Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 166
Complete Works of Euripides Page 166

by Euripides


  Πολυνείκης

  ὦ πάτερ, κλύεις ἃ πάσχω;

  Ἐτεοκλῆς

  καὶ γὰρ οἷα δρᾷς κλύει.

  Πολυνείκης

  καὶ σύ, μῆτερ;

  Ἐτεοκλῆς

  ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα.

  Πολυνείκης

  ὦ πόλις.

  Ἐτεοκλῆς

  μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.

  Πολυνείκης

  εἶμι, μὴ πόνει: σὲ δ᾽ αἰνῶ, μῆτερ.

  Ἐτεοκλῆς

  ἔξιθι χθονός.

  Πολυνείκης

  615 ἔξιμεν: πατέρα δέ μοι δὸς εἰσιδεῖν.

  Ἐτεοκλῆς

  οὐκ ἂν τύχοις.

  Πολυνείκης

  ἀλλὰ παρθένους ἀδελφάς.

  Ἐτεοκλῆς

  οὐδὲ τάσδ᾽ ὄψῃ ποτέ.

  Πολυνείκης

  ὦ κασίγνηται.

  Ἐτεοκλῆς

  τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν;

  Πολυνείκης

  μῆτερ, ἀλλά μοι σὺ χαῖρε.

  Ἰοκάστη

  χαρτὰ γοῦν πάσχω, τέκνον.

  Πολυνείκης

  οὐκέτ᾽ εἰμὶ παῖς σός.

  Ἰοκάστη

  ἐς πόλλ᾽ ἀθλία πέφυκ᾽ ἐγώ.

  Πολυνείκης

  620 ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει.

  Ἐτεοκλῆς

  καὶ γὰρ ἀνθυβρίζομαι.

  Πολυνείκης

  ποῦ ποτε στήσῃ πρὸ πύργων;

  Ἐτεοκλῆς

  ὡς τί μ᾽ ἱστορεῖς τόδε;

  Πολυνείκης

  ἀντιτάξομαι κτενῶν σε.

  Ἐτεοκλῆς

  κἀμὲ τοῦδ᾽ ἔρως ἔχει.

  Ἰοκάστη

  ὦ τάλαιν᾽ ἐγώ: τί δράσετ᾽, ὦ τέκνα;

  Πολυνείκης

  αὐτὸ σημανεῖ.

  Ἰοκάστη

  πατρὸς οὐ φεύξεσθ᾽ Ἐρινῦς;

  Ἐτεοκλῆς

  ἐρρέτω πρόπας δόμος.

  Πολυνείκης

  625 ὡς τάχ᾽ οὐκέθ᾽ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος.

  τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι,

  ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός,

  δοῦλος ὥς, ἀλλ᾽ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς:

  κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δ᾽ αἰτιῶ:

  630 οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δ᾽ ἐξελαύνομαι χθονός.

  καὶ σύ, Φοῖβ᾽ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε,

  ἥλικές θ᾽ οὑμοί, θεῶν τε δεξίμηλ᾽ ἀγάλματα.

  οὐ γὰρ οἶδ᾽ εἴ μοι προσειπεῖν αὖθις ἔσθ᾽ ὑμᾶς ποτε:

  ἐλπίδες δ᾽ οὔπω καθεύδουσ᾽, αἷς πέποιθα σὺν θεοῖς

  635 τόνδ᾽ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός.

  Ἐτεοκλῆς

  ἔξιθ᾽ ἐκ χώρας: ἀληθῶς δ᾽ ὄνομα Πολυνείκη πατὴρ

  ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον.

  Χορός

  Κάδμος ἔμολε τάνδε γᾶν

  Τύριος, ᾧ τετρασκελὴς

  640 μόσχος ἀδάματον πέσημα

  δίκε τελεσφόρον διδοῦσα

  χρησμόν, οὗ κατοικίσαι

  πεδία νιν τὸ θέσφατον

  πυροφόρα δόμων ἔχρη,

  645 καλλιπόταμος ὕδατος ἵνα τε

  νοτὶς ἐπέρχεται γύας,

  Δίρκας χλοηφόρους

  καὶ βαθυσπόρους γύας:

  Βρόμιον ἔνθα τέκετο μά-

  650 τηρ Διὸς γάμοισι,

  κισσὸς ὃν περιστεφὴς

  ἕλικος εὐθὺς ἔτι βρέφος

  χλοηφόροισιν ἔρνεσιν

  κατασκίοισιν ὀλβίσας ἐνώτισεν,

  655 Βάκχιον χόρευμα παρθένοισι Θηβαΐαισι

  καὶ γυναιξὶν εὐίοις.

  Χορός

  ἔνθα φόνιος ἦν δράκων

  Ἄρεος ὠμόφρων φύλαξ

  νάματ᾽ ἔνυδρα καὶ ῥέεθρα

  660 χλοερὰ δεργμάτων κόραισι

  πολυπλάνοις ἐπισκοπῶν:

  ὃν ἐπὶ χέρνιβας μολὼν

  Κάδμος ὄλεσε μαρμάρῳ:

  κρᾶτα φόνιον ὀλεσίθηρος

  665 ὠλένας δικὼν βολαῖς,

  δίας ἀμάτορος <δ᾽>

  ἐς βαθυσπόρους γύας

  γαπετεῖς δικὼν ὀδόν-

  τας [Παλλάδος] φραδαῖσιν:

  670 ἔνθεν ἐξανῆκε γᾶ

  πάνοπλον ὄψιν ὑπὲρ ἄκρων

  ὅρων χθονός: σιδαρόφρων

  δέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ.

  αἵματος δ᾽ ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισι

  675 δεῖξεν αἰθέρος πνοαῖς.

  Χορός

  καὶ σέ, τὸν προμάτορος

  Ἰοῦς ποτ᾽ ἔκγονον

  Ἔπαφον, ὦ Διὸς γένεθλον,

  [ἐκάλεσ᾽] ἐκάλεσα βαρβάρῳ βοᾷ,

  680 ἰώ, βαρβάροις λιταῖς:

  βᾶθι βᾶθι τάνδε γᾶν:

  — σοί νιν ἔκγονοι κτίσαν

  καὶ διώνυμοι θεαί,

  Περσέφασσα καὶ φίλα

  685 Δαμάτηρ θεά,

  πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός,

  κτήσαντο — πέμπε πυρφόρους

  θεάς, ἄμυνε τᾷδε γᾷ:

  πάντα δ᾽ εὐπετῆ θεοῖς.

  Ἐτεοκλῆς

  690 χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως

  Κρέοντ᾽, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς,

  λέγων τάδ᾽, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς

  θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα,

  πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν.

  695 καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών:

  ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντ᾽ ἐμούς.

  Κρέων

  ἦ πόλλ᾽ ἐπῆλθον εἰσιδεῖν χρῄζων σ᾽, ἄναξ

  Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας

  φυλακάς τ᾽ ἐπῆλθον σὸν δέμας θηρώμενος.

  Ἐτεοκλῆς

&n
bsp; 700 καὶ μὴν ἐγὼ σ᾽ ἔχρῃζον εἰσιδεῖν, Κρέον:

  πολλῷ γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς

  ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών.

  Κρέων

  ἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν,

  κήδει τ᾽ Ἀδράστου καὶ στρατῷ πεποιθότα.

  705 ἀλλ᾽ ἐς θεοὺς χρὴ ταῦτ᾽ ἀναρτήσαντ᾽ ἔχειν:

  ἃ δ᾽ ἐμποδὼν μάλιστα, ταῦθ᾽ ἥκω φράσων.

  Ἐτεοκλῆς

  τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ.

  Κρέων

  ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα.

  Ἐτεοκλῆς

  λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον;

  Κρέων

  710 μέλλειν [πέριξ πύργοισι Καδμείων πόλιν

  ὅπλοις] ἑλίξειν αὐτίκ᾽ Ἀργείων στρατόν.

  Ἐτεοκλῆς

  ἐξοιστέον τἄρ᾽ ὅπλα Καδμείων πόλει.

  Κρέων

  ποῖ; μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή σ᾽ ὁρᾶν;

  Ἐτεοκλῆς

  ἐκτὸς τάφρων τῶνδ᾽, ὡς μαχουμένους τάχα.

  Κρέων

  715 σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δ᾽ ἄφθονοι.

  Ἐτεοκλῆς

  ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς.

  Κρέων

  ἔχει τιν᾽ ὄγκον τἄργος Ἑλλήνων πάρα.

  Ἐτεοκλῆς

  θάρσει: τάχ᾽ αὐτῶν πεδίον ἐμπλήσω φόνου.

  Κρέων

  θέλοιμ᾽ ἄν: ἀλλὰ τοῦθ᾽ ὁρῶ πολλοῦ πόνου.

  Ἐτεοκλῆς

  720 ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν.

  Κρέων

  καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία.

  Ἐτεοκλῆς

  βούλῃ τράπωμαι δῆθ᾽ ὁδοὺς ἄλλας τινάς;

  Κρέων

  πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν.

  Ἐτεοκλῆς

  εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου;

  Κρέων

  725 εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν.

  Ἐτεοκλῆς

  ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.

  Κρέων

  ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας.

  Ἐτεοκλῆς

  ἀλλ᾽ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ;

  Κρέων

  ἔκπληξις ἂν γένοιτο: νικῆσαι δὲ δεῖ.

  Ἐτεοκλῆς

  730 βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος.

  Κρέων

  ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς.

  Ἐτεοκλῆς

  τί δ᾽, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν;

  Κρέων

  κἀκεῖ πέφρακται λαὸς ἅρμασιν πέριξ.

  Ἐτεοκλῆς

  τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν;

  Κρέων

  735 μὴ δῆτα: βουλεύου δ᾽, ἐπείπερ εἶ σοφός.

  Ἐτεοκλῆς

  τίς οὖν πρόνοια γίγνεται σοφωτέρα;

  Κρέων

  ἕπτ᾽ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσ᾽ ἐγώ —

  Ἐτεοκλῆς

  τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ.

  Κρέων

  † λόχων ἀνάσσειν † ἑπτὰ προσκεῖσθαι πύλαις.

  Ἐτεοκλῆς

  740 τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ.

  Κρέων

  ἕπτ᾽ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ.

  Ἐτεοκλῆς

  λόχων ἀνάσσειν ἢ μονοστόλου δορός;

  Κρέων

  λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι.

  Ἐτεοκλῆς

  ξυνῆκ᾽: ἀμύνειν τειχέων προσαμβάσεις.

  Κρέων

  745 καὶ ξυστρατήγους <γ᾽>: εἷς δ᾽ ἀνὴρ οὐ πάνθ᾽ ὁρᾷ.

  Ἐτεοκλῆς

  θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίᾳ;

  Κρέων

  ἀμφότερον: ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον.

  Ἐτεοκλῆς

  ἔσται τάδ᾽: ἐλθὼν ἑπτάπυργον ἐς πόλιν

  τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις,

  750 ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς.

  ὄνομα δ᾽ ἑκάστου διατριβὴ πολλὴ λέγειν,

  ἐχθρῶν ὑπ᾽ αὐτοῖς τείχεσιν καθημένων.

  ἀλλ᾽ εἶμ᾽, ὅπως ἂν μὴ καταργῶμεν χέρα.

  καί μοι γένοιτ᾽ ἀδελφὸν ἀντήρη λαβεῖν

  755 καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί.

  [κτανεῖν θ᾽, ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.]

  γάμους δ᾽ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ

  Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ,

  σοὶ χρὴ μέλεσθαι: τὴν δόσιν δ᾽ ἐχέγγυον

  760 τὴν πρόσθε ποιῶ νῦν ἐπ᾽ ἐξόδοις ἐμαῖς.

  μητρὸς δ᾽ ἀδελφὸς εἶ: τί δεῖ μακρηγορεῖν;

  τρέφ᾽ ἀξίως νιν σοῦ τε τήν τ᾽ ἐμὴν χάριν.

  πατὴρ δ᾽ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει,

  ὄψιν τυφλώσας: οὐκ ἄγαν σφ᾽ ἐπῄνεσα:

  765 ἡμᾶς δ᾽ ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ.

  ἓν δ᾽ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον

  οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι,

  τοῦδ᾽ ἐκπυθέσθαι ταῦτ᾽: ἐγὼ δὲ παῖδα σὸν

  Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον,

  770 λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον:

  σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται,

  ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην

  ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν.

  πόλει δὲ καὶ σοὶ ταῦτ᾽ ἐπισκήπτω, Κρέον:

  775 ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυν

  μήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί,

  θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ᾖ.

  [σοὶ μὲν τάδ᾽ εἶπον: προσπόλοις δ᾽ ἐμοῖς λέγω:]

  ἐκφέρετε τεύχη πάνοπλά τ᾽ ἀμφιβλ�
�ματα,

  780 ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸς

  ὁρμώμεθ᾽ ἤδη ξὺν δίκῃ νικηφόρῳ.

  τῇ δ᾽ Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν,

  προσευχόμεσθα τήνδε διασῷσαι πόλιν.

  Χορός

  ὦ πολύμοχθος Ἄρης, τί ποθ᾽ αἵματι

  785 καὶ θανάτῳ κατέχῃ Βρομίου παράμουσος ἑορταῖς;

  οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας

  βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπῃ

  μοῦσαν, ἐν ᾇ χάριτες χοροποιοί,

  ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσας

  790 αἵματι Θήβας

  κῶμον ἀναυλότατον προχορεύεις.

  οὐδ᾽ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ,

  ἅρμασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλων

  ἱππείαις ἐπὶ χεύμασι βαίνων

  Ἰσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσας

  795 Σπαρτῶν γένναν,

  ἀσπιδοφέρμονα θίασον ἐνόπλιον,

  ἀντίπαλον κατὰ λάινα τείχεα

  χαλκῷ κοσμήσας.

  ἦ δεινά τις Ἔρις θεός, ἃ τάδε

  μήσατο πήματα γᾶς βασιλεῦσιν,

  800 Λαβδακίδαις πολυμόχθοις.

  Χορός

  ὦ ζαθέων πετάλων πολυθηρότα-

  τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών,

  μήποτε τὸν θανάτῳ προτεθέντα, λόχευμ᾽ Ἰοκάστας,

  ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων,

  805 χρυσοδέτοις περόναις ἐπίσαμον:

  μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν

  πένθεα γαίας

  Σφιγγὸς ἀμουσοτάταισι σὺν ᾠδαῖς,

  ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς

  τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς

  810 γένναν, ἃν ὁ κατὰ χθονὸς Ἅιδας

  Καδμείοις ἐπιπέμπει: δυσδαίμων δ᾽ ἔρις ἄλλα

  θάλλει παίδων

 

‹ Prev