κεφαλῆς ὑπερτέλλοντα δειμαίνειν πέτρον,
πολὺ ῥᾷον διάγειν. οὐ γὰρ δὴ ἔτι φοβεῖται ὁ Τάνταλος μὴ ἀποθάνῃ: τῷ δὲ τυράννῳ ζῶντι τοῦτο ξυμβέβηκεν, ὃ ἐκείνῳ νεκρῷ [56] λέγουσιν. ὅσοι μὲν οὖν μιᾶς γεγόνασι τύραννοι πόλεως ἢ χώρας ὀλίγης, τούτοις μὲν οὐκ ἀδύνατον ἀποδράντας ἐκ τῆς ἀρχῆς ἀλλαχόσε ποι καταφυγόντας ζῆν: καίτοι οὐδεὶς ἄνδρα ἀγαπᾷ τύραννον,ἀλλὰ μισοῦσί τε καὶ ὑποπτεύουσι καὶ ῥᾳδίως ἐκδιδόασι τοῖς ἠδικημένοις: ὅσοι δὲ πολλῶν πόλεων ἄρχουσι καὶ ἐθνῶν καὶ ἀπείρου γῆς, ὥσπερ ὁ τῶν Περσῶν βασιλεύς, τούτοις δὲ οὐδ᾽ ἄν ποτε παραστῇ συνεῖναι τῶν κακῶν κἂν θεῶν τις ἀφέλῃ τὴν ἄγνοιαν αὐτῶν, οὐ δυνατὸν ἐκφυγεῖν. [57] δοκεῖ δὲ οὐδέποτε ἂν ἀσφαλῶς ζῆν,οὐδ᾽ εἰ χαλκοῦς ἢ σιδηροῦς γένοιτο, ἀλλὰ καὶ οὕτως ἂν κατακοπεὶς ἢ καταχωνευθεὶς ἀπολέσθαι. ἐὰν μὲν οὖν τις αὐτῷ διαλέγηται θαρρῶν, ὁ δὲ ὀργίζεται καὶ δέδοικε τὴν παρρησίαν: ἐὰν δὲ θεραπεύων καὶ ὑποκατακλινόμενος, ὑποπτεύει τὴν θεραπείαν. [58] καὶ ὑπὸ μὲν τῶν ἐλευθερίως προσερχομένων οἴεται ὑβρίζεσθαι, ὑπὸδὲ τῶν ταπεινοτέρων ἐξαπατᾶσθαι. καὶ λοιδορούμενος μὲν πολλαπλασίως ἀνιᾶται ἢ ἄλλος, ὅτι δὴ τύραννος ὢν ἀκούει κακῶς: ἐπαινούμενος δὲ οὐχ ἥδεται: οὐ γὰρ φρονοῦντας οὕτως οἴεται λέγειν. [59] τοῦ δὲ καλλίστου καὶ λυσιτελεστάτου κτήματος ἁπάντων [p. 95] ἐστὶν ἀπορώτατος: εὐνοίας γὰρ καὶ φιλίας ἐλπίσαι δὲ οὐδὲν δύναται παρ᾽ οὐδενός, ἀλλὰ πρότερον τοὺς ἀγρίους λέοντας οἱ τρέφοντες ἀγαπήσουσιν ἢ τοὺς τυράννους οἱ θεραπεύοντες καὶ προσιόντες. [60] ἐγὼ δὲ βαδίζω μὲν ὅποι βούλομαι, φησί, νύκτωρ, βαδίζω δὲ μεθ᾽ ἡμέραν μόνος, θαρρῶ δέ, εἰ δέοι, καὶ διὰ στρατοπέδου πορευόμενος ἄνευ κηρυκείου καὶ διὰ λῃστῶν: οὐδεὶς γὰρ ἐμοὶ πολέμιος οὐδὲ ἐχθρός ἐστι βαδίζοντι. ἂν δὲ ἅπας μὲν ἐκλίπῃ ὁ χρυσός, ἅπας δὲ ὁ ἄργυρος, ἅπας δὲ ὁ χαλκός, οὐκ ἂν ἐγὼ βλαβείην οὐδὲ μικρόν. [61] ἐὰν δὲ ἅπασαι μὲν αἱ οἰκίαι πέσωσιν ὑπὸ σεισμοῦ, καθάπερ ἐν Σπάρτῃ ποτέ, καὶ πάντα διαφθαρῇ τὰ πρόβατα, ὡς μηδένα ἐσθῆτος εὐπορῆσαι, μὴ μόνον δὲ τὴν Ἀττικήν, ἀλλὰ καὶ Βοιωτίαν καὶ Πελοπόννησον καὶ Θετταλίαν ἀπορία καταλάβῃ, ὥσπερ ἤδη πρότερόν φασιν, οὐδὲν ἐγὼ χεῖρον οὐδὲ ἀπορώτερον βιώσομαι. [62] παρὰ πόσον μὲν γὰρ ἔσομαι γυμνότερος τοῦ νῦν, πόσῳ δὲ ἀοικότερος; ἱκανὰ δέ μοι τροφὴν παρασχεῖν καὶ μῆλα καὶ κέγχροι καὶ κριθαὶ καὶ ὄροβοι καὶ τὰ εὐτελέστατα τῶν ὀσπρίων καὶ φηγὸς ὑπὸ τῇ τέφρᾳ καὶ ὁ τῆς κρανείας καρπός, ᾗ φησιν Ὅμηρος εὐωχεῖν τοὺς τοῦ Ὀδυσσέως ἑταίρους τὴν Κίρκην, ὑφ᾽ ὧν ἀντέχει τρεφόμενα καὶ τὰ μέγιστα θηρία.
THE SEVENTH OR EUBOEAN DISCOURSE
ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ.
τόδε μὴν αὐτὸς ἰδών, οὐ παρ᾽ ἑτέρων ἀκούσας, διηγήσομαι. ἴσως γὰρ οὐ μόνον πρεσβυτικὸν πολυλογία καὶ τὸ μηδένα διωθεῖσθαι ῥᾳδίως τῶν ἐμπιπτόντων λόγων, πρὸς δὲ τῷ πρεσβυτικῷ τυχὸν ἂν εἴη καὶ ἀλητικόν. αἴτιον δέ, ὅτι πολλὰ τυχὸν ἀμφότεροι πεπόνθασιν, ὧν οὐκ ἀηδῶς μέμνηνται. ἐρῶ δ᾽ οὖν οἵοις ἀνδράσι καὶ ὅντινα βίον ζῶσι συνέβαλον ἐν μέσῃ σχεδόν τι τῇ Ἑλλάδι. [p. 190] [2] ἐτύγχανον μὲν ἀπὸ Χίου περαιούμενος μετά τινων ἁλιέων ἔξω τῆς θερινῆς ὥρας ἐν μικρῷ παντελῶς ἀκατίῳ. χειμῶνος δὲ γενομένου χαλεπῶς καὶ μόλις διεσώθημεν πρὸς τὰ κοῖλα τῆς Εὐβοίας: τὸ μὲν δὴ ἀκάτιον εἰς τραχύν τινα αἰγιαλὸν ὑπὸ τοῖς κρημνοῖς ἐκβαλόντες διέφθειραν, αὐτοὶ δὲ ἀπεχώρησαν πρός τινας πορφυρεῖσὑφορμοῦντας ἐπὶ τῇ πλησίον χηλῇ, κἀκείνοις συνεργάζεσθαι [3] διενοοῦντο αὐτοῦ μένοντες. καταλειφθεὶς δὴ μόνος, οὐκ ἔχων εἰς τίνα πόλιν σωθήσομαι, παρὰ τὴν θάλατταν ἄλλως ἐπλανώμην, εἴ πού τινας ἢ παραπλέοντας ἢ ὁρμοῦντας ἴδοιμι. προεληλυθὼς δὲ συχνὸν ἀνθρώπων μὲν οὐδένα ἑώρων: ἐπιτυγχάνω δὲ ἐλάφῳνεωστὶ κατὰ τοῦ κρημνοῦ πεπτωκότι παρ᾽ αὐτὴν τὴν ῥαχίαν, ὑπὸ τῶν κυμάτων παιομένῳ, φυσῶντι ἔτι. καὶ μετ᾽ ὀλίγον ἔδοξα ὑλακῆς ἀκοῦσαι κυνῶν ἄνωθεν μόλις πως διὰ τὸν ἦχον τὸν ἀπὸ τῆς θαλάττης. [4] προελθὼν δὲ καὶ προβὰς πάνυ χαλεπῶς πρός τι ὑψηλὸν τούς τε κύνας ὁρῶ ἠπορημένους καὶ διαθέοντας, ὑφ᾽ ὧνεἴκαζον ἀποβιασθὲν τὸ ζῷον ἁλέσθαι κατὰ τοῦ κρημνοῦ, καὶ μετ᾽ ὀλίγον ἄνδρα, κυνηγέτην ἀπὸ τῆς ὄψεως καὶ τῆς στολῆς, τὰ γένεια ὑγιῆ κομῶντα οὐ φαύλως οὐδὲ ἀγεννῶς ἐξόπισθεν, οἵους ἐπὶ Ἴλιον Ὅμηρός φησιν ἐλθεῖν Εὐβοέας, σκώπτων, ἐμοὶ δοκεῖν, καὶ καταγελῶν, ὅτι τῶν ἄλλων Ἀχαιῶν καλῶς ἐχόντων οἱ δὲ ἐξ ἡμίσους [5] ἐκόμων. καὶ ὃς ἀνηρώτα με, Ἀλλ᾽ ἦ, ὦ ξεῖνε, τῇδέ που φεύγοντα ἔλαφον κατενόησας; κἀγὼ πρὸς αὐτόν, Ἐκεῖνος, ἔφην, ἐν τῷ κλύδωνι ἤδη: καὶ ἀγαγὼν ἔδειξα. ἑλκύσας οὖν αὐτὸν ἐκ τῆς θαλάττης τό τε δέρμα ἐξέδειρε μαχαίρᾳ, κἀμοῦ ξυλλαμβάνοντος ὅσον οἷός τε ἦν, καὶ τῶν σκελῶν ἀποτεμὼν τὰ ὀπίσθια ἐκόμιζεν ἅμα τῷ δέρματι.παρεκάλει δὲ κἀμὲ συνακολουθεῖν καὶ συνεστιᾶσθαι τῶν κρεῶν: εἶναι δὲ οὐ μακρὰν τὴν οἴκησιν. [6] ἔπειτα ἕωθεν παρ᾽ ἡμῖν, ἔφη, κοιμηθεὶς ἥξεις ἐπὶ τὴν θάλατταν, ὡς τά γε νῦν οὐκ ἔστι πλόϊμα. καὶ μὴ τοῦτο, εἶπε, φοβηθῇς. βουλοίμην δ᾽ ἂν ἔγωγε καὶ μετὰ πέντε ἡμέρας λῆξαι τὸν ἄνεμον: ἀλλ᾽ οὐ ῥᾴδιον, ε�
��πεν,ὅταν οὕτως πιεσθῇ τὰ ἄκρα τῆς Εὐβοίας ὑπὸ τῶν νεφῶν ὥς γε νῦν κατειλημμένα ὁρᾷς. καὶ ἅμα ἠρώτα με ὁπόθεν δὴ καὶ ὅπως ἐκεῖ κατηνέχθην, καὶ εἰ μὴ διεφθάρη τὸ πλοῖον. μικρὸν ἦν παντελῶς, [p. 191] ἔφην, ἁλιέων τινῶν περαιουμένων, κἀγὼ μόνος ξυνέπλεον ὑπὸ σπουδῆς τινος. διεφθάρη δ᾽ ὅμως ἐπὶ τὴν γῆν ἐκπεσόν. [7] οὔκουν ῥᾴδιον, ἔφη, ἄλλως: ὅρα γὰρ ὡς ἄγρια καὶ σκληρὰ τῆς νήσου τὰ πρὸς τὸ πέλαγος. ταῦτ᾽, εἶπεν, ἐστὶ τὰ κοῖλα τῆς Εὐβοίας λεγόμενα, ὅπου κατενεχθεῖσα ναῦς οὐκ ἂν ἔτι σωθείη: σπανίως δὲ σῴζονται καὶ τῶν ἀνθρώπων τινές, εἰ μὴ ἄρα, ὥσπερ ὑμεῖς, ἐλαφροὶ παντελῶς πλέοντες. ἀλλ᾽ ἴθι καὶ μηδὲν δείσῃς. νῦν μὲν ἐκ τῆς κακοπαθείας ἀνακτήσῃ σαυτόν: εἰς αὔριον δέ, ὅ τι ἂν ᾖ δυνατόν, ἐπιμελησόμεθα ὅπως σωθῇς, ἐπειδή σε ἔγνωμεν ἅπαξ. [8] δοκεῖς δέ μοι τῶν ἀστικῶν εἶναί τις, οὐ ναύτης οὐδ᾽ ἐργάτης, ἀλλὰ πολλήν τινα ἀσθένειαν τοῦ σώματος ἀσθενεῖν ἔοικας ἀπὸ τῆς ἰσχνότητος. ἐγὼ δὲ ἄσμενος ἠκολούθουν: οὐ γὰρ ἐπιβουλευθῆναί ποτε ἔδεισα, οὐδὲν ἔχων ἢ φαῦλον ἱμάτιον. [9] καὶ πολλάκις μὲν δὴ καὶ ἄλλοτε ἐπειράθην ἐν τοῖς τοιούτοις καιροῖς, ἅτε ἐν ἄλῃ συνεχεῖ, ἀτὰρ οὖν δὴ καὶ τότε ὡς ἔστι πενία χρῆμα τῷ ὄντι ἱερὸν καὶ ἄσυλον, καὶ οὐδεὶς ἀδικεῖ, πολύ γε ἧττον ἢ τοὺς τὰ κηρύκεια ἔχοντας: [10] ὡς δὴ καὶ τότε θαρρῶν εἱπόμην. ἦν δὲ σχεδόν τι περὶ τετταράκοντα στάδια πρὸς τὸ χωρίον. ὡς οὖν ἐβαδίζομεν, διηγεῖτό μοι κατὰ τὴν ὁδὸν τὰ αὑτοῦ πράγματα καὶ τὸν βίον ὃν ἔζη μετὰ γυναικὸς αὐτοῦ καὶ παίδων. ἡμεῖς γάρ, ἔφη, δύο ἐσμέν, ὦ ξένε, τὸν αὐτὸν οἰκοῦντες τόπον. ἔχομεν δὲ γυναῖκας ἀλλήλων ἀδελφὰς καὶ παῖδας ἐξ αὐτῶν υἱοὺς καὶ θυγατέρας. [11] ζῶμεν δὲ ἀπὸ θήρας ὡς τὸ πολύ, μικρόν τι τῆς γῆς ἐπεργαζόμενοι. τὸ γὰρ χωρίον οὐκ ἔστιν ἡμέτερον, οὔτε πατρῷον οὔτε ἡμεῖς ἐκτησάμεθα, ἀλλὰ ἦσαν οἱ πατέρες ἡμῶν ἐλεύθεροι μέν, πένητες δὲ οὐχ ἧττον ἡμῶν, μισθοῦ βουκόλοι, βοῦς νέμοντες ἀνδρὸς μακαρίου τῶν ἐνθένδε τινὸς ἐκ τῆς νήσου, πολλὰς μὲν ἀγέλας καὶ ἵππων καὶ βοῶν κεκτημένου, πολλὰς δὲ ποίμνας, πολλοὺς δὲ καὶ καλοὺς ἀγρούς, πολλὰ δὲ ἄλλα χρήματα, ξύμπαντα δὲ ταῦτα τὰ ὄρη. [12] οὗ δὴ ἀποθανόντος καὶ τῆς οὐσίας δημευθείσης: φασὶ δὲ καὶ αὐτὸν ἀπολέσθαι διὰ τὰ χρήματα ὑπὸ τοῦ βασιλέως: τὴν μὲν ἀγέλην εὐθὺς ἀπήλασαν, ὥστε κατακόψαι, πρὸς δὲ τῇ [p. 192] ἀγέλῃ καὶ τὰ ἡμέτερα ἄττα βοίδια, καὶ τὸν μισθὸν οὐδεὶς ἀποδέδωκε. [13] τότε μὲν δὴ ἐξ ἀνάγκης αὐτοῦ κατεμείναμεν, οὗπερ ἐτύχομεν τὰς βοῦς ἔχοντες καί τινας σκηνὰς πεποιημένοι καὶ αὐλὴν διὰ ξύλων οὐ μεγάλην οὐδὲ ἰσχυράν, μόσχων ἕνεκεν, ὡς ἂν οἶμαι πρὸς αὐτό που τὸ θέρος. τοῦ μὲν γὰρ χειμῶνος ἐν τοῖς πεδίοισἐνέμομεν, νομὴν ἱκανὴν ἔχοντες καὶ πολὺν χιλὸν ἀποκείμενον: τοῦ δὲ θέρους ἀπηλαύνομεν εἰς τὰ ὄρη. μάλιστα δ᾽ ἐν τούτῳ τῷ τόπῳ [14] σταθμὸν ἐποιοῦντο: τό τε γὰρ χωρίον ἀπόρρυτον ἑκατέρωθεν, φάραγξ βαθεῖα καὶ σύσκιος, καὶ διὰ μέσου ποταμὸς οὐ τραχύς, ἀλλ᾽ ὡς ῥᾷστος ἐμβῆναι καὶ βουσὶ καὶ μόσχοις, τὸ δὲ ὕδωρ πολὺκαὶ καθαρόν, ἅτε τῆς πηγῆς ἐγγὺς ἀναδιδούσης, καὶ πνεῦμα τοῦ θέρους ἀεὶ διαπνέον διὰ τῆς φάραγγος: οἵ τε περικείμενοι δρυμοὶ μαλακοὶ καὶ κατάρρυτοι, ἥκιστα μὲν οἶστρον τρέφοντες, ἥκιστα δὲ ἄλλην τινὰ βλάβην βουσί. [15] πολλοὶ δὲ καὶ πάγκαλοι λειμῶνες ὑπὸ ὑψηλοῖς τε καὶ ἀραιοῖς δένδρεσιν ἀνειμένοι, καὶ πάντα μεστὰβοτάνης εὐθαλοῦς δι᾽ ὅλου τοῦ θέρους, ὥστε μὴ πολὺν πλανᾶσθαι τόπον. ὧν δὴ ἕνεκα συνήθως ἐκεῖ καθίστασαν τὴν ἀγέλην: καὶ τότε ἔμειναν ἐν ταῖς σκηναῖς, μέχρι ἂν εὕρωσι μισθόν τινα ἢ ἔργον, καὶ διετράφησαν ἀπὸ χωρίου μικροῦ παντελῶς, ὃ ἔτυχον εἰργασμένοι πλησίον τοῦ σταθμοῦ. τοῦτό τε ἐπήρκεσεν αὐτοῖς ἱκανῶς,ἅτε κόπρου πολλῆς ἐνούσης. [16] καὶ σχολὴν ἄγοντες ἀπὸ τῶν βοῶν πρὸς θήραν ἐτράπησαν, τὸ μὲν αὐτοί, τὸ δὲ καὶ μετὰ κυνῶν. δύο γὰρ τῶν ἑπομένων ταῖς βουσίν, ὡς δὴ μακρὰν ἦσαν οὐχ ὁρῶντες τοὺς νομεῖς, ὑπέστρεψαν ἐπὶ τὸν τόπον καταλιπόντες τὴν ἀγέλην. οὗτοι τὸ μὲν πρῶτον συνηκολούθουν αὐτοῖς, ὥσπερ ἐπ᾽ ἄλλο τι: καὶ τοὺς μὲν λύκους ὁπότε ἴδοιεν, ἐδίωκον μέχρι τινός, συῶν δὲ ἢ ἐλάφων οὐδὲν αὐτοῖς ἔμελεν. [17] εἰ δέ ποτε ἴδοιεν τῶν ἀνθρώπων τινα ὀψὲ καὶ πρῴ, συνιστάμενοι ὑλάκτουν τε καὶ ἤμυνον, ὥσπερ ἂν εἰ πρὸς ἄνθρωπον ἐμάχοντο. γευόμενοι δὲ τοῦ αἵματος καὶ συῶν [p. 193] καὶ ἐλάφων καὶ τῶν κρεῶν πολλάκις ἐσθίοντες, ὀψὲ μεταμανθάνοντες κρέασιν ἀντὶ μάζης ἥδεσθαι, τῶν μὲν ἐμπιμπλάμενοι, εἴ ποτε ἁλοίη τι σίτου, ὁπότε δὲ μή, πεινῶντες, μᾶλλον ἤδη τῷ τοιούτῳ προσεῖχον, καὶ τὸ φαινόμενον ἐδίωκον πᾶν ὁμοίως, καὶ ὀσμῆς ἁμῃγέπῃ καὶ ἴχνους ᾐσθάνοντο, καὶ ἀπέβησαν ἀντὶ βουκόλων τοιοῦτοί τινες ὀψιμαθεῖς καὶ βραδύτεροι θηρευταί. [18] χειμῶνος δὲ ἐπελθόντος ἔργον μὲν οὐδὲν ἦν πεφηνὸς αὐτοῖς, οὔτε εἰς ἄστυ καταβᾶσιν οὔτε εἰς κώμην τινά: φραξάμενοι δὲ τὰς σκηνὰς ἐπιμελέστερον καὶ τὴν αὐλὴν πυκνοτέραν ποιήσαντες, οὕτως διεγένοντο, καὶ τὸ χωρίον ἐκεῖνο πᾶν εἰργάσαντο, καὶ τῆς θήρας ἡ χειμερινὴ ῥᾴων ἐγίγνετο. [19] τὰ γὰρ ἴχνη φανερώτερα, ὡς ἂν ἐν ὑγρῷ τῷ ἐδά
φει σημαινόμενα: ἡ δὲ χιὼν καὶ πάνυ τηλαυγῆ παρέχει, ὥστε οὐδὲν δεῖ ζητοῦντα πράγματα ἔχειν, ὥσπερ ὁδοῦ φερούσης ἐπ᾽ αὐτά, καὶ τὰ θηρία μᾶλλόν τι ὑπομένει ὀκνοῦντα: ἔστι δ᾽ ἔτι καὶ λαγὼς καὶ δορκάδας ἐν ταῖς εὐναῖς καταλαμβάνειν. [20] οὕτως δὴ τὸ ἀπ᾽ ἐκείνου διέμειναν, οὐδὲν ἔτι προσδεηθέντες ἄλλου βίου. καὶ ἡμῖν συνέζευξαν γυναῖκας τοῖς ἀλλήλων υἱέσιν ἑκάτερος τὴν αὑτοῦ θυγατέρα. τεθνήκασι δὲ ἀμφότεροι πέρυσι σχεδόν, τὰ μὲν ἔτη πολλὰ λέγοντες ἃ βεβιώκεσαν, ἰσχυροὶ δὲ ἔτι καὶ νέοι καὶ γενναῖοι τὰ σώματα. τῶν δὲ μητέρων ἡ ἐμὴ περίεστιν. [21] ὁ μὲν οὖν ἕτερος ἡμῶν οὐδεπώποτε εἰς πόλιν κατέβη, πεντήκοντα ἔτη γεγονώς: ἐγὼ δὲ δὶς μόνον, ἅπαξ μὲν ἔτι παῖς μετὰ τοῦ πατρός, ὁπηνίκα τὴν ἀγέλην εἴχομεν. ὕστερον δὲ ἧκέ τις ἀργύριον αἰτῶν, ὥσπερ ἔχοντάς τι, κελεύων ἀκολουθεῖν εἰς τὴν πόλιν. ἡμῖν δὲ ἀργύριον μὲν οὐκ ἦν, ἀλλ᾽ ἀπωμοσάμην μὴ ἔχειν: εἰ δὲ μή, [22] δεδωκέναι ἄν. ἐξενίσαμεν δὲ αὐτὸν ὡς ἠδυνάμεθα κάλλιστα καὶ δύο ἐλάφεια δέρματα ἐδώκαμεν: κἀγὼ ἠκολούθησα εἰς τὴν πόλιν. ἔφη γὰρ ἀνάγκην εἶναι τὸν ἕτερον ἐλθεῖν καὶ διδάξαι περὶ τούτων. εἶδον οὖν, οἷα καὶ πρότερον, οἰκίας πολλὰς καὶ μεγάλας καὶ τεῖχος ἔξωθεν καρτερὸν καὶ οἰκήματά τινα ὑψηλὰ καὶ τετράγωνα [p. 194] ἐν τῷ τείχει, τοὺς πύργους καὶ πλοῖα πολλὰ ὁρμοῦντα ὥσπερ ἐν λίμνῃ ἐν τῷ λιμένι κατὰ πολλὴν ἡσυχίαν. [23] τοῦτο δὲ ἐνθάδε οὐκ ἔστιν οὐδαμοῦ, ὅπου κατηνέχθης: καὶ διὰ τοῦτο αἱ νῆες ἀπόλλυνται. ταῦτα οὖν ἑώρων καὶ πολὺν ὄχλον ἐν ταὐτῷ συνειργμένον καὶ θόρυβον ἀμήχανον καὶ κραυγήν: ὥστε ἐμοὶ ἐδόκουν πάντεσμάχεσθαι ἀλλήλοις. ἄγει οὖν με πρός τινας ἄρχοντας, καὶ εἶπε γελῶν, Οὗτός ἐστιν ἐφ᾽ ὅν με ἐπέμψατε. ἔχει δὲ οὐδὲν εἰ μή γε τὴν κόμην καὶ σκηνὴν μάλα ἰσχυρᾶν ξύλων. [24] οἱ δὲ ἄρχοντες εἰς τὸ θέατρον ἐβάδιζον, κἀγὼ σὺν αὐτοῖς. τὸ δὲ θέατρόν ἐστιν ὥσπερ φάραγξ κοῖλον, πλὴν οὐ μακρὸν ἑκατέρωθεν, ἀλλὰ στρογγύλον ἐξἡμίσους, οὐκ αὐτόματον, ἀλλ᾽ ᾠκοδομημένον λίθοις. ἴσως δέ μου καταγελᾷς, ὅτι σοι διηγοῦμαι σαφῶς εἰδότι ταῦτα. πρᾶτον μὲν οὖν πολύν τινα χρόνον ἄλλα τινὰ ἔπραττεν ὁ ὄχλος, καὶ ἐβόων ποτὲ μὲν πρᾴως καὶ ἱλαροὶ πάντες, ἐπαινοῦντές τινας, ποτὲ δὲ σφόδρα καὶ ὀργίλως. [25] ἦν δὲ τοῦτο χαλεπὸν τὸ τῆς ὀργῆς αὐτᾶν:καὶ τοὺς ἀνθρώπους εὐθὺς ἐξέπληττον οἷς ἀνέκραγον ὥστε οἱ μὲν αἰτῶν περιτρέχοντες ἐδέοντο, οἱ δὲ τὰ ἱμάτια ἐρρίπτουν ὑπὸ τοῦ φόβου. ἐγὼ δὲ καὶ αὐτὸς ἅπαξ ὀλίγου κατέπεσον ὑπὸ τῆς κραυγῆς, [26] ὥσπερ κλύδωνος ἐξαίφνης ἢ βροντῆς ἐπιρραγείσης. ἄλλοι δέ τινες ἄνθρωποι παριόντες, οἱ δ᾽ ἐκ μέσων ἀνιστάμενοι, διελέγοντο πρὸς τὸ πλῆθος, οἱ μὲν ὀλίγα ῥήματα, οἱ δὲ πολλοὺς λόγους. καὶ τᾶν μὲν ἤκουον πολύν τινα χρόνον, τοῖς δὲ ἐχαλέπαινον εὐθὺς φθεγξαμένοις καὶ οὐδὲ γρύζειν ἐπέτρεπον. ἐπεὶ δὲ καθέστασάν ποτε καὶ ἡσυχία ἐγένετο, παρήγαγον κἀμέ. [27] καὶ εἶπέ τις, Οὗτός ἐστιν, ὦ ἄνδρες, τῶν καρπουμένων τὴν δημοσίαν γῆν πολλὰ ἔτηοὐ μόνον αὐτός, ἀλλὰ καὶ ὁ πατὴρ αὐτοῦ πρότερον, καὶ κατανέμουσι τὰ ἡμέτερα ὄρη καὶ γεωργοῦσι καὶ θηρεύουσι καὶ οἰκίας ἐνῳκοδομήκασι καὶ ἀμπέλους ἐμπεφυτεύκασι πολλὰς καὶ ἄλλα πολλὰ ἔχουσιν ἀγαθά, οὔτε τιμὴν καταβαλόντες οὐδενὶ τῆς γῆς οὔτε δωρεὰν παρὰ τοῦ δήμου λαβόντες. [28] ὑπὲρ τίνος γὰρ ἂν καὶ ἔλαβον;[p. 195] ἔχοντες δὲ τὰ ἡμέτερα καὶ πλουτοῦντες οὔτε λειτουργίαν πώποτε ἐλειτούργησαν οὐδεμίαν οὔτε μοῖράν τινα ὑποτελοῦσι τᾶν γιγνομένων, ἀλλ᾽ ἀτελεῖς καὶ ἀλειτούργητοι διατελοῦσιν, ὥσπερ εὐεργέται τῆς πόλεως. οἶμαι δέ, ἔφη, μηδὲ ἐληλυθέναι πώποτε αὐτοὺς ἐνθάδε. [29] κἀγὼ ἀνένευσα. ὁ δὲ ὄχλος ἐγέλασεν, ὡς εἶδε. καὶ ὁ λέγων ἐκεῖνος ὠργίσθη ἐπὶ τῷ γέλωτι καί μοι ἐλοιδορεῖτο. ἔπειτα ἐπιστρέψας, Εἰ οὖν, ἔφη, δοκεῖ ταῦτα οὕτως, οὐκ ἂν φθάνοιμεν ἅπαντες τὰ κοινὰ διαρπάσαντες, οἱ μὲν τὰ χρήματα τῆς πόλεως, ὥσπερ ἀμέλει καὶ νῦν ποιοῦσί τινες, οἱ δὲ τὴν χώραν κατανειμάμενοι μὴ πείσαντες ὑμᾶς, ἐὰν ἐπιτρέψητε τοῖς θηρίοις τούτοις προῖκα ἔχειν πλέον ἢ χίλια πλέθρα γῆς τῆς ἀρίστης, ὅθεν ὑμῖν ἔστι τρεῖς χοίνικας Ἀττικὰς σίτου λαμβάνειν κατ᾽ ἄνδρα. [30] ἐγὼ δὲ ἀκούσας ἐγέλασα ὅσον ἐδυνάμην μέγιστον. τὸ δὲ πλῆθος οὐκέτ᾽ ἐγέλων, ὥσπερ πρότερον, ἀλλ᾽ ἐθορύβουν. ὁ δὲ ἄνθρωπος ὁ ῥήτωρ ἐχαλέπαινε, καὶ δεινὸν ἐμβλέψας εἰς ἐμὲ εἶπεν, ὁρᾶτε τὴν εἰρωνείαν καὶ τὴν ὕβριν τοῦ καθάρματος, ὡς καταγελᾷ πάνυ θρασέως; ὃν ἀπάγειν ὀλίγου δέω καὶ τὸν κοινωνὸν αὐτοῦ — πυνθάνομαι γὰρ δύο εἶναι τοὺς κορυφαίους τῶν κατειληφότων ἅπασαν [31] σχεδὸν τὴν ἐν τοῖς ὄρεσι χώραν — οἶμαι γὰρ αὐτοὺς μηδὲ τῶν ναυαγίων ἀπέχεσθαι τῶν ἑκάστοτε ἐκπιπτόντων, ὑπὲρ αὐτὰς σχεδόν τι τὰς Καφηρίδας οἰκοῦντας. πόθεν γὰρ οὕτως πολυτελεῖς ἀγρούς, μᾶλλον δὲ ὅλας κώμας κατεσκευάσαντο καὶ τοσοῦτον πλῆθος βοσκημάτων καὶ ζεύγη καὶ ἀνδράποδα; [32] καὶ ὑμεῖς δὲ ἴσως ὁρᾶτε αὐτοῦ τὴν ἐξωμίδα ὡς φαύλη, καὶ τὸ δέρμα, ὃ ἐλήλυθε δεῦρο ἐναψάμενος τῆς ὑμετέρας ἕνεκεν ἀπάτης, ὡς πτωχὸς δῆλον ὅτι καὶ οὐδὲν ἔχων. ἐγὼ μὲν γάρ, ἔφη, βλέπων αὐτὸν μικροῦ δέδοικα, ὥσπε�
� οἶμαι τὸν Ναύπλιον ὁρῶν ἀπὸ τοῦ Καφηρέως ἥκοντα. καὶ γὰρ οἶμαι πυρσεύειν αὐτὸν ἀπὸ τῶν ἄκρων τοῖς πλέουσιν, ὅπως ἐκπίπτωσιν εἰς τὰς πέτρας. [33] ταῦτα δὲ ἐκείνου λέγοντος καὶ πολλὰ πρὸς τούτοις, ὁ μὲν ὄχλος ἠγριοῦτο: ἐγὼ δὲ ἠπόρουν καὶ ἐδεδοίκειν μή τί με ἐργάσωνται κακόν. παρελθὼν δὲ ἄλλος τις, ὡς ἐφαίνετο, ἐπιεικὴς ἄνθρωπος ἀπό [p. 196] τε τῶν λόγων οὓς εἶπε καὶ ἀπὸ τοῦ σχήματος πρῶτον μὲν ἠξίου σιωπῆσαι τὸ πλῆθος: καὶ ἐσιώπησαν: ἔπειτα εἶπε τῇ φωνῇ πρᾴως ὅτι οὐδὲν ἀδικοῦσιν οἱ τὴν ἀργὸν τῆς χώρας ἐργαζόμενοι καὶ κατασκευάζοντες, [34] ἀλλὰ τοὐναντίον ἐπαίνου δικαίως ἂν τυγχάνοιεν: καὶ δεῖ μὴ τοῖς οἰκοδομοῦσι καὶ φυτεύουσι τὴν δημοσίαν γῆν χαλεπῶς ἔχειν,ἀλλὰ τοῖς καταφθείρουσιν. ἐπεὶ καὶ νῦν, ἔφη, ὦ ἄνδρες, σχεδόν τι τὰ δύο μέρη τῆς χώρας ἡμῶν ἔρημά ἐστι δι᾽ ἀμέλειάν τε καὶ ὀλιγανθρωπίαν. κἀγὼ πολλὰ κέκτημαι πλέθρα, ὥσπερ οἶμαι καὶ ἄλλος τις, οὐ μόνον ἐν τοῖς ὄρεσιν, ἀλλὰ καὶ ἐν τοῖς πεδινοῖς, ἃ εἴ τις ἐθέλοι γεωργεῖν, οὐ μόνον ἂν προῖκα δοίην, ἀλλὰ καὶ ἀργύριον [35] ἡδέως προστελέσαιμι. δῆλον γὰρ ὡς ἐμοὶ πλέονος ἀξία γίγνεται, καὶ ἅμα ἡδὺ ὅραμα χώρα οἰκουμένη καὶ ἐνεργός: ἡ δ᾽ ἔρημος οὐ μόνον ἀνωφελὲς κτῆμα τοῖς ἔχουσιν, ἀλλὰ καὶ σφόδρα ἐλεεινόν τε καὶ δυστυχίαν τινὰ κατηγοροῦν τῶν δεσποτῶν. [36] ὥστε μοι δοκεῖ μᾶλλον ἑτέρους προτρέπειν, ὅσους ἂν δύνησθε τῶν πολιτῶν, ἐργάζεσθαιτῆς δημοσίας γῆς ἀπολαβόντας, τοὺς μὲν ἀφορμήν τινα ἔχοντας πλείω, τοὺς δὲ πένητας, ὅσην ἂν ἕκαστος ᾖ δυνατός, ἵνα ὑμῖν ἥ τε χώρα ἐνεργὸς ᾖ καὶ τῶν πολιτῶν οἱ θέλοντες δύο τῶν μεγίστων ἀπηλλαγμένοι κακῶν, ἀργίας καὶ πενίας. [37] ἐπὶ δέκα μὲν οὖν ἔτη προῖκα ἐχόντων: μετὰ δὲ τοῦτον τὸν χρόνον ταξάμενοι μοῖρανὀλίγην παρεχέτωσαν ἀπὸ τῶν καρπῶν, ἀπὸ δὲ τῶν βοσκημάτων μηδέν. ἐὰν δέ τις ξένος γεωργῇ, πέντε ἔτη καὶ οὗτοι μηδὲν ὑποτελούντων, ὕστερον δὲ διπλάσιον ἢ οἱ πολῖται. ὃς δὲ ἂν ἐξεργάσηται τῶν ξένων διακόσια πλέθρα, πολίτην αὐτὸν εἶναι, ἵνα ὡς πλεῖστοι ὦσιν οἱ προθυμούμενοι. [38] ἐπεὶ νῦν γε καὶ τὰ πρὸ τῶνπυλῶν ἄγρια παντελῶς ἐστι καὶ αἰσχρὰ δεινῶς, ὥσπερ ἐν ἐρημίᾳ τῇ βαθυτάτῃ, οὐχ ὡς προάστιον πόλεως: τὰ δέ γε ἐντὸς τείχους σπείρεται τὰ πλεῖστα καὶ κατανέμεται. οὐκοῦν ἄξιον, ἔφη, θαυμάσαι τῶν ῥητόρων, ὅτι τοὺς μὲν ἐπὶ τῷ Καφηρεῖ φιλεργοῦντας ἐν τοῖς ἐσχάτοις τῆς Εὐβοίας συκοφαντοῦσι, τοὺς δὲ τὸ γυμνάσιονγεωργοῦντας καὶ τὴν ἀγορὰν κατανέμοντας οὐδὲν οἴονται ποιεῖν [p. 197] [39] δεινόν. βλέπετε γὰρ αὐτοὶ δήπουθεν ὅτι τὸ γυμνάσιον ὑμῖν ἄρουραν πεποιήκασιν, ὥστε τὸν Ἡρακλέα καὶ ἄλλους ἀνδριάντας συχνοὺς ὑπὸ τοῦ θέρους ἀποκεκρύφθαι, τοὺς μὲν ἡρώων, τοὺς δὲ θεῶν: καὶ ὅτι καθ᾽ ἡμέραν τὰ τοῦ ῥήτορος τούτου πρόβατα ἕωθεν εἰς τὴν ἀγορὰν ἐμβάλλει καὶ κατανέμεται τὰ περὶ τὸ βουλευτήριον καὶ τὰ ἀρχεῖα: ὥστε τοὺς πρῶτον ἐπιδημήσαντας ξένους τοὺς μὲν καταγελᾶν τῆς πόλεως, τοὺς δὲ οἰκτίρειν αὐτήν. πάλιν οὖν ταῦτα ἀκούσαντες ὠργίζοντο πρὸς ἐκεῖνον καὶ ἐθορύβουν. [40] καὶ τοιαῦτα ποιῶν τοὺς ταλαιπώρους ἰδιώτας οἴεται δεῖν ἀπαγαγεῖν, ἵνα δῆλον ὅτι μηδεὶς ἐργάζηται τὸ λοιπόν, ἀλλ᾽ οἱ μὲν ἔξω λῃστεύωσιν, οἱ δ᾽ ἐν τῇ πόλει λωποδυτῶσιν. ἐμοὶ δέ, ἔφη, δοκεῖ τούτους ἐᾶν ἐφ᾽ οἷς αὐτοὶ πεποιήκασιν, ὑποτελοῦντας τὸ λοιπὸν ὅσον μέτριον, περὶ δὲ τῶν ἔμπροσθεν προσόδων συγγνῶναι αὐτοῖς, ὅτι ἔρημον καὶ ἀχρεῖον γεωργήσοντες τὴν γῆν κατελάβοντο. ἐὰν δὲ τιμὴν θέλωσι καταβαλεῖν τοῦ χωρίου, ἀποδόσθαι αὐτοῖς ἐλάττονος ἢ ἄλλοις. [41] εἰπόντος δὲ αὐτοῦ τοιαῦτα, πάλιν ὁ ἐξ ἀρχῆς ἐκεῖνος ἀντέλεγεν, καὶ ἐλοιδοροῦντο ἐπὶ πολύ. τέλος δὲ καὶ ἐμὲ ἐκέλευον εἰπεῖν ὅ, τι βούλομαι. καὶ τί με, ἔφην, δεῖ λέγειν; πρὸς τὰ εἰρημένα, εἶπέ τις τῶν καθημένων. οὐκοῦν λέγω, ἔφην, ὅτι οὐθὲν ἀληθές ἐστιν ὧν εἴρηκεν. [42] ἐγὼ μὲν, ὦ ἄνδρες, ἐνύπνια ᾤμην, ἔφην, ὁρᾶν, ἀγροὺς καὶ κώμας καὶ τοιαῦτα φλυαροῦντος. ἡμεῖς δὲ οὔτε κώμην ἔχομεν οὔτε ἵππους οὔτε ὄνους οὔτε βοῦς. εἴθε γὰρ ἦν ἔχειν ἡμᾶς ὅσα οὗτος ἔλεγεν ἀγαθά, ἵνα καὶ ὑμῖν ἐδώκαμεν καὶ αὐτοὶ τῶν μακαρίων ἦμεν. καὶ τὰ νῦν δὲ ὄντα ἡμῖν ἱκανά ἐστιν, ἐξ ὧν εἴ τι βούλεσθε λάβετε: κἂν πάντα ἐθέλητε, ἡμεῖς ἕτερα κτησόμεθα. ἐπὶ τούτῳ δὲ τῷ λόγῳ ἐπῄνεσαν. [43] εἶτα ἐπηρώτα με ὁ ἄρχων τί δυνησόμεθα δοῦναι τῷ δήμῳ; κἀγώ, Τέσσαρα, ἔφην, ἐλάφεια δέρματα πάνυ καλά. οἱ δὲ πολλοὶ αὐτῶν ἐγέλασαν. ὁ δὲ ἄρχων ἠγανάκτησε πρός με. τὰ γὰρ ἄρκεια, ἔφην, σκληρά ἐστιν καὶ τὰ τράγεια οὐκ ἄξια τούτων, ἄλλα δὲ παλαιά, τὰ δὲ μικρὰ αὐτῶν: εἰ δὲ βούλεσθε, κἀκεῖνα [p. 198] λάβετε. πάλιν οὖν ἠγανάκτει καὶ ἔφη με ἄγροικον εἶναι παντελῶς. [44] κἀγώ, Πάλιν, εἶπον, αὖ καὶ σὺ ἀγροὺς λέγεις; οὐκ ἀκούεις ὅτι ἀγροὺς οὐκ ἔχομεν; ὁ δὲ ἠρώτα με εἰ τάλαντον ἑκάτερος Ἀττικὸν δοῦναι θέλοιμεν. ἐγὼ δὲ εἶπον, Οὐχ ἵσταμεν τὰ κρέα ἡμεῖς: ἃ δ᾽ ἂν ᾖ, δίδομεν. ἔστι δὲ ὀλίγα ἐν ἁλσί, τἄλλα δ᾽ ἐντῷ καπνῷ ξηρά, οὐ πολὺ ἐκείνων χείρω, σκελίδες ὑῶν καὶ ἐλάφειοι καὶ ἄλλα γενναῖα κρέα. [45] ἐνταῦθα δὴ ἐθορύβουν καὶ ψεύδεσθαί με ἔφασαν. ὁ δὲ ἠρώτα με εἰ σῖ�
�ον ἔχομεν καὶ πόσον τινά. εἶπον τὸν ὄντα ἀληθῶς: δύο, ἔφην, μεδίμνους πυρῶν καὶ τέτταρας κριθῶν καὶ τοσούτους κέγχρων, κυάμων δὲ ἡμίεκτον: οὐ γὰρ ἐγένοντο τῆτες. τοὺς μὲν οὖν πυροὺς καὶ τὰς κριθάς, ἔφην, ὑμεῖς λάβετε, τὰς δὲ κέγχρους ἡμῖν ἄφετε. εἰ δὲ κέγχρων δεῖσθε, καὶ ταύτας λάβετε. [46] οὐδὲ οἶνον ποιεῖτε; ἄλλος τις ἠρώτησεν. ποιοῦμεν, εἶπον. ἂν οὖν τις ὑμῶν ἀφίκηται, δώσομεν: ὅπως δὲ ἥξει φέρων ἀσκόν τινα: ἡμεῖς γὰρ οὐκ ἔχομεν. πόσαι γάρ τινές εἰσιν ὑμῖν ἄμπελοι; Δύομέν, ἔφην, αἱ πρὸ τῶν θυρῶν, ἔσω δὲ τῆς αὐλῆς εἴκοσι: καὶ τοῦ ποταμοῦ πέραν ἃς ἔναγχος ἐφυτεύσαμεν, ἕτεραι τοσαῦται: εἰσὶ δὲ γενναῖαι σφόδρα καὶ τοὺς βότρυς φέρουσι μεγάλους, ὅταν οἱ παριόντες ἐπαφῶσιν αὐτούς. [47] ἵνα δὲ μὴ πράγματα ἔχητε καθ᾽ ἕκαστον ἐρωτῶντες, ἐρῶ καὶ τἄλλα ἅ ἐστιν ἡμῖν: αἶγες ὀκτὼ θήλειαι, βοῦσκολοβή, μοσχάριον ἐξ αὐτῆς πάνυ καλόν, δρέπανα τέτταρα, δίκελλαι τέτταρες, λόγχαι τρεῖς, μάχαιραν ἡμῶν ἑκάτερος κέκτηται πρὸς τὰ θηρία. τὰ δὲ κεράμια σκεύη τί ἂν λέγοι τις; καὶ γυναῖκες ἡμῖν εἰσι καὶ τούτων τέκνα. οἰκοῦμεν δὲ ἐν δυσὶ σκηναῖς καλαῖς: καὶ τρίτην ἔχομεν, οὗ κεῖται τὸ σιτάριον καὶ τὰ δέρματα. νὴ Δία,εἶπεν ὁ ῥήτωρ, ὅπου καὶ τὸ ἀργύριον ἴσως κατορύττετε. [48] οὐκοῦν, ἔφην, ἀνάσκαψον ἐλθών, ὦ μῶρε. τίς δὲ κατορύττει ἀργύριον; οὐ γὰρ δὴ φύεταί γε. ἐνταῦθα πάντες ἐγέλων, ἐκείνου μοι δοκεῖν καταγελάσαντες. ταῦτα ἔστιν ἡμῖν: εἰ οὖν καὶ πάντα θέλετε, ἡμεῖς ἑκόντες ὑμῖν χαριζόμεθα, καὶ οὐδὲν ὑμᾶς ἀφαιρεῖσθαι [49] δεῖ πρὸς βίαν ὥσπερ ἀλλοτρίων ἢ πονηρῶν: ἐπεί τοι καὶ πολῖται [p. 199] τῆς πόλεώς ἐσμεν, ὡς ἐγὼ τοῦ πατρὸς ἤκουον. καί ποτε ἐκεῖνος δεῦρο ἀφικόμενος, ἐπιτυχὼν ἀργυρίῳ διδομένῳ, καὶ αὐτὸς ἔλαβεν ἐν τοῖς πολίταις. οὐκοῦν καὶ τρέφομεν ὑμετέρους πολίτας τοὺς παῖδας. κἄν ποτε δέησθε, βοηθήσουσιν ὑμῖν πρὸς λῃστὰς ἢ πρὸς πολεμίους. νῦν μὲν οὖν εἰρήνη ἐστίν: ἐὰν δέ ποτε συμβῇ καιρὸς τοιοῦτος, εὔξεσθε τοὺς πολλοὺς φανῆναι ὁμοίους ἡμῖν. μὴ γὰρ δὴ τοῦτόν γε τὸν ῥήτορα νομίζετε μαχεῖσθαι τότε περὶ ὑμῶν, εἰ [50] μή γε λοιδορούμενον ὥσπερ τὰς γυναῖκας. τῶν μέντοι κρεῶν καὶ τῶν δερμάτων, ὅταν γέ τοί ποτε ἕλωμεν θηρίον, μοῖραν δώσομεν: μόνον πέμπετε τὸν ληψόμενον. ἐὰν δὲ κελεύσητε καθελεῖν τὰς σκηνάς, εἴ τι βλάπτουσι, καθελοῦμεν. ἀλλ᾽ ὅπως δώσετε ἡμῖν ἐνθάδε οἰκίαν: ἢ πῶς ὑπενεγκεῖν δυνησόμεθα τοῦ χειμῶνος; ἔστι δ᾽ ὑμῖν οἰκήματα πολλὰ ἐντὸς τοῦ τείχους, ἐν οἷς οὐδεὶς οἰκεῖ: τούτων ἡμῖν ἓν ἀρκέσει. εἰ δὲ οὐκ ἐνθάδε ζῶμεν οὐδὲ πρὸς τῇ στενοχωρίᾳ τοσούτων ἀνθρώπων ἐν ταὐτῷ διαγόντων καὶ ἡμεῖς ἐνοχλοῦμεν, [51] οὐ δήπου διά γε τοῦτο μετοικίζεσθαι ἄξιοί ἐσμεν. ὃ δὲ ἐτόλμησεν εἰπεῖν περὶ τῶν ναυαγίων, πρᾶγμα οὕτως ἀνόσιον καὶ πονηρόν: τοῦτο γὰρ μικροῦ ἐξελαθόμην εἰπεῖν ὃ πάντων πρῶτον ἔδει με εἰρηκέναι: τίς ἂν πιστεύσειέ ποτε ὑμῶν; πρὸς γὰρ τῇ ἀσεβείᾳ καὶ ἀδύνατόν ἐστιν ἐκεῖθεν καὶ ὁτιοῦν λαβεῖν, ὅπου καὶ τῶν ξύλων οὐδὲν πλέον ἔστιν ἰδεῖν ἢ τὴν τέφραν: οὕτω πάνυ σμικρὰ ἐκπίπτει, καὶ ἔστιν ἐκείνη μόνη ἡ ἀκτὴ ἁπασῶν ἀπρόσιτος. [52] καὶ τοὺς λάρους, οὓς ἅπαξ εὗρόν ποτε ἐκβεβρασμένους, καὶ τούτους ἀνέπηξα εἰς τὴν δρῦν τὴν ἱερὰν τὴν πλησίον τῆς θαλάττης. μὴ γὰρ εἴη ποτέ, ὦ Ζεῦ, λαβεῖν μηδὲ κερδᾶναι κέρδος τοιοῦτον ἀπὸ ἀνθρώπων δυστυχίας. ἀλλὰ ὠφελήθην μὲν οὐδὲν πώποτε, ἠλέησα δὲ πολλάκις ναυαγοὺς ἀφικομένους, καὶ τῇ σκηνῇ ὑπεδεξάμην, καὶ φαγεῖν ἔδωκα καὶ πιεῖν, καὶ εἴ τι ἄλλο ἐδυνάμην, ἐπεβοήθησα καὶ συνηκολούθησα μέχρι τῶν οἰκουμένων. [53] ἀλλὰ τίς ἂν ἐκείνων ἐμοὶ νῦν μαρτυρήσειεν; οὔκουν οὐδὲ τότε ἐποίουν μαρτυρίας ἕνεκεν ἢ [p. 200] χάριτος, ὅς γε οὐδ᾽ ὁπόθεν ἦσαν ἠπιστάμην. μὴ γὰρ ὑμῶν γε μηδεὶς περιπέσοι τοιούτῳ πράγματι. ταῦτα δὲ ἐμοῦ λέγοντος ἀνίσταταί τις ἐκ μέσων: κἀγὼ πρὸς ἐμαυτὸν ἐνεθυμήθην ὅτι ἄλλος τοιοῦτος τυχὸν ἐμοῦ καταψευσόμενος. [54] ὁ δὲ εἶπεν, Ἄνδρες, ἐγὼ πάλαι τοῦτον ἀμφιγνοῶν ἠπίστουν ὅμως. ἐπεὶ δὲ σαφῶς αὐτὸν ἔγνωκα, δεινόν μοι δοκεῖ, μᾶλλον δὲ ἀσεβές, μὴ εἰπεῖν ἃ συνεπίσταμαι μηδ᾽ ἀποδοῦναι λόγῳ [55] χάριν, ἔργῳ τὰ μέγιστα εὖ παθών. εἰμὶ δέ, ἔφη, πολίτης, ὡς ἴστε, καὶ ὅδε, δείξας τὸν παρακαθήμενον, καὶ ὃς ἐπανέστη: ἐτύχομεν δὲ πλέοντες ἐν τῇ Σωκλέους νηὶ τρίτον ἔτος. καὶ διαφθαρείσης τῆσνεὼς περὶ τὸν Καφηρέα παντελῶς ὀλίγοι τινὲς ἐσώθημεν ἀπὸ πολλῶν. τοὺς μὲν οὖν πορφυρεῖς ἀνέλαβον: εἶχον γὰρ αὐτῶν τινες ἀργύριον ἐν φασκωλίοις. ἡμεῖς δὲ γυμνοὶ παντελῶς ἐκπεσόντες δἰ ἀτραποῦ τινος ἐβαδίζομεν, ἐλπίζοντες εὑρήσειν σκέπην τινὰ ποιμένων ἢ βουκόλων, κινδυνεύοντες ὑπὸ λιμοῦ τε καὶ δίψους διαφθαρῆναι. [56] καὶ μόλις ποτὲ ἤλθομεν ἐπὶ σκηνάς τινας, καὶ στάντες ἐβοῶμεν. προελθὼν δὲ οὗτος εἰσάγει τε ἡμᾶς ἔνδον καὶ ἀνέκαε πῦρ οὐκ ἀθρόον, ἀλλὰ κατ᾽ ὀλίγον: καὶ τὸν μὲν ἡμῶν αὐτὸς ἀνέτριβε, τὸν δὲ ἡ γυνὴ στέατι: οὐ γὰρ ἦν αὐτοῖς ἔλαιον: τέλος δὲ ὕδωρ κατέχεον θερμόν, ἕως ἀνέλαβον ἀπεψυγμένους. [57] ἔπειτα κατακλίναντεσκαὶ περιβαλόντες οἷς εἶχον παρέθηκαν φαγεῖν ἡμῖν ἄρτους πυρίνους, αὐτοὶ δὲ κέγχρον
ἑφθὴν ἤσθιον. ἔδωκαν δὲ καὶ οἶνον ἡμῖν πιεῖν, ὕδωρ αὐτοὶ πίνοντες, καὶ κρέα ἐλάφεια ὀπτῶντες ἄφθονα, τὰ δὲ ἕψοντες: τῇ δ᾽ ὑστεραίᾳ βουλομένους ἀπιέναι κατέσχον ἐπὶ τρεῖς ἡμέρας. ἔπειτα προύπεμψαν εἰς τὸ πεδίον, καὶἀπιοῦσι κρέας ἔδωκαν καὶ δέρμα ἑκατέρῳ πάνυ καλόν. [58] ἐμὲ δὲ ὁρῶν ἐκ τῆς κακοπαθείας ἔτι πονήρως ἔχοντα ἐνέδυσε χιτώνιον, τῆς θυγατρὸς ἀφελόμενος: ἐκείνη δὲ ἄλλο τι ῥάκος περιεζώσατο. τοῦτο, ἐπειδὴ ἐν τῇ κώμῃ ἐγενόμην, ἀπέδωκα. οὕτως ἡμεῖς γε ὑπὸ τούτου μάλιστα ἐσώθημεν μετὰ τοὺς θεούς. [59] ταῦτα δὲ ἐκείνου λέγοντος ὁ μὲν δῆμος ἤκουεν ἡδέως καὶ ἐπῄνουν [p. 201] με, ἐγὼ δὲ ἀναμνησθείς, χαῖρε, ἔφην, Σωτάδη: καὶ προσελθὼν ἐφίλουν αὐτὸν καὶ τὸν ἕτερον. ὁ δὲ δῆμος ἐγέλα σφόδρα, ὅτι ἐφίλουν αὐτούς. τότε ἔγνων ὅτι ἐν ταῖς πόλεσιν οὐ φιλοῦσιν ἀλλήλους. [60] παρελθὼν δὲ ἐκεῖνος ὁ ἐπιεικὴς ὁ τὴν ἀρχὴν ὑπὲρ ἐμοῦ λέγων, Ἐμοί, ἔφη, ὦ ἄνδρες, δοκεῖ καλέσαι τοῦτον εἰς τὸ πρυτανεῖον ἐπὶ ξένια. οὐ γάρ, εἰ μὲν ἐν πολέμῳ τινὰ ἔσωσε τῶν πολιτῶν ὑπερασπίσας, πολλῶν ἂν καὶ μεγάλων δωρεῶν ἔτυχε: νυνὶ δὲ δύο σώσας πολίτας, τυχὸν δὲ καὶ ἄλλους, οἳ οὐ πάρεισιν, οὐκ ἔστιν ἄξιος οὐδεμιᾶς τιμῆς; [61] ἀντὶ δὲ τοῦ χιτῶνος, ὃν ἔδωκε τῷ πολίτῃ κινδυνεύοντι, τὴν θυγατέρα ἀποδύσας, ἐπιδοῦναι αὐτῷ τὴν πόλιν χιτῶνα καὶ ἱμάτιον, ἵνα καὶ τοῖς ἄλλοις προτροπὴ γένηται δικαίοις εἶναι καὶ ἐπαρκεῖν ἀλληλοις, ψηφίσασθαι δὲ αὐτοῖς καρποῦσθαι τὸ χωρίον καὶ αὐτοὺς καὶ τὰ τέκνα, καὶ μηδένα αὐτοῖς ἐνοχλεῖν, δοῦναι δὲ αὐτῷ καὶ ἑκατὸν δραχμὰς εἰς κατασκευήν: τὸ δὲ ἀργύριον τοῦτο ὑπὲρ τῆς πόλεως ἐγὼ παρ᾽ ἐμαυτοῦ δίδωμι. [62] ἐπὶ τούτῳ δὲ ἐπῃνέθη, καὶ τἄλλα ἐγένετο ὡς εἶπεν. καὶ ἐκομίσθη παραχρῆμα εἰς τὸ θέατρον τὰ ἱμάτια καὶ τὸ ἀργύριον. ἐγὼ δὲ οὐκ ἐβουλόμην λαβεῖν, ἀλλ᾽ εἶπον ὅτι οὐ δύνασαι δειπνεῖν ἐν τῷ δέρματι. οὐκοῦν, εἶπον, τὸ σήμερον ἄδειπνος μενῶ. ὅμως δὲ ἐνέδυσάν με τὸν χιτῶνα καὶ περιέβαλον τὸ ἱμάτιον. [63] ἐγὼ δὲ ἄνωθεν βαλεῖν ἐβουλόμην τὸ δέρμα, οἱ δὲ οὐκ εἴων. τὸ δὲ ἀργύριον οὐκ ἐδεξάμην οὐδένα τρόπον, ἀλλ᾽ ἀπωμοσάμην λήψεσθαι. εἰ δὲ ζητεῖτε τίς λάβῃ, τῷ ῥήτορι, ἔφην, δότε, ὅπως κατορύξῃ αὐτό: ἐπίσταται γὰρ δῆλον ὅτι. ἀπ᾽ ἐκείνου δὲ ἡμᾶς οὐδεὶς ἠνώχλησε. [64] σχεδὸν οὖν εἰρηκότος αὐτοῦ πρὸς ταῖς σκηναῖς ἦμεν. κἀγὼ γελάσας εἶπον, Ἀλλ᾽ ἕν τι ἀπεκρύψω τοὺς πολίτας, τὸ κάλλιστον τῶν κτημάτων. τί τοῦτο; εἶπεν. τὸν κῆπον, ἔφην, τοῦτον, πάνυ καλὸν καὶ λάχανα πολλὰ καὶ δένδρα ἔχοντα. οὐκ ἦν, ἔφη, τότε, ἀλλ᾽ ὕστερον ἐποιήσαμεν. [65] εἰσελθόντες οὖν εὐωχούμεθα τὸ λοιπὸν τῆς ἡμέρας, ἡμεῖς μὲν κατακλιθέντες ἐπὶ φύλλων τε καὶ δερμάτων ἐπὶ στιβάδος ὑψηλῆς, ἡ δὲ γυνὴ πλησίον παρὰ τὸν ἄνδρα καθημένη. θυγάτηρ δὲ ὡραία γάμου διηκονεῖτο, καὶ ἐνέχει πιεῖν μέλανα οἶνον ἡδύν. [p. 202] οἱ δὲ παῖδες τὰ κρέα παρεσκεύαζον, καὶ αὐτοὶ ἅμα ἐδείπνουν παρατιθέντες, ὥστε ἐμὲ εὐδαιμονίζειν τοὺς ἀνθρώπους ἐκείνους καὶ οἴεσθαι μακαρίως ζῆν πάντων μάλιστα ὧν ἠπιστάμην. [66] καίτοι πλουσίων οἰκίας τε καὶ τραπέζας ἠπιστάμην, οὐ μόνον ἰδιωτῶν, ἀλλὰ καὶ σατραπῶν καὶ βασιλέων, οἳ μάλιστα ἐδόκουν μοι τότεἄθλιοι, καὶ πρότερον δοκοῦντες, ἔτι μᾶλλον, ὁρῶντι τὴν ἐκεῖ πενίαν τε καὶ ἐλευθερίαν, καὶ ὅτι οὐδὲν ἀπελείποντο οὐδὲ τῆς περὶ τὸ φαγεῖν τε καὶ πιεῖν ἡδονῆς, ἀλλὰ καὶ τούτοις ἐπλεονέκτουν σχεδόν τι. [67] ἤδη δ᾽ ἱκανῶς ἡμῶν ἐχόντων ἦλθε κἀκεῖνος ὁ ἕτερος. συνηκολούθειδὲ υἱός αὐτῷ, μειράκιον οὐκ ἀγεννές, λαγὼν φέρων. εἰσελθὼν δὲ οὗτος ἠρυθρίασεν: ἐν ὅσῳ δὲ ὁ πατὴρ αὐτοῦ ἠσπάζετο ἡμᾶς, αὐτὸς ἐφίλησε τὴν κόρην καὶ τὸν λαγὼν ἐκείνῃ ἔδωκεν. ἡ μὲν οὖν παῖς ἐπαύσατο διακονουμένη καὶ παρὰ τὴν μητέρα ἐκαθέζετο, [68] τὸ δὲ μειράκιον ἀντ᾽ ἐκείνης διηκονεῖτο. κἀγὼ τὸν ξένονἠρώτησα, Αὕτη, ἔφην, ἐστίν, ἧς τὸν χιτῶνα ἀποδύσας τῷ ναυαγῷ ἔδωκας; καὶ ὃς γελάσας, Οὐκ, ἔφη, ἀλλ᾽ ἐκείνη, εἶπε, πάλαι πρὸς ἄνδρα ἐδόθη, καὶ τέκνα ἔχει μεγάλα ἤδη, πρὸς ἄνδρα πλούσιον εἰς κώμην. οὐκοῦν, ἔφην, ἐπαρκοῦσιν ὑμῖν ὅ, τι ἂν δέησθε; οὐδέν, [69] εἶπεν ἡ γυνή, δεόμεθα ἡμεῖς. ἐκεῖνοι δὲ λαμβάνουσι καὶ ὁπηνίκ᾽ ἄντι θηραθῇ καὶ ὀπώραν καὶ λάχανα: οὐ γὰρ ἔστι κῆπος παρ᾽ αὐτοῖς. πέρυσι δὲ παρ᾽ αὐτῶν πυροὺς ἐλάβομεν, σπέρμα ψιλόν, καὶ ἀπεδώκαμεν αὐτοῖς εὐθὺς τῆς θερείας. τί οὖν; ἔφην, καὶ ταύτην διανοεῖσθε διδόναι πλουσίῳ, ἵνα ὑμῖν καὶ αὐτὴ πυροὺς δανείσῃ; ἐνταῦθα μέντοι ἄμφω ἠρυθριασάτην, ἡ κόρη καὶ τὸ μειράκιον. [70] ὁ δὲ πατὴρ αὐτῆς ἔφη, Πένητα ἄνδρα λήψεται, ὅμοιον ἡμῖν κυνηγέτην: καὶ μειδιάσας ἔβλεψεν εἰς τὸν νεανίσκον. κἀγώ, τί οὖν οὐκ ἤδη δίδοτε; ἢ δεῖ ποθεν αὐτὸν ἐκ κώμης ἀφικέσθαι; δοκῶ μέν, εἶπεν, οὐ μακράν ἐστίν: ἀλλ᾽ ἔνδον ἐνθάδε. καὶ ποιήσομέν γε τοὺς γάμους ἡμέραν ἀγαθὴν ἐπιλεξάμενοι. κἀγώ, Πῶς, ἔφην,κρίνετε τὴν ἀγαθὴν ἡμέραν; καὶ ὅς, Ὅταν μὴ μικρὸν ᾖ τὸ σελήνιον: [71] δεῖ δὲ καὶ τὸν ἀέρα εἶναι καθαρόν, αἰθρίαν λαμπράν. κἀγώ, Τί δέ; τῷ ὄντι κυνηγέτης ἀγαθός ἐστιν; ἔφην. ἔγωγε, εἶπεν ὁ νεανίσκος, [p. 203] καὶ ἔλαφον καταπονῶ καὶ σῦν ὑφίσταμαι. ὄψει δὲ αὔριον, ἂν θέλῃ�
�, ὦ ξένε. καὶ τὸν λαγὼν τοῦτον σύ, ἔφην, ἔλαβες; ἐγώ, ἔφη γελάσας, τῷ λιναρίῳ τῆς νυκτός: ἦν γὰρ αἰθρία πάνυ καλὴ καὶ ἡ σελήνη τηλικαύτη τὸ μέγεθος ἡλίκη οὐδεπώποτε ἐγένετο. [72] ἐνταῦθα μέντοι ἐγέλασαν ἀμφότεροι, οὐ μόνον ὁ τῆς κόρης πατήρ, ἀλλὰ καὶ ὁ ἐκείνου. ὁ δὲ ᾐσχύνθη καὶ ἐσιώπησε. λέγει οὖν ὁ τῆς κόρης πατήρ, Ἐγὼ μέν, ἔφη, ὦ παῖ, οὐδὲν ὑπερβάλλομαι. ὁ δὲ πατήρ σου περιμένει, ἔστ᾽ ἂν ἱερεῖον πρίηται πορευθείς. δεῖ γὰρ θῦσαι τοῖς θεοῖς. εἶπεν οὖν ὁ νεώτερος ἀδελφὸς τῆς κόρης, Ἀλλὰ ἱερεῖόν γε πάλαι οὗτος παρεσκεύακε, καὶ ἔστιν ἔνδον τρεφόμενον ὄπισθεν τῆς σκηνῆς γενναῖον. [73] ἠρώτων οὖν αὐτόν, Ἀληθῶς; ὁ δὲ ἔφη. καὶ πόθεν σοι; ἔφασαν. ὅτε τὴν ὗν ἐλάβομεν τὴν τὰ τέκνα ἔχουσαν, τὰ μὲν ἄλλα διέδρα: καὶ ἦν, ἔφη, ταχύτερα τοῦ λαγώ: ἑνὸς δὲ ἐγὼ λίθῳ ἔτυχον καὶ ἁλόντι τὸ δέρμα ἐπέβαλον: τοῦτο ἠλλαξάμην ἐν τῇ κώμῃ, καὶ ἔλαβον ἀντ᾽ αὐτοῦ χοῖρον, καὶ ἔθρεψα ποιήσας ὄπισθεν συφεόν. [74] ταῦτα, εἶπεν, ἄρα ἡ μήτηρ σοῦ ἐγέλα, ὁπότε θαυμάζοιμι ἀκούων γρυλιζούσης τῆς συός, καὶ τὰς κριθὰς οὕτως ἀνήλισκες. αἱ γὰρ εὐβοΐδες, εἶπεν, οὐχ ἱκαναὶ ἦσαν πιᾶναι, ἣ μηδὲ βαλάνους ἤθελεν ἐσθίειν. ἀλλὰ εἰ βούλεσθε ἰδεῖν αὐτήν, ἄξω πορευθείς. οἱ δὲ ἐκέλευον. ἀπῄεσαν οὖν ἐκεῖνός τε καὶ οἱ παῖδες αὐτόθεν δρόμῳ χαίροντες. [75] ἐν δὲ τούτῳ ἡ παρθένος ἀναστᾶσα ἐξ ἑτέρας σκηνῆς ἐκόμισεν οὖα τετμημένα καὶ μέσπιλα καὶ μῆλα χειμερινὰ καὶ τῆς γενναίας σταφυλῆς βότρυς σφριγῶντας, καὶ ἔθηκεν ἐπὶ τὴν τράπεζαν, καταψήσασα φύλλοις ἀπὸ τῶν κρεῶν, ὑποβαλοῦσα καθαρὰν πτερίδα. ἧκον δὲ καὶ οἱ [76] παῖδες τὴν ὗν ἄγοντες μετὰ γέλωτος καὶ παιδιᾶς. συνηκολούθει δὲ ἡ μήτηρ τοῦ νεανίσκου καὶ ἀδελφοὶ δύο παιδάρια: ἔφερον δὲ ἄρτους τε καθαροὺς καὶ ᾠὰ ἑφθὰ ἐν ξυλίνοις πίναξι καὶ ἐρεβίνθους φρυκτούς. ἀσπασαμένη δὲ τὸν ἀδελφὸν ἡ γυνὴ καὶ τὴν θυγατέρα καὶ τὴν ἀδελφιδῆν ἐκαθέζετο παρὰ τὸν αὑτῆς ἄνδρα, [p. 204] καὶ εἶπεν, ἰδοῦ τὸ ἱερεῖον, ὃ οὗτος πάλαι ἔτρεφεν εἰς τοὺς γάμους, καὶ τἄλλα τὰ παρ᾽ ἡμῶν ἕτοιμά ἐστι, καὶ ἄλφιτα καὶ ἄλευρα πεποίηται: μόνον ἴσως οἰναρίου προσδεησόμεθα: καὶ τοῦτο οὐ χαλεπὸν ἐκ τῆς κώμης λαβεῖν. [77] παρειστήκει δὲ αὐτῇ πλησίον ὁ υἱὸς πρὸς τὸν κηδεστὴν ἀποβλέπων. καὶ ὃς μειδιάσας εἶπεν, Οὗτος,ἔφη, ἐστὶν ὁ ἐπέχων: ἴσως γὰρ ἔτι βούλεται πιᾶναι τὴν ὗν. καὶ τὸ μειράκιον, Αὕτη μέν, εἶπεν, ὑπὸ τοῦ λίπους διαρραγήσεται. [78] κἀγὼ βουλόμενος αὐτῷ βοηθῆσαι, ὅρα, ἔφην, μὴ ἕως πιαίνεται ἡ ὗς οὗτος ὑμῖν λεπτὸς γένηται. ἡ δὲ μήτηρ, Ἀληθῶς, εἶπεν, ὁ ξενος λέγει, ἐπεὶ καὶ νῦν λεπτότερος αὑτοῦ γέγονε: καὶ πρῴην ᾐσθόμηντῆς νυκτὸς αὐτὸν ἐγρηγορότα καὶ προελθόντα ἔξω τῆς σκηνῆς. [79] οἱ κύνες, ἔφη, ὑλάκτουν, καὶ ἐξῆλθον ὀψόμενος. οὐ σύ γε, εἶπεν, ἀλλὰ περιεπάτεις ἀλύων. μὴ οὖν πλείω χρόνον ἐῶμεν ἀνιᾶσθαι αὐτόν. καὶ περιβαλοῦσα ἐφίλησε τὴν μητέρα τῆς κόρης. ἡ δὲ πρὸς τὸν ἄνδρα τὸν ἑαυτῆς, Ποιῶμεν, εἶπεν, ὡς θέλουσι. καὶἔδοξε ταῦτα, καὶ εἶπον, Εἰς τρίτην ποιῶμεν τοὺς γάμους. παρεκάλουν δὲ κἀμὲ προσμεῖναι τὴν ἡμέραν. [80] κἀγὼ προσέμεινα οὐκ ἀηδῶς, ἐνθυμούμενος ἅμα τῶν πλουσίων ὁποῖά ἐστι τά τε ἄλλα καὶ τὰ περὶ τοὺς γάμους, προμνηστριῶν τε πέρι καὶ ἐξετάσεων οὐσιῶν τε καὶ γένους, προικῶν τε καὶ ἕδνων καὶ ὑποσχέσεων καὶἀπατῶν, ὁμολογιῶν τε καὶ συγγραφῶν, καὶ τελευταῖον πολλάκις ἐν αὐτοῖς τοῖς γάμοις λοιδοριῶν καὶ ἀπεχθειῶν. [81] ἅπαντα δὴ τοῦτον τὸν λόγον διῆλθον οὐκ ἄλλως οὐδ᾽ ὡς τάχ᾽ ἂν δόξαιμί τισιν, ἀδολεσχεῖν βουλόμενος, ἀλλ᾽ οὗπερ ἐξ ἀρχῆς ὑπεθέμην βίου καὶ τῆς τῶν πενήτων διαγωγῆς παράδειγμα ἐκτιθείς,ὃ αὐτὸς ἠπιστάμην, τῷ βουλομένῳ θεάσασθαι λόγων τε καὶ ἔργων καὶ κοινωνιῶν τῶν πρὸς ἀλλήλους, εἴ τι τῶν πλουσίων ἐλαττοῦνται διὰ τὴν πενίαν πρὸς τὸ ζῆν εὐσχημόνως καὶ κατὰ φύσιν ἢ τῷ [82] παντὶ πλέον ἔχουσιν. καὶ δῆτα καὶ τὸ τοῦ Εὐριπίδου σκοπῶν, εἰ κατ᾽ ἀλήθειαν ἀπόρως αὐτοῖς ἔχει τὰ πρὸς τοὺς ξένους, ὡσμήτε ὑποδέξασθαί ποτε δύνασθαι μήτε ἐπαρκέσαι δεομένῳ τινί, οὐδαμῇ πω τοιοῦτον εὑρίσκω τὸ τῆς ξενίας, ἀλλὰ καὶ πῦρ ἐναύοντας προθυμότερον τῶν πλουσίων καὶ ὁδῶν ἀπροφασίστους ἡγεμόνας: [p. 205] ἐπεί τοι τὰ τοιαῦτα καὶ αἰσχύνοιντο ἄν: πολλάκις δὲ καὶ μεταδιδόντας ὧν ἔχουσιν ἑτοιμότερον: οὐ γὰρ δὴ ναυαγῷ τις δώσει ἐκείνων οὔτε τὸ τῆς γυναικὸς ἁλουργὲς ἢ τὸ τῆς θυγατρὸς οὔτε πολὺ ἧττον τούτου φόρημα, τῶν χλαινῶν τινα ἢ χιτώνων, μυρία ἔχοντες, ἀλλ᾽ οὐδὲ τῶν οἰκετῶν οὐδενὸς ἱμάτιον. [83] δηλοῖ δὲ καὶ τοῦτο Ὅμηρος: τὸν μὲν γὰρ Εὔμαιον πεποίηκε δοῦλον καὶ πένητα ὅμως τὸν Ὀδυσσέα καλῶς ὑποδεχόμενον καὶ τροφῇ καὶ κοίτῃ: τοὺς δὲ μνηστῆρας ὑπὸ πλούτου καὶ ὕβρεως οὐ πάνυ ῥᾳδίως αὐτῷ μεταδιδόντας οὐδὲ τῶν ἀλλοτρίων, ὥς που καὶ αὐτὸς πεποίηται λέγων πρὸς τὸν Ἀντίνουν, ὀνειδίζων τὴν ἀνελευθερίαν,
Delphi Complete Works of Dio Chrysostom Page 99