Book Read Free

Complete Works of Euripides

Page 199

by Euripides


  Ὀδυσσεύς

  Μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς;

  Σιληνός

  Ὥστ’ εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο.

  Ὀδυσσεύς

  [160] Πρὸς τῷδε μέντοι καὶ νόμισμα δώσομεν.

  Σιληνός

  Χάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον.

  Ὀδυσσεύς

  Ἐκφέρετέ νυν τυρεύματ’ ἢ μήλων τόκον.

  Σιληνός

  [163] Δράσω τάδ’, ὀλίγον φροντίσας γε δεσποτῶν.

  Ὡς ἐκπιεῖν κἂν κύλικα βουλοίμην μίαν,

  [165] πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα,

  ῥῖψαι τ’ ἐς ἅλμην Λευκάδος πέτρας ἄπο

  ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς.

  Ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται·

  ἵν’ ἔστι τουτί τ’ ὀρθὸν ἐξανιστάναι

  [170] μαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένον

  ψαῦσαι χεροῖν λειμῶνος ὀρχηστύς θ’ ἅμα

  κακῶν τε λῆστις. Εἶτ’ ἐγὼ <οὐ> κυνήσομαι

  τοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίαν

  κλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;

  Χορός

  [175] Ἄκου’, Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι.

  Ὀδυσσεύς

  Καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον.

  Χορός

  Ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν;

  Ὀδυσσεύς

  Καὶ πάντα γ’ οἶκον Πριαμιδῶν ἐπέρσαμεν.

  Χορός

  [179] Οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε,

  [180] ἅπαντες αὐτὴν διεκροτήσατ’ ἐν μέρει,

  ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη,

  τὴν προδότιν; Ἢ τοὺς θυλάκους τοὺς ποικίλους

  περὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεον

  κλῳὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα

  [185] ἐξεπτοήθη, Μενέλεων, ἀνθρώπιον

  λῷστον λιποῦσα. Μηδαμοῦ γένος ποτὲ

  φῦναι γυναικῶν ὤφελ’, εἰ μὴ ‘μοὶ μόνῳ.

  Σιληνός

  [188] Ἰδού· τάδ’ ὑμῖν ποιμνίων βοσκήματα,

  ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί,

  [190] πηκτοῦ γάλακτός τ’ οὐ σπάνια τυρεύματα.

  Φέρεσθε· χωρεῖθ’ ὡς τάχιστ’ ἄντρων ἄπο,

  βότρυος ἐμοὶ πῶμ’ ἀντιδόντες εὐίου.

  Οἴμοι· Κύκλωψ ὅδ’ ἔρχεται· τί δράσομεν;

  Ὀδυσσεύς

  Ἀπολώλαμέν τἄρ’, ὦ γέρον· ποῖ χρὴ φυγεῖν;

  Σιληνός

  [195] Ἔσω πέτρας τῆσδ’, οὗπερ ἂν λάθοιτέ γε.

  Ὀδυσσεύς

  Δεινὸν τόδ’ εἶπας, ἀρκύων μολεῖν ἔσω.

  Σιληνός

  Οὐ δεινόν· εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας.

  Ὀδυσσεύς

  [198] Οὐ δῆτ’· ἐπεί τἂν μεγάλα γ’ ἡ Τροία στένοι,

  εἰ φευξόμεσθ’ ἕν’ ἄνδρα, μυρίον δ’ ὄχλον

  [200] Φρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι.

  Ἀλλ’, εἰ θανεῖν δεῖ, κατθανούμεθ’ εὐγενῶς

  ἢ ζῶντες αἶνον τὸν πάρος συσσώσομεν.

  Κύκλωψ

  [203] Ἄνεχε πάρεχε· τί τάδε; Τίς ἡ ῥᾳθυμία;

  Τί βακχιάζετ’; Οὐχὶ Διόνυσος τάδε,

  [205] οὐ κρόταλα χαλκοῦ τυμπάνων τ’ ἀράγματα.

  Πῶς μοι κατ’ ἄντρα νεόγονα βλαστήματα;

  Ἦ πρός τε μαστοῖς εἰσι χὐπὸ μητέρων

  πλευρὰς τρέχουσι, σχοινίνοις τ’ ἐν τεύχεσιν

  πλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον;

  [210] Τί φατε; Τί λέγετε; Τάχα τις ὑμῶν τῷ ξύλῳ

  δάκρυα μεθήσει. Βλέπετ’ ἄνω καὶ μὴ κάτω.

  Χορός

  Ἰδού· πρὸς αὐτὸν τὸν Δί’ ἀνακεκύφαμεν

  τά τ’ ἄστρα, καὶ τὸν Ὠρίωνα δέρκομαι.

  Κύκλωψ

  Ἄριστόν ἐστιν εὖ παρεσκευασμένον;

  Χορός

  [215] Πάρεστιν. Ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον.

  Κύκλωψ

  Ἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέῳ;

  Χορός

  Ὥστ’ ἐκπιεῖν γέ σ’, ἢν θέλῃς, ὅλον πίθον.

  Κύκλωψ

  Μήλειον ἢ βόειον ἢ μεμιγμένον;

  Χορός

  Ὃν ἂν θέλῃς σύ· μὴ ‘μὲ καταπίῃς μόνον.

  Κύκλωψ

  [220] Ἥκιστ’· ἐπεί μ’ ἂν ἐν μέσῃ τῇ γαστέρι

  πηδῶντες ἀπολέσαιτ’ ἂν ὑπὸ τῶν σχημάτων.

  Ἔα· τίν’ ὄχλον τόνδ’ ὁρῶ πρὸς αὐλίοις;

  Λῃσταί τινες κατέσχον ἢ κλῶπες χθόνα;

  Ὁρῶ γέ τοι τούσδ’ ἄρνας ἐξ ἄντρων ἐμῶν

  [225] στρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους,

  τεύχη τε τυρῶν συμμιγῆ γέροντά τε

  πληγαῖς μέτωπον φαλακρὸν ἐξῳδηκότα.

  Σιληνός

  Ὤμοι, πυρέσσω συγκεκομμένος τάλας.

  Κύκλωψ

  Ὑπὸ τοῦ; Τίς ἐς σὸν κρᾶτ’ ἐπύκτευσεν, γέρον;

  Σιληνός

  [230] Ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ σ’ οὐκ εἴων φέρειν.

  Κύκλωψ

  Οὐκ ᾖσαν ὄντα θεόν με καὶ θεῶν ἄπο;

  Σιληνός

  [232] Ἔλεγον ἐγὼ τάδ’· οἱ δ’ ἐφόρουν τὰ χρήματα,

  καὶ τόν τε τυρὸν οὐκ ἐῶντος ἤσθιον

  τούς τ’ ἄρνας ἐξεφοροῦντο· δήσαντες δὲ σὲ

  [235] κλῳῷ τριπήχει κατὰ τὸν ὀφθαλμὸν μέσον

  τὰ σπλάγχν’ ἔφασκον ἐξαμήσεσθαι βίᾳ,

  μάστιγί τ’ εὖ τὸ νῶτον ἀπολέψειν σέθεν,

  κἄπειτα συνδήσαντες ἐς θἀδώλια

 
τῆς ναὸς ἐμβαλόντες ἀποδώσειν τινὶ

  [240] πέτρους μοχλεύειν, ἢ ‘ς μυλῶνα καταβαλεῖν.

  Κύκλωψ

  [241] Ἀληθες; Οὔκουν κοπίδας ὡς τάχιστ’ ἰὼν

  θήξεις μαχαίρας καὶ μέγαν φάκελον ξύλων

  ἐπιθεὶς ἀνάψεις; Ὡς σφαγέντες αὐτίκα

  πλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ’ ἄνθρακος

  [245] θερμὴν διδόντες δαῖτα τῷ κρεανόμῳ,

  τὰ δ’ ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα.

  Ὡς ἔκπλεώς γε δαιτός εἰμ’ ὀρεσκόου·

  ἅλις λεόντων ἐστί μοι θοινωμένῳ

  ἐλάφων τε, χρόνιος δ’ εἴμ’ ἀπ’ ἀνθρώπων βορᾶς.

  Σιληνός

  [250] Τὰ καινά γ’ ἐκ τῶν ἠθάδων, ὦ δέσποτα,

  ἡδίον’ ἐστίν. Οὐ γὰρ οὖν νεωστί γε

  ἄλλοι πρὸς οἴκους σοὺς ἀφίκοντο ξένοι.

  Ὀδυσσεύς

  [253] Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων.

  Ἡμεῖς βορᾶς χρῄζοντες ἐμπολὴν λαβεῖν

  [255] σῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο.

  Τοὺς δ’ ἄρνας ἡμῖν οὗτος ἀντ’ οἴνου σκύφου

  ἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼν

  ἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίᾳ.

  Ἀλλ’ οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει,

  [260] ἐπεί γ’ ἐλήφθη σοῦ λάθρᾳ πωλῶν τὰ σά.

  Σιληνός

  Ἐγώ; Κακῶς γ’ ἄρ’ ἐξόλοι’.

  Ὀδυσσεύς

  Εἰ ψεύδομαι.

  Σιληνός

  [262] Μὰ τὸν Ποσειδῶ τὸν τεκόντα σ’, ὦ Κύκλωψ,

  μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα,

  μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας,

  [265] μὰ θαἰερὰ κύματ’ ἰχθύων τε πᾶν γένος,

  ἀπώμοσ’, ὦ κάλλιστον ὦ Κυκλώπιον,

  ὦ δεσποτίσκε, μὴ τὰ σ’ ἐξοδᾶν ἐγὼ

  ξένοισι χρήματ’. Ἢ κακῶς οὗτοι κακοὶ

  οἱ παῖδες ἀπόλοινθ’, οὓς μάλιστ’ ἐγὼ φιλῶ.

  Χορός

  [270] Αὐτὸς ἔχ’. Ἔγωγε τοῖς ξένοις τὰ χρήματα

  περνάντα σ’ εἶδον· εἰ δ’ ἐγὼ ψευδῆ λέγω,

  ἀπόλοιθ’ ὁ πατήρ μου· τοὺς ξένους δὲ μὴ ἀδίκει.

  Κύκλωψ

  Ψεύδεσθ’· ἔγωγε τῷδε τοῦ Ῥαδαμάνθυος

  μᾶλλον πέποιθα καὶ δικαιότερον λέγω.

  [275] Θέλω δ’ ἐρέσθαι· πόθεν ἐπλεύσατ’, ὦ ξένοι;

  Ποδαποί; Τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις;

  Ὀδυσσεύς

  [277] Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ’ ἄπο,

  πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις

  σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ.

  Κύκλωψ

  [280] Ἦ τῆς κακίστης οἳ μετήλθεθ’ ἁρπαγὰς

  Ἑλένης Σκαμάνδρου γείτον’ Ἰλίου πόλιν;

  Ὀδυσσεύς

  Οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.

  Κύκλωψ

  Αἰσχρὸν στράτευμά γ’, οἵτινες μιᾶς χάριν

  γυναικὸς ἐξεπλεύσατ’ ἐς γαῖαν Φρυγῶν.

  Ὀδυσσεύς

  [285] Θεοῦ τὸ πρᾶγμα· μηδέν’ αἰτιῶ βροτῶν.

  Ἡμεῖς δέ σ’, ὦ θεοῦ ποντίου γενναῖε παῖ,

  ἱκετεύομέν τε καὶ ψέγομεν ἐλευθέρως·

  μὴ τλῇς πρὸς οἴκους σοὺς ἀφιγμένους φίλους

  κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις·

  [290] οἳ τὸν σόν, ὦναξ, πατέρ’ ἔχειν ναῶν ἕδρας

  ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς·

  ἱερᾶς τ’ ἄθραυστος Ταινάρου μένει λιμὴν

  Μαλέας τ’ ἄκρας κευθμῶνες ἥ τε Σουνίου

  δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα

  [295] Γεραίστιοί τε καταφυγαί· τά θ’ Ἑλλάδος

  δύσφρον’ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν.

  Ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺς

  οἰκεῖς ὑπ’ Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ.

  Νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ,

  [300] ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους

  ξένιά τε δοῦναι καὶ πέπλους ἐπαρκέσαι·

  <τούτων δίκαιόν σου τυχεῖν ἡμᾶς, ἄναξ,>

  Οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη

  ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.

  Ἅλις δὲ Πριάμου γαῖ’ ἐχήρωσ’ Ἑλλάδα,

  [305] πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον,

  ἀλόχους τ’ ἀνάνδρους γραῦς τ’ ἄπαιδας ὤλεσεν

  πολιούς τε πατέρας. Εἰ δὲ τοὺς λελειμμένους

  σὺ συμπυρώσας δαῖτ’ ἀναλώσεις πικράν,

  ποῖ τρέψεταί τις; Ἀλλ’ ἐμοὶ πιθοῦ, Κύκλωψ·

  [310] πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ’ εὐσεβὲς

  τῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρ

  κέρδη πονηρὰ ζημίαν ἠμείψατο.

  Σιληνός

  Παραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶν

  μηδὲν λίπῃς τοῦδ’, ἤν τε τὴν γλῶσσαν δάκῃς,

  [315] κομψὸς γενήσῃ καὶ λαλίστατος, Κύκλωψ.

  Κύκλωψ

  [316] Ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός,

  τὰ δ’ ἄλλα κόμποι καὶ λόγων εὐμορφία.

  Ἄκρας δ’ ἐναλίας αἷς καθίδρυται πατὴρ

  χαίρειν κελεύω· τί τάδε προυστήσω λόγῳ;

  [320] Ζηνὸς δ’ ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε,

  οὐδ’ οἶδ’ ὅ τι Ζεύς ἐστ’ ἐμοῦ κρείσσων θεός.

  <Ἀλλ’ εἴ τι τοῦδε καὶ πάροιθ’ ἐφρόντισα,>4

  οὔ μοι μέλει τὸ λοιπόν· ὡς δ’ οὔ μοι μέλει


  ἄκουσον· ὅταν ἄνωθεν ὄμβρον ἐκχέῃ,

  ἐν τῇδε πέτρᾳ στέγν’ ἔχων σκηνώματα,

  [325] ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκος

  δαινύμενος ἑστιῶ τι γαστέρ’ ὑπτίαν,

  εἶτ’ ἐκπιὼν γάλακτος ἀμφορέα πλέων

  κρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν.

  Ὅταν δὲ βορέας χιόνα Θρῄκιος χέῃ,

  [330] δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸν

  καὶ πῦρ ἀναίθων, χιόνος οὐδέν μοι μέλει.

  Ἡ γῆ δ’ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ,

  τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.

  Ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ’ οὔ,

  [335] καὶ τῇ μεγίστῃ, γαστρὶ τῇδε, δαιμόνων.

  Ὡς τοὐμπιεῖν γε καὶ φαγεῖν τοὐφ’ ἡμέραν,

  Ζεὺς οὗτος ἀνθρώποισι τοῖσι σώφροσιν,

  λυπεῖν δὲ μηδὲν αὑτόν. Οἳ δὲ τοὺς νόμους

  ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον,

  [340] κλαίειν ἄνωγα· τὴν <δ’> ἐμὴν ψυχὴν ἐγὼ

  οὐ παύσομαι δρῶν εὖ, κατεσθίων γε σέ.

  Ξένια δὲ λήψῃ τοιάδ’, ὡς ἄμεμπτος ὦ,

  πῦρ καὶ πατρῷον ἅλα λέβητά θ’, ὃς ζέσας

  σὴν σάρκα δυσφάρωτον ἀμφέξει καλῶς.

  [345] Ἀλλ’ ἕρπετ’ εἴσω, τοῦ κατ’ αὔλιον θεοῦ

  ἵν’ ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με.

  Ὀδυσσεύς

  [347] Αἰαῖ, πόνους μὲν Τρωι¨κοὺς ὑπεξέδυν

  θαλασσίους τε, νῦν δ’ ἐς ἀνδρὸς ἀνοσίου

  ὠμὴν κατέσχον ἀλίμενόν τε καρδίαν.

  [350] Ὦ Παλλάς, ὦ δέσποινα Διογενὲς θεά,

  νῦν νῦν ἄρηξον· κρείσσονας γὰρ Ἰλίου

  πόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθη.

  Σύ τ’, ὦ φαεννὰς ἀστέρων οἰκῶν ἕδρας

  Ζεῦ ξένι’, ὅρα τάδ’· εἰ γὰρ αὐτὰ μὴ βλέπεις,

 

‹ Prev