Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 197
Complete Works of Euripides Page 197

by Euripides

[730] σῖγα πᾶς ὕφιζ’· ἴσως γὰρ ἐς βόλον τις ἔρχεται.

  Ἡνίοχος

  Ἰὼ ἰώ,

  συμφορὰ βαρεῖα Θρῃκῶν.

  Χορός

  Συμμάχων τις ὁ στένων.

  Ἡνίοχος

  [733] Ἰὼ ἰώ,

  δύστηνος ἐγώ· σύ τ’, ἄναξ Θρῃκῶν,

  ὦ στυγνοτάτην Τροίαν ἐσιδών,

  [735] οἷόν σε βίου τέλος εἷλεν.

  Χορός

  Τίς εἶ ποτ’ ἀνδρῶν συμμάχων; Κατ’ εὐφρόνην

  ἀμβλῶπες αὐγαὶ κοὔ σε γιγνώσκω τορῶς.

  Ἡνίοχος

  Ποῦ τιν’ ἀνάκτων Τρωικῶν εὕρω;

  Ποῦ δῆθ’ Ἕκτωρ

  [740] τὸν ὑπασπίδιον κοῖτον ἰαύει;

  Τίνι σημήνω διόπων στρατιᾶς

  οἷα πεπόνθαμεν, οἷά τις ἡμᾶς

  δράσας ἀφανῆ φροῦδος, φανερὸν

  Θρῃξὶν πένθος τολυπεύσας;

  Χορός

  [745] Κακὸν κυρεῖν τι Θρῃκίῳ στρατεύματι

  ἔοικεν, οἷα τοῦδε γιγνώσκω κλύων.

  Ἡνίοχος

  [747] Ἔρρει στρατιά, πέπτωκεν ἄναξ

  δολίῳ πληγῇ.

  Ἆ ἆ ἆ ἆ,

  [750] οἵα μ’ ὀδύνη τείρει φονίου

  τραύματος εἴσω. Πῶς ἂν ὀλοίμην;

  Χρῆν γάρ μ’ ἀκλεῶς Ῥῆσόν τε θανεῖν,

  Τροίᾳ κέλσαντ’ ἐπίκουρον;

  Χορός

  Τάδ’ οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά·

  [755] σαφῶς γὰρ αὐδᾷ συμμάχους ὀλωλότας.

  Ἡνίοχος

  [756] Κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸς

  αἴσχιστα· καίτοι δὶς τόσον κακὸν τόδε·

  θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών,

  λυπρὸν μὲν οἶμαι τῷ θανόντι πῶς γὰρ οὔ;

  [760] Τοῖς ζῶσι δ’ ὄγκος καὶ δόμων εὐδοξία.

  Ἡμεῖς δ’ ἀβούλως κἀκλεῶς ὀλώλαμεν.

  Ἐπεὶ γὰρ ἡμᾶς ηὔνασ’ Ἑκτόρεια χείρ,

  ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ

  κόπῳ δαμέντες, οὐδ’ ἐφρουρεῖτο στρατὸς

  [765] φυλακαῖσι νυκτέροισιν, οὐδ’ ἐν τάξεσιν

  ἔκειτο τεύχη, πλῆκτρά τ’ οὐκ ἐπὶ ζυγοῖς

  ἵππων καθήρμοσθ’, ὡς ἄναξ ἐπεύθετο

  κρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶν

  πρύμναισι· φαύλως δ’ ηὕδομεν πεπτωκότες.

  [770] Κἀγὼ μελούσῃ καρδίᾳ λήξας ὕπνου

  πώλοισι χόρτον, προσδοκῶν ἑωθινὴν

  ζεύξειν ἐς ἀλκήν, ἀφθόνῳ μετρῶ χερί.

  Λεύσσω δὲ φῶτε περιπολοῦνθ’ ἡμῶν στρατὸν

  πυκνῆς δι’ ὄρφνης· ὡς δ’ ἐκινήθην ἐγώ,

  [775] ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν·

  ἤπυσα δ’ αὐτοῖς μὴ πελάζεσθαι στρατῷ,

  κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς.

  Οἳ δ’ οὐδέν· οὐ μὴν οὐδ’ ἐγὼ τὰ πλείονα.

  Ηὗδον δ’ ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν.

  Καί μοι καθ’ ὕπνον δόξα τις παρίσταται·

  ἵππους γὰρ ἃς ἔθρεψα κἀδιφρηλάτουν

  Ῥήσῳ παρεστώς, εἶδον, ὡς ὄναρ δοκῶν,

  λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν·

  θείνοντε δ’ οὐρᾷ πωλικῆς ῥινοῦ τρίχα

  [785] ἤλαυνον, αἳ δ’ ἔρρεγκον ἐξ ἀντηρίδων

  θυμὸν πνέουσαι κἀνεχαίτιζον φόβῳ.

  Ἐγὼ δ’ ἀμύνων θῆρας ἐξεγείρομαι

  πώλοισιν· ἔννυχος γὰρ ἐξώρμα φόβος.

  Κλύω δ’ ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν.

  [790] Θερμὸς δὲ κρουνὸς δεσπότου πάρα σφαγαῖς

  βάλλει με δυσθνῄσκοντος αἵματος νέου.

  Ὀρθὸς δ’ ἀνᾴσσω χειρὶ σὺν κενῇ δορός.

  Καί μ’ ἔγχος αὐγάζοντα καὶ θηρώμενον

  παίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφει

  [795] ἀνὴρ ἀκμάζων· φασγάνου γὰρ ᾐσθόμην

  πληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών.

  Πίπτω δὲ πρηνής· οἳ δ’ ὄχημα πωλικὸν

  λαβόντες ἵππων ἵεσαν φυγῇ πόδα.

  Ἆ ἆ.

  Ὀδύνη με τείρει, κοὐκέτ’ ὀρθοῦμαι τάλας.

  [800] Καὶ ξυμφορὰν μὲν οἶδ’ ὁρῶν, τρόπῳ δ’ ὅτῳ

  τεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι,

  οὐδ’ ἐξ ὁποίας χειρός. Εἰκάσαι δέ μοι

  πάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι.

  Χορός

  Ἡνίοχε Θρῃκὸς τοῦ κακῶς πεπραγότος,

  [805] μηδὲν δυσοίζου· πολέμιοι '̓´δρασαν τάδε.

  Ἕκτωρ δὲ καὐτὸς συμφορᾶς πεπυσμένος

  χωρεῖ· συναλγεῖ δ’, ὡς ἔοικε, σοῖς κακοῖς.

  Ἕκτωρ

  [808] Πῶς, ὦ μέγιστα πήματ’ ἐξειργασμένοι,

  μολόντες ὑμᾶς πολεμίων κατάσκοποι

  [810] λήθουσιν αἰσχρῶς, καὶ κατεσφάγη στρατός,

  κοὔτ’ εἰσιόντας στρατόπεδ’ ἐξαπώσατε

  οὔτ’ ἐξιόντας; Τῶνδε τίς τείσει δίκην

  πλὴν σοῦ; Σὲ γὰρ δὴ φύλακά φημ’ εἶναι στρατοῦ.

  Φροῦδοι δ’ ἄπληκτοι, τῇ Φρυγῶν κακανδρίᾳ

  πόλλ’ ἐγγελῶντες τῷ στρατηλάτῃ τ’ ἐμοί.

  Εὖ νυν τόδ’ ἴστε Ζεὺς ὀμώμοται πατήρ

  ἤτοι μάραγνά γ’ ἢ καρανιστὴς μόρος

  μένει σε δρῶντα τοιάδ’, ἢ τὸν Ἕκτορα

  τὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε.

  Χορός

  [820] Ἰὼ ἰώ,

  μετὰ σέ, ναί, μετὰ σέ, ὦ πολίοχον κράτος,

  τότ’ ἄρ’ ἔμολον, ὅτε σοι

  [824] ἄγγελος ἦλθον ἀμφὶ ναῦς πύρ’ αἴθει
ν·

  [825] ἐπεὶ ἄγρυπνον ὄμμ’ ἐν εὐφρόνῃ

  οὔτ’ ἐκοίμισ’ οὔτ’ ἔβριξ’,

  οὐ τὰς Σιμοεντιάδας πηγάς· μή μοι

  κότον, ὦ ἄνα, θῇς· ἀναίτιος γὰρ

  . . . ἔγωγε πάντων.

  [830] Εἰ δὲ χρόνῳ παράκαιρον ἔργον ἢ λόγον

  πύθῃ, κατά με γᾶς

  ζῶντα πόρευσον· οὐ παραιτοῦμαι.

  Ἡνίοχος

  [833] Τί τοῖσδ’ ἀπειλεῖς βάρβαρός τε βαρβάρου

  γνώμην ὑφαιρῇ τὴν ἐμήν, πλέκων λόγους;

  [835] Σὺ ταῦτ’ ἔδρασας· οὐδέν’ ἂν δεξαίμεθα

  οὔθ’ οἱ θανόντες οὔτ’ ἂν οἱ τετρωμένοι

  ἄλλον· μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου,

  ὅτῳ με πείσεις μὴ φίλους κατακτανεῖν,

  ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχους

  [840] τοὺς σοὺς φονεύεις, πόλλ’ ἐπισκήπτων μολεῖν.

  Ἦλθον, τεθνᾶσιν· εὐπρεπέστερον Πάρις

  ξενίαν κατῄσχυν’ ἢ σὺ συμμάχους κτανών.

  Μὴ γάρ τι λέξῃς ὥς τις Ἀργείων μολὼν

  διώλεσ’ ἡμᾶς· τίς δ’ ὑπερβαλὼν λόχους

  [845] Τρώων ἐφ’ ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν;

  Σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός.

  Τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχων

  τῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις;

  Ἡμεῖς δ’ ἑκὰς τετρώμεθ’, οἳ δὲ μειζόνως

  [850] παθόντες οὐχ ὁρῶσιν ἡλίου φάος.

  Ἁπλῶς δ’ Ἀχαιῶν οὐδέν’ αἰτιώμεθα.

  Τίς δ’ ἂν χαμεύνας πολεμίων κατ’ εὐφρόνην

  Ῥήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶν

  ἔφραζε τοῖς κτανοῦσιν; Οὐδ’ ἀφιγμένον

  [855] τὸ πάμπαν ᾖσαν· ἀλλὰ μηχανᾷ τάδε.

  Ἕκτωρ

  [856] Χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα

  ὅσονπερ ἐν γῇ τῇδ’ Ἀχαιικὸς λεώς,

  κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλύων·

  ἐν σοὶ δ’ ἂν ἀρχοίμεσθα. Μή μ’ ἔρως ἕλοι

  [860] τοιοῦτος ἵππων ὥστ’ ἀποκτείνειν φίλους.

  Καὶ ταῦτ’ Ὀδυσσεύς· τίς γὰρ ἄλλος ἄν ποτε

  ἔδρασεν ἢ ‘βούλευσεν Ἀργείων ἀνήρ;

  Δέδοικα δ’ αὐτὸν καί τί μου θράσσει φρένας,

  μὴ καὶ Δόλωνα συντυχὼν κατακτάνῃ·

  [865] χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται.

  Ἡνίοχος

  Οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας·

  ἡμεῖς δ’ ὑπ’ ἐχθρῶν οὐδενὸς πεπλήγμεθα.

  Ἕκτωρ

  Σὺ δ’ οὖν νόμιζε ταῦτ’, ἐπείπερ σοι δοκεῖ.

  Ἡνίοχος

  Ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι;

  Ἕκτωρ

  [870] Μὴ θνῇσχ’· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος.

  Ἡνίοχος

  Ποῖ δὴ τράπωμαι δεσποτῶν μονούμενος;

  Ἕκτωρ

  Οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται.

  Ἡνίοχος

  Καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες;

  Ἕκτωρ

  Ὅδ’ αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων.

  Ἡνίοχος

  [875] Ὄλοιθ’ ὁ δράσας. Οὐ γὰρ ἐς σὲ τείνεται

  γλῶσσ’, ὡς σὺ κομπεῖς· ἡ Δίκη δ’ ἐπίσταται.

  Ἕκτωρ

  [877] Λάζυσθ’· ἄγοντες <δ’> αὐτὸν ἐς δόμους ἐμούς,

  οὕτως ὅπως ἂν μὴ ‘γκαλῇ πορσύνετε·

  ὑμᾶς δ’ ἰόντας τοῖσιν ἐν τείχει χρεὼν

  [880] Πριάμῳ τε καὶ γέρουσι σημῆναι νεκροὺς

  θάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.

  Χορός

  Τί ποτ’ εὐτυχίας ἐκ τῆς μεγάλης

  Τροίαν ἀνάγει πάλιν ἐς πένθη

  δαίμων ἄλλος, τί φυτεύων;

  [885] Ἔα ἔα. Ὦ ὦ.

  Τίς ὑπὲρ κεφαλῆς θεός, ὦ βασιλεῦ,

  τὸν νεόκμητον νεκρὸν ἐν χειροῖν

  φοράδην πέμπει;

  Ταρβῶ, λεύσσων τόδε, πῆμα.

  Μοῦσα

  [890] Ὁρᾶν πάρεστι, Τρῶες· ἡ γὰρ ἐν σοφοῖς

  τιμὰς ἔχουσα Μοῦσα συγγόνων μία

  πάρειμι, παῖδα τόνδ’ ὁρῶσ’ οἰκτρῶς φίλον

  θανόνθ’ ὑπ’ ἐχθρῶν· ὅν ποθ’ ὁ κτείνας χρόνῳ

  δόλιος Ὀδυσσεὺς ἀξίαν τείσει δίκην.

  [895] Ἰαλέμῳ αὐθιγενεῖ,

  τέκνον, σ’ ὀλοφύρομαι, ὦ

  ματρὸς ἄλγος, οἵαν

  ἔκελσας ὁδὸν ποτὶ Τροίαν·

  ἦ δυσδαίμονα καὶ μελέαν,

  [900] ἀπομεμφομένας ἐμοῦ πορευθείς,

  ἀπὸ δ’ ἀντομένου πατρὸς βιαίως.

  Ὤμοι ἐγὼ σέθεν, ὦ φιλία

  φιλία κεφαλά, τέκνον, ὤμοι.

  Χορός

  Ὅσον προσήκει μὴ γένους κοινωνίαν

  [905] ἔχοντι λύπῃ τὸν σὸν οἰκτίρω γόνον.

  Μοῦσα

  [906] Ὄλοιτο μὲν Οἰνεί¨δας,

  ὄλοιτο δὲ Λαρτιάδας,

  ὅς μ’ ἄπαιδα γέννας

  ἔθηκεν ἀριστοτόκοιο·

  [910] ἅ θ’ Ἕλλανα λιποῦσα δόμον

  Φρυγίων λεχέων ἔπλευσε πλαθεῖσ’

  ὑπ’ Ἰλίῳ ὤλεσε μὲν σ’ ἕκατι Τροίας,

  φίλτατε, μυριάδας τε πόλεις

  ἀνδρῶν ἀγαθῶν ἐκένωσεν.

  [915] Ἦ πολλὰ μὲν ζῶν, πολλὰ δ’ εἰς Ἅιδου μολών,

  Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός·

  ὕβρις γάρ, ἥ σ’ ἔσφηλε, καὶ Μουσῶν ἔρις

  τεκεῖν μ’ ἔθηκε τόνδε δύστηνον γόνον.

  Περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰς

&nb
sp; [920] λέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις,

  ὅτ’ ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπας

  Πάγγαιον ὀργάνοισιν ἐξησκημέναι

  Μοῦσαι μεγίστην εἰς ἔριν μελῳδίας

  κείνῳ σοφιστῇ Θρῃκί, κἀκτυφλώσαμεν

  [925] Θάμυριν, ὃς ἡμῶν πόλλ’ ἐδέννασεν τέχνην.

  Κἀπεὶ σὲ τίκτω, συγγόνους αἰδουμένη

  καὶ παρθενείαν, ἧκ’ ἐς εὐύδρου πατρὸς

  δίνας· τρέφειν δέ σ’ οὐ βρότειον ἐς χέρα

  Στρυμὼν δίδωσιν, ἀλλὰ πηγαίαις κόραις.

  [930] Ἔνθ’ ἐκτραφεὶς κάλλιστα Παρθένων ὕπο,

  Θρῄκης ἀνάσσων πρῶτος ἦσθ’ ἀνδρῶν, τέκνον.

  Καί σ’ ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτους

  ἀλκὰς κορύσσοντ’ οὐκ ἐδείμαινον θανεῖν·

  Τροίας δ’ ἀπηύδων ἄστυ μὴ κέλσαι ποτε,

  [935] εἰδυῖα τὸν σὸν πότμον· ἀλλά σ’ Ἕκτορος

  πρεσβεύμαθ’ αἵ τε μυρίαι γερουσίαι

  ἔπεισαν ἐλθεῖν κἀπικουρῆσαι φίλοις.

  Καὶ τοῦδ’, Ἀθάνα, παντὸς αἰτία μόρου,

  οὐδὲν δ’ Ὀδυσσεὺς οὐδ’ ὁ Τυδέως τόκος

  [940] ἔδρασε δράσας μὴ δόκει λεληθέναι.

  καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομεν

  Μοῦσαι μάλιστα κἀπιχρώμεθα χθονί,

  μυστηρίων τε τῶν ἀπορρήτων φανὰς

  ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ

  [945] τοῦδ’ ὃν κατακτείνεις σύ: Μουσαῖόν τε, σὸν

  σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρ’ ἕνα

  ἐλθόντα, Φοῖβος σύγγονοί τ’ ἠσκήσαμεν.

  καὶ τῶνδε μισθὸν παῖδ’ ἔχουσ’ ἐν ἀγκάλαις

  θρηνῶ: σοφιστὴν δ’ ἄλλον οὐκ ἐπάξομαι.

  Χορός

  [950] Μάτην ἄρ’ ἡμᾶς Θρῄκιος τροχηλάτης

 

‹ Prev