Delphi Complete Works of Dio Chrysostom
Page 103
THE EIGHTH DISCOURSE, ON VIRTUE
ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ.
Διογένης ὁ Σινωπεὺς ἐκπεσὼν ἐκ τῆς πατρίδος, οὐδενὸς διαφέρων τῶν πάνυ φαύλων Ἀθήναζε ἀφίκετο, καὶ καταλαμβάνει συχνοὺς ἔτι τῶν Σωκράτους ἑταίρων: καὶ γὰρ Πλάτωνα καὶ Ἀρίστιππον καὶ Αἰσχίνην καὶ Ἀντισθένην καὶ τὸν Μεγαρέα Εὐκλείδην: Ξενοφῶν δὲ ἔφευγε διὰ τὴν μετὰ Κύρου στρατείαν. τῶν μὲν οὖν [p. 96] ἄλλων ταχὺ κατεφρόνησεν, Ἀντισθένει δὲ ἐχρῆτο, οὐκ αὐτὸν οὕτως ἐπαινῶν ὡς τοὺς λόγους οὓς ἔλεγεν, ἡγούμενος μόνους εἶναι ἀληθεῖς καὶ μάλιστα δυναμένους ἄνθρωπον ὠφελῆσαι. [2] ἐπεὶ αὐτόν γε τὸν Ἀντισθένην παραβάλλων πρὸς τοὺς λόγους ἐνίοτε ἤλεγχεν ὡς πολὺ μαλακώτερον, καὶ ἔφη αὐτὸν εἶναι σάλπιγγα λοιδορῶν: αὑτοῦ γὰροὐκ ἀκούειν φθεγγομένου μέγιστον. καὶ ὁ Ἀντισθένης ὑπέμενεν αὐτὸν ταῦτα ἀκούων: πάνυ γὰρ ἐθαύμαζε τοῦ ἀνθρώπου τὴν φύσιν. [3] ἔλεγεν οὖν ἀμυνόμενος ἀντὶ τῆς σάλπιγγος τοῖς σφηξὶν αὐτὸν ὅμοιον εἶναι. καὶ γὰρ τῶν σφηκῶν εἶναι τὸν μὲν ψόφον τῶν πτερῶν μικρόν, τὸ δὲ κέντρον δριμύτατον. ἔχαιρεν οὖν τῇ παρρησίᾳ τοῦΔιογένους, ὥσπερ οἱ ἱππικοί, ὅταν ἵππον θυμοειδῆ λάβωσιν, ἄλλως δὲ ἀνδρεῖον καὶ φιλόπονον, οὐδὲν ἧττον ἀποδέχονται τὸ χαλεπὸν τοῦ ἵππου: τοὺς δὲ νωθροὺς καὶ βραδεῖς μισοῦσι καὶ ἀποδοκιμάζουσιν. [4] ἐνίοτε μὲν οὖν ἐπέτεινεν αὐτόν, ἐνίοτε δὲ ἐπειρᾶτο ἀνιέναι, ὥσπερ οἱ χορδοστρόφοι τὰ νεῦρα τείνουσι, προσέχοντες μὴ ῥαγῇ.ἐπεὶ δὲ ἀπέθανεν ὁ Ἀντισθένης καὶ τῶν ἄλλων οὐδένα ἡγεῖτο συνουσίας ἄξιον, μετέβη εἰς Κόρινθον, κἀκεῖ διῆγεν οὔτε οἰκίαν μισθωσάμενος οὔτε παρὰ ξένῳ τινὶ καταγόμενος, ἀλλ᾽ ἐν τῷ Κρανείῳ [5] θυραυλῶν. ἑώρα γὰρ ὅτι πλεῖστοι ἄνθρωποι ἐκεῖ συνίασιδιὰ τοὺς λιμένας καὶ τὰς ἑταίρας, καὶ ὅτι ἡ πόλις ὥσπερ ἐν τριόδῳ τῆς Ἑλλάδος ἔκειτο. δεῖν οὖν τὸν φρόνιμον ἄνδρα, ὥσπερ τὸν ἀγαθὸν ἰατρόν, ὅπου πλεῖστοι κάμνουσιν, ἐκεῖσε ἰέναι βοηθήσοντα, οὕτως ὅπου πλεῖστοί εἰσιν ἄφρονες, ἐκεῖ μάλιστα ἐπιδημεῖν, [6] ἐξελέγχοντα καὶ κολάζοντα τὴν ἄνοιαν αὐτῶν. ἐπεὶ δὲ ἧκεν ὁ τῶνἸσθμίων χρόνος καὶ πάντες ἦσαν ἐν Ἰσθμῷ, κατέβη καὶ αὐτός. εἰώθει γὰρ ἐπισκοπεῖν ἐν ταῖς πανηγύρεσι τὰς σπουδὰς τῶν ἀνθρώπων καὶ τὰς ἐπιθυμίας καὶ ὧν ἕνεκα ἀδημονοῦσι καὶ ἐπὶ τίσι μέγα φρονοῦσι. [7] παρέσχε δὲ καὶ αὑτὸν τῷ βουλομένῳ ἐντυγχάνειν, [p. 97] καὶ ἔλεγε θαυμάζειν ὅτι εἰ μὲν ἔφη ὀδόντας ἰᾶσθαι, πάντες ἂν αὐτῷ προσῇσαν οἱ δεόμενοι ὀδόντα ἐξελέσθαι, καὶ νὴ Δία εἰ ὑπέσχετο ὀφθαλμοὺς θεραπεύειν, πάντες ἂν οἱ ὀφθαλμιῶντες αὑτοὺς ἐπεδείκνυον: ὁμοίως δέ, εἰ σπληνὸς ἢ ποδάγρας ἢ κορύζης εἰδέναι φάρμακον: [8] ἐπεὶ δὲ ἔφη παύσειν τοὺς πεισομένους αὐτῷ ἀγνοίας καὶ πονηρίας καὶ ἀκολασίας, οὐδεὶς αὐτῷ προσεῖχεν οὐδὲ ἐκέλευεν ἰᾶσθαι αὑτόν, οὐδ᾽ ἂν εἰ πολὺ προσλήψεσθαι ἀργύριον ἔμελλεν, ὡς ἧ̣̣̓τον ὑπὸ τούτων ἢ ἐκεῖνοι ἐνοχλούμενος ἢ χαλεπώτερον ἀνθρώπῳ σπληνὸς ἀνέχεσθαι οἰδοῦντος καὶ διεφθαρμένου ὀδόντος ἢ ψυχῆς ἄφρονος καὶ ἀμαθοῦς καὶ δειλῆς καὶ θρασείας καὶ φιληδόνου καὶ ἀνελευθέρου καὶ ὀργίλης καὶ λυπηρᾶς καὶ πανούργου καὶ πάντα τρόπον διεφθαρμένης. [9] καὶ δὴ καὶ τότε ἦν περὶ τὸν νεὼν τοῦ Ποσειδῶνος ἀκούειν πολλῶν μὲν σοφιστῶν κακοδαιμόνων βοώντων καὶ λοιδορουμένων ἀλλήλοις, καὶ τῶν λεγομένων μαθητῶν ἄλλου ἄλλῳ μαχομένων, πολλῶν δὲ συγγραφέων ἀναγιγνωσκόντων ἀναίσθητα συγγράμματα, πολλῶν δὲ ποιητῶν ποιήματα ᾀδόντων, καὶ τούτους ἐπαινούντων ἑτέρων, πολλῶν δὲ θαυματοποιῶν θαύματα ἐπιδεικνύντων, πολλῶν δὲ τερατοσκόπων τέρατα κρινόντων, μυρίων δὲ ῥητόρων δίκας στρεφόντων, οὐκ ὀλίγων δὲ καπήλων διακαπηλευόντων ὅ,τι τύχοιεν ἕκαστος. [10] εὐθὺς οὖν καὶ αὐτῷ τινες προσῆλθον, τῶν μὲν Κορινθίων οὐδείς: οὐδὲ γὰρ ᾤοντο οὐδὲν ὠφεληθήσεσθαι, ὅτι καθ᾽ ἡμέραν ἑώρων αὐτὸν ἐν Κορίνθῳ: τῶν δὲ ξένων ἦσαν οἱ προσιόντες, καὶ τούτων ἕκαστος βραχύ τι εἰπὼν ἢ ἀκούσας ἀπῄει, φοβούμενος τὸν ἔλεγχον. [11] διὰ δὴ τοῦτο ἔφη ὁ Διογένης προσεοικέναι τοῖς κυσὶ τοῖς Λάκωσι: καὶ γὰρ τούτους, ὅταν στῶσιν εἰς τὰς πανηγύρεις, πολλοὺς μὲν εἶναι τοὺς καταψήχοντας καὶ προσπαίζοντας, μηδένα δὲ ὠνεῖσθαι ῥᾳδίως, διὰ τὸ μὴ ἐπίστασθαι χρῆσθαι. πυθομένου δέ τινος εἰ καὶ αὐτὸς ἥκοι τὸν ἀγῶνα θεασόμενος, οὐκ, ἔφη, [p. 98] ἀλλ᾽ ἀγωνιούμενος. καὶ ὃς ἐγέλασέ τε καὶ ἤρετο αὐτὸν τίνας ἔχοι τοὺς ἀνταγωνιστάς. [12] ὁ δὲ ὥσπερ εἰώθει ὑποβλέψας, Τοὺς χαλεπωτάτους, εἶπε, καὶ ἀμαχωτάτους, οἷς οὐδεὶς δύναται ἀντιβλέψαι τῶν Ἑλλήνων, οὐ μέντοι διατρέχοντας ἢ παλαίοντας ἢ διαπηδῶντας οὐδὲ πυκτεύοντας καὶ ἀκοντίζοντας καὶ δισκεύοντας ἀλλὰ τοὺς σωφρονίζοντας. [13] τίνας μήν; ἤρετο. τοὺς πόνους, ἔφη, μάλα ἰσχυρούς τε καὶ ἀνικήτους ὑπὸ ἀνθρώπων ἐμπεπλησμένων καὶ τετυφωμένων καὶ τὰς μὲν ἡμέρας ὅλας ἐσθιόντων, ἐν δὲ ταῖς νυξὶ ῥεγκόντων, ὑπὸ δὲ ἀνδρῶν ἡττωμένους λεπτῶν τε καὶ ἀσάρκων καὶ τῶν σφηκῶν τὰς γαστέρας μᾶλλον ἐντετμημένων. [14] ἢ σὺ οἴει τούτων τι ὄφελοσεἶναι τῶν τὰς μεγάλας κοιλίας ἐχόντων, οὓς ἐχρῆν περιαγαγόντας καὶ περικαθάραντας ἐκβαλεῖν, μᾶλλον δὲ καταθύσαντ
ας καὶ κατατεμόντας εὐωχεῖσθαι, καθάπερ οἶμαι τὰ τῶν κητῶν κρέα, τοὺς νοῦν ἔχοντας, ἕψοντας ἁλσὶ καὶ θαλάσσῃ, τὴν δὲ πιμελὴν τήξαντας, ὥσπερ ἐν Πόντῳ παρ᾽ ἡμῖν τὸ τῶν δελφίνων στέαρ, ἀλείφεσθαι τοὺς [15] δεομένους. οἶμαι γὰρ αὐτοὺς τῶν ὑῶν ἥττονα ψυχὴν ἔχειν. ὁ δὲ ἀνὴρ ὁ γενναῖος ἡγεῖται τοὺς πόνους ἀνταγωνιστὰς μεγίστους, καὶ τούτοις ἀεὶ φιλεῖ μάχεσθαι καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν, οὐχ ὑπὲρ σελίνου, ὥσπερ αἱ αἶγες, οὐδὲ κοτίνου καὶ πίτυος, ἀλλὰ ὑπὲρ εὐδαιμονίας καὶ ἀρετῆς παρὰ πάντα τὸν βίον, οὐχ ὅταν Ἠλεῖοι προείπωσινἢ Κορίνθιοι ἢ τὸ κοινὸν Θετταλῶν, μηδένα αὐτῶν φοβούμενον μηδὲ εὐχόμενον ἄλλῳ λαχεῖν, [16] ἀλλὰ προκαλούμενον ἐφεξῆς ἅπαντας, καὶ λιμῷ φιλονεικοῦντα καὶ ψύχει καὶ δίψος ὑπομένοντα, κἂν δέῃ μαστιγούμενον καρτερεῖν καὶ τεμνόμενον καὶ καόμενον μηδὲν μαλακὸν ἐνδιδόντα: πενίαν δὲ καὶ φυγὴν καὶ ἀδοξίαν καὶ τὰ τοιαῦταμηδὲν ἡγεῖσθαι δεινὸν αὑτῷ, ἀλλὰ πάνυ κοῦφα, καὶ πολλάκις παίζειν ἐν αὐτοῖς τὸν ἄνδρα τὸν τέλειον, ὥσπερ οἱ παῖδες τοῖς ἀστραγάλοις καὶ ταῖς σφαίραις ταῖς ποικίλαις. [17] καὶ γὰρ δοκοῦσι μέν, ἔφη, δεινοὶ καὶ ἀνυπόστατοι πᾶσι τοῖς κακοῖς οἱ ἀνταγωνισταὶ οὗτοι: ἐὰν δέ τις [p. 99] αὐτῶν καταφρονήσῃ καὶ προσίῃ θαρρῶν οὐ χαλεπὸν δειλοὺς καὶ ἀδυνάτους ἄνδρας ἰσχυροὺς κρατῆσαι, μάλιστα τοῖς κυσὶν ὁμοίους, οἳ τοὺς μὲν φεύγοντας ἐπιδιώκουσι καὶ δάκνουσι καὶ διέσπασαν ἔστιν οὓς καταλαβόντες, τοὺς δὲ ἐπιόντας καὶ μαχομένους φοβοῦνται καὶ ἀναχωροῦσι, τελευτῶντες δὲ σαίνουσιν, ἐπειδὰν συνήθεις γένωνται. [18] οἱ δὲ πολλοὶ ἄνθρωποι ἐκπεπληγμένοι αὐτοὺς καὶ ἀεί ποτε φεύγοντες κρίνουσιν, οὐδέποτε ἐναντίον βλέποντες. καὶ γὰρ δή, ὥσπερ οἱ πυκτεύειν εἰδότες, ἐὰν μὲν προλάβωσι τὸν ἀνταγωνιστήν, οὐ παίονται τὴν ἀρχήν, πολλάκις δὲ ἀπέβησαν αὐτοὶ καταβαλόντες: ἐὰν δὲ ὑποχωρῶσι φοβούμενοι, τότ᾽ ἰσχυροτάτας πληγὰς λαμβάνουσιν: οὕτως ἐὰν μέν τις τοὺς πόνους δέχηται καταφρονῶν καὶ πλησιάζῃ προθύμως, οὐ πάνυ ἰσχύουσι πρὸς αὐτόν: ἐὰν δὲ ἀφιστῆται καὶ ἀναχωρῇ, τῷ παντὶ μείζους καὶ σφοδρότεροι δοκοῦσι. [19] τοῦτο δ᾽ ἂν ἴδοις καὶ ἐπὶ τοῦ πυρὸς γιγνόμενον: ἐὰν μὲν σφόδρα ἐπιβῇς, ἔσβεσας τὸ πῦρ: ἐὰν δὲ ὑποπτεύων καὶ δεδοικώς, σφόδρα ἐκαύθης: ὥσπερ ἐνίοτε παίζοντες οἱ παῖδες τῇ γλώττῃ τὸ πῦρ σβεννύουσιν. οὗτοι μὲν οὖν οἱ ἀνταγωνισταὶ σχεδὸν ὅμοιοί εἰσι τοῖς παμμάχοις, παίοντές τε καὶ ἄγχοντες καὶ διασπῶντες καὶ ἀποκτιννύντες ἐνίοτε. [20] ἑτέρα δὲ δεινοτέρα μάχη καὶ ἀγών ἐστιν οὐ μικρός, ἀλλὰ πολὺ τούτου μείζων καὶ ἐπικινδυνότερος ὁ πρὸς τὴν ἡδονήν, οὐκ ἄντικρυς βιαζομένην, ἀλλ᾽ ἐξαπατῶσαν καὶ γοητεύουσαν δεινοῖς φαρμάκοις οὐχ οἵαν Ὅμηρός φησιν,
αὖθις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη. [21]
ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίναις ἐμάχοντο
καὶ ξίφεσιν μεγάλοισιν
οὐχ οὗτος ὁ τρόπος τῆς μάχης: οὐδὲ γὰρ ἄντικρυς βιάζεσθαι τὴν ἡδονήν, ἀλλ᾽ ἐξαπατᾶν καὶ γοητεύειν δεινοῖς φαρμάκοις, ὥσπερ Ὅμηρός φησι τὴν Κίρκην τοὺς τοῦ Ὀδυσσέως ἑταίρους καταφαρμάξαι, [p. 100] κἄπειτα τοὺς μὲν σῦς αὐτῶν, τοὺς δὲ λύκους γενέσθαι, τοὺς δὲ ἄλλ᾽ ἄττα θηρία, τοιοῦτόν ἐστι τὸ χρῆμα τῆς ἡδονῆς, οὐχ ἁπλῶς ἐπιβουλευούσης, ἀλλὰ πάντα τρόπον, διά τε τῆς ὄψεως καὶ ἀκοῆς ἢ ὀσφρήσεως ἢ γεύσεως ἢ ἁφῆς, [22] ἔτι δὲ σιτίοις καὶ ποτοῖς καὶ ἀφροδισίοις διαφθεῖραι πειρωμένης, ὁμοίως μὲν ἐγρηγορότας, ὁμοίως δὲκοιμωμένους. οὐδὲ γὰρ ὥσπερ πρὸς τοὺς πολεμίους ἔστι φυλακὰς καταστήσαντας καθεύδειν, ἀλλὰ μάλιστα δὴ πάντων τότε ἐπιτίθεται, [23] τὰ μὲν αὐτῷ τῷ ὕπνῳ μαραίνουσα καὶ δουλουμένη, τὰ δὲ ἐπιπέμπουσα ὀνείρατα πανοῦργα καὶ ἐπίβουλα, ἀναμιμνῄσκοντα αὐτῆς. ὁ μὲν οὖν πόνος διὰ τῆς ἁφῆς ἐπιγίγνεται ὡς τὸ πολὺ καὶ ταύτῃ πρόσεισιν, ἡδὲ ἡδονὴ κατὰ πᾶσαν αἴσθησιν ὁπόσας ἄνθρωπος αἰσθήσεις ἔχει, καὶ δεῖ τοῖς μὲν πόνοις ἀπαντᾶν καὶ συμπλέκεσθαι, [24] τὴν δὲ ἡδονὴν φεύγειν ὡς πορρωτάτω καὶ μηδὲν ὅλως ἢ τἀναγκαῖα ὁμιλεῖν. καὶ ἐνταῦθα ὁ κράτιστος ἀνήρ κράτιστος δὲ σχεδόν, ὃς ἂν δύνηται πλεῖστον ἀποφεύγειν τὰς ἡδονάς: οὐδὲ γὰρ ἔστιν ἡδονῇ συνόντα ἢ καὶ πειρώμενονσυνεχῶς μὴ οὐ πάντως ἁλῶναι. ὅταν οὖν κρατήσῃ καὶ περιγένηται τῆς ψυχῆς τοῖς φαρμάκοις, γίγνεται τὸ λοιπὸν ἤδη τὸ τῆς Κίρκης, [25] πλήξασα ῥᾳδίως τῇ ῥάβδῳ εἰς συφεόν τινα ἐλαύνει καὶ καθείργνυσι καὶ τὸ λοιπὸν ἀπ᾽ ἐκείνου ἤδη ὁ ἄνθρωπος διατελεῖ σῦς ὢν ἢ λύκος, [26] γίγνονται δὲ καὶ ὄφεις ὑφ᾽ ἡδονῆς ποικίλοι καὶὀλέθριοι καὶ ἄλλ᾽ ἄττα ἑρπετά, καὶ θεραπεύουσιν ἐκείνην ἀεὶ περὶ τὰς θύρας ὄντες καὶ ἐπιθυμοῦντες μὲν τῆς ἡδονῆς καὶ λατρεύοντες ἐκείνῃ, μυρίους δὲ ἄλλως πόνους ἔχοντες. ἡ γὰρ ἡδονὴ κρατήσασα αὐτῶν καὶ παραλαβοῦσα τοῖς πόνοις παραδίδωσι τοῖς ἐχθίστοις καὶ χαλεπωτάτοις. [27] τοῦτον δὴ τὸν ἀγῶνα ἐμοὶ καρτεροῦντι καὶπαραβαλλομένῳ πρὸς ἡδονὴν καὶ πόνον οὐδεὶς προσέχει τῶν ἀθλίων ἀνθρώπων, ἀλλὰ τοῖς ἀνδραπόδοις τοῖς πηδῶσι καὶ τρέχουσι καὶ χορεύουσιν. οὐδὲ γὰρ τὸν Ἡρακλέα ἑώρων ἀγωνιζόμενον καὶ πονοῦντα, οὐδὲ ἔμελε
ν αὐτοῖς, ἀλλὰ καὶ τότε ἴσως ἀθλητάς τινας ἐθαύμαζον, Ζήτην καὶ Κάλαϊν καὶ Πηλέα καὶ ἄλλους τοιούτους[p. 101] δρομέας τινὰς καὶ παλαιστάς: καὶ τοὺς μὲν ἐπὶ κάλλει, τοὺς δὲ ἐπὶ πλούτῳ ἐθαύμαζον, καθάπερ Ἰασίωνα καὶ Κινύραν: [28] περὶ δὲ τοῦ Πέλοπος ἔλεγον ὅτι καὶ τὸν ὦμον ἐλεφάντινον ἔχοι, ὥσπερ τι ὄφελος ἀνθρώπου χρυσῆν χεῖρα ἢ ἐλεφαντίνην ἔχοντος ἢ ὀφθαλμοὺς ἀδάμαντος ἢ σμαράγδου: τὴν δὲ ψυχὴν οὐκ ἐγίγνωσκον αὐτοῦ ὁποίαν τινὰ εἶχεν. τὸν δὲ Ἡρακλέα πονοῦντα μὲν καὶ ἀγωνιζόμενον ἠλέουν, καὶ ἔφασαν αὐτὸν ἀνθρώπων ἀθλιώτατον: καὶ διὰ τοῦτο ἄθλους ἐκάλουν τοὺς πόνους αὐτοῦ καὶ τὰ ἔργα, ὡς τὸν ἐπίπονον βίον ἄθλιον ὄντα: ἀποθανόντα δὲ πάντων σσσμάλιστα τιμῶσι καὶ θεὸν νομίζουσι καί φασιν Ἥβῃ συνοικεῖν, καὶ τούτῳ πάντες εὔχονται, [29] ὅπως αὐτοὶ μὴ ἔσονται ἄθλιοι, τῷ πλεῖστα ἀθλήσαντι. τὸν δὲ Εὐρυσθέα οἴονται κρατεῖν τούτου καὶ ἐπιτάττειν, ὃν οὐδενὸς ἄξιον νενομίκασιν, οὐδὲ εὔξατο οὐδὲ ἔθυσεν οὐδέποτε οὐδεὶς Εὐρυσθεῖ. πλὴν ὅ γε Ἡρακλῆς περιῄει τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν ἅπασαν, [30] οὐδὲν ὢν τούτοις ὅμοιος τοῖς ἀθληταῖς — ποῦ γὰρ ἂν ἠδυνήθη προελθεῖν σάρκας τοσαύτας ἔχων ἢ τοσούτων κρεῶν δεόμενος ἢ βαθὺν οὕτως ὕπνον καθεύδων; — ἀλλ᾽ ἄγρυπνος καὶ λεπτός, ὥσπερ οἱ λέοντες, ὀξὺ βλέπων, ὀξὺ ἀκούων, οὔτε χειμῶνος οὔτε καύματος φροντίζων, οὐδὲν δεόμενος στρωμάτων ἢ χλανίδων ἢ ταπήτων, ἀλλὰ δέρμα ἀμπεχόμενος ῥυπαρόν, λιμοῦ πνέων, τοῖς ἀγαθοῖς βοηθῶν, τοὺς κακοὺς κολάζων. [31] καὶ Διομήδην δὲ τὸν Θρᾷκα, ὅτι ποικίλην εἶχεν ἐσθῆτα καὶ καθῆστο ἐπὶ θρόνου πίνων δι᾽ ἡμέρας καὶ τρυφῶν, καὶ τοὺς ξένους ἠδίκει καὶ τοὺς ὑφ᾽ αὑτῷ, πολλὴν ἵππον τρέφων, τῷ ῥοπάλῳ παίων διήραξεν ὥσπερ πίθον παλαιόν. καὶ τὸν Γηρυόνην, πλείστους βοῦς ἔχοντα καὶ τῶν πρὸς ἑσπέρας ἁπάντων πλουσιώτατον ὄντα καὶ ὑπερηφανώτατον, αὐτόν τε ἀπέκτεινε καὶ τοὺς ἀδελφοὺς καὶ τὰς βοῦς ἀπήλασε. [32] τὸν δὲ Βούσιριν εὑρὼν πάνυ ἐπιμελῶς ἀθλοῦντα καὶ δι᾽ ὅλης ἡμέρας ἐσθίοντα καὶ φρονοῦντα μέγιστον ἐπὶ πάλῃ, διέρρηξεν ἐπὶ τὴν γῆν καταβαλὼν ὥσπερ τοὺς θυλάκους τοὺς σφόδρα γέμοντας. καὶ τῆς Ἀμαζόνος ἔλυσε τὴν ζώνην, θρυπτομένης αὐτῷ καὶ νομιζούσης ὅτι τῷ κάλλει κρατήσει, [p. 102] συγγενόμενος δ᾽ ἀπῄει δείξας ὅτι οὐκ ἄν ποτε ἡττηθείη κάλλους οὐδ᾽ ἂν μείνειε χάριν γυναικὸς πόρρω τῶν αὑτοῦ κτημάτων οὐδέποτε. [33] τὸν δὲ Προμηθέα, σοφιστήν τινα, ἐμοὶ δοκεῖν, καταλαβὼν ὑπὸ δόξης ἀπολλύμενον, καὶ νῦν μὲν οἰδοῦντος αὐτῷ καὶ αὔξοντος τοῦ ἥπατος, ὁπότε ἐπαινοῖτο, πάλιν δὲ φθίνοντος, ὁπότε ψέγοιεν αὐτόν,ἐλεήσας καὶ φοβήσας ἔπαυσε τοῦ τύφου καὶ τῆς φιλονικίας: καὶ οὕτως ᾤχετο ὑγιᾶ ποιήσας. ταῦτα μὲν οὖν ἔπραττεν οὐδὲν Εὐρυσθεῖ χαριζόμενος. [34] τὰ δὲ μῆλα τὰ χρυσᾶ ἃ ἐκόμισε λαβὼν ἔδωκεν ἐκείνῳ, τὰ τῶν Ἑσπερίδων: οὐδὲν γὰρ αὐτῶν ἐδεῖτο, ἀλλ᾽ ἐκέλευσε κλάειν ἔχοντα. μηδὲν γὰρ ὄφελος εἶναι ἀνθρώπῳ χρυσῶν μήλων: μηδὲγὰρ ταῖς Ἑσπερίσι γενέσθαι. πέρας δέ, ἐπεὶ βραδύτερος ἐγίγνετο καὶ ἀσθενέστερος αὑτοῦ, φοβούμενος μὴ οὐ δύνηται ζῆν ὁμοίως, ἔπειτα οἶμαι νόσου τινὸς καταλαβούσης κάλλιστα ἀνθρώπων ἐθεράπευσεν αὑτόν, πυρὰν νήσας ἐν τῇ αὐλῇ ξύλων ὡς ξηροτάτων καὶ δείξας ὅτι οὐδὲν ἄξιον ἐφρόντιζε τοῦ πυρετοῦ. [35] πρότερον δέ,ἵνα μὴ δοκῇ σεμνὰ μόνον καὶ μεγάλα ἔργα διαπράττεσθαι, τὴν κόπρον ἀπελθὼν τὴν κειμένην παρ᾽ Αὐγέᾳ, πολύ τι χρῆμα πολλῶν ἐτῶν, ἐκείνην ἐξεφόρει καὶ ἐκάθαιρεν. ἡγεῖτο γὰρ οὐχ ἧττον αὑτῷ διαμαχητέον εἶναι καὶ πολεμητέον πρὸς τὴν δόξαν ἢ τὰ θηρία καὶ τῶν ἀνθρώπων τοὺς κακούργους. [36] ταῦτα δὲ λέγοντος τοῦ Διογένους, περιίσταντο πολλοὶ καὶ πάνυ ἡδέως ἠκροῶντο τῶν λόγων. ἐννοήσας δὲ οἶμαι τὸ τοῦ Ἡρακλέους, τοὺς μὲν λόγους ἀφῆκε, χαμαὶ δὲ καθεζόμενος ἐποίει τι τῶν ἀδόξων. εὐθὺς οὖν οἱ πολλοὶ κατεφρόνουν αὐτοῦ καὶ μαίνεσθαι ἔφασαν, καὶ πάλιν ἐθορύβουν σοφισταί, καθάπερ ἐν τέλματι βάτραχοι τὸνὕδρον οὐχ ὁρῶντες. [p. 103]