Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 89

by Dio Chrysostom


  THE SECOND DISCOURSE ON KINGSHIP

  περὶ ΒΑΣΙΛΕΙΑΣ β.

  λέγεταί ποτε Ἀλέξανδρον τῷ πατρὶ Φιλίππῳ μειράκιον ὄντα διαλεχθῆναι περὶ Ὁμήρου μάλα ἀνδρείως καὶ μεγαλοφρόνως: οἱ δὲ αὐτοὶ λόγοι οὗτοι σχεδόν τι καὶ περὶ βασιλείας ἦσαν. ἐτύγχανε μὲν γὰρ ὁ Ἀλέξανδρος στρατευόμενος ἤδη μετὰ τοῦ πατρός, καίτοιτοῦ Φιλίππου κωλύοντος: ὁ δὲ οὐχ οἷός τ᾽ ἦν κατέχειν αὑτὸν, ὥσπερ οἱ γενναῖοι σκύλακες οὐχ ὑπομένουσιν ἀπολείπεσθαι τῶν ἐπὶ θήραν ἐξιόντων, ἀλλὰ ξυνέπονται πολλάκις ἀπορρήξαντες τὰ δεσμά. [2] ἐνίοτε μὲν οὖν ταράττουσιν ἐν τῷ ἔργῳ διὰ τὴν νεότητα καὶ τὴν ἐπιθυμίαν φθεγγόμενοι πρὸ τοῦ καιροῦ καὶ τὸ θηρίονἀνιστάντες: ἐνίοτέ γε μὴν εἷλον αὐτοὶ προπηδήσαντες. τοιαῦτα ἐκεῖνος ἔπασχε τὸ πρῶτον, ὥστε καὶ τῆς ἐν Χαιρωνείᾳ μάχης τε καὶ νίκης φασὶν αὐτὸν αἴτιον γενέσθαι, τοῦ πατρὸς ὀκνοῦντος τὸν κίνδυνον. τότε δ᾽ οὖν ἀπὸ στρατείας ἥκοντες ἐν Δίῳ τῆς Πιερίας ἔθυον ταῖς Μούσαις, καὶ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἐτίθεσαν, ὅν [3] φασιν ἀρχαῖον εἶναι παρ᾽ αὐτοῖς. ἤρετο οὖν αὐτὸν ὁ Φίλιππος [p. 17] ἐν τῇ συνουσίᾳ, Διὰ τί ποτε, ὦ παῖ, σφόδρα οὕτως ἐκπέπληξαι τὸν Ὅμηρον ὥστε διατρίβεις περὶ μόνον τῶν ποιητῶν. ἐχρῆν μέντοι μηδὲ τῶν ἄλλων ἀμελῶς ἔχειν. σοφοὶ γὰρ οἱ ἄνδρες. καὶ ὁ Ἀλέξανδρος ἔφη, Ὅτι δοκεῖ μοι, ὦ πάτερ, οὐ πᾶσα ποίησις βασιλεῖ πρέπειν, ὥσπερ οὐδὲ στολή. [4] τὰ μὲν οὖν ἄλλα ποιήματα ἔγωγε ἡγοῦμαι τὰ μὲν συμποτικὰ αὐτῶν, τὰ δὲ ἐρωτικά. τὰ δὲ ἐγκώμια ἀθλητῶν τε καὶ ἵππων νικώντων, τὰ δ᾽ ἐπὶ τοῖς τεθνεῶσι θρήνους, τὰ δὲ γέλωτος ἕνεκεν ἢ λοιδορίας πεποιημένα, ὥσπερ τὰ τῶν κωμῳδοδιδασκάλων καὶ τὰ τοῦ Παρίου ποιητοῦ: [5] ἴσως δέ τινα αὐτῶν καὶ δημοτικὰ λέγοιτ᾽ ἄν, συμβουλεύοντα καὶ παραινοῦντα τοῖς πολλοῖς καὶ ἰδιώταις, καθάπερ οἶμαι τὰ Φωκυλίδου καὶ Θεόγνιδος: ἀφ᾽ ὧν τί ἂν ὠφεληθῆναι δύναιτο ἀνὴρ ἡμῖν ὅμοιος,

  πάντων μὲν κρατέειν ἐθέλων, πάντεσσι δ᾽ ἀνάσσειν;

  [6] τὴν δέ γε Ὁμήρου ποίησιν μόνην ὁρῶ τῷ ὄντι γενναίαν καὶ μεγαλοπρεπῆ πρεπῆ καὶ βασιλικήν, ᾗ πρέπει τὸν νοῦν προσέχειν ἄνδρα μάλιστα μὲν ἄρξειν μέλλοντα τῶν ὅποι ποτὲ ἀνθρώπων, εἰ δὲ μή, τῶν πλείστων καὶ φανερωτάτων, ἀτεχνῶς γε ἐσόμενον κατ᾽ ἐκεῖνον ποιμένα λαῶν. ἢ πῶς οὐκ ἄτοπον ἵππῳ μὲν μὴ ἐθέλειν ἢ τῷ ἀρίστῳ χρῆσθαι τὸν βασιλέα, τῶν δὲ ποιητῶν καὶ τοῖς ἥττοσιν ἐντυγχάνειν, ὥσπερ σχολὴν ἄγοντα; [7] εὖ ἴσθι, ἔφη, ὦ πάτερ, ἐγὼ οὐ μόνον ποιητὴν ἕτερον, ἀλλ᾽ οὐδὲ μέτρον ἄλλο ἢ τὸ Ὁμήρου ἡρῷον ἀκούων ἀνέχομαι. πάνυ οὖν ὁ Φίλιππος αὐτὸν ἠγάσθη τῆς μεγαλοφροσύνης, ὅτι δῆλος ἦν οὐδὲν φαῦλον οὐδὲ ταπεινὸν ἐπινοῶν, ἀλλὰ τοῖς τε ἥρωσι καὶ τοῖς ἡμιθέοις παραβαλλόμενος. [8] ὅμως δὲ κινεῖν αὐτὸν βουλόμενος, Τὸν δὲ Ἡσίοδον, ὦ Ἀλέξανδρε, ὀλίγου ἄξιον κρίνεις, ἔφη, ποιητήν; οὐκ ἔγωγε, εἶπεν, ἀλλὰ τοῦ παντός, οὐ μέντοι βασιλεῦσιν οὐδὲ στρατηγοῖς ἴσως. ἀλλὰ τίσι μὴν; καὶ ὁ Ἀλέξανδρος γελάσας, Τοῖς ποιμέσιν, ἔφη, καὶ τοῖς τέκτοσι καὶ τοῖς γεωργοῖς. τοὺς μὲν γὰρ ποιμένας [p. 18] φησὶ φιλεῖσθαι ὑπὸ τῶν Μουσῶν, τοῖς δὲ τέκτοσι μάλα ἐμπείρως παραινεῖ πηλίκον χρὴ τὸν ἄξονα τεμεῖν, καὶ τοῖς γεωργοῖς, ὁπηνίκα ἄρξασθαι πίθου. [9] τί οὖν; οὐχὶ ταῦτα χρήσιμα, ἔφη, τοῖς ἀνθρώποις, ὁ Φίλιππος; οὐχ ἡμῖν γε, εἶπεν, ὦ πάτερ, οὐδὲ Μακεδόσι τοῖς νῦν, ἀλλὰ τοῖς πρότερον, ἡνίκα νέμοντες καὶ γεωργοῦντες Ἰλλυριοῖσἐδούλευον καὶ Τριβαλλοῖς. οὐδὲ τὰ περὶ τὸν σπόρον, ἔφη, καὶ τὸν ἀμητόν, ὁ Φίλιππος, ἀρέσκει σοι τοῦ Ἠσιόδου μεγαλοπρεπῶς οὕτως εἰρημένα;

  πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων

  ἄρχεσθ᾽ ἀμητοῦ, ἀρότοιο δὲ δυσομενάων.

  [10] πολύ γε μᾶλλον, εἶπεν ὁ Ἀλέξανδρος, τὰ παρ᾽ Ὁμήρῳ γεωργικά. καὶ ποῦ περὶ γεωργίας εἴρηκεν Ὅμηρος; ἤρετο ὁ Φίλιππος, ἤ τὰ ἐν τῇ ἀσπίδι μιμήματα λέγεις τῶν ἀρούντων καὶ θεριζόντων καὶ τρυγώντων; ἥκιστά γε, εἶπεν ὁ Ἀλέξανδρος, ἀλλὰ ἐκεῖνα πολὺ μᾶλλον:

  οἱ δ᾽ ὥστ᾽ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν

  ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ᾽ ἄρουραν

  πυρῶν ἢ κριθῶν: τὰ δὲ δράγματα ταρφέα πίπτει:

  ὥς Τρῶες καὶ Ἀχαιοὶ ἐπ᾽ ἀλλήλοισι θορόντες

  δῄουν, οὐδ᾽ ἕτεροι μνώοντ᾽ ὀλοοῖο φόβοιο.

  [11] ταῦτα μέντοι ποιῶν Ὅμηρος ἡττᾶτο ὑπὸ Ἡσιόδου, ὁ Φίλιππος εἶπεν: ἢ οὐκ ἀκήκοας τὸ ἐπίγραμμα τὸ ἐν Ἑλικῶνι ἐπὶ τοῦ τρίποδος:

  Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδ᾽ ἀνέθηκεν

  ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον;

  [12] καὶ μάλα δικαίως, εἶπεν ὁ Ἀλέξανδρος, ἡττᾶτο: οὐ γὰρ ἐν βασιλεῦσιν ἠγωνίζετο, ἀλλ᾽ ἐν γεωργοῖς καὶ ἰδιώταις, μᾶλλον δὲ ἐν ἀνθρώποις φιληδόνοις καὶ μαλακοῖς. τοιγαροῦν ἠμύνατο τοὺς Εὐβοέας διὰ τῆς ποιήσεως Ὅμηρος. πῶς; ἤρετο θαυμάσας ὁ Φίλιππος. ὅτι μόνους αὐτοὺς τῶν Ἑλλήνων περιέκειρεν αἴσχιστα,κομᾶν ὄπισθεν ἀφεὶς ὥσπερ οἱ νῦν τοὺς παῖδας τοὺς ἁπαλούς. [p. 19] [13] καὶ ὁ Φίλιππος γελάσας λέγει, ὁρᾷς, ἦ δ᾽ ὃς, ὦ Ἀλέξανδρε, ὅτι δεῖ μὴ λυπεῖν τοὺς ἀγαθοὺς ποιητὰς μηδὲ τοὺς δεινοὺς συγγραφέας, ὡς κυρίους ὄντας ὅ, τι βούλονται περὶ ἡμῶν λέγειν. ο�
�� πάντως, εἶπε, κυρίους. τῷ γοῦν Στησιχόρῳ ψευσαμένῳ κατὰ τῆς Ἑλένης οὐ συνήνεγκεν. ὁ μέντοι Ἡσίοδος, ὦ πάτερ, δοκεῖ μοι οὐδὲ αὐτὸς ἀγνοεῖν τὴν ἑαυτοῦ δύναμιν ὅσον ἐλείπετο Ὁμήρου. [14] πῶς λέγεις; ὅτι ἐκείνου περὶ τῶν ἡρώων ποιήσαντος αὐτὸς ἐποίησε Γυναικῶν κατάλογον, καὶ τῷ ὄντι τὴν γυναικωνῖτιν ὕμνησε, παραχωρήσας Ὁμήρῳ τοὺς ἄνδρας ἐπαινέσαι. ἐκ τούτου δὲ ἤρετο ὁ Φίλιππος, Ἀλλὰ σύ, ὦ Ἀλέξανδρε, πότερον ἕλοιο ἂν Ἀγαμέμνων ἢ Ἀχιλλεὺς ἢ ἐκείνων τις γεγονέναι τῶν ἡρώων ἢ Ὅμηρος; [15] οὐ μέντοι, ἦ δ᾽ ὃς ὁ Ἀλέξανδρος, ἀλλὰ ὑπερβάλλειν πολὺ τὸν Ἀχιλλέα καὶ τοὺς ἄλλους. οὔτε γὰρ σὲ χείρονα νομίζω τοῦ Πηλέως οὔτε τῆς Φθίας ἀσθενεστέραν τὴν Μακεδονίαν οὔτε τὸν Ὄλυμπον ἀδοξότερον ὄρους τοῦ Πηλίου φαίην ἄν: ἀλλὰ μὴν οὐδὲ παιδείας φαυλοτέρας ἐπιτετύχηκα ὑπ᾽ Ἀριστοτέλους ἢ ἐκεῖνος ὑπὸ Φοίνικος τοῦ Ἀμύντορος, φυγάδος ἀνδρὸς καὶ διαφόρου τῷ πατρί. πρὸς δὲ αὖ τούτοις ὁ μὲν Ἀχιλλεὺς ὑπήκουεν ἑτέροις, καὶ πέμπεται μετὰ μικρᾶς δυνάμεως οὐ κύριος ἀλλ᾽ ἄλλῳ συστρατευσόμενος: ἐγὼ δὲ οὐκ ἄν ποτε ὑπὸ ἀνθρώπων οὐδενὸς βασιλευθείην. [16] καὶ ὁ Φίλιππος μικροῦ παροξυνθείς, Ἀλλ᾽ ὑπ᾽ ἐμοῦ γε βασιλεύῃ, ὦ Ἀλέξανδρε. οὐκ ἔγωγε, εἶπεν: οὐ γὰρ ὡς βασιλέως, ἀλλ᾽ ὡς πατρὸς ἀκούω σου. οὐ δήπου καὶ θεᾶς φήσεις μητρὸς γεγονέναι σεαυτόν, ὥσπερ ὁ Ἀχιλλεύς; εἶπεν ὁ Φίλιππος, ἢ Ὀλυμπιάδα συμβαλεῖν ἀξιοῖς Θέτιδι; καὶ ὁ Ἀλέξανδρος ἡσυχῇ μειδιάσας, Ἐμοὶ μέν, εἶπεν, ὦ πάτερ, ἀνδρειοτέρα δοκεῖ πασῶν τῶν Νηρηίδων. [17] ἐνταῦθα ὁ Φίλιππος γελάσας, Οὐκ ἀνδρειοτέρα μόνον, ἔφη, ὦ παῖ, ἀλλὰ καὶ πολεμικωτέρα. ἐμοὶ γοῦν οὐ παύεται πολεμοῦσα. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἅμα σπουδῇ ἐπαιξάτην. [p. 20] πάλιν δὲ ἤρετο αὐτὸν ὁ Φίλιππος, Ἀλλὰ τὸν Ὅμηρον οὕτω σφόδρα, ὦ Ἀλέξανδρε, θαυμάζων, πῶς ὑπερορᾷς αὐτοῦ τὴν σοφίαν; ὅτι, ἔφη, καὶ τοῦ Ὀλυμπίασι κήρυκος ἥδιστ᾽ ἂν ἀκούοιμι φθεγγομένου μέγα καὶ σαφές, οὐ μέντοι κηρύττειν ἐβουλόμην αὐτὸς ἑτέρους νικῶντας, ἀλλὰ πολὺ μᾶλλον κηρύττεσθαι. [18] ταῦτα δὲ λέγων ἐποίει φανερὸν ὅτι τὸνμὲν Ὅμηρον ἐνόμιζε δαιμόνιον καὶ θεῖον τῷ ὄντι κήρυκα τῆς ἀρετῆς, αὑτὸν δὲ καὶ τοὺς ἄνδρας ἐκείνους ἀθλητάς τε καὶ ἀγωνιστὰς τῶν καλῶν ἔργων ἡγεῖτο. οὐδὲν μέντοι ἄτοπον, εἶπεν, ὦ πάτερ, εἰ καὶ ποιητὴς ἀγαθὸς εἴην παρεχούσης τῆς φύσεως: ἐπεί τοι καὶ ῥητορικῆς δέοι ἂν τῷ βασιλεῖ. σὺ γοῦν ἀντιγράφειν πολλάκισἀναγκάζει καὶ ἀντιλέγειν Δημοσθένει, μάλα δεινῷ ῥήτορι καὶ γόητι, [19] καὶ τοῖς ἄλλοις τοῖς Ἀθήνησι πολιτευομένοις. καὶ ἐβουλόμην γε, εἶπεν ὁ Φίλιππος παίζων, παραχωρῆσαι Ἀθηναίοις Ἀμφιπόλεως ἀντὶ τῆς Δημοσθένους δεινότητος. ἀλλὰ πῶς Ὅμηρον οἴει διανοεῖσθαι περὶ ῥητορικῆς; δοκεῖ μοι, ἔφη, τὸ πρᾶγμα θαυμάζειν, ὦπάτερ. οὐ γὰρ ἄν τῷ τε Ἀχιλλεῖ διδάσκαλον λόγων ἐπήγετο τὸν Φοίνικα (φησὶ γοῦν πεμφθῆναι αὐτὸν ὑπὸ τοῦ πατρὸς

 

‹ Prev