by Euripides
ἐδέννασ’, Ἕκτορ, τῷδε βουλεῦσαι φόνον.
Ἕκτωρ
[952] ᾜδη τάδ’· οὐδὲν μάντεων ἔδει φράσαι
Ὀδυσσέως τέχναισι τόνδ’ ὀλωλότα.
Ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸν
[955] λεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοις
κήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί;
Ἔπεμψ’· ὀφείλων δ’ ἦλθε συμπονεῖν ἐμοί.
Οὐ μὴν θανόντι γ’ οὐδαμῶς συνήδομαι.
Καὶ νῦν ἕτοιμος τῷδε καὶ τεῦξαι τάφον
[960] καὶ ξυμπυρῶσαι μυρίων πέπλων χλιδήν·
φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται.
Μοῦσα
[962] Οὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον·
τοσόνδε Νύμφην τὴν ἔνερθ’ αἰτήσομαι,
τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς,
[965] ψυχὴν ἀνεῖναι τοῦδ’· ὀφειλέτις δέ μοι
τοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους.
Κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάος
ἔσται τὸ λοιπόν· οὐ γὰρ ἐς ταὐτόν ποτε
οὔτ’ εἶσιν οὔτε μητρὸς ὄψεται δέμας·
[970] κρυπτὸς δ’ ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸς
ἀνθρωποδαίμων κείσεται βλέπων φάος,
Βάκχου προφήτης ὥστε Παγγαίου πέτραν
ᾤκησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός.
Ῥᾷον δὲ πένθος τῆς θαλασσίας θεοῦ
[975] οἴσω· θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών.
Θρήνοις δ’ ἀδελφαὶ πρῶτα μὲν σὲ ὑμνήσομεν,
ἔπειτ’ Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ.
Οὐ ῥύσεταί νιν Παλλάς, ἥ σ’ ἀπέκτανεν·
τοῖον φαρέτρα Λοξίου σῴζει βέλος.
[980] Ὦ παιδοποιοὶ συμφοραί, πόνοι βροτῶν·
ὡς ὅστις ὑμᾶς μὴ κακῶς λογίζεται,
ἄπαις διοίσει κοὐ τεκὼν θάψει τέκνα.
Χορός
Οὗτος μὲν ἤδη μητρὶ κηδεύειν μέλει·
σὺ δ’ εἴ τι πράσσειν τῶν προκειμένων θέλεις,
[985] Ἕκτορ, πάρεστι· φῶς γὰρ ἡμέρας τόδε.
Ἕκτωρ
[986] Χωρεῖτε, συμμάχους δ’ ὁπλίζεσθαι τάχος
ἄνωχθε πληροῦν τ’ αὐχένας ξυνωρίδων.
Πανοὺς δ’ ἔχοντας χρὴ μένειν Τυρσηνικῆς
σάλπιγγος αὐδήν· ὡς ὑπερβαλὼν στρατὸν
[990] τείχη τ’ Ἀχαιῶν ναυσὶν αἶθον ἐμβαλεῖν
πέποιθα Τρωσί θ’ ἡμέραν ἐλευθέραν
ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.
Χορός
Πείθου βασιλεῖ· στείχωμεν ὅπλοις
κοσμησάμενοι καὶ ξυμμαχίᾳ
[995] τάδε φράζωμεν· τάχα δ’ ἂν νίκην
δοίη δαίμων ὁ μεθ’ ἡμῶν.
CYCLOPS
Σιληνός
Ὦ Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνους
νῦν χὤτ’ ἐν ἥβῃ τοὐμὸν εὐσθένει δέμας·
πρῶτον μὲν ἡνίκ’ ἐμμανὴς Ἥρας ὕπο
Νύμφας ὀρείας ἐκλιπὼν ᾤχου τροφούς·
[5] ἔπειθ’ ὅτ’ ἀμφὶ γηγενῆ μάχην δορὸς
ἐνδέξιος σῷ ποδὶ παρασπιστὴς βεβὼς
Ἐγκέλαδον ἰτέαν ἐς μέσην θενὼν δορὶ
ἔκτειναῲφέρ’ ἴδω, τοῦτ’ ἰδὼν ὄναρ λέγω;
Οὐ μὰ Δί’, ἐπεὶ καὶ σκῦλ’ ἔδειξα Βακχίῳ.
[10] Καὶ νῦν ἐκείνων μείζον’ ἐξαντλῶ πόνον.
Ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸν
λῃστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν,
<ἐγὼ> πυθόμενος σὺν τέκνοισι ναυστολῶ
σέθεν κατὰ ζήτησιν. Ἐν πρύμνῃ δ’ ἄκρᾳ
[15] αὐτὸς βεβὼς ηὔθυνον ἀμφῆρες δόρυ,
παῖδες δ’ <ἐπ’> ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλα
ῥοθίοισι λευκαίνοντες ἐζήτουν σ’, ἄναξ.
Ἤδη δὲ Μαλέας πλησίον πεπλευκότας
ἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ
[20] ἐξέβαλεν ἡμᾶς τήνδ’ ἐς Αἰτναίαν πέτραν,
ἵν’ οἱ μονῶπες ποντίου παῖδες θεοῦ
Κύκλωπες οἰκοῦσ’ ἄντρ’ ἔρημ’ ἀνδροκτόνοι.
Τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις
δοῦλοι· καλοῦσι δ’ αὐτὸν ᾧ λατρεύομεν
[25] Πολύφημον· ἀντὶ δ’ εὐίων βακχευμάτων
ποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν.
Παῖδες μὲν οὖν μοι κλειτύων ἐν ἐσχάτοις
νέμουσι μῆλα νέα νέοι πεφυκότες,
ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας
[30] μένων τέταγμαι τάσδε, τῷδε δυσσεβεῖ
Κύκλωπι δείπνων ἀνοσίων διάκονος.
Καὶ νῦν, τὰ προσταχθέντ’, ἀναγκαίως ἔχει
σαίρειν σιδηρᾷ τῇδέ μ’ ἁρπάγῃ δόμους,
ὡς τόν τ’ ἀπόντα δεσπότην Κύκλωπ’ ἐμὸν
[35] καθαροῖσιν ἄντροις μῆλά τ’ ἐσδεχώμεθα.
Ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ
ποίμνας. Τί ταῦτα; Μῶν κρότος σικινίδων
ὁμοῖος ὑμῖν νῦν τε χὤτε Βακχίῳ
κῶμος συνασπίζοντες Ἀλθαίας δόμους
[40] προσῇτ’ ἀοιδαῖς βαρβίτων σαυλούμενοι;
Χορός
[41] Παῖ γενναίων μὲν πατέρων
γενναίων δ’ ἐκ τοκάδων,
πᾷ δή μοι νίσῃ σκοπέλους;
Οὐ τᾷδ’ ὑπήνεμος αὔ-
[45] ρα καὶ ποιηρὰ βοτάνα;
Δινᾶέν δ’ ὕδωρ ποταμῶν
ἐν πίστραις κεῖται πέλας ἄν-
τρων, οὗ σοι βλαχαὶ τεκέων.
Ψύ
ττ’· οὐ τᾷδ’, οὔ;
[50] Οὐ τᾷδε νεμῇ κλειτὺν δροσεράν;
Ὠή, ῥίψω πέτρον τάχα σου·
ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα
μηλοβότα στασιωρὲ
Κύκλωπος ἀγροβάτα.
[55] Σπαργῶντας μαστοὺς χάλασον·
δέξαι θηλαῖσι τροφὰς
ἃς λείπεις ἀρνῶν θαλάμοις.
Ποθοῦσί σ’ ἁμερόκοι-
τοι βλαχαὶ σμικρῶν τεκέων.
[60] Εἰς αὐλὰν πότ’ ἀμφιλαφῆ
ποιηροὺς λιποῦσα νομοὺς
Αἰτναίων εἴσει σκοπέλων;
Οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ
βακχεῖαί τε θυρσοφόροι,
[65] οὐ τυμπάνων ἀλαλαγ-
μοὶ κρήναις παρ’ ὑδροχύτοις,
οὐκ οἴνου χλωραὶ σταγόνες·
οὐδ’ ἐν Νύσᾳ μετὰ Νυμ-
φᾶν ἴακχον ἴακχον ᾠ-
[70] δὰν μέλπω πρὸς τὰν Ἀφροδί-
ταν, ἃν θηρεύων πετόμαν
βάκχαις σὺν λευκόποσιν.
Ὦ φίλος ὦναξ Βακχεῖε, ποῖ οἰ-
[75] οπολῶν ξανθὰν χαίταν σείεις;
Ἐγὼ δ’ ὁ σὸς πρόπολος
Κύκλωπι θητεύω
τῷ μονοδέρκτᾳ δοῦλος ἀλαίνων
[80] σὺν τᾷδε τράγου χλαίνᾳ μελέᾳ
σᾶς χωρὶς φιλίας.
Σιληνός
[82] Σιγήσατ’, ὦ τέκν’, ἄντρα δ’ ἐς πετρηρεφῆ
ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.
Χορός
Χωρεῖτ’· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;
Σιληνός
[85] Ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος
κώπης τ’ ἄνακτας σὺν στρατηλάτῃ τινὶ
στείχοντας ἐς τόδ’ ἄντρον· ἀμφὶ δ’ αὐχέσιν
τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι,
κρωσσούς θ’ ὑδρηλούς. Ὦ ταλαίπωροι ξένοι·
[90] τίνες ποτ’ εἰσίν; Οὐκ ἴσασι δεσπότην
Πολύφημον οἷός ἐστιν ἄξενόν τε γῆν
τήνδ’ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον
τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.
Ἀλλ’ ἥσυχοι γίγνεσθ’, ἵν’ ἐκπυθώμεθα
[95] πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον.
Ὀδυσσεύς
[96] Ξένοι, φράσαιτ’ ἂν νᾶμα ποτάμιον πόθεν
δίψης ἄκος λάβοιμεν εἴ τέ τις θέλει
βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;
<Ἔα·> τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν·
[100] Σατύρων πρὸς ἄντροις τόνδ’ ὅμιλον εἰσορῶ.
Χαίρειν προσεῖπον πρῶτα τὸν γεραίτατον.
Σιληνός
Χαῖρ’, ὦ ξέν’· ὅστις δ’ εἶ φράσον πάτραν τε σήν.
Ὀδυσσεύς
Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.
Σιληνός
Οἶδ’ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος.
Ὀδυσσεύς
[105] Ἐκεῖνος αὐτός εἰμι· λοιδόρει δὲ μή.
Σιληνός
Πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;
Ὀδυσσεύς
Ἐξ Ἰλίου γε κἀπὸ Τρωι¨κῶν πόνων.
Σιληνός
Πῶς; Πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός;
Ὀδυσσεύς
Ἀνέμων θύελλαι δεῦρό μ’ ἥρπασαν βίᾳ.
Σιληνός
[110] Παπαῖ· τὸν αὐτὸν δαίμον’ ἐξαντλεῖς ἐμοί.
Ὀδυσσεύς
Ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;
Σιληνός
Λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.
Ὀδυσσεύς
Τίς δ’ ἥδε χώρα καὶ τίνες ναίουσί νιν;
Σιληνός
Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.
Ὀδυσσεύς
[115]Τείχη δὲ ποῦ ‘στι καὶ πόλεως πυργώματα;
Σιληνός
Οὐκ ἔστ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.
Ὀδυσσεύς
Τίνες δ’ ἔχουσι γαῖαν; Ἦ θηρῶν γένος;
Σιληνός
Κύκλωπες, ἄντρ’ οἰκοῦντες, οὐ στέγας δόμων.
Ὀδυσσεύς
Τίνος κλύοντες; Ἢ δεδήμευται κράτος;
Σιληνός
[120] Μονάδες· ἀκούει δ’ οὐδὲν οὐδεὶς οὐδενός.
Ὀδυσσεύς
Σπείρουσι δ’ ἢ τῷ ζῶσι; Δήμητρος στάχυν;
Σιληνός
Γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ.
Ὀδυσσεύς
Βρομίου δὲ πῶμ’ ἔχουσιν, ἀμπέλου ῥοάς;
Σιληνός
Ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.
Ὀδυσσεύς
[125] Φιλόξενοι δὲ χὤσιοι περὶ ξένους;
Σιληνός
Γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.
Ὀδυσσεύς
Τί φῄς; Βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ;
Σιληνός
Οὐδεὶς μολὼν δεῦρ’ ὅστις οὐ κατεσφάγη.
Ὀδυσσεύς
Αὐτὸς δὲ Κύκλωψ ποῦ ‘στιν; Ἦ δόμων ἔσω;
Σιληνός
[130] Φροῦδος, πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν.
Ὀδυσσεύς
Οἶσθ’ οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός;
Σιληνός
Οὐκ οἶδ’, Ὀδυσσεῦ· πᾶν δέ σοι δρῴημεν ἄν.
Ὀδυσσεύς
Ὅδησον ἡμῖν σῖτον, οὗ σπανίζομεν.
Σιληνός
Οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας.
Ὀδυσσεύς
[135] Ἀλλ’ ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον.
Σιληνός
Καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα.
Ὀδυσσεύς
Ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει.
Σιληνός
Σὺ δ’ ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;
Ὀδυσσεύς
Οὐ χρυσὸν ἀλλὰ πῶμα Διονύσου φέρω.
Σιληνός
[140] Ὦ φίλτατ’ εἰπών, οὗ σπανίζομεν πάλαι.
Ὀδυσσεύς
Καὶ μὴν Μάρων μοι πῶμ’ ἔδωκε, παῖς θεοῦ.
Σιληνός
Ἂν ἐξέθρεψα ταῖσδ’ ἐγώ ποτ’ ἀγκάλαις;
Ὀδυσσεύς
Ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθῃς.
Σιληνός
Ἐν σέλμασιν νεώς ἐστιν, ἢ φέρεις σύ νιν;
Ὀδυσσεύς
[145] Ὅδ’ ἁσκὸς ὃς κεύθει νιν, ὡς ὁρᾷς, γέρον.
Σιληνός
Οὗτος μὲν οὐδ’ ἂν τὴν γνάθον πλήσειέ μου.
Ὀδυσσεύς
<Τοῦτον μὲν οὖν τὸν ἀσκὸν οὐκ ἂν ἐκπίοις.>
Σιληνός
<Φύει γὰρ ἁσκὸς οἶνον ἐξ αὑτοῦ πάλιν;>
Ὀδυσσεύς
Ναί, δὶς τόσον πῶμ’ ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῇ.
Σιληνός
Καλήν γε κρήνην εἶπας ἡδεῖάν τ’ ἐμοί.
Ὀδυσσεύς
Βούλῃ σε γεύσω πρῶτον ἄκρατον μέθυ;
Σιληνός
[150] Δίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ.
Ὀδυσσεύς
Καὶ μὴν ἐφέλκω καὶ ποτῆρ’ ἀσκοῦ μέτα.
Σιληνός
Φέρ’ ἐγκάναξον, ὡς ἀναμνησθῶ πιών.
Ὀδυσσεύς
Ἰδού.
Σιληνός
Παπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει.
Ὀδυσσεύς
Εἶδες γὰρ αὐτήν;
Σιληνός
Οὐ μὰ Δί’, ἀλλ’ ὀσφραίνομαι.
Ὀδυσσεύς
[155] Γεῦσαί νυν, ὡς ἂν μὴ λόγῳ ‘παινῇς μόνον.
Σιληνός
Βαβαί· χορεῦσαι παρακαλεῖ μ’ ὁ Βάκχιος.
Ἆ ἆ ἆ.