Complete Works of Euripides
Page 181
ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς
καλὰς ἀφορμάς, οὐ μέγ᾽ ἔργον εὖ λέγειν·
σὺ δ᾽ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,
ἐν τοῖς λόγοισι δ᾽ οὐκ ἔνεισί σοι φρένες.
θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τ᾽ ἀνὴρ 270
κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.
οὗτος δ᾽ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς,
οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος
καθ᾽ Ἑλλάδ᾽ ἔσται. δύο γάρ, ὦ νεανία,
τὰ πρῶτ᾽ ἐν ἀνθρώποισι· Δημήτηρ θεά — 275
γῆ δ᾽ ἐστίν, ὄνομα δ᾽ ὁπότερον βούλῃ κάλει·
αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·
ὃς δ᾽ ἦλθ᾽ ἔπειτ᾽, ἀντίπαλον ὁ Σεμέλης γόνος
βότρυος ὑγρὸν πῶμ᾽ ηὗρε κεἰσηνέγκατο
θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς 280
λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,
ὕπνον τε λήθην τῶν καθ᾽ ἡμέραν κακῶν
δίδωσιν, οὐδ᾽ ἔστ᾽ ἄλλο φάρμακον πόνων.
οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,
ὥστε διὰ τοῦτον τἀγάθ᾽ ἀνθρώπους ἔχειν. 285
καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς
μηρῷ; διδάξω σ᾽ ὡς καλῶς ἔχει τόδε.
ἐπεί νιν ἥρπασ᾽ ἐκ πυρὸς κεραυνίου
Ζεύς, ἐς δ᾽ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν,
Ἥρα νιν ἤθελ᾽ ἐκβαλεῖν ἀπ᾽ οὐρανοῦ· 290
Ζεὺς δ᾽ ἀντεμηχανήσαθ᾽ οἷα δὴ θεός.
ῥήξας μέρος τι τοῦ χθόν᾽ ἐγκυκλουμένου
αἰθέρος, ἔθηκε τόνδ᾽ ὅμηρον ἐκδιδούς,
*
Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νιν
βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός, 295
ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς
Ἥρᾳ ποθ᾽ ὡμήρευσε, συνθέντες λόγον.
μάντις δ᾽ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον
καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·
ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμ᾽ ἔλθῃ πολύς, 300
λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.
Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά·
στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν
φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν.
μανία δὲ καὶ τοῦτ᾽ ἐστὶ Διονύσου πάρα. 305
ἔτ᾽ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις
πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,
πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον,
μέγαν τ᾽ ἀν᾽ Ἑλλάδα. ἀλλ᾽ ἐμοί, Πενθεῦ, πιθοῦ·
μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν, 310
μηδ᾽, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ,
φρονεῖν δόκει τι· τὸν θεὸν δ᾽ ἐς γῆν δέχου
καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.
οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσει
γυναῖκας ἐς τὴν Κύπριν, ἀλλ᾽ ἐν τῇ φύσει 315
[τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ᾽ ἀεί]
τοῦτο σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν
οὖσ᾽ ἥ γε σώφρων οὐ διαφθαρήσεται.
ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις
πολλοί, τὸ Πενθέως δ᾽ ὄνομα μεγαλύνῃ πόλις· 320
κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος.
ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς,
κισσῷ τ᾽ ἐρεψόμεσθα καὶ χορεύσομεν,
πολιὰ ξυνωρίς, ἀλλ᾽ ὅμως χορευτέον,
κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο. 325
μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις
ἄκη λάβοις ἂν οὔτ᾽ ἄνευ τούτων νοσεῖς.
Χορός
ὦ πρέσβυ, Φοῖβόν τ᾽ οὐ καταισχύνεις λόγοις,
τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.
Κάδμος
ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν. 330
οἴκει μεθ᾽ ἡμῶν, μὴ θύραζε τῶν νόμων.
νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς.
κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς,
παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς
ὡς ἔστι, Σεμέλη θ᾽ ἵνα δοκῇ θεὸν τεκεῖν, 335
ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ.
ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον,
ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο
διεσπάσαντο, κρείσσον᾽ ἐν κυναγίαις
Ἀρτέμιδος εἶναι κομπάσαντ᾽, ἐν ὀργάσιν. 340
ὃ μὴ πάθῃς σύ· δεῦρό σου στέψω κάρα
κισσῷ· μεθ᾽ ἡμῶν τῷ θεῷ τιμὴν δίδου.
Πενθεύς
οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δ᾽ ἰών,
μηδ᾽ ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί;
τῆς σῆς <δ᾽> ἀνοίας τόνδε τὸν διδάσκαλον 345
δίκην μέτειμι. στειχέτω τις ὡς τάχος,
ἐλθὼν δὲ θάκους τοῦδ᾽ ἵν᾽ οἰωνοσκοπεῖ
μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν,
ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ,
καὶ στέμματ᾽ ἀνέμοις καὶ θυέλλαισιν μέθες. 350
μάλιστα γάρ νιν δήξομαι δράσας τάδε.
οἳ δ᾽ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε
τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον
καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.
κἄνπερ λάβητε, δέσμιον πορεύσατε 355
δεῦρ᾽ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν
θάνῃ, πικρὰν βάκ
χευσιν ἐν Θήβαις ἰδών.
Τειρεσίας
ὦ σχέτλι᾽, ὡς οὐκ οἶσθα ποῦ ποτ᾽ εἶ λόγων.
μέμηνας ἤδη· καὶ πρὶν ἐξέστης φρενῶν.
στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα 360
ὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίου
ὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέον
δρᾶν. ἀλλ᾽ ἕπου μοι κισσίνου βάκτρου μέτα,
πειρῶ δ᾽ ἀνορθοῦν σῶμ᾽ ἐμόν, κἀγὼ τὸ σόν·
γέροντε δ᾽ αἰσχρὸν δύο πεσεῖν· ἴτω δ᾽ ὅμως, 365
τῷ Βακχίῳ γὰρ τῷ Διὸς δουλευτέον.
Πενθεὺς δ᾽ ὅπως μὴ πένθος εἰσοίσει δόμοις
τοῖς σοῖσι, Κάδμε· μαντικῇ μὲν οὐ λέγω,
τοῖς πράγμασιν δέ· μῶρα γὰρ μῶρος λέγει.
Χορός
Ὁσία πότνα θεῶν, 370
Ὁσία δ᾽ ἃ κατὰ γᾶν
χρυσέαν πτέρυγα φέρεις,
τάδε Πενθέως ἀίεις;
ἀίεις οὐχ ὁσίαν
ὕβριν ἐς τὸν Βρόμιον, τὸν 375
Σεμέλας, τὸν παρὰ καλλι-
στεφάνοις εὐφροσύναις δαί-
μονα πρῶτον μακάρων; ὃς τάδ᾽ ἔχει,
θιασεύειν τε χοροῖς
μετά τ᾽ αὐλοῦ γελάσαι 380
ἀποπαῦσαί τε μερίμνας,
ὁπόταν βότρυος ἔλθῃ
γάνος ἐν δαιτὶ θεῶν, κισ-
σοφόροις δ᾽ ἐν θαλίαις ἀν-
δράσι κρατὴρ ὕπνον ἀμ- 385
φιβάλλῃ. 385b
ἀχαλίνων στομάτων
ἀνόμου τ᾽ ἀφροσύνας
τὸ τέλος δυστυχία·
ὁ δὲ τᾶς ἡσυχίας
βίοτος καὶ τὸ φρονεῖν 390
ἀσάλευτόν τε μένει καὶ
συνέχει δώματα· πόρσω
γὰρ ὅμως αἰθέρα ναίον-
τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι.
τὸ σοφὸν δ᾽ οὐ σοφία 395
τό τε μὴ θνητὰ φρονεῖν.
βραχὺς αἰών· ἐπὶ τούτῳ
δέ τις ἂν μεγάλα διώκων
τὰ παρόντ᾽ οὐχὶ φέροι. μαι-
νομένων οἵδε τρόποι καὶ 400
κακοβούλων παρ᾽ ἔμοι-
γε φωτῶν. 401b
ἱκοίμαν ποτὶ Κύπρον,
νᾶσον τᾶς Ἀφροδίτας,
ἵν᾽ οἱ θελξίφρονες νέμον-
ται θνατοῖσιν Ἔρωτες, 405
Πάφον θ᾽ ἃν ἑκατόστομοι
βαρβάρου ποταμοῦ ῥοαὶ
καρπίζουσιν ἄνομβροι.
οὗ δ᾽ ἁ καλλιστευομένα
Πιερία μούσειος ἕδρα, 410
σεμνὰ κλιτὺς Ὀλύμπου,
ἐκεῖσ᾽ ἄγε με, Βρόμιε Βρόμιε,
πρόβακχ᾽ εὔιε δαῖμον.
ἐκεῖ Χάριτες,
ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκ- 415
χαις θέμις ὀργιάζειν.
ὁ δαίμων ὁ Διὸς παῖς
χαίρει μὲν θαλίαισιν,
φιλεῖ δ᾽ ὀλβοδότειραν Εᾇ-
ρήναν, κουροτρόφον θεάν. 420
ἴσαν δ᾽ ἔς τε τὸν ὄλβιον
τόν τε χείρονα δῶκ᾽ ἔχειν
οἴνου τέρψιν ἄλυπον·
μισεῖ δ᾽ ᾧ μὴ ταῦτα μέλει,
κατὰ φάος νύκτας τε φίλας 425
εὐαίωνα διαζῆν,
σοφὰν δ᾽ ἀπέχειν πραπίδα φρένα τε
περισσῶν παρὰ φωτῶν·
τὸ πλῆθος ὅ τι 430
τὸ φαυλότερον ἐνόμισε χρῆ-
ταί τε, τόδ᾽ ἂν δεχοίμαν.
Θεράπων
Πενθεῦ, πάρεσμεν τήνδ᾽ ἄγραν ἠγρευκότες
ἐφ᾽ ἣν ἔπεμψας, οὐδ᾽ ἄκρανθ᾽ ὡρμήσαμεν. 435
ὁ θὴρ δ᾽ ὅδ᾽ ἡμῖν πρᾶος οὐδ᾽ ὑπέσπασεν
φυγῇ πόδ᾽, ἀλλ᾽ ἔδωκεν οὐκ ἄκων χέρας
οὐδ᾽ ὠχρός, οὐδ᾽ ἤλλαξεν οἰνωπὸν γένυν,
γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο
ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος. 440
κἀγὼ δι᾽ αἰδοῦς εἶπον· Ὦ ξέν᾽, οὐχ ἑκὼν
ἄγω σε, Πενθέως δ᾽ ὅς μ᾽ ἔπεμψ᾽ ἐπιστολαῖς.
ἃς δ᾽ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας
κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,
φροῦδαί γ᾽ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας 445
σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·
αὐτόματα δ᾽ αὐταῖς δεσμὰ διελύθη ποδῶν
κλῇδές τ᾽ ἀνῆκαν θύρετρ᾽ ἄνευ θνητῆς χερός.
πολλῶν δ᾽ ὅδ᾽ ἁνὴρ θαυμάτων ἥκει πλέως
ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν. 450
Πενθεύς
μέθεσθε χειρῶν τοῦδ᾽· ἐν ἄρκυσιν γὰρ ὢν
οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μ᾽ ἐκφυγεῖν.
ἀτὰρ τὸ μὲν σῶμ᾽ οὐκ ἄμορφος εἶ, ξένε,
ὡς ἐς γυναῖκας, ἐφ᾽ ὅπερ ἐς Θήβας πάρει·
πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο, 455
γένυν παρ᾽ αὐτὴν κεχυμένος, πόθου πλέως·
λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,
οὐχ ἡλίου βολαῖσιν, ἀλλ᾽ ὑπὸ σκιᾶς,
τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος.
πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος. 460
Διόνυσος
οὐ κόμπος οὐδείς· ῥᾴδιον δ᾽ εἰπεῖν τόδε.
τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.
Πενθεύς
οἶδ᾽, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ.
Διόνυσος
ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.
Πενθεύς
πόθεν δὲ τελετὰς τάσδ᾽ ἄγεις ἐς Ἑλλάδα; 465
Διόνυσος
Διόνυσος ἡμᾶς εἰσέβησ᾽, ὁ τοῦ Διός.
Πε
νθεύς
Ζεὺς δ᾽ ἔστ᾽ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς;
Διόνυσος
οὔκ, ἀλλ᾽ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.
Πενθεύς
πότερα δὲ νύκτωρ σ᾽ ἢ κατ᾽ ὄμμ᾽ ἠνάγκασεν;
Διόνυσος
ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια. 470
Πενθεύς
τὰ δ᾽ ὄργι᾽ ἐστὶ τίν᾽ ἰδέαν ἔχοντά σοι;
Διόνυσος
ἄρρητ᾽ ἀβακχεύτοισιν εἰδέναι βροτῶν.
Πενθεύς
ἔχει δ᾽ ὄνησιν τοῖσι θύουσιν τίνα;
Διόνυσος
οὐ θέμις ἀκοῦσαί σ᾽, ἔστι δ᾽ ἄξι᾽ εἰδέναι.
Πενθεύς
εὖ τοῦτ᾽ ἐκιβδήλευσας, ἵν᾽ ἀκοῦσαι θέλω. 475
Διόνυσος
ἀσέβειαν ἀσκοῦντ᾽ ὄργι᾽ ἐχθαίρει θεοῦ.
Πενθεύς
τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;
Διόνυσος
ὁποῖος ἤθελ᾽· οὐκ ἐγὼ ᾽τασσον τόδε.
Πενθεύς
τοῦτ᾽ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.
Διόνυσος
δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν. 480
Πενθεύς
ἦλθες δὲ πρῶτα δεῦρ᾽ ἄγων τὸν δαίμονα;
Διόνυσος
πᾶς ἀναχορεύει βαρβάρων τάδ᾽ ὄργια.
Πενθεύς
φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.
Διόνυσος
τάδ᾽ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.
Πενθεύς
τὰ δ᾽ ἱερὰ νύκτωρ ἢ μεθ᾽ ἡμέραν τελεῖς; 485
Διόνυσος
νύκτωρ τὰ πολλά· σεμνότητ᾽ ἔχει σκότος.
Πενθεύς
τοῦτ᾽ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.
Διόνυσος
κἀν ἡμέρᾳ τό γ᾽ αἰσχρὸν ἐξεύροι τις ἄν.
Πενθεύς
δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.