Book Read Free

Complete Works of Euripides

Page 169

by Euripides


  ἔσταν δὲ λαμπρὼ χρῶμά τ᾽ οὐκ ἠλλαξάτην

  μαργῶντ᾽ ἐπ᾽ ἀλλήλοισιν ἱέναι δόρυ.

  παρεξιόντες δ᾽ ἄλλος ἄλλοθεν φίλων

  λόγοις ἐθάρσυνόν τε κἀξηύδων τάδε:

  1250 Πολύνεικες, ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτας

  τρόπαιον Ἄργει τ᾽ εὐκλεᾶ δοῦναι λόγον:

  Ἐτεοκλέα δ᾽ αὖ: νῦν πόλεως ὑπερμαχεῖς,

  νῦν καλλίνικος γενόμενος σκήπτρων κρατεῖς.

  τάδ᾽ ἠγόρευον παρακαλοῦντες ἐς μάχην.

  1255 μάντεις δὲ μῆλ᾽ ἔσφαζον, ἐμπύρους τ᾽ ἀκμὰς

  ῥήξεις τ᾽ ἐνώμων ὑγρότητ᾽ ἐναντίαν

  ἄκραν τε λαμπάδ᾽, ἣ δυοῖν ὅρους ἔχει,

  νίκης τε σῆμα καὶ τὸ τῶν ἡσσωμένων.

  ἀλλ᾽, εἴ τιν᾽ ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγους

  1260 ἢ φίλτρ᾽ ἐπῳδῶν, στεῖχ᾽, ἐρήτυσον τέκνα

  δεινῆς ἁμίλλης: ὡς ὁ κίνδυνος μέγας:

  κἄπαθλα δεινὰ δάκρυά σοι γενήσεται

  δισσοῖν στερείσῃ τῇδ᾽ ἐν ἡμέρᾳ τέκνοιν.

  Ἰοκάστη

  ὦ τέκνον ἔξελθ᾽ Ἀντιγόνη δόμων πάρος:

  1265 οὐκ ἐν χορείαις οὐδὲ παρθενεύμασι

  νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις,

  ἀλλ᾽ ἄνδρ᾽ ἀρίστω καὶ κασιγνήτω σέθεν

  ἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖ

  ξὺν μητρὶ τῇ σῇ μὴ πρὸς ἀλλήλοιν θανεῖν.

  Ἀντιγόνη

  1270 τίν᾽, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέαν

  φίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος;

  Ἰοκάστη

  ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος.

  Ἀντιγόνη

  πῶς εἶπας;

  Ἰοκάστη

  αἰχμὴν ἐς μίαν καθέστατον.

  Ἀντιγόνη

  οἲ ‘γώ, τί λέξεις, μῆτερ;

  Ἰοκάστη

  οὐ φίλ᾽, ἀλλ᾽ ἕπου.

  Ἀντιγόνη

  1275 ποῖ, παρθενῶνας ἐκλιποῦσ᾽;

  Ἰοκάστη

  ἀνὰ στρατόν.

  Ἀντιγόνη

  αἰδούμεθ᾽ ὄχλον.

  Ἰοκάστη

  οὐκ ἐν αἰσχύνῃ τὰ σά.

  Ἀντιγόνη

  δράσω δὲ δὴ τί;

  Ἰοκάστη

  συγγόνων λύσεις ἔριν.

  Ἀντιγόνη

  τί δρῶσα, μῆτερ;

  Ἰοκάστη

  προσπίτνουσ᾽ ἐμοῦ μέτα.

  Ἀντιγόνη

  ἡγοῦ σὺ πρὸς μεταίχμι᾽: οὐ μελλητέον.

  Ἰοκάστη

  1280 ἔπειγ᾽ ἔπειγε, θύγατερ: ὡς, ἢν μὲν φθάσω

  παῖδας πρὸ λόγχης, οὑμὸς ἐν φάει βίος:

  θανοῦσι δ᾽ αὐτοῖς συνθανοῦσα κείσομαι.

  Χορός

  αἰαῖ αἰαῖ, τρομερὰν φρίκᾳ

  1285 τρομερὰν φρέν᾽ ἔχω: διὰ σάρκα δ᾽ ἐμὰν

  ἔλεος ἔλεος ἔμολε μα-

  τέρος δειλαίας.

  δίδυμα τέκεα πότερος ἄρα

  πότερον αἱμάξει —

  1290 ἰώ μοι πόνων, ἰὼ Ζεῦ, ἰὼ γᾶ —

  ὁμογενῆ δέραν, ὁμογενῆ ψυχὰν

  δι᾽ ἀσπίδων, δι᾽ αἱμάτων;

  τάλαιν᾽ ἐγὼ τάλαινα, πό-

  1295 τερον ἄρα νέκυν ὀλόμενον ἰαχήσω;

  Χορός

  φεῦ δᾶ φεῦ δᾶ, δίδυμοι θῆρες,

  φόνιαι ψυχαὶ δορὶ παλλόμεναι

  πέσεα πέσεα δάι᾽ αὐ-

  τίχ᾽ αἱμάξετον.

  1300 τάλανες, ὅ τι ποτὲ μονομάχον

  ἐπὶ φρέν᾽ ἠλθέτην,

  βοᾷ βαρβάρῳ στενακτὰν ἰαχὰν

  μελομέναν νεκροῖς δάκρυσι θρηνήσω.

  σχεδὸν τύχα πέλας φόνου:

  1305 κρινεῖ φάος τὸ μέλλον. ἄ-

  ποτμος ἄποτμος ὁ φόνος ἕνεκ᾽ Ἐρινύων.

  ἀλλὰ γὰρ Κρέοντα λεύσσω τόνδε δεῦρο συννεφῆ

  πρὸς δόμους στείχοντα, παύσω τοὺς παρεστῶτας γόους.

  Κρέων

  1310 οἴμοι, τί δράσω; πότερ᾽ ἐμαυτὸν ἢ πόλιν

  στένω δακρύσας, ἣν πέριξ ἔχει νέφος

  [τοιοῦτον ὥστε δι᾽ Ἀχέροντος ἱέναι;]

  ἐμός τε γὰρ παῖς γῆς ὄλωλ᾽ ὑπερθανών,

  τοὔνομα λαβὼν γενναῖον, ἀνιαρὸν δ᾽ ἐμοί:

  1315 ὃν ἄρτι κρημνῶν ἐκ δρακοντείων ἑλὼν

  αὐτοσφαγῆ δύστηνος ἐκόμισ᾽ ἐν χεροῖν,

  βοᾷ δὲ δῶμα πᾶν: ἐγὼ δ᾽ ἥκω μέτα

  γέρων ἀδελφὴν γραῖαν Ἰοκάστην, ὅπως

  λούσῃ προθῆταί τ᾽ οὐκέτ᾽ ὄντα παῖδ᾽ ἐμόν.

  1320 τοῖς γὰρ θανοῦσι χρὴ τὸν οὐ τεθνηκότα

  τιμὰς διδόντα χθόνιον εὐσεβεῖν θεόν.

  Χορός

  βέβηκ᾽ ἀδελφὴ σή, Κρέων, ἔξω δόμων

  κόρη τε μητρὸς Ἀντιγόνη κοινῷ ποδί.

  Κρέων

  ποῖ; κἀπὶ ποίαν συμφοράν; σήμαινέ μοι.

  Χορός

  1325 ἤκουσε τέκνα μονομάχῳ μέλλειν δορὶ

  ἐς ἀσπίδ᾽ ἥξειν βασιλικῶν δόμων ὕπερ.

  Κρέων

  πῶς φῄς; νέκυν τοι παιδὸς ἀγαπάζων ἐμοῦ

  οὐκ ἐς τόδ᾽ ἦλθον ὥστε καὶ τάδ᾽ εἰδέναι.

  Χορός

  ἀλλ᾽ οἴχεται μὲν σὴ κασιγνήτη πάλαι:

  1330 δοκῶ δ᾽ ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον,

  ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου.

  Κρέων

  οἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε,

  σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλου

  στείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον.

  Ἄγγελος

  1335 ὦ τάλας ἐγώ, τίν᾽ εἴπω μῦθον ἢ τίνας γόους;

  Κρέων

  οἰχόμεσθ᾽: οὐκ εὐπροσώποις φροιμίοις ἄρχῃ λόγου.

  Ἄγγελος

  ὦ τάλας, δισσῶς ἀυτῶ: μεγ�
�λα γὰρ φέρω κακά.

  Κρέων

  πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί;

  Ἄγγελος

  οὐκέτ᾽ εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον.

  Κρέων

  1340 αἰαῖ:

  μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει.

  ὦ δώματ᾽ εἰσηκούσατ᾽ Οἰδίπου τάδε

  παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων;

  Χορός

  ὥστ᾽ ἂν δακρῦσαί γ᾽, εἰ φρονοῦντ᾽ ἐτύγχανεν.

  Κρέων

  1345 οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας,

  [οἴμοι κακῶν δύστηνος: ὦ τάλας ἐγώ.]

  Ἄγγελος

  εἰ καὶ τὰ πρὸς τούτοισί γ᾽ εἰδείης κακά.

  Κρέων

  καὶ πῶς γένοιτ᾽ ἂν τῶνδε δυσποτμώτερα;

  Ἄγγελος

  τέθνηκ᾽ ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα.

  Χορός

  1350 ἀνάγετ᾽ ἀνάγετε κωκυ-

  τόν, ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν.

  Κρέων

  ὦ τλῆμον, οἷον τέρμον᾽, Ἰοκάστη, βίου

  γάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης.

  πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος

  1355 ἀρᾶς τ᾽ ἀγώνισμ᾽ Οἰδίπου; σήμαινέ μοι.

  Ἄγγελος

  Ἄγγελος

  τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς

  οἶσθ᾽: οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί.

  [ὥστ᾽ οὐχ ἅπαντά σ᾽ εἰδέναι τὰ δρώμενα.]

  ἐπεὶ δὲ χαλκέοις σῶμ᾽ ἐκοσμήσανθ᾽ ὅπλοις

  1360 οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι,

  ἔστησαν ἐλθόντ᾽ ἐς μέσον μεταίχμιον

  [δισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάτα]

  ὡς εἰς ἀγῶνα μονομάχου τ᾽ ἀλκὴν δορός.

  βλέψας δ᾽ ἐπ᾽ Ἄργος ἧκε Πολυνείκης ἀράς:

  1365 ὦ πότνι᾽ Ἥρα — σὸς γάρ εἰμ᾽, ἐπεὶ γάμοις

  ἔζευξ᾽ Ἀδράστου παῖδα καὶ ναίω χθόνα —

  δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δ᾽ ἐμὴν

  καθαιματῶσαι δεξιὰν νικηφόρον: —

  [αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν.

  1370 πολλοῖς δ᾽ ἐπῄει δάκρυα τῆς τύχης ὅση,

  κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας.]

  Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος

  βλέψας πρὸς οἶκον ηὔξατ᾽: ὦ Διὸς κόρη,

  δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς

  1375 ἐς στέρν᾽ ἀδελφοῦ τῆσδ᾽ ἀπ᾽ ὠλένης βαλεῖν

  κτανεῖν θ᾽ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.

  ἐπεὶ δ᾽ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς

  σάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης,

  ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι:

  1380 κάπροι δ᾽ ὅπως θήγοντες ἀγρίαν γένυν

  ξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας:

  ᾖσσον δὲ λόγχαις: ἀλλ᾽ ὑφίζανον κύκλοις,

  ὅπως σίδηρος ἐξολισθάνοι μάτην.

  εἰ δ᾽ ὄμμ᾽ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι,

  1385 λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων.

  ἀλλ᾽ εὖ προσῆγον ἀσπίδων κεγχρώμασιν

  ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ.

  πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσ᾽ ἱδρὼς

  ἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν.

  1390

  Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον

  ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος

  τίθησι: Πολυνείκης δ᾽ ἀπήντησεν δορί,

  πληγὴν σιδήρῳ παραδοθεῖσαν εἰσιδών,

  κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ:

  1395 στρατὸς δ᾽ ἀνηλάλαξε Δαναϊδῶν ἅπας.

  κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼν

  ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳ

  διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς

  Κάδμου πολίταις, ἀπὸ δ᾽ ἔθραυσ᾽ ἄκρον δόρυ.

  1400 ἐς δ᾽ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν

  χωρεῖ, λαβὼν δ᾽ ἀφῆκε μάρμαρον πέτρον

  μέσον δ᾽ ἄκοντ᾽ ἔθραυσεν: ἐξ ἴσου δ᾽ Ἄρης

  ἦν, κάμακος ἀμφοῖν χεῖρ᾽ ἀπεστερημένοιν.

  ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνων

  1405 ἐς ταὐτὸν ἧκον, συμβαλόντε δ᾽ ἀσπίδας

  πολὺν ταραγμὸν ἀμφιβάντ᾽ εἶχον μάχης.

  καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν

  ἐσήγαγεν σόφισμ᾽ ὁμιλίᾳ χθονός.

  ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου,

  1410 λαιὸν μὲν ἐς τοὔπισθεν ἀμφέρει πόδα,

  πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος,

  προβὰς δὲ κῶλον δεξιὸν δι᾽ ὀμφαλοῦ

  καθῆκεν ἔγχος σφονδύλοις τ᾽ ἐνήρμοσεν.

  ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας

  1415 σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει.

  ὃ δ᾽, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ,

  ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν

  τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ.

  ὃ καί νιν ἔσφηλ᾽: ἔτι γὰρ ἐμπνέων βραχύ,

  1420 σῴζων σίδηρον ἐν λυγρῷ πεσήματι,

  μόλις μέν, ἐξέτεινε δ᾽ εἰς ἧπαρ ξίφος.

  Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών.

  γαῖαν δ᾽ ὀδὰξ ἑλόντες ἀλλήλων πέλας

  πίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος.

  Χορός

  1425 φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, σ᾽ ὅσον στένω:

  τὰς σὰς δ᾽ ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός.

  Ἄγγελος

  ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά.

  ἐπεὶ τέκνω πεσόντ᾽ ἐλειπέτην βίον,

  ἐν τῷ
δε μήτηρ ἡ τάλαινα προσπίτνει

  1430 σὺν παρθένῳ τε καὶ προθυμίᾳ ποδός.

  τετρωμένους δ᾽ ἰδοῦσα καιρίους σφαγὰς

  ᾤμωξεν: ὦ τέκν᾽, ὑστέρα βοηδρόμος

  πάρειμι. προσπίτνουσα δ᾽ ἐν μέρει τέκνα

  ἔκλαι᾽, ἐθρήνει, τὸν πολὺν μαστῶν πόνον

  1435 στένουσ᾽, ἀδελφή θ᾽ ἡ παρασπίζουσ᾽ ὁμοῦ:

  ὦ γηροβοσκὼ μητρός, ὦ γάμους ἐμοὺς

  προδόντ᾽ ἀδελφὼ φιλτάτω. στέρνων δ᾽ ἄπο

  φύσημ᾽ ἀνεὶς δύσθνητον Ἐτεοκλῆς ἄναξ

  ἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέρα

  1440 φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δ᾽ ἄπο

  προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα.

  ὃ δ᾽ ἦν ἔτ᾽ ἔμπνους, πρὸς κασιγνήτην δ᾽ ἰδὼν

  γραῖάν τε μητέρ᾽ εἶπε Πολυνείκης τάδε:

  Ἀπωλόμεσθα, μῆτερ: οἰκτίρω δὲ σὲ

  1445 καὶ τήνδ᾽ ἀδελφὴν καὶ κασίγνητον νεκρόν.

  φίλος γὰρ ἐχθρὸς ἐγένετ᾽, ἀλλ᾽ ὅμως φίλος.

  θάψον δέ μ᾽, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε,

  ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένην

  παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω

  1450 χθονὸς πατρῴας, κεἰ δόμους ἀπώλεσα.

  ξυνάρμοσον δὲ βλέφαρά μου τῇ σῇ χερί,

  μῆτερ — τίθησι δ᾽ αὐτὸς ὀμμάτων ἔπι —

  καὶ χαίρετ᾽: ἤδη γάρ με περιβάλλει σκότος.

  ἄμφω δ᾽ ἅμ᾽ ἐξέπνευσαν ἄθλιον βίον.

  1455 μήτηρ δ᾽, ὅπως ἐσεῖδε τήνδε συμφοράν,

  ὑπερπαθήσασ᾽, ἥρπασ᾽ ἐκ νεκρῶν ξίφος

  κἄπραξε δεινά: διὰ μέσου γὰρ αὐχένος

  ὠθεῖ σίδηρον, ἐν δὲ τοῖσι φιλτάτοις

  θανοῦσα κεῖται περιβαλοῦσ᾽ ἀμφοῖν χέρας.

  1460

  ἀνῇξε δ᾽ ὀρθὸς λαὸς εἰς ἔριν λόγων,

 

‹ Prev