεῖρ᾽ ἔχων δι᾽ ἄστεως
κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μ᾽ ὠφελεῖ,
365 σπονδαί τε καὶ σὴ πίστις, ἥ μ᾽ ἐσήγαγε
τείχη πατρῷα: πολύδακρυς δ᾽ ἀφικόμην,
χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν
γυμνάσιά θ᾽ οἷσιν ἐνετράφην Δίρκης θ᾽ ὕδωρ:
ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν
370 ναίω, δι᾽ ὄσσων νᾶμ᾽ ἔχων δακρύρροον.
ἀλλ᾽ ἐκ γὰρ ἄλγους ἄλγος αὖ σὲ δέρκομαι
[κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους]
ἔχουσαν, οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν.
ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων
375 [καὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς].
τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾷ,
σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο;
ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς;
Ἰοκάστη
κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος:
380 οὕτω γὰρ ἤρξατ᾽, ἄνομα μὲν τεκεῖν ἐμέ,
κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ.
ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν.
ὅπως δ᾽ ἔρωμαι, μή τι σὴν δάκω φρένα,
δέδοιχ᾽, ἃ χρῄζω: διὰ πόθου δ᾽ ἐλήλυθα.
Πολυνείκης
385 ἀλλ᾽ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς:
ἃ γὰρ σὺ βούλῃ, ταὔτ᾽ ἐμοί, μῆτερ, φίλα.
Ἰοκάστη
καὶ δή σ᾽ ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν,
τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα;
Πολυνείκης
μέγιστον: ἔργῳ δ᾽ ἐστὶ μεῖζον ἢ λόγῳ.
Ἰοκάστη
390 τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές;
Πολυνείκης
ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν.
Ἰοκάστη
δούλου τόδ᾽ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ.
Πολυνείκης
τὰς τῶν κρα
τούντων ἀμαθίας φέρειν χρεών.
Ἰοκάστη
καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς.
Πολυνείκης
395 ἀλλ᾽ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον.
Ἰοκάστη
αἱ δ᾽ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.
Πολυνείκης
καλοῖς βλέπουσαί γ᾽ ὄμμασιν, μέλλουσι δέ.
Ἰοκάστη
οὐδ᾽ ὁ χρόνος αὐτὰς διεσάφησ᾽ οὔσας κενάς;
Πολυνείκης
ἔχουσιν Ἀφροδίτην τιν᾽ ἡδεῖαν κακῶν.
Ἰοκάστη
400 πόθεν δ᾽ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον;
Πολυνείκης
ποτὲ μὲν ἐπ᾽ ἦμαρ εἶχον, εἶτ᾽ οὐκ εἶχον ἄν.
Ἰοκάστη
φίλοι δὲ πατρὸς καὶ ξένοι σ᾽ οὐκ ὠφέλουν;
Πολυνείκης
εὖ πρᾶσσε: τὰ φίλων δ᾽ οὐδέν, ἤν τι δυστυχῇς.
Ἰοκάστη
οὐδ᾽ ηὑγένειά σ᾽ ἦρεν εἰς ὕψος μέγαν;
Πολυνείκης
405 κακὸν τὸ μὴ ἔχειν: τὸ γένος οὐκ ἔβοσκέ με.
Ἰοκάστη
ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.
Πολυνείκης
οὐδ᾽ ὀνομάσαι δύναι᾽ ἂν ὡς ἐστὶν φίλον.
Ἰοκάστη
πῶς δ᾽ ἦλθες Ἄργος; τίν᾽ ἐπίνοιαν ἔσχεθες;
Πολυνείκης
ἔχρησ᾽ Ἀδράστῳ Λοξίας χρησμόν τινα.
Ἰοκάστη
410 ποῖον; τί τοῦτ᾽ ἔλεξας; οὐκ ἔχω μαθεῖν.
Πολυνείκης
κάπρῳ λέοντί θ᾽ ἁρμόσαι παίδων γάμους.
Ἰοκάστη
καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον;
Πολυνείκης
οὐκ οἶδ᾽: ὁ δαίμων μ᾽ ἐκάλεσεν πρὸς τὴν τύχην.
Ἰοκάστη
σοφὸς γὰρ ὁ θεός: τίνι τρόπῳ δ᾽ ἔσχες λέχος;
Πολυνείκης
415 νὺξ ἦν, Ἀδράστου δ᾽ ἦλθον ἐς παραστάδας.
Ἰοκάστη