Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 101

by Dio Chrysostom


  οὔτε σκαπτῆρα θεοὶ θέσαν οὔτ᾽ ἀροτῆρα,

  καὶ ὅτι ἄλλως τὰς χεῖρας ἔχεις κατὰ τοὺς μνηστῆρας ἀτρίπτους καὶ ἁπαλάς. [117] οὐκοῦν τόδε μὲν οἶμαι παντί τῳ δῆλον καὶ πολλάκις λεγόμενον ἴσως ὅτι βαφεῖς μὲν καὶ μυρεψοὺς καὶ βυρσοδέψας σὺν κουρικῇ γυναικῶν τε καὶ ἀνδρῶν, οὐ πολύ τι διαφερούσαις τὰ νῦν, καὶ ποικιλτικῇ πάσῃ σχεδὸν οὐκ ἐσθῆτος μόνον, ἀλλὰ καὶ τριχῶν καὶ χρωτός, ἐγχούσῃ καὶ ψιμυθίῳ καὶ πᾶσι φαρμάκοις μηχανωμένῃ ὥρας ψευδεῖς καὶ νόθα εἴδωλα, ἔτι δὲ ἐν οἰκιῶν ὀροφαῖς καὶ τοίχοις καὶ ἐδάφει τὰ μὲν χρώμασι, τὰ δὲ λίθοις, τὰ δὲ χρυσῷ, τὰ δ᾽ ἐλέφαντι ποικιλλόντων, [118] τὰ δὲ αὐτῶν τοίχων γλυφαῖς, τὸ μὲν ἄριστον μή παραδέχεσθαι καθόλου τὰς πόλεις, τὸ δὲ ἡμῖν ἐν τῷ παρόντι λόγῳ διορίσαι μηδένα ἂν τοιοῦτον γίγνεσθαι τῶν ἡμετέρων πενήτων, οἷς πρὸς τοὺς πλουσίους ἡμεῖς ἀγωνιζόμεθα ὥσπερ χορῷ τὰ νῦν, οὐχ ὑπὲρ εὐδαιμονίας προκειμένου τοῦ ἀγῶνος: οὐ γὰρ πενίᾳ τοῦτό γε πρόκειται τὸ ἆθλον οὐδὲ αὖ πλούτῳ, μόνης δὲ ἀρετῆς ἐστιν ἐξαίρετον: [119] ἄλλως δὲ ὑπὲρ ἀγωγῆς τινος καὶ μετριότητος βίου. καὶ τοίνυν οὐδ᾽ ὑποκριτὰς τραγικοὺς ἢ κωμικοὺς ἤ διά τινων μίμων ἀκράτου γέλωτος δημιουργοὺς οὐδὲ ὀρχηστὰς οὐδὲ χορευτὰς, πλήν [p. 212] γε τῶν ἱερῶν χορῶν, ἀλλ᾽ οὐκ ἐπί γε τοῖς Νιόβης ἤ Θυέστου πάθεσιν ᾄδοντας ἤ ὀρχουμένους, οὐδὲ κιθαρῳδοὺς οὐδὲ αὐλητὰς περὶ νίκης ἐν θεάτροις ἁμιλλωμένους, εἰ καί τινες τῶν ἐνδόξων πόλεων ἐπὶ τούτοις ἡμῖν δυσχερῶς ἕξουσι, Σμύρνα καὶ Χίος, καὶ δῆτα σὺν ταύταις καὶ τὸ Ἄργος, ὡς τὴν Ὁμήρου τε καὶ Ἀγαμέμνονος δόξαν [120] οὐκ ἐώντων αὔξεσθαι τὸ γοῦν ἐφ᾽ ἡμῖν: τυχὸν δὲ καὶ Ἀθηναῖοι χαλεπανοῦσιν, ἀτιμάζεσθαι νομίζοντες τοὺς σφετέρους ποιητὰς τραγικοὺς καὶ κωμικούς, ὅταν τοὺς ὑπηρέτας αὐτῶν ἀφαιρώμεθα, μηδὲν ἀγαθὸν φάσκοντες ἐπιτηδεύειν. εἰκὸς δὲ ἀγανακτεῖν καὶ Θηβαίους, ὡς τῆς νίκης αὐτῶν ὑβριζομένης, ἣν προεκρίθησαν ὑπὸ [121] τῆς Ἑλλάδος νικᾶν ἐπ᾽ αὐλητικῇ: ταύτην δὲ τὴν νίκην οὕτω σφόδρα ἠγάπησαν, ὥστε ἀναστάτου τῆς πόλεως αὐτοῖς γενομένης καὶ ἔτι νῦν σχεδὸν οὔσης πλὴν μικροῦ μέρους, τῆς Καδμείας οἰκουμένης, τῶν μὲν ἄλλων οὐδενὸς ἐφρόντισαν τῶν ἠφανισμένων ἀπὸ πολλῶν μὲν ἱερῶν, πολλῶν δὲ στηλῶν καὶ ἐπιγραφῶν, τὸν δὲ Ἑρμῆν ἀναζητήσαντεσπάλιν ἀνώρθωσαν, ἐφ᾽ ᾧ ἦν τὸ ἐπίγραμμα τὸ περὶ τῆς αὐλητικῆς,

  Ἑλλὰς μὲν Θήβας νικᾶν προέκρινεν ἐν αὐλοῖς:

  καὶ νῦν ἐπὶ μέσης τῆς ἀρχαίας ἀγορᾶς ἓν τοῦτο ἄγαλμα ἕστηκεν ἐν τοῖς ἐρειπίοις: [122] οὐ δὴ φοβηθέντες οὐδένα τούτων οὐδὲ τοὺς ἐπιτιμήσοντασἡμῖν, ὡς τὰ σπουδαιότατα παρὰ τοῖς Ἕλλησι ψέγομεν, ἅπαντα τὰ τοιαῦτα οὐκ αἰδημόνων οὐδὲ ἐλευθέρων ἀνθρώπων ἀποφαινόμενοι ἔργα, ὡς ἄλλα τε πολλὰ δυσχερῆ πρόσεστιν αὐτοῖς καὶ δὴ μέγιστον τὸ τῆς ἀναιδείας, τὸ μᾶλλον τοῦ δέοντος φρονεῖν τὸν ὄχλον, ὅπερ μέγιστον θρασύνεσθαι καλεῖν ὀρθότερον. [123] οὔκουν οὐδὲ κήρυκασὠνίων οὐδὲ κλοπῶν ἢ δρασμῶν μήνυτρα προτιθέντας ἐν ὁδοῖς καὶ ἐν ἀγορᾷ φθεγγομένους μετὰ πολλῆς ἐλευθερίας, οὐδὲ συμβολαίων καὶ προκλήσεων καὶ καθόλου τῶν περὶ δίκας καὶ ἐγκλήματα συγγραφεῖς, προσποιουμένους νόμιμον ἐμπειρίαν, οὐδὲ αὖ τοὺς σοφούς τε καὶ δεινοὺς δικορράφους τε καὶ συνηγόρους, μισθοῦ πᾶσιν ὁμοίως [p. 213] ἐπαγγελλομένους βοηθήσειν, καὶ ἀδικοῦσι τὰ μέγιστα, καὶ ἀναισχυντήσειν ὑπὲρ τῶν ἀλλοτρίων ἀδικημάτων καὶ σχετλιάσειν καὶ βοήσεσθαι καὶ ἱκετεύσειν ὑπὲρ τῶν οὔτε φίλων οὔτε συγγενῶν σφίσιν ὄντων, σφόδρα ἐντίμους καὶ λαμπροὺς ἐνίους εἶναι δοκοῦντας ἐν τῇ πόλει, οὐδὲ τοιοῦτον οὐδένα ἀξιοῖμεν ἂν ἐκείνων γίγνεσθαι, [124] παραχωρεῖν δὲ ἑτέροις. χειροτέχνας μὲν γὰρ ἐξ αὐτῶν τινας ἀνάγκη γενέσθαι, γλωσσοτέχνας δὲ καὶ δικοτέχνας οὐδεμία ἀνάγκη. τούτων δὲ τῶν εἰρημένων τε καὶ ῥηθησομένων εἴ τινα δοκεῖ χρήσιμα ταῖς πόλεσιν, ὥσπερ ταῖς νῦν οἰκουμέναις, οἷον δὴ ἴσως τὸ περὶ τὴν τῶν δικῶν ἀναγραφὴν καὶ τῶν συμβολαίων, τάχα δὲ καὶ κηρυγμάτων ἐνίων, ὅπως ἂν ἢ ὑφ᾽ ὧν γιγνόμενα ἥκιστα ἂν εἴη βλαβερὰ, οὐ νῦν καιρός ἐστι διορίζειν. [125] οὐ γὰρ πολιτείαν ἐν τῷ παρόντι διατάττομεν, ὁποία τις ἂν ἢ ἀρίστη γένοιτο ἢ πολλῶν ἀμείνων, ἀλλὰ περὶ πενίας προυθέμεθα εἰπεῖν ὡς οὐκ ἄπορα αὐτῇ τὰ πράγματά ἐστιν, ᾗπερ δοκεῖ τοῖς πολλοῖς αὐτή τε εἶναι φευκτὸν καὶ κακόν, ἀλλὰ μυρίας ἀφορμὰς πρὸς τὸ ζῆν παρέχει τοῖς αὐτουργεῖν βουλομένοις οὔτε ἀσχήμονας οὔτε βλαβεράς. [126] ἀπὸ γὰρ αὐτῆς ἀρχῆς ταύτης τὰ περὶ γεωργίας καὶ θήρας προυτράπημεν προδιελθεῖν ἐπὶ πλέον πρότερον, καὶ νῦν περὶ τῶν κατὰ ἄστυ ἐργασιῶν, τίνες αὐτῶν πρέπουσαι καὶ ἀβλαβεῖς τοῖς μὴ κάκιστα βιωσομένοις καὶ τίνες χείρους ἂν ἀποτελοῖεν τοὺς ἐπ᾽ αὐτῶν. [127] εἰ δὲ πολλὰ τῶν εἰρημένων καθόλου χρήσιμά ἐστι πρὸς πολιτείαν καὶ τὴν τοῦ προσήκοντος αἵρεσιν, ταύτῃ καὶ δικαιότερον συγγνώμην ἔχειν τοῦ μήκους τῶν λόγων, ὅτι οὐ μάτην ἄλλως οὐδὲ περὶ ἄχρηστα πλανωμένῳ πλείονες γεγόνασιν. ἡ γὰρ περὶ ἐργασιῶν καὶ τεχνῶν σκέψις καὶ καθόλου περὶ βίου προσήκοντος ἢ μὴ τοῖς μετρίοις καὶ καθ᾽
αὑτὴν ἀξία πέφηνεν πολλῆς καὶ πάνυ ἀκριβοῦς θεωρίας. [128] χρὴ οὖν τὰς ἐκτροπὰς τῶν λόγων, ἄν καὶ σφόδρα μακροὶ δοκῶσι, μὴ μέντοι [p. 214] περί γε φαύλων μηδὲ ἀναξίων λόγων μηδὲ οὐ προσηκόντων, μὴ δυσσκόλως φέρειν, ὡς οὐκ αὐτὴν λιπόντος τὴν τῶν ὅλων ὑπόθεσιν τοῦ λέγοντος, ἕως ἂν περὶ τῶν ἀναγκαίων καὶ προσηκόντων φιλοσοφίᾳ [129] διεξίῃ. σχεδὸν γὰρ κατὰ τοῦτο μιμούμενοι τοὺς κυνηγέτας οὐκ ἂν ἁμαρτάνοιμεν: οἵ γε ἐπειδὰν τὸ πρῶτον ἴχνος ἐκλαβόντες κἀκείνῳἑπόμενοι μεταξὺ ἐπιτύχωσιν ἑτέρῳ φανερωτέρῳ καὶ μᾶλλον ἐγγύς, οὐκ ὤκνησαν τούτῳ ξυνακολουθήσαντες, καὶ ἑλόντες τὸ ἐμπεσὸν ὕστερον ἴσως οὖν οὐδὲ ἐκεῖνο μεμπτέον, [130] ὅστις περὶ ἀνδρὸς δικαίου καὶ δικαιοσύνης λέγειν ἀρξάμενος, μνησθεὶς πόλεως παραδείγματος ἕνεκεν, πολλαπλάσιον λόγον ἀνάλωσεν περὶπολιτείας, καὶ οὐ πρότερον ἀπέκαμε πρὶν ἢ πάσας μεταβολὰς καὶ ἅπαντα γένη πολιτειῶν διεξῆλθε, πάνυ ἐναργῶς τε καὶ μεγαλοπρεπῶς τὰ ξυμβαίνοντα περὶ ἑκάστην ἐπιδεικνύς: [131] εἰ καὶ παρά τισιν αἰτίαν ἔχει περὶ τοῦ μήκους τῶν λόγων καὶ τῆς διατριβῆς τῆς περὶ τὸ παράδειγμα δήπουθεν: ἀλλ᾽ ὡς οὐδὲν ὄντα πρὸς τὸ προκείμενοντὰ εἰρημένα καὶ οὐδ᾽ ὁπωστιοῦν σαφεστέρου δι᾽ αὐτὰ τοῦ ζητουμένου γεγονότος, οὗπερ ἕνεκεν ἐξ ἀρχῆς εἰς τὸν λόγον παρελήφθη, διὰ ταῦτα, εἴπερ ἄρα, οὐ παντάπασιν ἀδίκως εὐθύνεται. [132] ἐὰν οὖν καὶ ἡμεῖς μὴ προσήκοντα μηδὲ οἰκεῖα τῷ προκειμένῳ φαινώμεθα διεξιόντες, μακρολογεῖν εἰκότως ἄν λεγοίμεθα. καθ᾽ αὑτὸδὲ ἄλλως οὔτε μῆκος οὔτε βραχύτητα ἐν λόγοις ἐπαινεῖν ἢ ψέγειν δίκαιον. περὶ δὲ τῶν λοιπῶν τῶν ἐν ταῖς πόλεσι πράξεων χρὴ θαρροῦντας διαπερᾶναι, τῶν μὲν μιμνησκομένους, τὰ δὲ καὶ ἐῶντας ἄρρητά τε καὶ ἀμνημόνευτα. [133] οὐ γὰρ δὴ περί γε πορνοβοσκῶν καὶπερὶ πορνοβοσκίας ὡς ἀμφιβόλων ἀπαγορευτέον, ἀλλὰ καὶ πάνυ ἰσχυριστέον τε καὶ ἀπορρητέον, λέγοντι μηδένα προσχρῆσθαι μήτε οὖν πένητα μήτε πλούσιον ἐργασίᾳ τοιαύτῃ, μισθὸν ὕβρεως καὶ ἀκολασίας ὁμοίως παρὰ πᾶσιν ἐπονείδιστον ἐκλέγοντας, ἀναφροδίτου μίξεως καὶ ἀνεράστων ἐρώτων κέρδους ἕνεκα γιγνομένους[p. 215] συναγωγούς, αἰχμάλωτα σώματα γυναικῶν ἢ παίδων ἢ ἄλλως ἀργυρώνητα ἐπ᾽ αἰσχύνῃ προϊστάντας ἐπ᾽ οἰκημάτων ῥυπαρῶν, πανταχοῦ τῆς πόλεως ἀποδεδειγμένων, ἔν τε παρόδοις ἀρχόντων καὶ ἀγοραῖς, πλησίον ἀρχείων τε καὶ ἱερῶν, μεταξὺ τῶν ὁσιωτάτων, [134] μήτ᾽ οὖν βαρβαρικὰ σώματα μήτε Ἑλλήνων πρότερον μὲν οὐ πάνυ, τὰ νῦν δὲ ἀφθόνῳ τε καὶ πολλῇ δουλείᾳ κεχρημένων, ἐπὶ τὴν τοιαύτην λώβην καὶ ἀνάγκην ἄγοντας, ἱπποφορβῶν καὶ ὀνοφορβῶν πολὺ κάκιον καὶ ἀκαθαρτότερον ἔργον ἐργαζομένους, οὐ κτήνεσι κτήνη δίχα βίας ἑκόντα ἑκοῦσιν ἐπιβάλλοντας οὐδὲν αἰσχυνομένοις, ἀλλὰ ἀνθρώποις αἰσχυνομένοις καὶ ἄκουσιν οἰστρῶντας καὶ ἀκολάστους ἀνθρώπους ἐπ᾽ ἀτελεῖ καὶ ἀκάρπῳ συμπλοκῇ σωμάτων φθορὰν μᾶλλον ἢ γένεσιν ἀποτελούσῃ, οὐκ αἰσχυνομένους οὐδένα ἀνθρώπων ἢ θεῶν, [135] οὔτε Δία γενέθλιον οὔτε Ἥραν γαμήλιον οὔτε Μοίρας τελεσφόρους ἢ λοχίαν Ἄρτεμιν ἢ μητέρα Ῥέαν, [136] οὐδὲ τὰς προεστώσας ἀνθρωπίνης γενέσεως Εἰλειθυίας οὐδὲ Ἀφροδίτην ἐπώνυμον τῆς κατὰ φύσιν πρὸς τὸ θῆλυ τοῦ ἄρρενος συνόδου τε καὶ ὁμιλίας: μὴ δὴ ἐπιτρέπειν τὰ τοιαῦτα κέρδη μηδὲ νομοθετεῖν μήτε ἄρχοντα μήτε νομοθέτην μήτ᾽ ἐν ταῖς ἄκρως πρὸς ἀρετὴν οἰκησομέναις πόλεσιν μήτ᾽ ἐν ταῖς δευτέραις ἢ τρίταις ἢ τετάρταις ἢ ὁποιαισοῦν, ἐὰν ἐπ᾽ αὐτῶν τινι ᾖ τὰ τοιαῦτα κωλύειν. [137] ἐὰν δ᾽ ἄρα παλαιὰ ἔθη καὶ νοσήματα ἐσκιρωμένα χρόνῳ παραλάβῃ, μήτοι γε παντελῶς ἐᾶν ἀθεράπευτα καὶ ἀκόλαστα, ἀλλὰ σκοποῦντα τὸ δυνατὸν ἁμῃγέπῃ στέλλειν καὶ κολάζειν. ὡς οὔποτε φιλεῖ τὰ μοχθηρὰ μένειν ἐπὶ τοῖς αὐτοῖς, ἀλλ᾽ ἀεὶ κινεῖται καὶ πρόεισιν ἐπὶ τὸ ἀσελγέστερον, μηδενὸς ἀναγκαίου μέτρου τυγχάνοντα. [138] δεῖ δὴ ποιεῖσθαί τινα ἐπιμέλειαν, μὴ πάνυ τι πρᾴως μηδὲ ῥᾳθύμως φέροντας τὴν εἰς τὰ ἄτιμα καὶ δοῦλα σώματα ὕβριν, οὐ ταύτῃ μόνον, ᾗ κοινῇ τὸ ἀνθρώπινον γένος ἅπαν ἔντιμον καὶ ὁμότιμον ὑπὸ τοῦ φύσαντος θεοῦ ταὐτὰ σημεῖα καὶ σύμβολα ἔχον τοῦ τιμᾶσθαι δικαίως καὶ λόγον καὶ ἐμπειρίαν καλῶν τε καὶ αἰσχρῶν γέγονεν, ἀλλὰ [p. 216] κἀκεῖνο ἐνθυμουμένους, ὅτι χαλεπὸν ὕβρει τρεφομένῃ δι᾽ ἐξουσίαν ὅρον τινὰ εὑρεῖν,ὃν οὐκ ἂν ἔτι τολμήσαι διὰ φόβον ὑπερβαίνειν: ἀλλ᾽ ἀπὸ τῆς ἐν τοῖς ἐλάττοσι δοκοῦσι καὶ ἐφειμένοις μελέτης καὶ συνηθείας ἀκάθεκτον τὴν ἰσχὺν καὶ ῥώμην λαβοῦσα οὐδενὸς ἔτι φείδεται τῶν λοιπῶν. [139] ἤδη οὖν χρὴ παντὸς μᾶλλον οἴεσθαι τὰσἐν τῷ μέσῳ ταύτας φανερὰς καὶ ἀτίμους μοιχείας καὶ λίαν ἀναισχύντως καὶ ἀνέδην γιγνομένας, ὅτι τῶν ἀδήλων καὶ ἀφανῶν εἰς ἐντίμους γυναῖκάς τε καὶ παῖδας ὕβρεων οὐχ ἥκιστα παρέχουσι τὴν αἰτίαν, τοῦ πάνυ ῥᾳδίως τὰ τοιαῦτα τολμᾶσθαι, τῆς αἰσχύνης ἐν κοινῷ καταφρονουμένης, ἀλλ᾽ οὐχ, ὥσπερ οἴονταί τινες, ὑπὲρ ἀσφαλείας [140] καὶ ἀποχῆς ἐκείνων εὑρῆσθαι τῶν ἁμαρτημάτων. τάχ᾽ οὖν λέγοι τις ἂν ἀγροικότερον οὕτω πως: ὦ σοφοὶ νομοθέται καὶ ἄρχοντες οἱ παραδεξάμενοι τὰ τοιαῦτα ἀπ᾽ ἀρχῆς, ὡς δή τι θαυμαστὸν εὑρηκότ�
�ς ταῖς πόλεσιν ὑμεῖς σωφροσύνης φάρμακον, ὅπως ὑμῖν μὴ τὰ φανερὰ ταῦτα καὶ ἄκλειστα οἰκήματα τὰς κεκλειμένασοἰκίας καὶ τοὺς ἔνδοθεν θαλάμους ἀναπετάσῃ, καὶ τοὺς ἔξω καὶ φανερῶς ἀσελγαίνοντας ἀπὸ μικρᾶς δαπάνης ἐπὶ τὰς ἐλευθέρας καὶ σεμνὰς τρέψῃ γυναῖκας μετὰ πολλῶν χρημάτων τε καὶ δώρων, τὸ σφόδρα εὔωνον καὶ μετ᾽ ἐξουσίας οὐκέτι στέργοντας, ἀλλ᾽ αὐτὸ δὴ τὸ κεκωλυμένον ἐν φόβῳ τε καὶ πολλοῖς ἀναλώμασι διώκοντας. [141] ὄψεσθε δὲ αὐτό, ἐμοὶ δοκεῖν, ἀκριβέστερον, ἐὰν σκοπῆτε: παρ᾽ οἷς γὰρ καὶ τὰ τῶν μοιχειῶν μεγαλοπρεπέστερόν πως παραπέμπεται, πολλῆς καὶ σφόδρα φιλανθρώπου τῆς εὐγνωμοσύνης τυγχάνοντα, τὰ μὲν πολλὰ ὑπὸ χρηστότητος οὐκ αἰσθανομένων τῶν ἀνδρῶν, τὰ δέ τινα οὐχ ὁμολογούντων εἰδέναι, ξένους δὲ καὶ φίλους καὶ ξυγγενεῖστοὺς μοιχοὺς καλουμένους ἀνεχομένων, καὶ αὐτῶν ἐνίοτε φιλοφρονουμένων καὶ παρακαλούντων ἐν ταῖς ἑορταῖς καὶ θυσίαις ἐπὶ τὰς ἑστιάσεις, ὡς ἂν οἶμαι τοὺς οἰκειοτάτους, [142] ἐπὶ δὲ τοῖς σφόδρα ἐκδήλοις καὶ φανεροῖς μετρίας τὰς ὀργὰς ποιουμένων: παρ᾽ οἷς, φημί, ταῦθ᾽ οὕτως ἐπιεικῶς ἐξάγεται τὰ περὶ τὰς γυναῖκας,[p. 217] οὐδὲ περὶ τῶν παρθένων ἐκεῖ θαρρῆσαι ῥᾴδιον τῆς κορείας οὐδὲ τὸν ὑμέναιον ὡς ἀληθῶς καὶ δικαίως ᾀδόμενον ἐν τοῖς παρθενικοῖς γάμοις πιστεῦσαί ποτε. [143] ἢ οὐκ ἀνάγκη πολλὰ ἐοικότα ξυμβαίνειν αὐτόθι τοῖς παλαιοῖς μύθοις, δίχα γε τῆς τῶν πατέρων ὀργῆς καὶ πολυπραγμοσύνης, ἀλλὰ πολλῶν μιμουμένων τοὺς τῶν θεῶν ἔρωτας λεγομένους, χρυσοῦ τε πολλοῦ διαρρέοντος διὰ τῶν ὀρόφων καὶ πάνυ ῥᾳδίως, ἅτε οὐ χαλκῶν ὄντων οὐδὲ λιθίνων τῶν οἰκημάτων, [144] καὶ νὴ Δία ἀργύρου στάζοντος οὐ κατ᾽ ὀλίγον οὐδ᾽ εἰς τοὺς τῶν παρθένων κόλπους μόνον, ἀλλ᾽ εἴς τε μητέρων καὶ τροφῶν καὶ παιδαγωγῶν, καὶ ἄλλων πολλῶν καὶ καλῶν δώρων τῶν μὲν κρύφα εἰσιόντων διὰ τῶν στεγῶν, ἔστι δ᾽ ὧν φανερῶς κατ᾽ [145] αὐτάς που τὰς κλισίας; τί δ᾽; ἐν ποταμοῖς καὶ ἐπὶ κρηνῶν οὐκ εἰκὸς ὅμοια πολλὰ γενέσθαι τοῖς πρότερον λεγομένοις ὑπὸ τῶν ποιητῶν; πλὴν ἴσως γε οὐ δημόσια γιγνόμενα οὐδ᾽ ἐν τῷ φανερῷ, κατ᾽ οἰκίας δὲ οὕτως εὐδαίμονας κήπων τε καὶ προαστείων πολυτελεῖς ἐπαύλεις ἔν τισι νυμφῶσι κατεσκευασμένοις καὶ θαυμαστοῖς ἄλσεσιν,ἅτε οὐ περὶ πενιχρὰς οὐδὲ πενήτων βασιλέων οἵας ὑδροφορεῖν τε καὶ παίζειν παρὰ τοῖς ποταμοῖς, ψυχρὰ λουτρὰ λουομένας καὶ ἐν αἰγιαλοῖς ἀναπεπταμένοις, ἀλλὰ μακαρίας καὶ μακαρίων γονέων, ἐν βασιλικαῖς καταγωγαῖς ἴδια πάντα ταῦτα ἐχούσαις, [146] πολὺ κρείττονα καὶ μεγαλοπρεπέστερα τῶν κοινῶν. ἀλλ᾽ ἴσως γε οὐδὲν ἧττον ἔμελλον ἐν ἐκείνῃ τῇ πόλει παῖδας προσδοκᾶν ἐσομένους, οἷον Ὅμηρος εἴρηκεν Εὔδωρον, υἱὸν Ἑρμοῦ καὶ Πολυδώρας, ὑποκοριζόμενος αὐτὸν οἶμαι κατὰ τὴν γένεσιν,

 

‹ Prev