Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 100
Delphi Complete Works of Dio Chrysostom Page 100

by Dio Chrysostom


  οὐ σύγ᾽ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ᾽ ἅλα δοίης,

  ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔτι μοι ἔτλης

  σίτου ἀπάρξασθαι, πολλῶν κατὰ οἶκον ἐόντων.

  [84] καὶ τούτους μὲν ἔστω διὰ τὴν ἄλλην πονηρίαν εἶναι τοιούτους: ἀλλ᾽ οὐδὲ τὴν Πηνελόπην, καίτοι χρηστὴν οὖσαν καὶ σφόδρα ἡδέως διαλεγομένην πρὸς αὐτὸν καὶ περὶ τοῦ ἀνδρὸς πεπυσμένην, οὐδὲ ταύτην φησὶν ἱμάτιον αὐτῷ δοῦναι γυμνῷ παρακαθημένῳ, ἀλλ᾽ ἢ μόνον ἐπαγγέλλεσθαι, ἂν ἄρα φανῇ ἀληθεύων περὶ τοῦ Ὀδυσσέως, [85] ὅτι ἐκείνου τοῦ μηνὸς ἥξοι, καὶ ὕστερον, ἐπειδὴ τὸ τόξον ᾔτει, τῶν μνηστήρων, οὐ δυναμένων ἐντεῖναι, χαλεπαινόντων ἐκείνῳ, ὅτι ἠξίου πρὸς αὐτοὺς ἁμιλλᾶσθαι περὶ ἀρετῆς, ἀξιοῖ δοθῆναι αὐτῷ: οὐ γὰρ δὴ περὶ τοῦ γάμου γε εἶναι κἀκείνῳ τὸν λόγον, ἀλλ᾽ ἐὰν τύχῃ ἐπιτείνας καὶ διαβαλὼν διὰ τῶν πελέκεων, ἐπαγγέλλεται αὐτῷ δώσειν χιτῶνα καὶ ἱμάτιον καὶ ὑποδήματα: [86] ὡς δέον αὐτὸν τὸ Εὐρύτου τόξον ἐντεῖναι καὶ τοσούτοις νεανίσκοις ἐχθρὸν γενέσθαι, τυχὸν δὲ καὶ ἀπολέσθαι παραχρῆμα ὑπ᾽ αὐτῶν, εἰ μέλλει τυγχάνειν ἐξωμίδος καὶ ὑποδημάτων, ἢ τὸν Ὀδυσσέα, εἴκοσιν ἐτῶν οὐδαμοῦ πεφηνότα, ἥκοντα ἀποδεῖξαι, καὶ ταῦτα ἐν ἡμέραις ῥηταῖς: εἰ δὲ μή, ἐν τοῖς αὐτοῖς ἀπιέναι ῥάκεσι παρὰ τῆς σώφρονος καὶ ἀγαθῆς Ἰκαρίου θυγατρὸς βασιλίδος. [87] σχεδὸν δὲ καὶ ὁ Τηλέμαχος τοιαῦτα ἕτερα πρὸς τὸν συβώτην λέγει περὶ αὐτοῦ, κελεύων αὐτὸν εἰς [p. 206] τὴν πόλιν πέμπειν τὴν ταχίστην πτωχεύσοντα ἐκεῖ, καὶ μὴ πλείους ἡμέρας τρέφειν ἐν τῷ σταθμῷ: καὶ γὰρ εἰ ξυνέκειτο αὐτοῖς ταῦτα, ἀλλ᾽ ὅ γε συβώτης οὐ θαυμάζει τὸ πρᾶγμα καὶ τὴν ἀπανθρωπίαν, [88] ὡς ἔθους δὴ ὄντος οὕτως ἀκριβῶς καὶ ἀνελευθέρως πράττειν τὰ περὶ τοὺς ξένους τοὺς πένητας, μόνους δὲ τοὺς πλουσίους ὑποδέχεσθαιφιλοφρόνως ξενίοις καὶ δώροις, παρ᾽ ὧν δῆλον ὅτι καὶ αὐτοὶ προσεδόκων τῶν ἴσων ἂν τυχεῖν, ὁποῖα σχεδὸν καὶ τὰ τῶν νῦν ἐστι φιλανθρωπίας τε πέρι καὶ προαιρέσεως. [89] αἱ γὰρ δὴ δοκοῦσαι φιλοφρονήσεις καὶ χάριτες, ἐὰν σκοπῇ τις ὀρθῶς, οὐδὲν διαφέρουσιν ἐράνων καὶ δανείων, ἐπὶ τόκῳ συχνῷ καὶ ταῦτα ὡστὸ πολὺ γιγνόμενα, εἰ μὴ νὴ Δί᾽ ὑπερβάλλει τὰ νῦν τὰ πρότερον, [90] ὥσπερ ἐν τῇ ἄλλῃ ξυμπάσῃ κακίᾳ. ἔχω γε μὴν εἰπεῖν καὶ περὶ τῶν Φαιάκων καὶ τῆς ἐκείνων φιλανθρωπίας, εἴ τῳ δοκοῦσιν οὗτοι οὐκ ἀγεννῶς οὐδ᾽ ἀναξίως τοῦ πλούτου προσενεχθῆναι τῷ Ὀδυσσεῖ, μεθ᾽ οἵας μάλιστα διανοίας καὶ δι᾽ ἃς αἰτίας προυτράπησανἀφθόνως καὶ μεγαλοπρεπῶς χαρίζεσθαι. ἀλλὰ γὰρ πολὺ πλείω τῶν ἱκανῶν καὶ τὰ νῦν ὑπὲρ τούτων εἰρημένα. [91] δῆλόν γε μὴν ὡς ὁ πλοῦτος οὔτε πρὸς ξένους οὔτε ἄλλως μέγα τι συμβάλλεται τοῖς κεκτημένοις, ἀλλὰ τοὐναντίον γλίσχρους καὶ φειδωλοὺς ὡς τὸ πολὺ μᾶλλον τῆς πενίας ἀποτελεῖν πέφυκεν. οὐδὲγάρ, εἴ τις αὖ τῶν πλουσίων, εἷς που τάχα ἐν μυρίοις, δαψιλὴς καὶ μεγαλόφρων τὸν τρόπον εὑρεθείη, τοῦτο ἱκανῶς δείκνυσι τὸ μὴ οὐχὶ τοὺς πολλοὺς χείρους περὶ ταῦτα γίγνεσθαι τῶν ἀπορωτέρων. [92] ἀνδρὶ δὲ πένητι μὴ φαύλῳ τὴν φύσιν ἀρκεῖ τὰ παρόντα καὶ τὸ σῶμα μετρίως ἀσθενήσαντι, τοιούτου ποτὲ νοσήματος ξυμβάντοσοἷάπερ εἴωθε γίγνεσθαι τοῖς οὐκ ἀργοῖς ἑκάστοτε ἐμπιμπλαμένοις, ἀνακτήσασθαι, καὶ ξένοις ἐλθοῦσι δοῦναι προσφιλῆ ξένια, χωρὶς ὑποψίας παρ᾽ ἑκόντων διδόμενα ἀλύπως, οὐκ ἴσως ἀργυροῦς κρατῆρας ἢ ποικίλους πέπλους ἢ τέθριππον, [93] τὰ Ἑλένης καὶ Μενέλεω Τηλεμάχῳ δῶρα. οὐδὲ γὰρ τοιούτους ὑποδέχοιντ̓ἄν, ὡς εἰκός, ξένους, σατράπας ἢ βασιλέας, εἰ μή γε πάνυ σώφρονας καὶ ἀγαθούς, οἷς οὐδὲν ἐνδεὲς μετὰ φιλίας γιγνόμενον. [p. 207] ἀκολάστους δὲ καὶ τυραννικοὺς οὔτ᾽ ἂν οἶμαι δύναιντο θεραπεύειν ἱκανῶς ξένους οὔτ᾽ ἂν ἴσως προσδέοιντο τοιαύτης ξενίας. [94] οὐδὲ γὰρ τῷ Μενέλεῳ δήπουθεν ἀπέβη πρὸς τὸ λῷον, ὅτι ἠδύνατο δέξασθαι τὸν πλουσιώτατον ἐκ τῆς Ἀσίας ξένον, ἄλλος δὲ οὐδεὶς ἱκανὸς ἦν ἐν τῆ Σπάρτῃ τὸν Πριάμου τοῦ βασιλέως υἱὸν ὑποδέξασθαι. [95] τοιγάρτοι ἐρημώσας αὐτοῦ τὴν οἰκίαν καὶ πρὸς τοῖς χρήμασι τὴν γυναῖκα προσλαβών, τὴν δὲ θυγατέρα ὀρφανὴν τῆς μητρὸς ἐάσας, ᾤχετο ἀποπλέων. καὶ μετὰ ταῦτα ὁ Μενέλαος χρόνον μὲν πολὺν ἐφθείρετο πανταχόσε τῆς Ἑλλάδος, ὀδυρόμενος τὰς αὑτοῦ συμφοράς, δεόμενος ἑκάστου τῶν βασιλέων ἐπαμῦναι. ἠναγκάσθη δὲ ἱκετεῦσαι καὶ τὸν ἀδελφόν, ὅπως ἐπιδῷ τὴν θυγατέρα σφαγησομένην ἐν Αὐλίδι. [96] δέκα δὲ ἔτη καθῆστο πολεμῶν ἐν Τροίᾳ, πάλιν ἐκεῖ κολακεύων τοὺς ἡγεμόνας τοῦ στρατοῦ καὶ αὐτὸς καὶ ὁ ἀδελφός: εἰ δὲ μή, ὠργίζοντο καὶ ῾̣̣̓πείλουν ἑκάστοτε ἀποπλεύσεσθαι: καὶ πολλοὺς πόνους καὶ κινδύνους ἀμηχάνους ὑπομένων, ὕστερον δὲ ἠλᾶτο καὶ οὐχ οἷός τ᾽ ἦν δίχα μυρίων κακῶν οἴκαδ᾽ [97] ἀφικέσθαι. ἆρ᾽ οὖν οὐ σφόδρα ἄξιον ἄγασθαι τοῦ πλούτου κατὰ τὸν ποιητὴν καὶ τῷ ὄντι ζηλωτὸν ὑπολαβεῖν , ὅ φησιν αὐτοῦ μέγιστον εἶναι ἀγαθόν, τὸ δοῦναι ξένοις, καὶ ἐάν ποτέ τινες ἔλθωσι τρυφῶντες ἐπὶ τὴν οἰκίαν , μὴ ἀδύνατον γενέσθαι παρασχεῖν κατάλυσιν καὶ προθεῖναι ξένια, οἷς ἂν ἐκεῖνοι μάλιστα ἥδοιντο; [98] λέγομεν δὲ ταῦτα μεμνημένοι τῶν ποιητῶν , οὐκ ἄλλως ἀντιπα
ρεξάγοντες ἐκείνοις οὐδὲ τῆς δόξης ζηλοτυποῦντες, ἣν ἀπὸ τῶν ποιημάτων ἐκτήσαντο ἐπὶ σοφίᾳ: οὐ τούτων ἕνεκα, φιλοτιμούμενοι ἐξελέγχειν αὐτούς, ἀλλὰ παρ᾽ ἐκείνοις μάλιστα εὑρήσειν ἡγούμενοι τὴν τῶν πολλῶν διάνοιαν, ἃ δὴ καὶ τοῖς πολλοῖς ἐδόκει περί τε πλούτου καὶ τῶν ἄλλων, ἃ θαυμάζουσι, καὶ τί μέγιστον οἴονταί σφισι γενέσθαι ἂν ἀφ᾽ ἑκάστου τῶν τοιούτων. [99] δῆλον γὰρ ὅτι μὴ συμφωνοῦντος αὐτοῖς τοῦ ποιήματος μηδὲ τὴν αὐτὴν γνώμην ἔχοντος οὐκ ἂν οὕτω σφόδρα ἐφίλουν οὐδὲ ἐπῄνουν ὡς σοφούς τε καὶ ἀγαθοὺς γενέσθαι καὶ τἀληθῆ λέγοντας. [100] ἐπεὶ οὖν οὐκ ἔστιν ἕκαστον ἀπολαμβάνοντα ἐλέγχειν τοῦ πλήθους, οὐδ᾽ ἀνερωτᾶν [p. 208] ἅπαντας ἐν μέρει, τί γὰρ σύ, ὦ ἄνθρωπε, δέδοικας τὴν πενίαν οὕτως πάνυ, τὸν δὲ πλοῦτον ὑπερτιμᾷς, τί δ᾽ αὖ σὺ ἐλπίζεις κερδανεῖν μέγιστον, ἂν τύχῃς πλουτήσας ἢ νὴ Δία ἔμπορος γενόμενος ἢ καὶ βασιλεύσας; ῾ἀμήχανον γὰρ δὴ τὸ τοιοῦτον καὶ οὐδαμῶς ἀνυστόν᾽ οὕτως οὖν ἐπὶ τοὺς προφήτας αὐτῶν καὶ συνηγόρους,τοὺς ποιητάς, ἐξ ἀνάγκης ἴμεν, [101] ὡς ἐκεῖ φανερὰς καὶ μέτροις κατακεκλειμένας εὑρήσοντες τὰς τῶν πολλῶν δόξας: καὶ δῆτα οὐ πάνυ μοι δοκοῦμεν ἀποτυγχάνειν. [102] τοῦτο δὲ σύνηθες δήπου καὶ τοῖς σοφωτέροις, ὃ νῦν ἡμεῖς ποιοῦμεν: ἐπεὶ καὶ αὐτοῖς τούτοις τοῖς ἔπεσιν ἀντείρηκε τῶν πάνυ φιλοσόφων τις, ὃν οὐδείς, ἐμοὶδοκεῖν, φαίη ἄν ποτε φιλονικοῦντα τούτοις τε ἀντειρηκέναι καὶ τοῖς ὑπὸ Σοφοκλέους εἰς τὸν πλοῦτον εἰρημένοις, ἐκείνοις μὲν ἐπ᾽ ὀλίγον, τοῖς δὲ τοῦ Σοφοκλέους ἐπὶ πλέον, οὐ μήν, ὥσπερ νῦν ἡμεῖς, διὰ μακρῶν, ἅτε οὐ παραχρῆμα κατὰ πολλὴν ἐξουσίαν διεξιών, ἀλλ᾽ ἐν βίβλοις γράφων. [103] γεωργικοῦ μὲν δὴ πέρι καὶ κυνηγετικοῦ τε καὶ ποιμενικοῦ βίου τάδε πλείω διατριβὴν ἴσως παρασχόντα τοῦ μετρίου λελέχθω, προθυμουμένων ἡμῶν ἁμῃγέπῃ δεῖξαι πενίαν ὡς οὐκ ἄπορον χρῆμα βίου καὶ ζωῆς πρεπούσης ἀνδράσιν ἐλευθέροις αὐτουργεῖν ἐθέλουσιν, ἀλλ᾽ ἐπὶ κρείττω πολὺ καὶ συμφορώτερα ἔργα καὶ πράξεισἄγον καὶ μᾶλλον κατὰ φύσιν ἢ ἐφ᾽ οἷα ὁ πλοῦτος εἴωθε τοὺς πολλοὺς προτρέπειν. [104] εἶεν δή, περὶ τῶν ἐν ἄστει καὶ κατὰ πόλιν πενήτων σκεπτέον ἂν εἴη τοῦ βίου καὶ τῶν ἐργασιῶν, πῶς ἂν μάλιστα διάγοντες καὶ ποἶ ἄττα μεταχειριζόμενοι δυνήσονται μὴ κακῶς ζῆν μηδὲ φαυλότερον τῶν δανειζόντων ἐπὶ τόκοις συχνοῖς,εὖ μάλ᾽ ἐπισταμένων τὸν ἡμερῶν τε καὶ μηνῶν ἀριθμόν, καὶ τῶν συνοικίας τε μεγάλας καὶ ναῦς κεκτημένων καὶ ἀνδράποδα πολλά: [105] μήποτε σπάνια ᾖ τὰ ἐν ταῖς πόλεσιν ἔργα τοῖς τοιούτοις, ἀφορμῆς τε ἔξωθεν προσδεόμενα, ὅταν οἰκεῖν τε μισθοῦ δἑῃ καὶ τἄλλ᾽ ἔχειν ὠνουμένους, οὐ μόνον ἱμάτια καὶ σκεύη καὶ σῖτον, ἀλλὰ καὶξύλα, τῆς γε καθ᾽ ἡμέραν χρείας ἕνεκα τοῦ πυρός, κἂν φρυγάνων [p. 209] [106] δέῃ ποτὲ ἢ φύλλων ἢ ἄλλου ὁτουοῦν τῶν πάνυ φαύλων, δίχα δὲ ὕδατος τὰ ἄλλα σύμπαντα ἀναγκάζωνται λαμβάνειν, τιμὴν κατατιθέντες, ἅτε πάντων κατακλειομένων καὶ μηδενὸς ἐν μέσῳ φαινομένου πλήν γε οἶμαι τῶν ἐπὶ πράσει πολλῶν καὶ τιμίων. τάχα γὰρ φανεῖται χαλεπὸν τοιούτῳ βίῳ διαρκεῖν μηδὲν ἄλλο κτῆμα ἔξω τοῦ σώματος κεκτημένους, ἄλλως τε ὅταν μὴ τὸ τυχὸν ἔργον μηδὲ πάνθ᾽ ὁμοίως συμβουλεύωμεν αὐτοῖς, ὅθεν ἔστι κερδᾶναι: [107] ὥστε ἴσως ἀναγκασθησόμεθα ἐκβαλεῖν ἐκ τῶν πόλεων τῷ λόγῳ τοὺς κομψοὺς πένητας, ἵνα παρέχωμεν τῷ ὄντι καθ᾽ Ὅμηρον τὰς πόλεις εὖ ναιεταώσας, ὑπὸ μόνων τῶν μακαρίων οἰκουμένας, ἐντὸς δὲ τείχους οὐδένα ἐάσομεν, ὡς ἔοικεν, ἐλεύθερον ἐργάτην. ἀλλὰ τοὺς τοιούτους ἅπαντας τί δράσομεν; ἢ διασπείραντες ἐν τῇ χώρᾳ κατοικιοῦμεν, καθάπερ Ἀθηναίους φασὶ νέμεσθαι καθ᾽ ὅλην τὴν Ἀττικὴν τὸ παλαιόν, καὶ πάλιν ὕστερον τυραννήσαντος Πεισιστράτου; [108] οὔκουν οὐδὲ ἐκείνοις ἀξύμφορος ἡ τοιαύτη δίαιτα ἐγένετο, οὐδὲ ἀγεννεῖς ἤνεγκε φύσεις πολιτῶν, ἀλλὰ τῷ παντὶ βελτίους καὶ σωφρονεστέρους τῶν ἐν ἄστει τρεφομένων ὕστερον ἐκκλησιαστῶν καὶ δικαστῶν καὶ γραμματέων, ἀργῶν ἅμα καὶ βαναύσων. οὔκουν ὁ κίνδυνος μέγας οὐδὲ χαλεπός, εἰ πάντες οὗτοι καὶ πάντα τρόπον ἄγροικοι ἔσονται: οἶμαι δ᾽ ὅμως αὐτοὺς οὐκ ἀπορήσειν οὐδὲ ἐν ἄστει τροφῆς. [109] ἀλλὰ ἴδωμεν πόσα καὶ ἅττα πράττοντες ἐπιεικῶς ἡμῖν διάξουσιν, ἵνα μὴ πολλάκις ἀναγκασθῶσιν ἀργοὶ καθήμενοι πρός τι τῶν φαύλων τραπῆναι. αἱ μὲν δὴ σύμπασαι κατὰ πόλιν ἐργασίαι καὶ τέχναι πολλαὶ καὶ παντοδαπαί, σφόδρα τε λυσιτελεῖς ἔνιαι τοῖς χρωμένοις, ἐάν τις τὸ λυσιτελὲς σκοπῇ πρὸς ἀργύριον. [110] ὀνομάσαι δὲ αὐτὰς πάσας κατὰ μέρος οὐ ῥᾴδιον διὰ τὸ πλῆθος καὶ τὴν ἀτοπίαν οὐχ ἧττον. οὐκοῦν ὅδε εἰρήσθω περὶ αὐτῶν ἐν βραχεῖ ψόγος τε καὶ ἔπαινος. ὅσαι μὲν σώματι βλαβεραὶ πρὸς ὑγίειαν ἢ πρὸς ἰσχὺν τὴν ἱκανὴν δι᾽ ἀργίαν τε καὶ ἑδραιότητα ἢ ψυχῇ ἀσχημοσύνην τε καὶ ἀνελευθερίαν ἐντίκτουσαι ἢ ἄλλως ἀχρεῖοι καὶ πρὸς οὐδὲν ὄφελός εἰσιν εὑρημέναι δι᾽ ἀβελτερίαν τε καὶ τρυφὴν [p. 210] τῶν πόλεων, ἅς γε τὴν ἀρχὴν μήτε τέχνας μήτε ἐργασίας τό γε ὀρθὸν καλεῖν: οὐ γὰρ ἄν ποτε Ἡσίοδος σοφὸς ὢν ἐπῄνεσεν ὁμοίως πᾶν ἔργον, εἴ τι τῶν πονηρῶν ἢ τῶν αἰσχρῶν ἠξίου ταύτης τῆς [111] προση�
�ορίας: οἷς μὲν ἄν τις προσῇ τούτων τῶν βλαβῶν καὶ ἡτισοῦν, μηδένα ἅπτεσθαι τῶν ἐλευθέρων τε καὶ ἐπιεικῶν μηδὲἐπίστασθαι μήτε αὐτὸν μήτε παῖδας τοὺς αὑτοῦ διδάσκειν, ὡς οὔτε καθ᾽ Ἡσίοδον οὔτε καθ᾽ ἡμᾶς ἐργάτην ἐσόμενον, ἄν τι μεταχειρίζηται τοιοῦτον, ἀλλὰ ἀργίας τε ἅμα καὶ αἰσχροκερδείας ἀνελεύθερον ἕξοντα ὄνειδος, βάναυσον καὶ ἀχρεῖον καὶ πονηρὸν ἁπλῶς ὀνομαζόμενον. [112] ὅσα δὲ αὖ μήτε ἀπρεπῆ τοῖς μετιοῦσι μοχθηρίαντε μηδεμίαν ἐμποιοῦντα τῇ ψυχῇ μήτε νοσώδη τῶν τε ἄλλων νοσημάτων καὶ δῆτα ἀσθενείας τε καὶ ὄκνου καὶ μαλακίας διὰ πολλὴν ἡσυχίαν ἐγγιγνομένης ἐν τῷ σώματι, καὶ μὴν χρείαν γε ἱκανὴν παρέχοντα πρὸς τὸν βίον, [113] πάντα τὰ τοιαῦτα πράττοντες προθύμως καὶ φιλοπόνως οὔποτ᾽ ἂν ἐνδεεῖς ἔργου καὶ βίου γίγνοιντο,οὐδ᾽ ἂν ἀληθῆ τὴν ἐπίκλησιν παρέχοιεν τοῖς πλουσίοις καλεῖν αὐτούς, ᾗπερ εἰώθασιν, ἀπόρους ὀνομάζοντες, τοὐναντίον μᾶλλον ἐκείνων ὄντες πορισταὶ καὶ μηδενὸς ἀποροῦντες, ὡς ἔπος εἰπεῖν, τῶν ἀναγκαίων καὶ χρησίμων. [114] φέρε οὖν μνησθῶμεν ἀφ᾽ ἑκατέρου τοῦ γένους, εἰ καὶ μὴ πάνυἀκριβῶς ἕκαστα φράζοντες, ἀλλ᾽ ὡς τύπῳ γε κατιδεῖν, τὰ ποἶ ἄττα καὶ ὧν ἕνεκα οὐ προσιέμεθα, καὶ ποῖα θαρροῦντας ἐπιχειρεῖν κελεύομεν, μηδὲν φροντίζοντας τῶν ἄλλως τὰ τοιαῦτα προφερόντων, οἷον εἰώθασι λοιδορούμενοι προφέρειν πολλάκις οὐ μόνον τὰς αὐτῶν ἐργασίας, αἷς οὐδὲν ἄτοπον πρόσεστιν, ἀλλὰ καὶ τῶν γονέων,ἄν τινος ἔριθος ἡ μήτηρ ἢ τρυγήτρια ἐξελθοῦσά ποτε ἢ μισθοῦ τιτθεύσῃ παῖδα τῶν ὀρφανῶν ἢ πλουσίων ἢ ὁ πατὴρ διδάξῃ γράμματα ἢ παιδαγωγήσῃ: μηδὲν οὖν τοιοῦτον αἰσχυνομένους ὁμόσε ἰέναι. [115] οὐ γὰρ ἄλλως αὐτὰ ἐροῦσιν, ἂν λέγωσιν, ἢ ὡς σημεῖα πενίας, πενίαν αὐτὴν λοιδοροῦντες δῆλον ὅτι καὶ προφέροντες ὡς[p. 211] κακὸν δή τι καὶ δυστυχές, οὐ τῶν ἔργων οὐδέν. ὥστε ἐπειδὴ οὔ φαμεν χεῖρον οὐδὲ δυστυχέστερον πλούτου πενίαν, τοῖς δὲ πολλοῖς ἴσως καὶ ξυμφορώτερον, οὐδὲ τὸ ὄνειδος τοῦ ὀνείδους μᾶλλόν τι βαρυντέον τοῦτ᾽ ἐκείνου. [116] εἰ γάρ τοι δέοι μὴ ὀνομάζοντας τὸ πρᾶγμα, ὅ ψέγουσι, τὰ καθ᾽ ἡμέραν συμβαίνοντα δι᾽ αὐτὸ βλασφημεῖν προφέροντας, πολὺ πλείω ἂν ἔχοιεν καὶ τῷ ὄντι αἰσχρὰ διὰ πλοῦτον γιγνόμενα, οὐχ ἥκιστα δὲ τὸ παρὰ τῷ Ἡσιόδῳ κεκριμένον ἐπονείδιστον προφέρειν, τὸ τῆς ἀργίας, λέγοντες, ὅτι σε, ὦ ἄνθρωπε,

 

‹ Prev