by Euripides
Λῃστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορα
συλῶντα δεῖ νιν τῷδε κατθανεῖν μόρῳ.
Ἕκτωρ
Νῦν μὲν καταυλίσθητε· καὶ γὰρ εὐφρόνη.
Δείξω δ’ ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸν
[520] τὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα.
Ξύνθημα δ’ ἡμῖν Φοῖβος, ἤν τι καὶ δέῃ·
μέμνησ’ ἀκούσας, Θρῃκί τ’ ἄγγειλον στρατῷ.
Ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεων
φρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπον
[525] δέχθαι Δόλωνα· καὶ γάρ, εἴπερ ἐστὶ σῶς,
ἤδη πελάζει στρατοπέδοισι Τρωικοῖς.
Χορός
[527] Τίνος ἁ φυλακά; Τίς ἀμείβει
τὰν ἐμάν; Πρῶτα
δύεται σημεῖα καὶ ἑπτάποροι
[530] Πλειάδες αἰθέριαι· μέσα δ’ αἰετὸς οὐρανοῦ ποτᾶται.
[532] Ἔγρεσθε, τί μέλλετε; Κοιτᾶν
ἔγρεσθε πρὸς φυλακάν.
Οὐ λεύσσετε μηνάδος αἴγλαν;
[535] Ἀὼς δὴ πέλας, ἀὼς
γίγνεται, καί τις προδρόμων
ὅδε γ’ ἐστὶν ἀστήρ.
Τίς ἐκηρύχθη πρώτην φυλακήν;
Μυγδόνος υἱόν φασι Κόροιβον.
[540] Τίς γὰρ ἐπ’ αὐτῷ;
Κίλικας Παίων
στρατὸς ἤγειρεν, Μυσοὶ δ’ ἡμᾶς.
[543] Οὐκ οὖν Λυκίους πέμπτην φυλακὴν
βάντας ἐγείρειν
[545] καιρὸς κλήρου κατὰ μοῖραν;
[547] Καὶ μὴν ἀί¨ω· Σιμόεντος
ἡμένα κοίτας
φοινίας ὑμνεῖ πολυχορδοτάτᾳ
[550] γήρυι¨ παιδολέτωρ μελοποιὸν ἀηδονὶς μέριμναν.
Ἤδη δὲ νέμουσι κατ’ Ἴδαν
ποίμνια· νυκτιβρόμου
σύριγγος ἰὰν κατακούω.
Θέλγει δ’ ὄμματος ἕδραν
[555] ὕπνος· ἅδιστος γὰρ ἔβα
βλεφάροις πρὸς ἀοῦς.
Τί ποτ’ οὐ πλάθει σκοπός, ὃν ναῶν
Ἕκτωρ ὤτρυνε κατόπταν;
Ταρβῶ· χρόνιος γὰρ ἄπεστιν.
[560] Ἀλλ’ ἦ κρυπτὸν λόχον ἐσπαίσας
διόλωλε;
Τάχ’ ἄν. Φοβερόν μοι.
Αὐδῶ Λυκίους πέμπτην φυλακὴν
βάντας ἐγείρειν
ἡμᾶς κλήρου κατὰ μοῖραν.
Ὀδυσσεύς
[565] Διόμηδες, οὐκ ἤκουσας ἢ κενὸς ψόφος
στάζει δι’ ὤτων; Τευχέων τινὰ κτύπον;
Διομήδης
Οὔκ, ἀλλὰ δεσμὰ πωλικῶν ἐξ ἀντύγων
κλάζει σιδήρου· κἀμέ τοι, πρὶν ᾐσθόμην
δεσμῶν ἀραγμὸν ἱππικῶν, ἔδυ φόβος.
Ὀδυσσεύς
[570] Ὄρα κατ’ ὄρφνην μὴ φύλαξιν ἐντύχῃς.
Διομήδης
Φυλάξομαί τοι κἀν σκότῳ τιθεὶς πόδα.
Ὀδυσσεύς
Ἢν δ’ οὖν ἐγείρῃς, οἶσθα σύνθημα στρατοῦ;
Διομήδης
<Φοῖβον> Δόλωνος οἶδα σύμβολον κλύων.
Ὀδυσσεύς
Ἔα·
εὐνὰς ἐρήμους τάσδε πολεμίων ὁρῶ.
Διομήδης
[575] Καὶ μὴν Δόλων γε τάσδ’ ἔφραζεν Ἕκτορος
κοίτας, ἐφ’ ᾧπερ ἔγχος εἵλκυσται τόδε.
Ὀδυσσεύς
Τί δῆτ’ ἂν εἴη; Μῶν λόχος βέβηκέ ποι;
Διομήδης
Ἴσως ἐφ’ ἡμῖν μηχανὴν στήσων τινά.
Ὀδυσσεύς
Θρασὺς γὰρ Ἕκτωρ νῦν, ἐπεὶ κρατεῖ, θρασύς.
Διομήδης
[580] Τί δῆτ’, Ὀδυσσεῦ, δρῶμεν; Οὐ γὰρ ηὕρομεν
τὸν ἄνδρ’ ἐν εὐναῖς, ἐλπίδων δ’ ἡμάρτομεν.
Ὀδυσσεύς
Στείχωμεν ὡς τάχιστα ναυστάθμων πέλας.
Σῴζει γὰρ αὐτὸν ὅστις εὐτυχῆ θεῶν
τίθησιν· ἡμῖν δ’ οὐ βιαστέον τύχην.
Διομήδης
[585] Οὐκ οὖν ἐπ’ Αἰνέαν ἢ τὸν ἔχθιστον Φρυγῶν
Πάριν μολόντε χρὴ καρατομεῖν ξίφει;
Ὀδυσσεύς
Πῶς οὖν ἐν ὄρφνῃ πολεμίων ἀνὰ στρατὸν
ζητῶν δυνήσῃ τούσδ’ ἀκινδύνως κτανεῖν;
Διομήδης
Αἰσχρόν γε μέντοι ναῦς ἐπ’ Ἀργείων μολεῖν
[590] δράσαντε μηδὲν πολεμίους νεώτερον.
Ὀδυσσεύς
Πῶς δ’ οὐ δέδρακας; Οὐ κτανόντε ναυστάθμων
κατάσκοπον Δόλωνα σῴζομεν τάδε
σκυλεύματ’; Ἢ πᾶν στρατόπεδον πέρσειν δοκεῖς;
Διομήδης
Πείθεις, πάλιν στείχωμεν· εὖ δ’ εἴη τυχεῖν.
Ἀθήνα
[595] Ποῖ δὴ λιπόντες Τρωικῶν ἐκ τάξεων
χωρεῖτε, λύπῃ καρδίαν δεδηγμένοι,
εἰ μὴ κτανεῖν σφῷν Ἕκτορ’ ἢ Πάριν θεὸς
δίδωσιν; Ἄνδρα δ’ οὐ πέπυσθε σύμμαχον
Τροίᾳ μολόντα Ῥῆσον οὐ φαύλῳ τρόπῳ.
[600] Ὃς εἰ διοίσει νύκτα τήνδ’ ἐς αὔριον,
οὔτε σφ’ Ἀχιλλεὺς οὔτ’ ἂν Αἴαντος δόρυ
μὴ πάντα πέρσαι ναύσταθμ’ Ἀργείων σχέθοι,
τείχη κατασκάψαντα καὶ πυλῶν ἔσω
λόγχῃ πλατεῖαν ἐσδρομὴν ποιούμενον.
[605] Τοῦτον κατακτὰς πάντ’ ἔχεις. Τὰς δ’ Ἕκτορος
εὐνὰς ἔασον καὶ καρατόμους σφαγάς·
ἔσται γὰρ αὐτῷ θάνατος ἐξ ἄλλης χερός.
Ὀδυσσεύς
Δέσποιν’ Ἀθάνα, φθέγματος γὰρ ᾐσθόμην
τοῦ σοῦ συνήθη γῆρυν· ἐν πόνοισι γὰρ
[610] παροῦσ’ ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε·
 
; τὸν ἄνδρα δ’ ἡμῖν, ποῦ κατηύνασται, φράσον·
πόθεν τέτακται βαρβάρου στρατεύματος;
Ἀθήνα
[613] Ὅδ’ ἐγγὺς ἧσται κοὐ συνήθροισται στρατῷ,
ἀλλ’ ἐκτὸς αὐτὸν τάξεων κατηύνασεν
[615] Ἕκτωρ, ἕως ἂν νὺξ ἀμείψηται φάος.
Πέλας δὲ πῶλοι Θρῃκίων ἐξ ἁρμάτων
λευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνῃ·
στίλβουσι δ’ ὥστε ποταμίου κύκνου πτερόν.
Ταύτας, κτανόντες δεσπότην, κομίζετε,
[620] κάλλιστον οἴκοις σκῦλον· οὐ γὰρ ἔσθ’ ὅπου
τοιόνδ’ ὄχημα χθὼν κέκευθε πωλικόν.
Ὀδυσσεύς
Διόμηδες, ἢ σὺ κτεῖνε Θρῄκιον λεών,
ἢ ‘μοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν.
Διομήδης
Ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ·
[625] τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός.
Χρὴ δ’ ἄνδρα τάσσειν οὗ μάλιστ’ ἂν ὠφελοῖ.
Ἀθήνα
Καὶ μὴν καθ’ ἡμᾶς τόνδ’ Ἀλέξανδρον βλέπω
στείχοντα, φυλάκων ἔκ τινος πεπυσμένον
δόξας ἀσήμους πολεμίων μεμβλωκότων.
Διομήδης
[630] Πότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται;
Ἀθήνα
Μόνος· πρὸς εὐνὰς δ’, ὡς ἔοικεν, Ἕκτορος
χωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ.
Διομήδης
Οὐκ οὖν ὑπάρχειν τόνδε κατθανόντα χρή;
Ἀθήνα
[634] Οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον.
[635] Τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν.
Ἀλλ’ ᾧπερ ἥκεις μορσίμους φέρων σφαγάς,
τάχυν’· ἐγὼ δέ, τῷδε σύμμαχος Κύπρις
δοκοῦσ’ ἀρωγὸς ἐν πόνοις παραστατεῖν,
σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρ’ ἀμείψομαι.
[640] Καὶ ταῦτ’ ἐγὼ μὲν εἶπον· ὃν δὲ χρὴ παθεῖν,
οὐκ οἶδεν οὐδ’ ἤκουσεν ἐγγὺς ὢν λόγου.
Ἀλέξανδρος
[642] Σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω,
Ἕκτορ, καθεύδεις; Οὐκ ἐγείρεσθαί σε χρῆν;
Ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι,
[645] ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες.
Ἀθήνα
Θάρσει· φυλάσσει σ’ ἥδε πρευμενὴς Κύπρις.
Μέλει δ’ ὁ σός μοι πόλεμος, οὐδ’ ἀμνημονῶ
τιμῆς, ἐπαινῶ δ’ εὖ παθοῦσα πρὸς σέθεν.
Καὶ νῦν ἐπ’ εὐτυχοῦντι Τρωικῷ στρατῷ
[650] ἥκω πορεύουσ’ ἄνδρα σοι μέγαν φίλον,
τῆς ὑμνοποιοῦ παῖδα Θρῄκιον θεᾶς
Μούσης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.
Ἀλέξανδρος
Αἰεί ποτ’ εὖ φρονοῦσα τυγχάνεις πόλει
κἀμοί, μέγιστον δ’ ἐν βίῳ κειμήλιον
[655] κρίνας σέ φημι τῇδε προσθέσθαι πόλει.
Ἥκω δ’ ἀκούσας οὐ τορῶς φήμη δέ τις
φύλαξιν ἐμπέπτωκεν ὡς κατάσκοποι
ἥκουσ’ Ἀχαιῶν. Χὣ μὲν οὐκ ἰδὼν λέγει,
ὃ δ’ εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι·
[660] ὧν οὕνεκ’ εὐνὰς ἤλυθον πρὸς Ἕκτορος.
Ἀθήνα
Μηδὲν φοβηθῇς· οὐδὲν ἐν στρατῷ νέον·
Ἕκτωρ δὲ φροῦδος Θρῇκα κοιμήσων στρατόν.
Ἀλέξανδρος
Σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοις
τάξιν φυλάξων εἶμ’ ἐλεύθερος φόβου.
Ἀθήνα
[665] Χώρει· μέλειν γὰρ πάντ’ ἐμοὶ δόκει τὰ σά,
ὥστ’ εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν.
Γνώσῃ δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν.
Ὑμᾶς δ’ ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους,
Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη.
[670] Κεῖται γὰρ ἡμῖν Θρῄκιος στρατηλάτης,
ἵπποι τ’ ἔχονται, πολέμιοι δ’ ᾐσθημένοι
χωροῦσ’ ἐφ’ ὑμᾶς· ἀλλ’ ὅσον τάχιστα χρὴ
φεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. Τί μέλλετε
σκηπτοῦ ‘πιόντος πολεμίων σῷσαι βίον;
Χορός
[675] Ἔα ἔα·
βάλε βάλε βάλε βάλε.
Θένε θένε.
Τίς ἁνήρ; Λεύσσετε· τοῦτον αὐδῶ.
Κλῶπες οἵτινες κατ’ ὄρφνην τόνδε κινοῦσι στρατόν.
[680] Δεῦρο δεῦρο πᾶς.
Τούσδ’ ἔχω, τούσδ’ ἔμαρψα.
Τίς ὁ λόχος; Πόθεν ἔβας; Ποδαπὸς εἶ;
Ὀδυσσεύς
Οὔ σε χρὴ εἰδέναι· θανῇ γὰρ σήμερον δράσας κακῶς.
Χορός
Οὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν;
Ὀδυσσεύς
[685] Ἵστω. Θάρσει.
Χορός
Πέλας ἴθι. Παῖε πᾶς.
Ὀδυσσεύς
Ἦ σὺ δὴ Ῥῆσον κατέκτας;
Χορός
Ἀλλὰ τὸν κτενοῦντα σὲ . . .
Ὀδυσσεύς
Ἴσχε πᾶς τις.
Χορός
Οὐ μὲν οὖν.
Ὀδυσσεύς
Ἆ· φίλιον ἄνδρα μὴ θένῃς.
Χορός
Καὶ τί δὴ τὸ σῆμα;
Ὀδυσσεύς
Φοῖβος.
Χορός
Ἔμαθον· ἴσχε πᾶς δόρυ.
οἶσθ’ ὅποι βεβᾶσιν ἅνδρες;
Ὀδυσσεύς
Τῇδέ πῃ κατείδομεν.
Χορός
[690] Ἕρπω πᾶς κατ’ ἴχνος αὐτῶν.
Ἢ βοὴν ἐγερτέον;
Ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φ
όβῳ.
Χορός
[692] Τίς ἀνδρῶν ὁ βάς;
Τίς ὁ μέγα θρασὺς ἐπεύξεται
χέρα φυγὼν ἐμάν;
[695] Πόθεν νιν κυρήσω;
Τίνι προσεικάσω,
ὅστις δι’ ὄρφνης ἦλθ’ ἀδειμάντῳ ποδὶ
διά τε τάξεων καὶ φυλάκων ἕδρας;
Θεσσαλὸς ἢ
[700] παραλίαν Λοκρῶν νεμόμενος πόλιν;
Ἢ νησιώτην σποράδα κέκτηται βίον;
Τίς ἦν; Πόθεν; Ποίας πάτρας;
Ποῖον δ’ εὔχεται τὸν ὕπατον θεῶν;
Ἆρ’ ἔστ’ Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε;
[705] Εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι· τί μήν;
Δοκεῖς γάρ;
Τί μὴν οὔ;
Θρασὺς γοῦν ἐς ἡμᾶς.
Τίν’ ἀλκήν; Τίν’ αἰνεῖς;
Ὀδυσσῆ.
Μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.
[710] Ἔβα καὶ πάρος
κατὰ πόλιν, ὕπαφρον ὄμμ’ ἔχων,
ῥακοδύτῳ στολᾷ
πυκασθείς, ξιφήρης
κρύφιος ἐν πέπλοις.
[715] Βίον δ’ ἐπαιτῶν εἷρπ’ ἀγύρτης τις λάτρις,
ψαφαρόχρουν κάρα πολυπινές τ’ ἔχων·
πολλὰ δὲ τὰν
βασιλίδ’ ἑστίαν Ἀτρειδᾶν κακῶς
ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις.
[720] Ὄλοιτ’ ὄλοιτο πανδίκως,
πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.
Εἴτ’ οὖν Ὀδυσσέως εἴτε μή, φόβος μ’ ἔχει·
Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.
Τί λάσκων;
Δυσοίζων.
[725] Τί δρᾶσαι; Τί ταρβεῖς;
Καθ’ ἡμᾶς περᾶσαι . . .
τίν’ ἀνδρῶν;
Οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.
Ἡνίοχος
[729] Ἰὼ, ἰώ, δαίμονος τύχα βαρεῖα. Φεῦ φεῦ.
Χορός
Ἔα, ἔα·