Complete Works of Euripides
Page 178
Ὦ παρθέν’, ἥκεις τὸν Κλυταιμήστρας τάφον
στέψασα καὶ σπείσασα νερτέροις χοάς;
Ἑρμιονη
[1323] Ἥκω, λαβοῦσα πρευμένειαν. ἀλλά μοι
φόβος τις εἰσελήλυθ’, ἥντιν’ ἐν δόμοις
[1325] τηλουρὸς οὖσα δωμάτων κλύω βοήν.
Ἠλέκτρα
Τί δ’; Ἄξι’ ἡμῖν τυγχάνει στεναγμάτων.
Ἑρμιονη
Εὔφημος ἴσθι· τί δὲ νεώτερον λέγεις;
Ἠλέκτρα
Θανεῖν Ὀρέστην κἄμ’ ἔδοξε τῇδε γῇ.
Ἑρμιονη
Μὴ δῆτ’, ἐμοῦ γε συγγενεῖς πεφυκότας.
Ἠλέκτρα
[1330] Ἄραρ’· ἀνάγκης δ’ ἐς ζυγὸν καθέσταμεν.
Ἑρμιονη
Ἦ τοῦδ’ ἕκατι καὶ βοὴ κατὰ στέγας;
Ἠλέκτρα
Ἱκέτης γὰρ Ἑλένης γόνασι προσπεσὼν βοᾷ
Ἑρμιονη
Τίς; Οὐδὲν οἶδα μᾶλλον, ἢν σὺ μὴ λέγῃς.
Ἠλέκτρα
Τλήμων Ὀρέστης· μὴ θανεῖν, ἐμοῦ θ’ ὕπερ.
Ἑρμιονη
[1335] Ἐπ’ ἀξίοισί τἄρ’ ἀνευφημεῖ δόμος.
Ἠλέκτρα
[1336] Περὶ τοῦ γὰρ ἄλλου μᾶλλον ἂν φθέγξαιτό τις;
Ἀλλ’ ἐλθὲ καὶ μετάσχες ἱκεσίας φίλοις,
σῇ μητρὶ προσπεσοῦσα τῇ μέγ’ ὀλβίᾳ,
Μενέλαον ἡμᾶς μὴ θανόντας εἰσιδεῖν.
[1340] Ἀλλ’, ὦ τραφεῖσα μητρὸς ἐν χεροῖν ἐμῆς,
οἴκτιρον ἡμᾶς κἀπικούφισον κακῶν.
Ἴθ’ εἰς ἀγῶνα δεῦρ’, ἐγὼ δ’ ἡγήσομαι·
σωτηρίας γὰρ τέρμ’ ἔχεις ἡμῖν μόνη.
Ἑρμιονη
Δδού, διώκω τὸν ἐμὸν ἐς δόμους πόδα.
[1345] σώθηθ’ ὅσον γε τοὐπ’ ἐμέ.
Ἠλέκτρα
Ὦ κατὰ στέγας
φίλοι ξιφήρεις, οὐχὶ συλλήψεσθ’ ἄγραν;
Ἑρμιονη
Οἲ ἐγώ· τίνας τούσδ’ εἰσορῶ;
Ὀρέστης
Σιγᾶν χρεών·
ἡμῖν γὰρ ἥκεις, οὐχὶ σοί, σωτηρία.
Ἠλέκτρα
[1349] Ἔχεσθ’ ἔχεσθε· φάσγανον δὲ πρὸς δέρῃ
[1350] βάλλοντες ἡσυχάζεθ’, ὡς εἰδῇ τόδε
Μενέλαος, οὕνεκ’ ἄνδρας, οὐ Φρύγας κακούς,
εὑρὼν ἔπραξεν οἷα χρὴ πράσσειν κακούς.
Χορός
Ἰὼ ἰὼ φίλαι,
κτύπον ἐγείρετε, κτύπον καὶ βοὰν
πρὸ μελάθρων, ὅπως ὁ πραχθεὶς φόνος
[1355] μὴ δεινὸν Ἀργείοισιν ἐμβάλῃ φόβον,
βοηδρομῆσαι πρὸς δόμους τυραννικούς,
πρὶν ἐτύμως ἴδω τὸν Ἑλένας φόνον
καθαιμακτὸν ἐν δόμοις κείμενον,
ἢ καὶ λόγον του προσπόλων πυθώμεθα·
[1360] τὰ μὲν γὰρ οἶδα συμφορᾶς, τὰ δ’ οὐ σαφῶς.
Χορός
Διὰ δίκας ἔβα θεῶν
νέμεσις ἐς Ἑλέναν.
Δακρύοισι γὰρ Ἑλλάδ’ ἅπασαν ἔπλησε,
διὰ τὸν ὀλόμενον ὀλόμενον Ἰδαῖον
[1365] Πάριν, ὃς ἄγαγ’ Ἑλλάδ’ εἰς Ἴλιον.
Ἀλλὰ κτυπεῖ γὰρ κλῇθρα βασιλείων δόμων,
σιγήσατ’· ἔξω γάρ τις ἐκβαίνει Φρυγῶν,
οὗ πευσόμεσθα τἀν δόμοις ὅπως ἔχει.
Φρύξ
[1369] Ἀργέι¨ον ξίφος ἐκ θανάτου πέφευγα
[1370] βαρβάροις ἐν εὐμάρι-
σιν, κεδρωτὰ παστάδων ὑπὲρ τέραμνα
Δωρικάς τε τριγλύφους,
φροῦδα φροῦδα, γᾶ γᾶ,
βαρβάροισι δρασμοῖς.
[1375] Αἰαῖ·
πᾷ φύγω, ξέναι, πολιὸν αἰθέρ’ ἀμ-
πτάμενος ἢ πόντον, Ὠκεανὸς ὃν
ταυρόκρανος ἀγκάλαις
ἑλίσσων κυκλοῖ χθόνα;
Χορός
[1380] Τί δ’ ἔστιν, Ἑλένης πρόσπολ’. Ἰδαῖον κάρα;
Φρύξ
Ἴλιον Ἴλιον, ὤμοι μοι,
Φρύγιον ἄστυ καὶ καλλίβωλον Ἴ-
δας ὄρος ἱερόν, ὥς σ’ ὀλόμενον στένω
ἁρμάτειον ἁρμάτειον μέλος
[1385] βαρβάρῳ βοᾷ δι’ ὀρνιθόγονον
ὄμμα κυκνοπτέρου καλλοσύνας, Λήδας
σκύμνου, δυσελένας
δυσελένας,
ξεστῶν περγάμων Ἀπολλωνίων
ἐρινύν· ὀττοτοῖ·
[1390] ἰαλέμων ἰαλέμων
Δαρδανία τλᾶμον Γανυμήδεος
ἱπποσύνᾳ, Διὸς εὐνέτα.
Χορός
Σαφῶς λέγ’ ἡμῖν αὔθ’ ἕκαστα τἀν δόμοις.
Τὰ γὰρ πρὶν οὐκ εὔγνωστα συμβαλοῦσ’ ἔχω.
Φρύξ
[1395] Αἴλινον αἴλινον ἀρχὰν θανάτου
βάρβαροι λέγουσιν, αἰαῖ,
Ἀσιάδι φωνᾷ, βασιλέων
ὅταν αἷμα χυθῇ κατὰ γᾶν ξίφεσιν
σιδαρέοισιν Ἅιδα.
[1400] Ἦλθον ἐς δόμους, ἵν’ αὔθ’ ἕ-
καστά σοι λέγω, λέοντες
Ἕλλανες δύο διδύμω·
τῷ μὲν ὁ στρατηλάτας πατὴρ ἐκλῄζεθ’,
ὃ δὲ παῖς Στροφίου, κακόμητις ἀνήρ,
οἷος Ὀδυσσεύς, σιγᾷ δόλιος,
[1405] πιστὸς δὲ φίλοις, θρασὺς εἰς ἀλκάν,
ξυνετὸς πολέμου, φόνιός τε δράκων.
Ἔρροι τᾶς ἡσύχου
προνοίας κακοῦργος ὤν.
Οἳ δὲ πρὸς θρόνους ἔσω
μολόντες ἇς ἔγημ’ ὁ τοξότας Πάρις
[1410] γυναικός, ὄμμα δακρύοις
πεφυρμένοι, ταπεινοὶ
ἕζονθ’, ὃ μὲν τὸ κεῖθεν, ὃ δὲ
τὸ κεῖθεν, ἄλλος ἄλλοθεν πεφραγμένοι.
Περὶ δὲ γόν�
� χέρας ἱκεσίους ἔβαλον ἔβαλον
[1415] Ἑλένας ἄμφω.
Ἀνὰ δὲ δρομάδες ἔθορον ἔθορον
ἀμφίπολοι Φρύγες·
προσεῖπε δ’ ἄλλος ἄλλον ἐν φόβῳ πεσών,
μή τις εἴη δόλος.
[1420] Κἀδόκει τοῖς μὲν οὔ,
τοῖς δ’ ἐς ἀρκυστάταν
μηχανὰν ἐμπλέκειν
παῖδα τὰν Τυνδαρίδ’ ὁ
μητροφόντας δράκων.
Χορός
[1425] Σὺ δ’ ἦσθα ποῦ τότ’; Ἢ πάλαι φεύγεις φόβῳ,
Φρύξ
[1426] Φρυγίοις ἔτυχον Φρυγίοισι νόμοις
παρὰ βόστρυχον αὔραν αὔραν
Ἑλένας Ἑλένας εὐπαγεῖ
κύκλῳ πτερίνῳ πρὸ παρηίδος
[1430] ἀίσσων βαρβάροις νόμοισιν.
Ἃ δὲ λίνον ἠλακάτᾳ
δακτύλοις ἕλισσεν,
νῆμα δ’ ἵετο πέδῳ,
σκύλων Φρυγίων ἐπὶ τύμβον ἀγάλ-
[1435] ματα συστολίσαι χρῄζουσα λίνῳ,
φάρεα πορφύρεα, δῶρα Κλυταιμήστρᾳ.
Προσεῖπεν δ’ Ὀρέστας
Λάκαιναν κόραν· ὦ
Διὸς παῖ, θὲς ἴχνος
[1440] πέδῳ δεῦρ’ ἀποστᾶσα κλισμοῦ,
Πέλοπος ἐπὶ προπάτορος ἕδραν
παλαιᾶς ἑστίας,
ἵν’ εἰδῇς λόγους ἐμούς.
Ἄγει δ’ ἄγει νιν· ἃ δ’ ἐφείπετ’,
[1445] οὐ πρόμαντις ὧν ἔμελλεν·
ὁ δὲ συνεργὸς ἄλλ’ ἔπρασσ’
ἰὼν κακὸς Φωκεύς·
οὐκ ἐκποδὼν ἴτ’; Ἀλλ’ ἀεὶ κακοὶ Φρύγες.
Ἔκλῃσε δ’ ἄλλον ἄλλοσ’ ἐν
στέγαισι· τοὺς μὲν ἐν σταθμοῖ-
σιν ἱππικοῖσι, τοὺς δ’ ἐν ἐξ-
[1450] έδραισι, τοὺς δ’ ἐκεῖσ’ ἐκεῖθεν ἄλλον ἄλ-
λοσε διαρμόσας ἀποπρὸ δεσποίνας.
Χορός
`Τί τοὐπὶ τῷδε συμφορᾶς ἐγίγνετο;
Φρύξ
[1453] Ἰδαία μᾶτερ
μᾶτερ ὀβρίμα ὀβρίμα,
[1455] αἰαὶ φονίων παθέων ἀνόμων
τε κακῶν ἅπερ ἔδρακον ἔδρακον
ἐν δόμοις τυράννων.
Ἀμφιπορφυρέων πέπλων
ὑπὸ σκότου ξίφη σπάσα-
ντες ἄλλος ἄλλοσ’ ἐν χεροῖν
δίνασεν ὄμμα, μή τις παρὼν τύχοι.
[1460] Ὡς κάπροι δ’ ὀρέστεροι γυ-
ναικὸς ἀντίοι σταθέντες
ἐννέπουσι· Κατθανῇ
κατθανῇ,
κακός σ’ ἀποκτείνει πόσις,
κασιγνήτου προδοὺς
ἐν Ἄργει θανεῖν γόνον.
[1465] Ἃ δ’ ἀνίαχεν ἴ-
αχεν· Ὤμοι μοι.
Λευκὸν δ’ ἐμβαλοῦσα πῆχυν στέρνοις
κτύπησε κρᾶτα μέλεον πλαγᾷ·
φυγᾷ δὲ ποδὶ τὸ χρυσεοσάνδαλον
ἴχνος ἔφερεν ἔφερεν· ἐς
κόμας δὲ δακτύλους δικὼν Ὀρέστας,
[1470] Μυκηνίδ’ ἀρβύλαν προβάς,
ὤμοις ἀριστεροῖσιν ἀνακλάσας δέρην,
παίειν λαιμῶν ἔμελ-
[1472β] λεν εἴσω μέλαν ξίφος.
Χορός
Ποῦ δ’ ἦτ’ ἀμύνειν οἱ κατὰ στέγας Φρύγες;
Φρύξ
[1473] Ἰαχᾷ
δόμων θύρετρα καὶ σταθμοὺς
μοχλοῖσιν ἐκβαλόντες, ἔνθ’ ἐμίμνομεν,
[1475] βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγης,
ὃ μὲν πέτρους, ὃ δ’ ἀγκύλας,
ὃ δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων.
Ἔναντα δ’ ἦλθε Πυλάδης
ἀλίαστος, οἷος οἷος Ἕκ-
[1480] τωρ ὁ Φρύγιος ἢ τρικόρυθος Αἴας,
ὃν εἶδον εἶδον ἐν πύλαις
Πριαμίσι· φασγάνων δ’ ἀκμὰς
συνήψαμεν.
Δὴ τότε διαπρεπεῖς τότ’ ἐγένοντο Φρύγες,
ὅσον Ἄρεως ἀλκὰν
[1485] ἥσσονες Ἑλλάδος ἐγενόμεθ’ αἰχμᾶς,
ὃ μὲν οἰχόμενος φυγάς, ὃ δὲ νέκυς ὤν,
ὃ δὲ τραῦμα φέρων, ὃ δὲ λισσόμενος,
θανάτου προβολάν·
ὑπὸ σκότον δ’ ἐφεύγομεν·
νεκροὶ δ’ ἔπιπτον, οἳ δ’ ἔμελλον, οἳ δ’ ἔκειντ’.
[1490] Ἔμολε δ’ ἁ τάλαιν’ Ἑρμιόνα δόμους
ἐπὶ φόνῳ χαμαιπετεῖ ματρός, ἅ
νιν ἔτεκεν τλάμων.
Ἄθυρσοι δ’
οἷά νιν δραμόντε Βάκχαι
σκύμνον ἐν χεροῖν ὀρείαν
ξυνήρπασαν· πάλιν δὲ τὰν Διὸς κόραν
ἐπὶ σφαγὰν ἔτεινον· ἃ δ’
ἐκ θαλάμων
[1495] ἐγένετο διαπρὸ δωμάτων
ἄφαντος, ὦ Ζεῦ καὶ γᾶ
καὶ φῶς καὶ νύξ,
ἤτοι φαρμάκοισιν ἢ
μάγων τέχναις ἢ θεῶν κλοπαῖς.
Τὰ δ’ ὕστερ’ οὐκέτ’ οἶδα· δρα-
πέτην γὰρ ἐξέκλεπτον ἐκ δόμων πόδα.
[1500] Πολύπονα δὲ πολύπονα πάθεα
Μενέλεως ἀνασχόμενος ἀνόνητον ἀ-
πὸ Τροίας ἔλαβε τὸν Ἑλένας γάμον.
Χορός
[1503] Καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε·
ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτων
[1505] βαίνοντ’ Ὀρέστην ἐπτοημένῳ ποδί.
Ὀρέστης
Ποῦ ‘στιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος;
Φρύξ
Προσκυνῶ σ’, ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων.
Ὀρέστης
Οὐκ ἐν Ἰλίῳ τάδ’ ἐστίν, ἀλλ’ ἐν Ἀργείᾳ χθονί.
Φρύξ
Πανταχοῦ ζῆν ἡδὺ μᾶλλον ἢ θανεῖν τοῖς σώφροσιν.
Ὀρέστης
[1510] Οὔτι που κραυγὴν ἔθηκας Μενέλεῳ βοηδρομεῖν;
Φρύξ
Σοὶ μὲν οὖν ἔγωγ’ ἀμύνειν· ἀξιώτερος γὰρ εἶ.
Ὀρέστης
Ἐνδίκως ἡ Τυνδάρειος ἆρα παῖς διώλετο;
Φρύξ
Ἐνδικώτατ’, εἴ γε λαιμοὺς εἶχε τριπτύχους θανεῖν.
Ὀρέστης
Δειλίᾳ γλώσσῃ χαρίζῃ, τἄνδον οὐχ οὕτω φρονῶν.
Φρύξ
[1515] Οὐ γάρ, ἥτις Ἑλλάδ’ αὐτοῖς Φρυξὶ διελυμήνατο;
Ὀρέστης
Ὄμοσον εἰ δὲ μή, κτενῶ σε μὴ λέγειν ἐμὴν χάριν.
Φρύξ
Τὴν ἐμὴν ψυχὴν κατώμοσ’, ἣν ἂν εὐορκοῖμ’ ἐγώ.
Ὀρέστης
Ὧδε κἀν Τροίᾳ σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος;
Φρύξ
Ἄπεχε φάσγανον· πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον.
Ὀρέστης
[1520] Μὴ πέτρος γένῃ δέδοικας ὥστε Γοργόν’ εἰσιδών;
Φρύξ
Μὴ μὲν οὖν νεκρός· τὸ Γοργοῦς δ’ οὐ κάτοιδ’ ἐγὼ κάρα.
Ὀρέστης
Δοῦλος ὢν φοβῇ τὸν Ἅιδην, ὅς σ’ ἀπαλλάξει κακῶν;
Φρύξ
Πᾶς ἀνήρ, κἂν δοῦλος ᾖ τις, ἥδεται τὸ φῶς ὁρῶν.
Ὀρέστης
Εὖ λέγεις· σῴζει σε σύνεσις. Ἀλλὰ βαῖν’ ἔσω δόμων.
Φρύξ
[1525] Οὐκ ἄρα κτενεῖς με;
Ὀρέστης
Ἀφεῖσαι.
Φρύξ
Καλὸν ἔπος λέγεις τόδε.
Ὀρέστης
Ἀλλὰ μεταβουλευσόμεσθα.
Φρύξ
Τοῦτο δ’ οὐ καλῶς λέγεις.
Ὀρέστης
[1527] Μῶρος, εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην·
οὔτε γὰρ γυνὴ πέφυκας οὔτ’ ἐν ἀνδράσιν σύ γ’ εἶ.
Τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκ’ ἐξῆλθον δόμων·
[1530] ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται.