by Euripides
κοίτας ματεύων, ᾗ φυγὰς πλανώμενος;
Πολυνείκης
ἦν ταῦτα: κᾆτά γ᾽ ἦλθεν ἄλλος αὖ φυγάς.
Ἰοκάστη
τίς οὗτος; ὡς ἄρ᾽ ἄθλιος κἀκεῖνος ἦν.
Πολυνείκης
Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός.
Ἰοκάστη
420 τί θηρσὶν ὑμᾶς δῆτ᾽ Ἄδραστος ᾔκασεν;
Πολυνείκης
στρωμνῆς ἐς ἀλκὴν οὕνεκ᾽ ἤλθομεν πέρι.
Ἰοκάστη
ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα;
Πολυνείκης
κἄδωκέ γ᾽ ἡμῖν δύο δυοῖν νεάνιδας.
Ἰοκάστη
ἆρ᾽ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς;
Πολυνείκης
425 οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδ᾽ ἡμέρας.
Ἰοκάστη
πῶς δ᾽ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;
Πολυνείκης
δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε,
[Τυδεῖ τε κἀμοί: σύγγαμος γάρ ἐστ᾽ ἐμός:]
ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δ᾽ ἐμέ.
430 πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι
πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δ᾽, ἐμοὶ
διδόντες: ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι
πόλιν. θεοὺς δ᾽ ἐπώμοσ᾽ ὡς ἀκουσίως
τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ.
435 ἀλλ᾽ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν,
μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους
παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν.
πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλ᾽ ὅμως ἐρῶ:
τὰ χρήματ᾽ ἀνθρώποισι τιμιώτατα,
440 δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει.
ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων
λόγχην: πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ.
Χορός
καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε
χωρεῖ: σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν
445 τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα.
Ἐτεοκλῆς
μῆτερ, πάρειμι: τὴν χάριν δὲ σοὶ διδοὺς
ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου:
ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων
τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου
450 κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν
τόνδ᾽ εἰσεδέξω τειχέων πείσασά με.
Ἰοκάστη
ἐπίσχες: οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει,
βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν.
σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς:
455 οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάρα
Γοργόνος, ἀδελφὸν δ᾽ εἰσορᾷς ἥκοντα σόν.
σύ τ᾽ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε,
Πολύνεικες: ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων
λέξεις τ᾽ ἄμεινον τοῦδέ τ᾽ ἐνδέξῃ λόγους.
460 παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν:
ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳ
ἐς ἓν συνελθὼν ὄμματ᾽ ὄμμασιν διδῷ,
ἐφ᾽ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν,
κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν.
465 λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον:
σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων,
ἄδικα πεπονθώς, ὡς σὺ φῄς: κριτὴς δέ τις
θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.
Πολυνείκης
ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,
470 κοὐ ποικίλων δεῖ τἄνδιχ᾽ ἑρμηνευμάτων:
ἔχει γὰρ αὐτὰ καιρόν: ὁ δ᾽ ἄδικος λόγος
νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν.
ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην
τοὐμόν τε καὶ τοῦδ᾽, ἐκφυγεῖν χρῄζων ἀρὰς
475 ἃς Οἰδίπους ἐφθέγξατ᾽ εἰς ἡμᾶς ποτε,
ἐξῆλθον ἔξω τῆσδ᾽ ἑκὼν αὐτὸς χθονός,
δοὺς τῷδ᾽ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον,
ὥστ᾽ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν
καὶ μὴ δι᾽ ἔχθρας τῷδε καὶ φθόνου μολὼν
480 κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται.
ὃ δ᾽ αἰνέσας ταῦθ᾽ ὁρκίους τε δοὺς θεούς,
ἔδρασεν οὐδὲν ὧν ὑπέσχετ᾽, ἀλλ᾽ ἔχει
τυραννίδ᾽ αὐτὸς καὶ δόμων ἐμῶν μέρος.
καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν
485 στρατὸν μὲν ἔξω τῆσδ᾽ ἀποστεῖλαι χθονός,
οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν
καὶ τῷδ᾽ ἀφεῖναι τὸν ἴσον αὖθις <αὖ> χρόνον,
καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν
πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις,
490 ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι
δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ,
ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερ
ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα.
ταῦτ᾽ αὔθ᾽ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς
495 λόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖς
καὶ τοῖσι φαύλοις ἔνδιχ᾽, ὡς ἐμοὶ δοκεῖ.
Χορός
ἐμοὶ μέν, εἰ καὶ μὴ καθ᾽ Ἑλλήνων χθόνα
τεθράμμεθ᾽, ἀλλ᾽ οὖν ξυνετά μοι δοκεῖς λέγειν.
Ἐτεοκλῆς
εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θ᾽ ἅμα,
500 οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις:
νῦν δ᾽ οὔθ᾽ ὅμοιον οὐδὲν οὔτ᾽ ἴσον βροτοῖς,
πλὴν ὀνόμασαι: τὸ δ᾽ ἔργον οὐκ ἔστιν τόδε.
ἐγὼ γὰρ οὐδέν, μῆ
τερ, ἀποκρύψας ἐρῶ:
ἄστρων ἂν ἔλθοιμ᾽ ἡλίου πρὸς ἀντολὰς
505 καὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε,
τὴν θεῶν μεγίστην ὥστ᾽ ἔχειν Τυραννίδα.
τοῦτ᾽ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι
ἄλλῳ παρεῖναι μᾶλλον ἢ σῴζειν ἐμοί:
ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας
510 τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδ᾽ αἰσχύνομαι,
ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν
τυχεῖν ἃ χρῄζει: ταῖς γὰρ ἂν Θήβαις τόδε
γένοιτ᾽ ὄνειδος, εἰ Μυκηναίου δορὸς
φόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδ᾽ ἔχειν.
515 χρῆν δ᾽ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς,
μῆτερ, ποιεῖσθαι: πᾶν γὰρ ἐξαιρεῖ λόγος
ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
ἀλλ᾽, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει,
ἔξεστ᾽: ἐκεῖνο δ᾽ οὐχ ἑκὼν μεθήσομαι.
520 ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ;
πρὸς ταῦτ᾽ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα,
ζεύγνυσθε δ᾽ ἵππους, πεδία πίμπλαθ᾽ ἁρμάτων,
ὡς οὐ παρήσω τῷδ᾽ ἐμὴν τυραννίδα.
εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι
525 κάλλιστον ἀδικεῖν, τἄλλα δ᾽ εὐσεβεῖν χρεών.
Χορός
οὐκ εὖ λέγειν χρὴ μὴ ‘πὶ τοῖς ἔργοις καλοῖς:
οὐ γὰρ καλὸν τοῦτ᾽, ἀλλὰ τῇ δίκῃ πικρόν.
Ἰοκάστη
Ἰοκάστη
ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά,
Ἐτεόκλεες, πρόσεστιν: ἀλλ᾽ ἡμπειρία
530 ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
τί τῆς κακίστης δαιμόνων ἐφίεσαι
Φιλοτιμίας, παῖ; μὴ σύ γ᾽: ἄδικος ἡ θεός:
πολλοὺς δ᾽ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας
ἐσῆλθε κἀξῆλθ᾽ ἐπ᾽ ὀλέθρῳ τῶν χρωμένων:
535 ἐφ᾽ ᾗ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον,
Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις
πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις
συνδεῖ: τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ,
τῷ πλέονι δ᾽ αἰεὶ πολέμιον καθίσταται
540 τοὔλασσον ἐχθρᾶς θ᾽ ἡμέρας κατάρχεται.
καὶ γὰρ μέτρ᾽ ἀνθρώποισι καὶ μέρη σταθμῶν
Ἰσότης ἔταξε κἀριθμὸν διώρισε,
νυκτός τ᾽ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς
ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον,
545 κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον.
εἶθ᾽ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς
σὺ δ᾽ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον
καὶ τῷδε νεῖμαι; κᾆτα ποῦ ‘στιν ἡ δίκη;
τί τὴν τυραννίδ᾽, ἀδικίαν εὐδαίμονα,
550 τιμᾷς ὑπέρφευ καὶ μέγ᾽ ἥγησαι τόδε;
περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν.
ἢ πολλὰ μοχθεῖν πόλλ᾽ ἔχων ἐν δώμασι
βούλῃ; τί δ᾽ ἔστι τὸ πλέον; ὄνομ᾽ ἔχει μόνον:
ἐπεὶ τά γ᾽ ἀρκοῦνθ᾽ ἱκανὰ τοῖς γε σώφροσιν.
555 οὔτοι τὰ χρήματ᾽ ἴδια κέκτηνται βροτοί,
τὰ τῶν θεῶν δ᾽ ἔχοντες ἐπιμελούμεθα:
ὅταν δὲ χρῄζωσ᾽, αὔτ᾽ ἀφαιροῦνται πάλιν.
[ὁ δ᾽ ὄλβος οὐ βέβαιος, ἀλλ᾽ ἐφήμερος.]
ἄγ᾽, ἤν σ᾽ ἔρωμαι δύο λόγω προθεῖσ᾽ ἅμα,
560 πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις,
ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σ᾽ ὅδε;
[Ἀργεῖά τ᾽ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ,]
ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε,
ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας
565 βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας.
ὀδυνηρὸς ἆρ᾽ ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν,
γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ.
σοὶ μὲν τάδ᾽ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω:
ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σ᾽ ἀνήψατο,
570 ἀσύνετα δ᾽ ἦλθες καὶ σὺ πορθήσων πόλιν.
φέρ᾽, ἢν ἕλῃς γῆν τήνδ᾽ — ὃ μὴ τύχοι ποτέ —
πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί;
πῶς δ᾽ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν,
καὶ σκῦλα γράψεις πῶς ἐπ᾽ Ἰνάχου ῥοαῖς;
575 ‘Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς
ἀσπίδας ἔθηκε;’ μήποτ᾽, ὦ τέκνον, κλέος
τοιόνδε σοι γένοιθ᾽ ὑφ᾽ Ἑλλήνων λαβεῖν.
ἢν δ᾽ αὖ κρατηθῇς καὶ τὰ τοῦδ᾽ ὑπερδράμῃ,
πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς;
580 ἐρεῖ δὲ δή τις: ὦ κακὰ μνηστεύματα
Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον
ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον,
κείνων στέρεσθαι τῶνδέ τ᾽ ἐν μέσῳ πεσεῖν.
μέθετον τὸ λίαν, μέθετον: ἀμαθία δυοῖν,
585 ἐς ταὔθ᾽ ὅταν μόλητον, ἔχθιστον κακόν.
Χορός
ὦ θεοί, γένοισθε τῶνδ᾽ ἀπότροποι κακῶν
καὶ ξύμβασίν τιν᾽ Οἰδίπου τέκνοις δότε.
Ἐτεοκλῆς
μῆτερ, οὐ λόγων ἔθ᾽ ἁγών, ἀλλ᾽ ἀναλοῦται χρόνος
οὑν μέσῳ μάτην, περαίνει δ᾽ οὐδὲν ἡ προθυμία:
590 οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ ‘πὶ τοῖς εἰρημένοις,
ὥστ᾽ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδ᾽ ἄνακτ᾽ εἶναι χθονός:
τῶν μακρῶν δ᾽ ἀπαλλαγεῖσα νουθετημάτων μ᾽ ἔα.
καὶ σὺ τῶνδ᾽ ἔξω κομίζου τειχέων, ἢ κατθανῇ.
Πολυνείκης
&nbs
p; πρὸς τίνος; τίς ὧδ᾽ ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφος
595 φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον;
Ἐτεοκλῆς
ἐγγύς, οὐ πρόσω βέβηκεν: ἐς χέρας λεύσσεις ἐμάς;
Πολυνείκης
εἰσορῶ: δειλὸν δ᾽ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.
Ἐτεοκλῆς
κᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην;
Πολυνείκης
ἀσφαλὴς γάρ ἐστ᾽ ἀμείνων ἢ θρασὺς στρατηλάτης.
Ἐτεοκλῆς
600 κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν.
Πολυνείκης
καὶ σέ: δεύτερον δ᾽ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός.
Ἐτεοκλῆς
οὐκ ἀπαιτούμεσθ᾽: ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον.
Πολυνείκης
τοῦ μέρους ἔχων τὸ πλεῖον;
Ἐτεοκλῆς
φήμ᾽: ἀπαλλάσσου δὲ γῆς.
Πολυνείκης
ὦ θεῶν βωμοὶ πατρῴων —
Ἐτεοκλῆς
οὓς σὺ πορθήσων πάρει.
Πολυνείκης
605 κλύετέ μου —
Ἐτεοκλῆς
τίς δ᾽ ἂν κλύοι σου πατρίδ᾽ ἐπεστρατευμένου;
Πολυνείκης
καὶ θεῶν τῶν λευκοπώλων δώματα —
Ἐτεοκλῆς
οἳ στυγοῦσί σε.
Πολυνείκης
ἐξελαυνόμεσθα πατρίδος —
Ἐτεοκλῆς
καὶ γὰρ ἦλθες ἐξελῶν.
Πολυνείκης
ἀδικίᾳ γ᾽, ὦ θεοί.
Ἐτεοκλῆς
Μυκήναις, μὴ ‘νθάδ᾽ ἀνακάλει θεούς.
Πολυνείκης
ἀνόσιος πέφυκας —
Ἐτεοκλῆς
ἀλλ᾽ οὐ πατρίδος, ὡς σύ, πολέμιος.
Πολυνείκης
610 ὅς μ᾽ ἄμοιρον ἐξελαύνεις.
Ἐτεοκλῆς
καὶ κατακτενῶ γε πρός.