Complete Works of Euripides
Page 191
ἐν ῥοιβδήσεσι βουκόλων,
παρὰ δὲ ματέρι νυμφοκόμον
Ἰναχίδαις γάμον.
ποῦ τὸ τᾶς Αἰδοῦς
1090 ἢ τὸ τᾶς Ἀρετᾶς ἔχει
σθένειν τι πρόσωπον,
ὁπότε τὸ μὲν ἄσεπτον ἔχει
δύνασιν, ἁ δ᾽ Ἀρετὰ κατόπι-
σθεν θνατοῖς ἀμελεῖται,
1095 Ἀνομία δὲ νόμων κρατεῖ,
καὶ μὴ κοινὸς ἀγὼν βροτοῖς
μή τις θεῶν φθόνος ἔλθῃ;
Κλυταιμήστρα
ἐξῆλθον οἴκων προσκοπουμένη πόσιν,
χρόνιον ἀπόντα κἀκλελοιπότα στέγας.
1100 ἐν δακρύοισι δ᾽ ἡ τάλαινα παῖς ἐμή,
πολλὰς ἱεῖσα μεταβολὰς ὀδυρμάτων,
θάνατον ἀκούσασ᾽, ὃν πατὴρ βουλεύεται.
μνήμην δ᾽ ἄρ᾽ εἶχον πλησίον βεβηκότος
Ἀγαμέμνονος τοῦδ᾽, ὃς ἐπὶ τοῖς αὑτοῦ τέκνοις
1105 ἀνόσια πράσσων αὐτίχ᾽ εὑρεθήσεται.
Ἀγαμέμνων
Λήδας γένεθλον, ἐν καλῷ σ᾽ ἔξω δόμων
ηὕρηχ᾽, ἵν᾽ εἴπω παρθένου χωρὶς λόγους
οὓς οὐκ ἀκούειν τὰς γαμουμένας πρέπει.
Κλυταιμήστρα
τί δ᾽ ἔστιν, οὗ σοι καιρὸς ἀντιλάζυται;
Ἀγαμέμνων
1110 ἔκπεμπε παῖδα δωμάτων πατρὸς μέτα:
ὡς χέρνιβες πάρεισιν εὐτρεπισμέναι,
προχύται τε βάλλειν πῦρ καθάρσιον χεροῖν,
μόσχοι τε, πρὸ γάμων ἃς θεᾷ πεσεῖν χρεών.
Ἀρτέμιδι, μέλανος αἵματος φυσήματα.
Κλυταιμήστρα
1115 τοῖς ὀνόμασιν μὲν εὖ λέγεις, τὰ δ᾽ ἔργα σου
οὐκ οἶδ᾽ ὅπως χρή μ᾽ ὀνομάσασαν εὖ λέγειν.
χώρει δέ, θύγατερ, ἐκτός — οἶσθα γὰρ πατρὸς
πάντως ἃ μέλλει — χὑπὸ τοῖς πέπλοις ἄγε
λαβοῦσ᾽ Ὀρέστην, σὸν κασίγνητον, τέκνον.
1120 ἰδοὺ πάρεστιν ἥδε πειθαρχοῦσά σοι.
τὰ δ᾽ ἄλλ᾽ ἐγὼ πρὸ τῆσδε κἀμαυτῆς φράσω.
Ἀγαμέμνων
τέκνον, τί κλαίεις, οὐδ᾽ ἔθ᾽ ἡδέως ὁρᾷς,
ἐς γῆν δ᾽ ἐρείσασ᾽ ὄμμα πρόσθ᾽ ἔχεις πέπλους;
Κλυταιμήστρα
φεῦ:
τίν᾽ ἂν λάβοιμι τῶν ἐμῶν ἀρχὴν κακῶν;
1125 ἅπασι γὰρ πρώτοισι χρήσασθαι πάρα
κἀν ὑστάτοισι κἀν μέσοισι πανταχοῦ.
Ἀγαμέμνων
τί δ᾽ ἔστιν; ὥς μοι πάντες εἰς ἓν ἥκετε,
σύγχυσιν ἔχοντες καὶ ταραγμὸν ὀμμάτων.
Κλυταιμήστρα
εἴφ᾽ ἃν ἐρωτήσω σε γενναίως, πόσι.
Ἀγαμέμνων
1130 οὐδὲν κελευσμοῦ δεῖ σ᾽: ἐρωτᾶσθαι θέλω.
Κλυταιμήστρα
τὴν παῖδα τὴν σὴν τήν τ᾽ ἐμὴν μέλλεις κτενεῖν;
Ἀγαμέμνων
ἔα:
τλήμονά γ᾽ ἔλεξας, ὑπονοεῖς θ᾽ ἃ μή σε χρή.
Κλυταιμήστρα
ἔχ᾽ ἥσυχος.
κἀκεῖνό μοι τὸ πρῶτον ἀπόκριναι πάλιν.
Ἀγαμέμνων
σὺ δ᾽, ἤν γ᾽ ἐρωτᾷς εἰκότ᾽, εἰκότ᾽ ἂν κλύοις.
Κλυταιμήστρα
1135 οὐκ ἄλλ᾽ ἐρωτῶ, καὶ σὺ μὴ λέγ᾽ ἄλλα μοι.
Ἀγαμέμνων
ὦ πότνια μοῖρα καὶ τύχη δαίμων τ᾽ ἐμός.
Κλυταιμήστρα
κἀμός γε καὶ τῆσδ᾽, εἷς τριῶν δυσδαιμόνων.
Ἀγαμέμνων
τίν᾽ ἠδίκησαι;
Κλυταιμήστρα
τοῦτ᾽ ἐμοῦ πεύθῃ πάρα;
ὁ νοῦς ὅδ᾽ αὐτὸς νοῦν ἔχων οὐ τυγχάνει.
Ἀγαμέμνων
1140 ἀπωλόμεσθα. προδέδοται τὰ κρυπτά μου.
Κλυταιμήστρα
πάντ᾽ οἶδα, καὶ πεπύσμεθ᾽ ἃ σὺ μέλλεις με δρᾶν:
αὐτὸ δὲ τὸ σιγᾶν ὁμολογοῦντός ἐστί σου
καὶ τὸ στενάζειν: πολλὰ μὴ κάμῃς λέγων.
Ἀγαμέμνων
ἰδοὺ σιωπῶ: τὸ γὰρ ἀναίσχυντον τί δεῖ
1145 ψευδῆ λέγοντα προσλαβεῖν τῇ συμφορᾷ;
Κλυταιμήστρα
ἄκουε δή νυν: ἀνακαλύψω γὰρ λόγους,
κοὐκέτι παρῳδοῖς χρησόμεσθ᾽ αἰνίγμασιν.
πρῶτον μέν, ἵνα σοι πρῶτα τοῦτ᾽ ὀνειδίσω,
ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ,
1150 τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών:
βρέφος τε τοὐμὸν σῷ προσούδισας πάλῳ,
μαστῶν βιαίως τῶν ἐμῶν ἀποσπάσας.
καὶ τὼ Διός σε παῖδ᾽, ἐμὼ δὲ συγγόνω,
ἵπποισι μαρμαίροντ᾽ ἐπεστρατευσάτην:
1155 πατὴρ δὲ πρέσβυς Τυνδάρεώς σ᾽ ἐρρύσατο
ἱκέτην γενόμενον, τἀμὰ δ᾽ ἔσχες αὖ λέχη.
οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμους
συμμαρτυρήσεις ὡς ἄμεμπτος ἦ γυνή,
ἔς τ᾽ Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸν
1160 μέλαθρον αὔξουσ᾽, ὥστε σ᾽ εἰσιόντα τε
χαίρειν θύραζέ τ᾽ ἐξιόντ᾽ εὐδαιμονεῖν.
σπάνιον δὲ θήρευμ᾽ ἀνδρὶ τοιαύτην λαβεῖν
δάμαρτα: φλαύραν δ᾽ οὐ σπάνις γυναῖκ᾽ ἔχειν.
τίκτω δ᾽ ἐπὶ τρισὶ παρθένοισι παῖδά σοι
1165 τόνδ᾽, ὧν μιᾶς σὺ τλημόνως μ᾽ ἀποστερεῖς.
κἄν τίς σ᾽ ἔρηται τίνος ἕκατί νιν κτενεῖς,
λέξον, τί φήσεις; ἢ ‘μὲ χρὴ λέγειν τὰ σά;
Ἑλένην Μενέλεως ἵνα λάβῃ. καλὸν † γένος †,
κακῆς γυναικὸς μισθὸν ἀποτεῖσαι τέκνα.
1170 τἄχθιστα τοῖσι φιλτάτοις ὠνούμεθα.
ἄγ᾽, εἰ στρατεύσῃ καταλιπών μ᾽ ἐν δώμασιν,
/> κἀκεῖ γενήσῃ διὰ μακρᾶς ἀπουσίας,
τίν᾽ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς;
ὅταν θρόνους τῆσδ᾽ εἰσίδω πάντας κενούς,
1175 κενοὺς δὲ παρθενῶνας, ἐπὶ δὲ δακρύοις
μόνη κάθωμαι, τήνδε θρηνῳδοῦσ᾽ ἀεί:
Ἀπώλεσέν σ᾽, ὦ τέκνον, ὁ φυτεύσας πατήρ,
αὐτὸς κτανών, οὐκ ἄλλος οὐδ᾽ ἄλλῃ χερί,
τοιόνδε νόστον καταλιπὼν πρὸς τοὺς δόμους.
1180 ἐπεὶ βραχείας προφάσεως ἔδει μόνον,
ἐφ᾽ ᾗ σ᾽ ἐγὼ καὶ παῖδες αἱ λελειμμέναι
δεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών.
μὴ δῆτα πρὸς θεῶν μήτ᾽ ἀναγκάσῃς ἐμὲ
κακὴν γενέσθαι περὶ σέ, μήτ᾽ αὐτὸς γένῃ.
1185 εἶἑν:
θύσεις † δὲ παῖδ᾽, ἔνθα † τίνας εὐχὰς ἐρεῖς;
τί σοι κατεύξῃ τἀγαθόν, σφάζων τέκνον;
νόστον πονηρόν, οἴκοθέν γ᾽ αἰσχρῶς ἰών;
ἀλλ᾽ ἐμὲ δίκαιον ἀγαθὸν εὔχεσθαί τί σοι;
οὔ τἄρ᾽ ἀσυνέτους τοὺς θεοὺς ἡγοίμεθ᾽ ἄν,
1190 εἰ τοῖσιν αὐθένταισιν εὖ φρονήσομεν;
ἥκων δ᾽ ἂν Ἄργος προσπέσοις τέκνοισι σοῖς;
ἀλλ᾽ οὐ θέμις σοι. τίς δὲ καὶ προσβλέψεται
παίδων σ᾽, ἵν᾽ αὐτῶν προσέμενος κτάνῃς τινά;
ταῦτ᾽ ἦλθες ἤδη διὰ λόγων, ἢ σκῆπτρά σοι
1195 μόνον διαφέρειν καὶ στρατηλατεῖν μέλει;
ὃν χρῆν δίκαιον λόγον ἐν Ἀργείοις λέγειν:
Βούλεσθ᾽, Ἀχαιοί, πλεῖν Φρυγῶν ἐπὶ χθόνα;
κλῆρον τίθεσθε παῖδ᾽ ὅτου θανεῖν χρεών.
ἐν ἴσῳ γὰρ ἦν τόδ᾽, ἀλλὰ μὴ σὲ ἐξαίρετον
1200 σφάγιον παρασχεῖν Δαναΐδαισι παῖδα σήν,
ἢ Μενέλεων πρὸ μητρὸς Ἑρμιόνην κτανεῖν,
οὗπερ τὸ πρᾶγμ᾽ ἦν. νῦν δ᾽ ἐγὼ μὲν ἡ τὸ σὸν
σῴζουσα λέκτρον παιδὸς ἐστερήσομαι,
ἡ δ᾽ ἐξαμαρτοῦσ᾽, ὑπότροφον νεάνιδα
1205 Σπάρτῃ κομίζουσ᾽, εὐτυχὴς γενήσεται.
τούτων ἄμειψαί μ᾽ εἴ τι μὴ καλῶς λέγω:
εἰ δ᾽ εὖ λέλεκται, † νῶι μὴ δή γε κτάνῃς †
τὴν σήν τε κἀμὴν παῖδα, καὶ σώφρων ἔσῃ.
Χορός
πιθοῦ. τὸ γάρ τοι τέκνα συνσῴζειν καλόν,
1210 Ἀγάμεμνον: οὐδεὶς πρὸς τάδ᾽ ἀντερεῖ βροτῶν.
Ἰφιγένεια
εἰ μὲν τὸν Ὀρφέως εἶχον, ὦ πάτερ, λόγον,
πείθειν ἐπᾴδουσ᾽, ὥσθ᾽ ὁμαρτεῖν μοι πέτρας,
κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην,
ἐνταῦθ᾽ ἂν ἦλθον: νῦν δέ, τἀπ᾽ ἐμοῦ σοφά,
1215 δάκρυα παρέξω: ταῦτα γὰρ δυναίμεθ᾽ ἄν.
ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν
τὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι,
μή μ᾽ ἀπολέσῃς ἄωρον: ἡδὺ γὰρ τὸ φῶς
βλέπειν: τὰ δ᾽ ὑπὸ γῆς μή μ᾽ ἰδεῖν ἀναγκάσῃς.
1220 πρώτη σ᾽ ἐκάλεσα πατέρα καὶ σὺ παῖδ᾽ ἐμέ:
πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσ᾽ ἐμὸν
φίλας χάριτας ἔδωκα κἀντεδεξάμην.
λόγος δ᾽ ὁ μὲν σὸς ἦν ὅδ᾽: Ἆρά σ᾽, ὦ τέκνον,
εὐδαίμον᾽ ἀνδρὸς ἐν δόμοισιν ὄψομαι,
1225 ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ;
οὑμὸς δ᾽ ὅδ᾽ ἦν αὖ περὶ σὸν ἐξαρτωμένης
γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί:
Τί δ᾽ ἆρ᾽ ἐγὼ σέ; πρέσβυν ἆρ᾽ ἐσδέξομαι
ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ,
1230 πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς;
τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω,
σὺ δ᾽ ἐπιλέλησαι, καί μ᾽ ἀποκτεῖναι θέλεις.
μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς
καὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσ᾽ ἐμὲ
1235 νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει.
τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων
Ἑλένης τε; πόθεν ἦλθ᾽ ἐπ᾽ ὀλέθρῳ τὠμῷ, πάτερ;
βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε,
ἵν᾽ ἀλλὰ τοῦτο κατθανοῦσ᾽ ἔχω σέθεν
1240 μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις.
ἀδελφέ, μικρὸς μὲν σύ γ᾽ ἐπίκουρος φίλοις,
ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς
τὴν σὴν ἀδελφὴν μὴ θανεῖν: αἴσθημά τοι
κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται.
1245 ἰδοὺ σιωπῶν λίσσεταί σ᾽ ὅδ᾽, ὦ πάτερ.
ἀλλ᾽ αἴδεσαί με καὶ κατοίκτιρον βίου.
ναί, πρὸς γενείου σ᾽ ἀντόμεσθα δύο φίλω:
ὃ μὲν νεοσσός ἐστιν, ἣ δ᾽ ηὐξημένη.
ἓν συντεμοῦσα πάντα νικήσω λόγον:
1250 τὸ φῶς τόδ᾽ ἀνθρώποισιν ἥδιστον βλέπειν,
τὰ νέρθε δ᾽ οὐδέν: μαίνεται δ᾽ ὃς εὔχεται
θανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν.
Χορός
ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους
ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας.
Ἀγαμέμνων
1255 ἐγὼ τά τ᾽ οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή,
φιλῶ τ᾽ ἐμαυτοῦ τέκνα: μαινοίμην γὰρ ἄν.
δεινῶς δ᾽ ἔχει μοι ταῦτα τολμῆσαι, γύναι,
δεινῶς δὲ καὶ μή: τοῦτο γὰρ πρᾶξαί με δεῖ.
ὁρᾶθ᾽ ὅσον στράτευμα ναύφρακτον τόδε,
1260 χαλκέων θ᾽ ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι,
οἷς νόστος οὐκ ἔστ᾽ Ἰλίου πύργους ἔπι,
εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει,
οὐδ᾽ ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον.
μέμηνε δ᾽ Ἀφροδίτη τις Ἑλλήνων στρατῷ
1265 πλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα,
παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν:
οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου
ὑμᾶς τε κἀμέ, θέσφατ᾽ εἰ λύσω θεᾶς.
οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον,
1270 οὐδ᾽ ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα,
ἀλλ᾽ Ἑλλάς, ᾗ δεῖ, κἂν θέλω κἂν μὴ θέλω,
θῦσαί σε: τούτου δ᾽ ἥσσονες καθέσταμεν.
ἐλευθέραν γὰρ δεῖ νιν ὅσον ἐν σοί, τέκνον,
κἀμοὶ γενέσθαι, μηδὲ βαρβάροις ὕπο
1275 Ἕλληνας ὄντας λέκτρα συλᾶσθαι βίᾳ.
Κλυταιμήστρα
ὦ τέκνον, ὦ ξέναι,
οἲ ‘γὼ θανάτου τοῦ σοῦ μελέα.
φεύγει σε πατὴρ Ἅιδῃ παραδούς.
Ἰφιγένεια
Ἰφιγένεια
οἲ ‘γώ, μᾶτερ: ταὐτὸν τόδε γὰρ
1280 μέλος εἰς ἄμφω πέπτωκε τύχης,
κοὐκέτι μοι φῶς
οὐδ᾽ ἀελίου τόδε φέγγος.
ἰὼ ἰώ.
νιφόβολον Φρυγῶν νάπος Ἴδας τ᾽ ὄρεα,
1285 Πρίαμος ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλε
ματέρος ἀποπρὸ νοσφίσας ἐπὶ μόρῳ
θανατόεντι Πάριν, ὃς Ἰδαῖος Ἰ-
1290 δαῖος ἐλέγετ᾽ ἐλέγετ᾽ ἐν Φρυγῶν πόλει,
μή ποτ᾽ ὤφελες τὸν ἀμφὶ
βουσὶ βουκόλον τραφέντ᾽
Ἀλέξανδρον οἰκίσαι
ἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι κρῆναι
1295 Νυμφᾶν κεῖνται
λειμών τ᾽ ἔρνεσι θάλλων
χλωροῖς καὶ ῥοδόεντ᾽
ἄνθε᾽ ὑακίνθινά τε θεαῖς δρέπειν: ἔνθα ποτὲ
1300 Παλλὰς ἔμολε καὶ δολιόφρων Κύπρις
Ἥρα θ᾽ Ἑρμᾶς θ᾽, ὁ Διὸς ἄγγελος,