Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 96

by Dio Chrysostom


  οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ᾽ εἰπεῖν ἔπος

  οὐδὲ πάθος οὐδὲ συμφορὰν θεήλατον,

  ἧς οὐκ ἂν ἄραιτ᾽ ἄχθος ἀνθρώπου φύσις.

  [83] τριῶν δὲ ἐπικρατούντων, ὡς ἔπος εἰπεῖν, βίων, εἰς οὓς μάλιστα ἐμπίπτουσιν οἱ πολλοί, μὰ Δί᾽ οὐ μετὰ λογισμοῦ σκεψάμενοι καὶ δοκιμάσαντες, ἀλόγῳ δὲ ὁρμῇ καὶ τύχῃ προσενεχθέντες, τοσούτους φατέον εἶναι καὶ δαίμονας, οἷς συνέπονται καὶ λατρεύουσιν ὁ πολὺς καὶ ἀμαθὴς ὅμιλος, ἄλλοι ἄλλῳ, καθάπερ ἡγεμόνι πονηρῷ καὶ μαινομένῳ πονηρὸς καὶ ἀσελγὴς θίασος. [84] ἔστι δὲ τούτων ὧν ἔφην βίων ὁ μὲν ἡδυπαθὴς καὶ τρυφερὸς περὶ τὰς τοῦ σώματος ἡδονάς, ὁ δ᾽ αὖ φιλοχρήματος καὶ φιλόπλουτος, ὁ δὲ τρίτος ἀμφοτέρων ἐπιφανέστερός τε καὶ μᾶλλον τεταραγμένος, ὁ φιλότιμος καὶ φιλόδοξος, ἐκδηλοτέραν καὶ σφοδροτέραν ἐπιδεικνύμενος τὴν ταραχὴν καὶ τὴν μανίαν, ἐξαπατῶν αὑτόν, ὡς καλοῦ δή τινος ἐραστήν. [85] φέρε οὖν καθάπερ οἱ κομψοὶ τῶν δημιουργῶν ἐπὶ πάντα ἔμβραχυ φέρουσι τὴν αὑτῶν ἐπίνοιαν καὶ τέχνην, οὐ μόνον τὰς τῶν θεῶν ἀπομιμούμενοι φύσεις ἀνθρωπίνοις εἴδεσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον, ποταμούς τε ἐνίοτε γράφοντες ἀνδράσιν ὁμοίους καὶ κρήνας ἔν τισι γυναικείοις εἴδεσι, νήσους τε καὶ πόλεις καὶ τὰ ἄλλα μικροῦ δεῖν ξύμπαντα, ὁποῖον καὶ Ὅμηρος ἐτόλμησεν ἐπιδεῖξαι Σκάμανδρον φθεγγόμενον ὑπὸ τῇ δίνῃ, [86] κἀκεῖνοι φωνὰς μὲν οὐκ ἔχουσι προσθεῖναι τοῖς εἰδώλοις, εἴδη δὲ οἰκεῖα καὶ σημεῖα ἀπὸ τῆς φύσεως, οἷον τοὺς ποταμοὺς κατακειμένους γυμνοὺς τὸ πλέον, [87] γένειον πολὺ καθεικότας, μυρίκην ἢ κάλαμον ἐστεφανωμένους: οὐκοῦν καὶ ἡμεῖς μὴ χείρους μηδὲ φαυλότεροι περὶ τοὺς λόγους [p. 70] φανῶμεν ἢ ἐκεῖνοι περὶ τὰς αὑτῶν τέχνας, τῷ πλάττειν καὶ ἀφομοιοῦν τοὺς τρόπους τοῦ τριπλοῦ δαίμονος τῶν τριῶν βίων, τὴν ἐναντίαν ἕξιν καὶ ἀντίστροφον ἐπιδεικνύμενοι τῆς τῶν λεγομένων φυσιογνωμόνων ἐμπειρίας καὶ μαντικῆς. [88] οἱ μὲν γὰρ ἀπὸ τῆς μορφῆς καὶ τοῦ εἴδους τὸ ἦθος γιγνώσκουσι καὶ ἀπαγγέλλουσιν, ἡμεῖσδὲ ἀπὸ τῶν ἠθῶν καὶ τῶν ἔργων χαρακτῆρα καὶ μορφὴν ἀξίαν ἐκείνων σπάσωμεν, εἰ ἄρα μᾶλλον ἅψασθαι δυνησόμεθα τῶν πολλῶν καὶ φαυλοτέρων: [89] πρὸς τὸ ἀποδεῖξαι τὴν τῶν βίων ἀτοπίαν οὐδὲν ἄσχημον ὂν οὐδὲ νεμεσητὸν καὶ ποιηταῖς παραβαλλομένους καὶ χειροτέχναις καὶ καθαρταῖς ὁρᾶσθαι,σσσς εἰ δέοι, σπεύδειν πανταχόθενεἰκόνας καὶ παραδείγματα πορίζοντας, ἄν πως ἰσχύσωμεν ἀποτρέψαι κακίας καὶ ἀπάτης καὶ πονηρῶν ἐπιθυμιῶν, εἰς ἀρετῆς δὲ φιλίαν προαγαγεῖν καὶ ἔρωτα καὶ ζωῆς ἀμείνονος: [90] ἢ ὡς εἰώθασιν ἔνιοι τῶν περὶ τὰς τελετὰς καὶ τὰ καθάρσια, μῆνιν Ἑκάτης ἱλασκόμενοί τε καὶ ἐξάντη φάσκοντες ποιήσειν, ἔπειτα οἶμαι φάσματαπολλὰ καὶ ποικίλα πρὸ τῶν καθαρμῶν ἐξηγούμενοι καὶ ἐπιδεικνύντες, ἅ φασιν ἐπιπέμπειν χολουμένην τὴν θεόν. [91] εἶεν: ὁ μὲν δὴ φιλοχρήματος δαίμων χρυσοῦ καὶ ἀργύρου καὶ γῆς καὶ βοσκημάτων καὶ συνοικιῶν καὶ πάσης κτήσεως ἐραστής. ἆρα οὐκ ἂν σκυθρωπός τε καὶ συννεφὴς ἰδεῖν ἐν σχήματι ταπεινῷ καὶ ἀγεννεῖ πλάττοιτο ὑπὸ δημιουργοῦ μὴ φαύλου τὴν τέχνην; αὐχμηρὸς καὶ ῥυπῶν, οὔτε παῖδας ἢ γονέας οὔτε πατρίδα φιλῶν, ἢ συγγένειαν ἄλλο τι νομίζων ἢ τὰ χρήματα, τοὺς δὲ θεοὺς πλέον οὐδὲν εἶναι λογιζόμενος, ὅ τι μὴ πολλοὺς αὐτῷ μηδὲ μεγάλους θησαυροὺς παραδεικνύουσιν ἢ θανάτους οἰκείων τινῶν καὶ συγγενῶν, ὅπως ἔχοικληρονομεῖν, τὰς δὲ ἑορτὰς ζημίαν ἄλλως ἡγούμενος καὶ ματαίαν δαπάνην, ἀγέλαστος καὶ ἀμειδίατος, [92] ὑφορώμενος ἅπαντας καὶ βλαβεροὺς ἡγούμενος καὶ ἀπιστῶν πᾶσιν, ἁρπακτικὸν βλέπων, ἀεὶ [p. 71] κινῶν τοὺς δακτύλους, ἤτοι τὴν αὑτοῦ λογιζόμενος οὐσίαν ἢ τῶν ἄλλων τινός, τἄλλα δὲ ἀναίσθητος καὶ ἀμαθής, παιδείας καὶ γραμμάτων καταγελῶν, [93] πλὴν ὅσον περὶ λογισμοὺς καὶ συμβόλαια, τυφλοῦ δικαίως καὶ λεγομένου καὶ γραφομένου τοῦ πλούτου τυφλότερος ἐραστής, περὶ πάντα λυττῶν κτήματα καὶ οὐδὲν ἀπόβλητον ἡγούμενος, οὐχ ὥσπερ τὴν μαγνῆτιν λίθον ἕλκειν φασὶ πρὸς αὑτὴν τὸν σίδηρον, ἀλλὰ καὶ χαλκὸν καὶ μόλυβδον προσαγόμενος, κἂν ψάμμον ἢ λίθον διδῷ τις, πανταχῇ καὶ περὶ πάντα σχεδόν τι τὸ ἔχειν τοῦ μὴ ἔχειν λυσιτελέστερόν τε καὶ ἄμεινον ἡγούμενος, μάλιστα δὲ περὶ τὴν τοῦ ἀργυρίου κτῆσιν ἔκφρων καὶ συντεταμένος, ὅτι δὴ τάχιστα κἀδαπανώτατα πρόεισι, σὺν ἡμέρᾳ καὶ νυκτὶ προβαῖνον καὶ φθάνον οἶμαι τὰς τῆς σελήνης περιόδους, [94] τὸ δὲ τῆς ἀπεχθείας καὶ τὸ τοῦ μίσους καὶ τῶν βλασφημιῶν οὐδαμῇ λογιζόμενος, ἔτι δὲ τῇ μὲν ἄλλῃ κτήσει καλλωπισμόν τινα προσεῖναι καὶ διατριβὴν ἡγούμενος, τὸ δὲ ἀργύριον ὡς ἐν βραχυτάτῳ συνειληφέναι τὴν τοῦ πλούτου δύναμιν. [95] τοῦτο οὖν διώκει καὶ ζητεῖ πανταχόθεν, οὐδέν τι μεταστρεφόμενος, οὔτ᾽ εἰ μετ᾽ αἰσχύνης οὔτ᾽ εἰ μετ᾽ ἀδικίας γίγνοιτο, πλὴν ὅσον τὰς κολάσεις ὑφορώμενος ὁδοιδόκων ἀσφαλέστερος δειλίᾳ κρατηθείς, κυνὸς ἀχρήστου ψυχὴν ἔχων, τὰ μὲν ἁρπάζοντος, ἐὰν ἐλπίσῃ λήσεσθαι, τοῖς δὲ ἐπεμβλέποντος καὶ ἄκοντος ἀπεχομένου [96] διὰ τοὺς ἐφεστηκότας φύλακας. ἔστω δὴ βραχὺς ἰδεῖν, δουλοπρεπής, ἄγρυπνος, οὐδέποτε μειδιῶν, �
�εί τῳ λοιδορούμενος καὶ μαχόμενος, πορνοβοσκῷ μάλιστα προσεοικὼς τό τε σχῆμα καὶ τὸν τρόπον ἀναιδεῖ καὶ γλίσχρῳ, βαπτὸν ἀμπεχομένῳ τριβώνιον μιᾶς τινος τῶν ἑταιρῶν ὧν ἴσμεν, τοὺς αὑτοῦ φίλους τε καὶ ἑταίρους, [97] μᾶλλον δὲ δούλους καὶ ὑπηρέτας λωβώμενος καὶ καταισχύνων πάντα τρόπον, ἐάν τε ἐν ἰδιώτου σχήματι λάβῃ τινὰς ἐάν τε ἐν βασιλέως. [98] ἢ οὐ πολλοὺς τῶν καλουμένων βασιλέων ἰδεῖν ἔστι καπήλους καὶ [p. 72] τελώνας καὶ πορνοβοσκούς; ἀλλὰ Δρόμωνα μὲν καὶ Σάραμβον, ὅτι ἐν Ἀθήναις καπηλεύουσι καὶ ὑπὸ Ἀθηναίων τοῦτο ἀκούουσι τὸ ὄνομα, δικαίως φαμὲν ἀκούειν, Δαρεῖον δὲ τὸν πρότερον, ὅτι ἐν Βαβυλῶνι καὶ Σούσοις ἐκαπήλευε, καὶ Πέρσαι αὐτὸν ἔτι καὶ νῦν καλοῦσι κάπηλον, οὐ δικαίως κεκλῆσθαι; ἴδιόν γε μὴν τούτῳσυμβέβηκε παρὰ τοὺς ἄλλους δαίμονας: [99] ἐνίοτε μὲν γὰρ ἄρχει καὶ κρατεῖ τῆς ψυχῆς, ἐνίοτε δὲ ἐκείνοις συνέπεται διὰ τὸ πάσης ἐπιθυμίας καὶ σπουδῆς ὑπηρέτην τε καὶ διάκονον ἀπροφάσιστον εἶναι τὸν πλοῦτον. [100] ἀλλ᾽ ἐγὼ λέγω νῦν τὸν αὐτὸν ἡγούμενον καὶ προεστηκότα τῆς τοῦ δυστυχοῦς ἀνθρώπου διανοίας, οὔτε ἐφ᾽ ἡδονήντινα οὔτε εἰς δόξαν ἀναφέροντα τὴν τῶν χρημάτων κτῆσιν, οὐδὲ ὡς ἀναλώσοντα καὶ χρησόμενον ξυνάγοντα, ἀνέξοδον δὲ καὶ ἀχρεῖον φυλάττοντα τὸν πλοῦτον τῷ ὄντι, κατάκλειστον ἔν τισι κρυπτοῖς καὶ ἀφεγγέσι θαλάμοις. [101] εἶεν: ὁ δὲ δὴ δεύτερος ἀνήρ τε καὶ δαίμων ἐκείνου τοῦ ἀνδρός,ὁ τὰ τῆς ἡδονῆς ἀναφαίνων ὄργια καὶ τὴν θεὸν ταύτην θαυμάζων καὶ προτιμῶν, ἀτεχνῶς γυναικείαν θεόν, ποικίλος καὶ πολυειδὴς περί τε ὀσμὰς καὶ γεύσεις ἀπλήρωτος, ἔτι δὲ οἶμαι περὶ πάντα μὲν ὁράματα, πάντα δὲ ἀκούσματα τὰ πρὸς ἡδονήν τινα φέροντα, πάσας δὲ ἁφὰς προσηνεῖς τε καὶ μαλακὰς λουτρῶν τεὁσημέραι θερμῶν μᾶλλον δὲ καὶ τῆς ἡμέρας, καὶ χρίσεων οὐ κάματον ἰωμένων, [102] πρὸς δὲ αὖ τούτοις ἐσθήτων τε μαλακῶν ἕλξεις καὶ κατακλίσεις ἠσκημένας καὶ διακονίας ἀκριβεῖς καθ᾽ ἑκάστην ἐπιθυμίαν τε καὶ χρείαν, περὶ ταῦτα πάντα δεινῶς ἐπτοημένος, μάλιστα μέντοι καὶ ἀκρατέστατα περὶ τὴν τῶν ἀφροδισίων ὀξεῖανκαὶ διάπυρον μανίαν θηλυκῶν τε καὶ ἀρρενικῶν μίξεων καὶ ἔτι πλειόνων ἀρρήτων καὶ ἀνωνύμων αἰσχρουργιῶν, ἐπὶ πάντα ὁμοίως [p. 73] τὰ τοιαῦτα φερόμενος καὶ ἄγων, οὐδὲν ἀπώμοτον οὐδὲ ἄπρακτον ποιούμενος. [103] νῦν γὰρ δὴ ἕνα τοῦτον τίθεμεν τὸν ἁπάσας τὰς τοιαύτας παρειληφότα νόσους καὶ ἀκρασίας τῆς ψυχῆς, ἵνα μὴ πολύν τινα ἀθροίσωμεν ἑσμὸν μοιχικῶν τινων δαιμονίων καὶ φιλόψων καὶ φιλοίνων καὶ ἄλλων δὴ μυρίων, ἀλλ᾽ ἁπλῶς ἕνα δαίμονα τιθῶμεν τὸν ἀκόλαστον καὶ δεδουλωμένον ὑφ᾽ ἡδονῆς, [104] ἐὰν μὲν ἐπιρρέῃ ποθὲν ἀνελλιπὲς τὸ τῆς χορηγίας, χρημάτων βασιλικῶν ἤ τινος μεγάλης ἰδιωτικῆς ὑπούσης οὐσίας, ἐν πολλῇ καὶ ἀφθόνῳ κυλινδούμενον ἀσελγείᾳ μέχρι γήρως: εἰ δὲ μή, ταχὺ μάλα ἐξαναλώσαντα τὰ παρόντα, πένητα ἀκρατῆ καὶ ἀκόλαστον ἐν σπάνει καὶ ἱμέρῳ [105] δεινῶς τῶν ἐπιθυμιῶν λειπόμενον. ἔτι δέ τινας οὗτος τῶν ὑπ᾽ αὐτοῦ κρατουμένων εἰς γυναικεῖον μετέβαλε βίον τε καὶ σχῆμα, ὥσπερ οἱ μῦθοί φασι τοὺς μεταβαλόντας ἐξ ἀνθρώπων εἰς ὄρνιθας ἢ θηρία, ἐὰν τύχωσι τοιαύτης ἡττηθέντες ἡδονῆς: [106] πάλιν δὲ κἀνταῦθα διττὴ χορηγία πέφηνεν. ὁ μὲν γὰρ ἀσθενής τε καὶ ἄτολμος ἐκ τούτου τοῦ γένους δαίμων ἐπί τε τὰς γυναικείας νόσους καὶ ἄλλας αἰσχύνας, ὁπόσαις πρόσεστι ζημία καὶ ὀνείδη, προσάγει ῥᾳδίως: ὅπου δὲ ἡδονῶν τινων τιμωρίαι πρόσεισι, θανάτοις ἢ δεσμοῖς κολάζουσαι τοὺς ἐξαμαρτάνοντας ἢ χρημάτων πολλῶν ἐκτίσεσιν, οὐ πάνυ τι πρὸς ταῦτα ἐφίησιν. [107] ὁ δὲ ἀτενέστερός τε καὶ θρασύτερος πάντα ἁπλῶς ὑπερβαίνειν ἀναγκάζει τά τε ἀνθρώπινα καὶ τὰ θεῖα. καὶ ὁ μὲν ἀσθενής τε καὶ ἄτολμος ἔνθα προσθέμενος τὴν τοιαύτην αἰσχύνην ὁμολογεῖ οὐδενὸς ἀνδρείου πράγματος ἁπτόμενος, ἀλλὰ παραχωρῶν τῶν κοινῶν καὶ πολιτικῶν τοῖς ἄμεινον βεβιωκόσιν: [108] ὁ δὲ ἰταμὸς καὶ ἄτρεστος, πολλὰς ὕβρεις τε καὶ αἰσχύνας ὑπομείνας, ὀστράκου, φασί, μεταπεσόντος, στρατηγὸς ἢ δημαγωγὸς πέφηνεν ὀξὺ καὶ διάτορον βοῶν, ὥσπερ [p. 74] οἱ τῶν δραμάτων ὑποκριταί ἀπορρίψας μεταξὺ τὴν γυναικείαν στολήν, ἔπειτα στρατιώτου τινὸς ἢ ῥήτορος στολὴν ἁρπάσας περιέρχεται συκοφάντης καὶ φοβερός, ἀντίον πᾶσι βλέπων. [109] ἆρ᾽ οὖν ἀρρενωπόν τι καὶ σεμνὸν εἶδος τῷ τοιούτῳ δαίμονι πρέπει ἢ μᾶλλον ὑγρόν τε καὶ μαλθακόν ; οὐκοῦν τὸ οἰκεῖον αὐτῷ σχῆμαπροσθήσομεν, οὐχ ὃ πλαττόμενος ἐνδύεται πολλάκις ἀνδρεῖον καὶ φοβερόν: [110] προΐτω γε μὴν νὴ Δία τρυφῶν τε καὶ μύρου καὶ οἴνου ἀποπνέων ἐν κροκωτῷ μετὰ πολλοῦ καὶ ἀτάκτου γέλωτος, μεθύοντι προσεοικώς κωμάζοντι μεθ᾽ ἡμέραν ἀσελγῆ κῶμον, στεφάνους τινὰς ἐστεφανωμένος ἑώλους τήν τε κεφαλὴν καὶ περὶ τῷ τραχήλῳ , καὶπλάγιος φερόμενος, ὀρχούμενός τε καὶ ᾄδων θῆλυ καὶ ἄμουσον μέλος. [111] ἀγέσθω δὲ ὑπὸ γυναικῶν ἀναισχύντων καὶ ἀκολάστων, ἐπιθυμιῶν τινων λεγομένων ἄλλων ἐπ᾽ ἄλλα ἑλκουσῶν, μηδεμίαν αὐτῶν ἀπωθούμενος μηδὲ ἀντιλέγων, ἀλλὰ ἑτοίμως δὴ καὶ προθύμως συνεπόμενος. αἱ δὲ μετὰ πολλοῦ πατάγου κυμβάλων τε καὶαὐλῶν φέρουσαι μαινόμενον αὐτὸ
ν σπουδῇ προΐτωσαν. [112] ὁ δ᾽ ἐκ μέσων ἀναβοάτω τῶν γυναικῶν ὀξύτερον καὶ ἀκρατέστερον, λευκὸς ἰδεῖν καὶ τρυφερός, αἰθρίας καὶ πόνων ἄπειρος, ἀποκλίνων τὸν τράχηλον, ὑγροῖς τοῖς ὄμμασι μάχλον ὑποβλέπων, ἀεί ποτε τὸ σῶμα καταθεώμενος, τῇ ψυχῇ δὲ οὐδὲν προσέχων οὐδὲ τοῖς ὑπ᾽ [113] αὐτῆς προσταττομένοις. τοῦτον ἀγαλματοποιὸς ἢ γραφεὺς ἀναγκαζόμενος εἰκάζειν οὐκ ἂν ὁμοιότερον ἄλλῳ ἐργάσαιτο ἢ τῷ Σύρων βασιλεῖ μετ᾽ εὐνούχων καὶ παλλακῶν ἔνδον διαβιοῦντι, στρατοπέδου δὲ καὶ πολέμου καὶ ἀγορᾶς ἀθεάτῳ τὸ παράπαν. [114] προηγείσθω δὲ καὶ τούτου ἀπάτη, πάνυ ὡραία καὶ πιθανή, κεκοσμημένη κόσμοισπορνικοῖς, μειδιῶσα καὶ ὑπισχνουμένη πλῆθος ἀγαθῶν, ὡς ἐπ᾽ αὐτὴν ἄγουσα τὴν εὐδαιμονίαν, ἕως ἂν εἰς τὸ βάραθρον καταβάλῃ λαθοῦσα, εἰς πολύν τε καὶ ῥυπαρὸν βόρβορον, ἔπειτα ἐάσῃ κυλινδεῖσθαι μετὰ τῶν στεφάνων καὶ τοῦ κροκωτοῦ. [115] τοιούτῳ δεσπότῃ λατρεύουσαι καὶ τοιαῦτα πάσχουσαι πλανῶνται κατὰ τὸν βίον ὅσαι[p. 75] ψυχαὶ πρὸς μὲν πόνους δειλαὶ καὶ ἀδύνατοι, δεδουλωμέναι δὲ ἡδοναῖς, φιλήδονοι καὶ φιλοσώματοι, βίον αἰσχρὸν καὶ ἐπονείδιστον οὐχ ἑλόμεναι ζῶσιν, ἀλλὰ ἐνεχθεῖσαι πρὸς αὐτόν. [116] οὐκοῦν μετὰ τοῦτον ὁ λόγος ὥσπερ ἐν ἀγῶνι σφύττει τρίτον εἰσάγειν, ὡς ἐκεῖ χορόν, τὸν φιλότιμον, οὐ πάνυ προθύμως τὰ νῦν ἀγωνιούμενον, καίτοι φιλόνικον ὄντα τῇ φύσει περὶ πάντα καὶ πρωτεύειν ἀξιοῦντα: πλὴν οὐ περὶ δόξης ἢ τιμῆς ἡ κρίσις αὐτῷ [117] τὰ νῦν ἐνέστηκεν, ὑπὲρ δὲ πολλῆς καὶ δικαίας ἀδοξίας. φέρε δὴ ποῖόν τι πλάττωμεν τό τε σχῆμα καὶ εἶδος τοῦ φιλοτίμου δαίμονος; ἢ δῆλον ὅτι πτερωτόν τε καὶ ὑπηνέμιον κατὰ τὸ ἦθος αὐτοῦ καὶ τὴν ἐπιθυμίαν ἅμα τοῖς πνεύμασι φερόμενον, ὁποίους τοὺς Βορεάδας ἐνεθυμήθησάν τε καὶ ἔγραψαν οἱ γραφεῖς, ἐλαφρούς τε καὶ μεταρσίους, ταῖς τοῦ πατρὸς αὔραις συνθέοντας. [118] ἀλλ᾽ ἐκεῖνοι μέν, ὁπότε βουληθεῖεν, ἐπεδείκνυντο τὴν αὑτῶν δύναμιν, τέως δὲ μετὰ τῶν ἄλλων ἡρώων ἐν τῇ Ἀργοῖ συνέπλεον ναυτιλλόμενοι καὶ τἄλλα πράττοντες οὐδενὸς ἧττον. ὁ δὲ τῶν φιλοδόξων ἀνδρῶν προστάτης ἀεὶ μετέωρος, οὐδέποτε γῆς ἐφαπτόμενος οὐδὲ ταπεινοῦ τινος, ἀλλὰ ὑψηλὸς καὶ μετάρσιος, [119] ὅταν μὲν αἰθρίας τύχῃ καὶ γαλήνης ἢ ζεφύρου τινὸς ἐπιεικῶς πνέοντος, ἀεὶ μᾶλλον ἀγαλλόμενός τε καὶ ἀνιὼν εἰς αὐτὸν τὸν αἰθέρα, πολλάκις δ᾽ ἐν σκοτεινῷ νέφει κρυπτόμενος, ἀδοξίας τινὸς συντρεχούσης καὶ ψόγου παρὰ τῶν πολλῶν ἀνθρώπων, οὕς ἐκεῖνος θεραπεύει καὶ τιμᾷ καὶ τῆς [120] εὐδαιμονίας τῆς αὑτοῦ κυρίους ἀπέδειξεν. οὐδέν γε μὴν προσέοικεν ἀσφαλείας ἕνεκεν οὔτε ἀετοῖς οὔτε γεράνοις οὔτε ἄλλῳ τινὶ πτηνῷ γένει τὴν φύσιν, ἀλλὰ μᾶλλον ἄν τις αὐτὸν προσεικάσειε τῇ Ἰκαρίου βιαίῳ καὶ παρὰ φύσιν φορᾷ, οὐ δυνατὸν τέχνημα ἐπιχειρήσαντος Δαιδάλου τεχνήσασθαι. [121] τοιγαροῦν ὑπὸ νεότητος καὶ ἀλαζονείας ἐπιθυμῶν ὑψηλότερος τῶν ἄστρων φέρεσθαι χρόνον μέν τινα ἐσῴζετο [p. 76] βραχύν, χαλωμένων δὲ τῶν δεσμῶν καὶ τοῦ κηροῦ ῥέοντος, ἐπωνυμίαν ἀπὸ τοῦδε τῷ πελάγει παρέσχεν, οὗπερ ἠφανίσθη πεσών: [122] κἀκεῖνος ἀσθενέσι καὶ κούφοις τῷ ὄντι πιστεύσας πτεροῖς, λέγω δὲ τιμαῖς τε καὶ ἐπαίνοις ὑπὸ τῶν ἀνθρώπων τῶν πολλῶν ὡς ἔτυχε γιγνομένοις, ἐπισφαλῶς καὶ ἀσταθμήτως φέρεται καὶφέρει τὸν ἄνδρα τὸν αὑτοῦ ζηλωτήν τε καὶ ὑπηρέτην, νῦν μὲν ὑψηλὸν καὶ μακάριον πολλοῖς φαινόμενον, πάλιν δὲ αὖ ταπεινόν τε καὶ ἄθλιον τοῖς τε ἄλλοις καὶ πρώτῳ καὶ μάλιστα αὑτῷ δοκοῦντα. [123] εἰ δέ τῳ οὐ φίλον πτηνὸν αὐτὸν διανοεῖσθαι καὶ ποιεῖν, ὁ δὲ ἀφομοιούτω αὐτὸν τῇ τοῦ Ἰξίονος χαλεπῇ καὶ βιαίῳ φορᾷ τε καὶἀνάγκῃ, τροχοῦ τινος ῥύμῃ κύκλῳ κινουμένου τε καὶ φερομένου. οὐ γὰρ ἀπεοικὸς οὐδὲ μακρὰν δὴ τῶν σοφῶν τε καὶ κομψῶν εἰκασμάτων εἴη ἂν ὁ τροχὸς δόξῃ παραβαλλόμενος, τῇ τε κινήσει καὶ μεταβολῇ πάνυ ῥᾳδίως περιθέων, ἐν δὲ τῇ περιφορᾷ παντοῖα σχήματα τὴν ψυχὴν ἀναγκάζων λαμβάνειν μᾶλλον ἢ ὁ τῶν κεραμέων [124] τὰ ἐπ᾽ αὐτῷ πλαττόμενα. ἄνδρα δὴ τοιοῦτον εἱλούμενον ἀεὶ καὶ περιφερόμενον, κόλακα δήμων τε καὶ ὄχλων ἐν ἐκκλησίαις ἢ ἐπιδείξεσιν ἢ βασιλέων ἢ τυράννων λεγομέναις δὴ φιλίαις καὶ θεραπείαις, τίς οὐκ ἂν ἐλεήσειε τῆς φύσεως καὶ τοῦ βίου; λέγω δὲ οὐχ ὃς ἂν ἀπὸ τοῦ βελτίστου προεστηκὼς πολύ τι πλῆθος ἀνθρώπων πειθοῖκαὶ λόγῳ μετ᾽ εὐνοίας καὶ δικαιοσύνης πειρᾶται ῥυθμίζειν τε καὶ ἄγειν ἐπὶ τὰ βελτίω. [125] ἐχέτω δὴ καὶ οὗτος ἡμῖν ὁ δαίμων τέλος, ἵνα μὴ νῦν στολάς τε καὶ μορφὰς προστιθέντες αὐτῷ καὶ τἄλλα τὰ προσήκοντα πολὺν καὶ ἄπειρον εἰσφερώμεθα λόγων ὄχλον. [126] εἴη δ᾽ ἂν αὐτοῦ τὸ ἦθος, ὡς ἐν βραχεῖ περιλαβεῖν, φιλόνικον,ἀνόητον, χαῦνον, ἀλαζονείᾳ καὶ ζηλοτυπίᾳ καὶ πᾶσι τοῖς τοιούτοις ἔγγιστα χαλεποῖς καὶ ἀγρίοις πάθεσιν. ἅπαντα γὰρ ταῦτα φιλοτίμῳ [p. 77] [127] τρόπῳ ψυχῆς ἀκοινώνητα καὶ ἄγρια καὶ χαλεπὰ ἀνάγκη πᾶσα συνέπεσθαι, ἔτι δὲ αὐτὸν πολὺ μεταλλάττειν καὶ ἀνώμαλον ἔχειν τὴν διάνοιαν, ἅτε ἀνωμάλῳ δουλεύοντα καὶ προσέχοντα πράγματι, πυκνότερον καὶ συνεχέστερον ἢ τοὺς κυνηγέτας φασὶ χαίροντα καὶ λυπούμενον: ἐκείνοις γὰρ δὴ μάλιστα τοῦτο πλεῖστον κα�
�� συνεχέστατον συμβαίνειν λέγουσι, φαινομένης τε καὶ ἀπολλυμένης τῆς ἄγρας: [128] ὅταν μὲν γὰρ εὐδοκιμήσεις τε καὶ ἔπαινοι συμβαίνωσιν αὐτοῖς, ἡ ψυχὴ τοῦ τοιούτου ἀνδρὸς αὔξει καί βλαστάνει καὶ θαυμαστὸν ἴσχει μέγεθος, καθάπερ Ἀθήνησί φασι τὸν ἱερὸν τῆς ἐλαίας θαλλὸν ἐν ἡμέρᾳ μιᾷ βλαστῆσαι καὶ τέλειον γενέσθαι: ταχὺ δὲ αὖ πάλιν συστέλλεται καὶ ταπεινοῦται καὶ φθίνει, ψόγου τινὸς προσπεσόντος ἢ δυσφημίας. [129] ἀπάτη δὲ καὶ τούτῳ παρέπεται τῷ δαίμονι ἁπασῶν πιθανωτάτη. οὐ γὰρ ὡς ἡ τοῦ φιλαργύρου καὶ φιληδόνου λαμπρὸν μὲν οὐδὲν λόγῳ ἐδύναντο ὑποσχέσθαι, οὐδ᾽ ὡς ἐπὶ σεμνὰ καὶ λαμπρὰ προήγαγον τοὺς ἀπατωμένους ὑπ᾽ αὐτῶν, ἀλλὰ μόνον τὸ τῶν ἀγαθῶν αὐτοῖς ὄνομα ἐπεφήμιζον καὶ προσετίθεσαν, οὕτως ἡ τοῦδε ἀπάτη, ἀλλ᾽ ἐπᾴδουσα καὶ γοητεύουσά φησι φιλόκαλον αὐτὸν εἶναι καὶ ὡς ἐπ᾽ ἀρετήν τινα ἢ εὔκλειαν ἄγει τὴν δόξαν. [130] πάλιν οὖν ἐνθάδε κινδυνεύσω τὸ δεύτερον εἰς τὸν αὐτὸν πεσεῖν μῦθον τὸν Ἰξίονος. καὶ γὰρ ἐκεῖνόν φασιν ἐπιθυμήσαντα τῶν Ἥρας μακαρίων γάμων νεφέλῃ τινὶ συγγενόμενον σκοτεινῇ καὶ ἀχλυώδει ἄχρηστα καὶ ἀλλόκοτα γεννῆσαι τέκνα, τὸ τῶν Κενταύρων γένος ποικίλον καὶ συμπεφορημένον. [131] ὁ γὰρ εὐκλείας ἔρωτος διαμαρτών, ἔπειτα δόξης ἐπιθυμίᾳ συνών, τῷ ὄντι νεφέλῃ λέληθεν ἀντὶ τῆς θείας καὶ σεμνῆς ὁμιλίας συνών. ἐκ δὲ τῶν τοιούτων συνουσιῶν ἢ γάμων ὠφέλιμον μὲν ἢ χρήσιμον οὐδὲν ἂν γένοιτο, θαυμαστὰ δὲ καὶ ἄλογα, προσεοικότα τοῖς Κενταύροις, [132] δημαγωγῶν τινων πολιτεύματα καὶ ξυγγράμματα σοφιστῶν. ξεναγοὶ [p. 78] γὰρ καὶ σοφισταὶ καὶ δημαγωγοί: λέγω δὲ διακρίνων στρατηγούς τε καὶ παιδευτὰς καὶ πολιτικοὺς ἄνδρας ἀπὸ τῶν νῦν εἰρημένων: οὗτοι πάντες ἐκείνῳ τῷ δαίμονι προσνέμεσθαι ἄξιοι καὶ τῆς ἐκείνου μερίδος τε καὶ ἑταιρείας ἀριθμεῖσθαι. [133] καὶ δὴ νῦν μὲν ἐπεξῆλθον τοὺς ὑφ᾽ ἑνὸς ἑκάστου τῶν εἰρημένωνδαιμόνων ἐλαυνομένους: πολλάκις δὲ καὶ δύο τὸν αὐτὸν ἢ πάντες εἰλήχασι, τἀναντία ἀλλήλοις προστάττοντες καὶ ἀπειλοῦντες, [134] εἰ μὴ πείθοιτο, μεγάλαις τισὶ περιβαλεῖν ζημίαις, ὁ μὲν φιλήδονος ἀναλίσκειν εἰς τὰς ἡδονὰς κελεύων, καὶ μήτε χρυσοῦ μήτε ἀργύρου μήτε ἄλλου κτήματος φείδεσθαι μηδενός, ὁ δ᾽ αὖ φιλοχρήματοσκαὶ μικρολόγος οὐκ ἐῶν, ἀλλὰ κατέχων τε καὶ ἀπειλῶν, εἰ πείσεται ἐκείνῳ, λιμῷ τε καὶ δίψῃ καὶ ἁπάσῃ πενίᾳ τε καὶ ἀπορίᾳ διολλύειν αὐτόν. [135] πάλιν δὲ ὁ μὲν φιλόδοξος συμβουλεύει καὶ παρακαλεῖ προΐεσθαι τὰ ὄντα τιμῆς ἕνεκεν: ὁ δὲ καὶ πρὸς τοῦτον ἀπομάχεται καὶ ἀντιβαίνει. καὶ μὴν ὅ γε τῆς ἡδονῆς φίλοσκαὶ ὁ τῆς δόξης οὔποτε δύνανται συνᾷσαι οὐδὲ τὸ αὐτὸ εἰπεῖν. ὁ μὲν γὰρ καταφρονεῖ τῆς δόξης καὶ λῆρον ἡγεῖται καὶ τὸ τοῦ Σαρδαναπάλλου προφέρεται πολλάκις ἐλεγεῖον,

 

‹ Prev