Book Read Free

Complete Works of Euripides

Page 172

by Euripides


  Ἃ δ’ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,

  ἅπανθ’ ὑπισχνοῦ νερτέρων δωρήματα.

  Ἴθ’, ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ

  [125] δοῦσ’ ὡς τάχιστα τῆς πάλιν μέμνησ’ ὁδοῦ.

  Ἠλέκτρα

  [126] Ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγ’ εἶ κακόν,

  σωτήριόν τε τοῖς καλῶς κεκτημένοις.

  Εἴδετε παρ’ ἄκρας ὡς ἀπέθρισεν τρίχας,

  σῴζουσα κάλλος; Ἔστι δ’ ἡ πάλαι γυνή.

  [130] Θεοί σε μισήσειαν, ὥς μ’ ἀπώλεσας

  καὶ τόνδε πᾶσάν θ’ Ἑλλάδα. Ὦ τάλαιν’ ἐγώ·

  αἵδ’ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι

  φίλαι ξυνῳδοί· τάχα μεταστήσουσ’ ὕπνου

  τόνδ’ ἡσυχάζοντ’, ὄμμα δ’ ἐκτήξουσ’ ἐμὸν

  [135] δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.

  Ὦ φίλταται γυναῖκες, ἡσύχῳ ποδὶ

  χωρεῖτε, μὴ ψοφεῖτε, μηδ’ ἔστω κτύπος.

  Φιλία γὰρ ἡ σὴ πρευμενὴς μέν, ἀλλ’ ἐμοὶ

  τόνδ’ ἐξεγεῖραι συμφορὰ γενήσεται.

  Χορός

  [140] σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλης

  τίθετε, μὴ κτυπεῖτ’.

  Ἠλέκτρα

  ἀποπρὸ βᾶτ’ ἐκεῖσ’, ἀποπρό μοι κοίτας.

  Χορός

  Ἰδού, πείθομαι.

  Ἠλέκτρα

  [145] Ἆ ἆ σύριγγος ὅπως πνοὰ

  λεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι.

  Χορός

  Ἴδ’, ἀτρεμαῖον ὡς ὑπόροφον φέρω

  βοάν.

  Ἠλέκτρα

  Ναί, οὕτως·

  Κάταγε κάταγε, πρόσιθ’ ἀτρέμας, ἀτρέμας ἴθι·

  [150] λόγον ἀπόδος ἐφ’ ὅ τι χρέος ἐμόλετέ ποτε.

  Χρόνια γὰρ πεσὼν ὅδ’ εὐνάζεται.

  Χορός

  Πῶς ἔχει; Λόγου μετάδος, ὦ φίλα·

  τίνα τύχαν εἴπω; Τίνα δὲ συμφοράν;

  Ἠλέκτρα

  [155] Ἔτι μὲν ἐμπνέει, βραχὺ δ’ ἀναστένει.

  Χορός

  Τί φῄς; ὦ τάλας.

  Ἠλέκτρα

  [158] Ὀλεῖς, εἰ βλέφαρα κινήσεις

  ὕπνου γλυκυτάταν φερομένῳ χάριν.

  Χορός

  [160] Μέλεος ἐχθίστων θεόθεν ἐργμάτων,

  τάλας.

  Ἠλέκτρα

  [162] Φεῦ μόχθων.

  Ἄδικος ἄδικα τότ’ ἄρ’ ἔλακεν ἔλακεν, ἀπό-

  φονον ὅτ’ ἐπὶ τρίποδι Θέμιδος ἄρ’ ἐδίκασε

  [165] φόνον ὁ Λοξίας ἐμᾶς ματέρος.

  Χορός

  Ὁρᾷς; Ἐν πέπλοισι κινεῖ δέμας.

  Ἠλέκτρα

  Σὺ γάρ νιν, ὦ τάλαινα,

  θωύ¨ξασ’ ἔβαλες ἐξ ὕπνου.

  Χορός

  Εὕδειν μὲν οὖν ἔδοξα.

  Ἠλέκτρα

  [170] Οὐκ ἀφ’ ἡμῶν, οὐκ ἀπ’ οἴκων

  πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις

  μεθεμένα κτύπου;

  Χορός

  Ὑπνώσσει.

  Ἠλέκτρα

  [173] Λέγεις εὖ.

  πότνια, πότνια νύξ,

  [175] ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν,

  [178] ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος

  τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον.

  [180] Ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶς

  διοιχόμεθ’, οἰχόμεθα. Κτύπον ἠγάγετ’· οὐχὶ σῖγα

  σῖγα φυλασσομένα στόματος

  [185] ἄνα κέλαδον ἀπὸ λέχεος ἥ-

  συχον ὕπνου χάριν παρέξεις, φίλα;

  Χορός

  Θρόει τίς κακῶν τελευτὰ μένει.

  Ἠλέκτρα

  Θανεῖν <θανεῖν>, τί δ’ ἄλλο;

  Οὐδὲ γὰρ πόθον ἔχει βορᾶς.

  Χορός

  [190] Πρόδηλος ἆρ’ ὁ πότμος.

  Ἠλέκτρα

  Ἐξέθυσ’ ὁ Φοῖβος ἡμᾶς

  μέλεον ἀπόφονον αἷμα δοὺς

  πατροφόνου ματρός.

  Χορός

  Δίκᾳ μέν.

  Ἠλέκτρα

  Καλῶς δ’ οὔ.

  [195] Ἔκανες ἔθανες, ὦ

  τεκομένα με μᾶτερ, ἀπὸ δ’ ὤλεσας

  πατέρα τέκνα τε τάδε σέθεν ἀφ’ αἵματος·

  [200] Ὀλόμεθ’ ἰσονέκυες, ὀλόμεθα.

  Σύ τε γὰρ ἐν νεκροῖς, τό τ’ ἐμὸν οἴχεται

  [204] βίου τὸ πλέον μέρος ἐν στοναχαῖσί τε καὶ γόοισι

  [205] δάκρυσί τ’ ἐννυχίοις, ἄγαμος

  ἐπὶ δ’ ἄτεκνος ἅτε βίοτον ἁ

  μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.

  Χορός

  Ὅρα παροῦσα, παρθέν’ Ἠλέκτρα, πέλας,

  μὴ κατθανών σε σύγγονος λέληθ’ ὅδε·

  [210] οὐ γάρ μ’ ἀρέσκει τῷ λίαν παρειμένῳ.

  Ὀρέστης

  [211] Ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,

  ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί γε.

  Ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ

  καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.

  [215]πόθεν ποτ’ ἦλθον δεῦρο; Πῶς δ’ ἀφικόμην;

  Ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.

  Ἠλέκτρα

  Ὦ φίλταθ’, ὥς μ’ ηὔφρανας εἰς ὕπνον πεσών.

  Βούλῃ θίγω σου κἀνακουφίσω δέμας;

  Ὀρέστης

  Λαβοῦ λαβοῦ δῆτ’, ἐκ δ’ ὄμορξον ἀθλίου

  [220] στόματος ἀφρώδη πέλανον ὀμμάτων τ’ ἐμῶν.

  Ἠλέκτρα

  Ἰδού· τὸ δούλευμ’ ἡδύ, κοὐκ ἀναίνομαι

  ἀδέλφ’ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη.

  Ὀρέστης

  Ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην

  ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσ�
�ω κόραις.

  Ἠλέκτρα

  [225] Ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα,

  ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.

  Ὀρέστης

  Κλῖνόν μ’ ἐς εὐνὴν αὖθις· ὅταν ἀνῇ νόσος

  μανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.

  Ἠλέκτρα

  Ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον,

  [230] ἀνιαρὸν ὂν τὸ κτῆμ’, ἀναγκαῖον δ’ ὅμως.

  Ὀρέστης

  Αὖθίς μ’ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας·

  Δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.

  Ἠλέκτρα

  Ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,

  χρόνιον ἴχνος θείς; Μεταβολὴ πάντων γλυκύ.

  Ὀρέστης

  [235] Μάλιστα· δόξαν γὰρ τόδ’ ὑγιείας ἔχει.

  Κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ.

  Ἠλέκτρα

  Ἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα,

  ἕως ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.

  Ὀρέστης

  Λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις·

  [240] Εἰ δ’ ἐς βλάβην τιν’, ἅλις ἔχω τὸ δυστυχεῖν.

  Ἠλέκτρα

  [241] Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,

  ἐν Ναυπλίᾳ δὲ σέλμαθ’ ὥρμισται νεῶν.

  Ὀρέστης

  Πῶς εἶπας; Ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς

  ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;

  Ἠλέκτρα

  [245] Ἥκει τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου

  Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων.

  Ὀρέστης

  Εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν·

  εἰ δ’ ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα.

  Ἠλέκτρα

  Ἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγον

  [250] γένος θυγατέρων δυσκλεές τ’ ἀν’ Ἑλλάδα.

  Ὀρέστης

  Σύ νυν διάφερε τῶν κακῶν· ἔξεστι γάρ·

  καὶ μὴ μόνον λέγ’, ἀλλὰ καὶ φρόνει τάδε.

  Ἠλέκτρα

  Οἴμοι, κασίγνητ’, ὄμμα σὸν ταράσσεται,

  ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.

  Ὀρέστης

  [255] Ὦ μῆτερ, ἱκετεύω σε, μὴ ‘πίσειέ μοι

  τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας.

  Αὗται γὰρ αὗται πλησίον θρῴσκουσί μου.

  Ἠλέκτρα

  Μέν’, ὦ ταλαίπωρ’, ἀτρέμα σοῖς ἐν δεμνίοις·

  Ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ’ εἰδέναι.

  Ὀρέστης

  [260] Ὦ Φοῖβ’, ἀποκτενοῦσί μ’ αἱ κυνώπιδες

  γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί.

  Ἠλέκτρα

  Οὔτοι μεθήσω· χεῖρα δ’ ἐμπλέξασ’ ἐμὴν

  σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα.

  Ὀρέστης

  Μέθες· μί’ οὖσα τῶν ἐμῶν Ἐρινύων

  [265] μέσον μ’ ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον.

  Ἠλέκτρα

  Οἲ ‘γὼ τάλαινα, τίν’ ἐπικουρίαν λάβω,

  ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα;

  Ὀρέστης

  [268] Δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου,

  Οἷς μ’ εἶπ’ Ἀπόλλων ἐξαμύνασθαι θεάς,

  [270] εἴ μ’ ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν.

  Βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί,

  εἰ μὴ ‘ξαμείψει χωρὶς ὀμμάτων ἐμῶν.

  Οὐκ εἰσακούετ’; Οὐχ ὁρᾶθ’ ἑκηβόλων

  τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας;

  [274β] Ἆ ἆ·

  [275] τί δῆτα μέλλετ’; Ἐξακρίζετ’ αἰθέρα

  πτεροῖς· τὰ Φοίβου δ’ αἰτιᾶσθε θέσφατα.

  [276β] Ἔα·

  τί χρῆμ’ ἀλύω, πνεῦμ’ ἀνεὶς ἐκ πλευμόνων;

  Ποῖ ποῖ ποθ’ ἡλάμεσθα δεμνίων ἄπο;

  Ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν’ ὁρῶ.

  [280] Σύγγονε, τί κλαίεις κρᾶτα θεῖσ’ ἔσω πέπλων;

  Αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶν

  ὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς.

  Μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν·

  σὺ μὲν γὰρ ἐπένευσας τάδ’, εἴργασται δ’ ἐμοὶ

  [285] μητρῷον αἷμα· Λοξίᾳ δὲ μέμφομαι,

  ὅστις μ’ ἐπάρας ἔργον ἀνοσιώτατον,

  τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δ’ ἔργοισιν οὔ.

  Οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατ’ ὄμματα

  ἐξιστόρουν νιν, μητέρ’ εἰ κτεῖναι χρεών,

  [290] πολλὰς γενείου τοῦδ’ ἂν ἐκτεῖναι λιτὰς

  μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος,

  εἰ μήτ’ ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς,

  ἐγώ θ’ ὁ τλήμων τοιάδ’ ἐκπλήσειν κακά.

  [294] Καὶ νῦν ἀνακάλυπτ’, ὦ κασιγνήτη, κάρα,

  [295] ἐκ δακρύων τ’ ἄπελθε, κεἰ μάλ’ ἀθλίως

  ἔχομεν. Ὅταν δὲ τἄμ’ ἀθυμήσαντ’ ἴδῃς,

  σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν

  ἴσχναινε παραμυθοῦ θ’· ὅταν δὲ σὺ στένῃς,

  ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα·

  [300] ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί.

  Ἀλλ’, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω

  ὕπνῳ τ’ ἄυπνον βλέφαρον ἐκταθεῖσα δός,

  σίτων τ’ ὄρεξαι λουτρά τ’ ἐπιβαλοῦ χροί¨.

  Εἰ γὰρ προλείψεις ἢ προσεδρείᾳ νόσον

  [305] κτήσῃ τιν’, οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνην

  ἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν.

  Ἠλέκτρα

  [307] Οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι


  καὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνῃς,

  γυνὴ τί δράσω; Πῶς μόνη σωθήσομαι,

  [310] ἀνάδελφος ἀπάτωρ ἄφιλος; Εἰ δὲ σοὶ δοκεῖ,

  δρᾶν χρὴ τάδ’. Ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας,

  καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σ’ ἐκ δεμνίων

  ἄγαν ἀποδέχου, μένε δ’ ἐπὶ στρωτοῦ λέχους.

  Κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν,

  [315] κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.

  Χορός

  [316] Αἰαῖ,

  δρομάδες ὦ πτεροφόροι

  ποτνιάδες θεαί,

  ἀβάκχευτον αἳ θίασον ἐλάχετ’ ἐν

  [320] δάκρυσι καὶ γόοις,

  μελάγχρωτες εὐμενίδες, αἵτε τὸν

  ταναὸν αἰθέρ’ ἀμπάλλεσθ’, αἵματος

  τινύμεναι δίκαν, τινύμεναι φόνον,

  καθικετεύομαι καθικετεύομαι,

  [325] τὸν Ἀγαμέμνονος

  γόνον ἐάσατ’ ἐκλαθέσθαι λύσσας

  μανιάδος φοιταλέου. Φεῦ μόχθων,

  οἵων, ὦ τάλας, ὀρεχθεὶς ἔρρεις,

  τρίποδος ἄπο φάτιν, ἃν ὁ Φοῖβος ἔλακε, δε-

  [330] ξάμενος ἀνὰ δάπεδον,

  ἵνα μεσόμφαλοι λέγονται μυχοί.

  [332] Ἰὼ Ζεῦ,

  τίς ἔλεος, τίς ὅδ’ ἀγὼν

  φόνιος ἔρχεται,

  [335] θοάζων σε τὸν μέλεον, ᾧ δάκρυα

  δάκρυσι συμβάλλει

  πορεύων τις ἐς δόμον ἀλαστόρων

  ματέρος αἷμα σᾶς, ὅ σ’ ἀναβακχεύει;

  [340] Ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς·

  [339] κατολοφύρομαι κατολοφύρομαι.

  [341] Ἀνὰ δὲ λαῖφος ὥς

  τις ἀκάτου θοᾶς τινάξας δαίμων

  κατέκλυσεν δεινῶν πόνων ὡς πόντου

  λάβροις ὀλεθρίοισιν ἐν κύμασιν.

  [345] Τίνα γὰρ ἔτι πάρος οἶκον ἕτερον ἢ τὸν ἀπὸ

 

‹ Prev