Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 115

by Dio Chrysostom


  THE FOURTEENTH DISCOURSE: ON SLAVERY AND FREEDOM I

  ΠΕΡΙ ΔΟΥΛΕΙΑΣ ΚΑΙ ΕΛΕΥΘΕΡΙΑΣ Α.

  Οἱ ἄνθρωποι ἐπιθυμοῦσι μὲν ἐλεύθεροι εἶναι μάλιστα πάντων, καί φασι τὴν ἐλευθερίαν μέγιστον τῶν ἀγαθῶν, τὴν δὲ δουλείαν αἴσχιστον καὶ δυστυχέστατον ὑπάρχειν, αὐτὸ δὲ τοῦτο ὅ,τι ἐστὶ τὸ ἐλεύθερον εἶναι ἢ ὅ,τι τὸ δουλεύειν, οὐκ ἴσασιν. καὶ τοίνυν οὐδὲ ποιοῦσιν οὐδέν, ὡς ἔπος εἰπεῖν, ὅπως τὸ μὲν αἰσχρὸν καὶ χαλεπὸν ἐκφεύξονται, τὴν δουλείαν, ὃ δὲ δοκεῖ αὐτοῖς πολλοῦ ἄξιον εἶναι, κτήσονται, τὴν ἐλευθερίαν, ἀλλὰ τοὐναντίον ταῦτα πράττουσιν ἐξ ὧν ἀνάγκη τοὺς ἐπιτηδεύοντας διατελεῖν δουλεύοντας τὸν ἅπαντα [2] χρόνον καὶ μηδεπώποτε ἐλευθερίας ἐπιτυγχάνειν. πλὴν τούτους οὐκ ἄξιον ἴσως θαυμάσαι ὅτι οὔτε ἑλεῖν οὔτε φυλάξασθαι δύνανται ὃ τυγχάνουσιν ἀγνοοῦντες. εἰ γοῦν ἐτύγχανον ἀγνοοῦντες πρόβατον καὶ λύκον ὅ,τι ἐστὶν ἑκάτερον αὐτοῖν, ὅμως δὲ ἡγοῦντο τὸ μὲν ὠφέλιμον καὶ κτήσασθαι ἀγαθόν, τὸ δὲ βλαβερὸν καὶ ἀσύμφορον, οὐκ ἂν ἦν θαυμαστὸν οὐδέν, εἰ τὸ μὲν πρόβατον ἐφοβοῦντο καὶ ἔφευγον ἐνίοτε ὡς λύκον, τὸν δὲ λύκον προσίεντο καὶ ὑπέμενον, νομίσαντες πρόβατον: ἡ γὰρ ἄγνοια τοιαῦτα ἐργάζεται τοὺς οὐκ εἰδότας καὶ ἀναγκάζει τἀναντία φεύγειν καὶ διώκειν ὧν βούλονται [3] καὶ τῶν συμφερόντων. φέρε δὴ σκεψώμεθα εἰ ἄρα τι οἱ πολλοὶ ἐπίστανται περὶ ἐλευθερίας καὶ δουλείας σαφές. ἴσως γάρ τοι μάτην αὐτοὺς αἰτιώμεθα, οἱ δὲ παντὸς μᾶλλον ταῦτα ἴσασιν. εἰ οὖν ἔροιτό τις αὐτοὺς ὅ,τι ἐστὶ τὸ ἐλεύθερον εἶναι, φαῖεν ἂν ἴσως τὸ μηδενὸς ὑπήκοον, ἀλλὰ πράττειν ἁπλῶς τὰ δοκοῦντα [4] ἑαυτῷ. τὸν δὲ τοῦτο ἀποκρινάμενον ἐάν τις ἐπερωτᾷ, εἰ ἐν χορῷ χορευτὴν ὄντα μὴ προσέχειν τῷ κορυφαίῳ μηδὲ ὑπήκοον εἶναι αὐτοῦ, ἀλλ̓ ᾄδειν τε καὶ ἀπᾴδειν, ὅπως ἂν αὐτῷ ἐπίῃ, τοῦτο καλὸν οἴεται εἶναι καὶ ἐλευθέριον, τὸ δὲ ἐναντίον τούτου, τὸ προσέχειν [p. 228] καὶ πείθεσθαι τῷ ἡγεμόνι τοῦ χοροῦ, καὶ τότε ἄρχεσθαι καὶ παύεσθαι ᾄδοντα ὁπόταν ἐκεῖνος κελεύσῃ, αἰσχρὸν εἶναι καὶ δουλοπρεπές, [5] οὐκ ἂν οἶμαι ὁμολογοῖ. οὐδὲ εἴ τις ἐρωτήσειε, πλέοντα μὴ φροντίζειν τοῦ κυβερνήτου μηδὲ ποιεῖν ἅττ̓ ἂν ἐκεῖνος εἴπῃ, εἰ τὸ τοιοῦτον ἐλευθέριον οἴοιτο: οἷον κελεύσαντος καθῆσθαι ἑστάναι ἐν τῇ νηί, ἂν αὐτῷ μὴ ἐπίῃ, κἂν κελεύσῃ ἀντλεῖν ποτε ἢ συνέλκειν τὰ ἱστία, μήτ̓ ἀντλῆσαι μήθ̓ ἅψασθαι τῶν κάλων, οὐδὲ τοῦτον εἴποι ἂν ἐλεύθερον οὐδὲ ζηλωτόν, ὅτι πράττει τὰ δοκοῦντα [6] αὑτῷ. καὶ μὴν τούς γε στρατιώτας οὐκ ἂν φαίη δούλους εἶναι, διότι ὑπήκοοί εἰσι τοῦ στρατηγοῦ, καὶ τότε ἀνίστανται ὁπόταν ἐκεῖνος προστάξῃ, καὶ σῖτον αἱροῦνται καὶ ὅπλα λαμβάνουσι καὶ παρατάττονται καὶ ἐπίασι καὶ ἀναχωροῦσιν οὐκ ἄλλως ἢ τοῦ στρατηγοῦ κελεύσαντος: οὐδέ γε τοὺς κάμνοντας, ὅτι πείθονται τοῖς [7] ἰατροῖς, οὐ διὰ τοῦτο φήσουσι δούλους εἶναι: καίτοι οὐ σμικρά γε οὐδὲ ῥᾴδια πείθονται αὐτοῖς, ἀλλὰ καὶ πεινῆν καὶ διψῆν ἐνίοτε προστάττουσι: κἂν δόξῃ ποτὲ τῷ ἰατρῷ τὸν κάμνοντα δῆσαι, παραχρῆμα ἐδέθη, κἂν τεμεῖν ἢ καῦσαι, καυθήσεται καὶ τμηθήσεται ἐφ̓ ὅσον ἂν ἐκείνῳ δοκῇ: ἐὰν δὲ μὴ πείθηται, πάντες οἱ ἐν τῇ οἰκίᾳ τῷ ἰατρῷ συναγωνιοῦνται, οὐ μόνον οἱ ἐλεύθεροι, ἀλλὰ πολλάκις οἱ τοῦ νοσοῦντος οἰκέται αὐτοὶ καταδοῦσι τὸν δεσπότην, καὶ τὸ πῦρ κομίζουσιν, ὅπως καυθήσεται, καὶ τἄλλα ὑπηρετοῦσιν. [8] μὴ οὖν οὐ φῂς ἐλεύθερον εἶναι τὸν ἄνδρα τοῦτον, ὅτι πολλὰ καὶ ἀηδῆ ἑτέρου κελεύοντος ὑπομένει; οὐ γὰρ δήπου τὸν Περσῶν βασιλέα Δαρεῖον οὐκ ἂν ἔφης ἐλεύθερον εἶναι, ἐπειδὴ καταπεσὼν ἀπὸ τοῦ ἵππου ἐν κυνηγεσίοις, τοῦ ἀστραγάλου ἐκχωρήσαντος, ὑπήκουε τοῖς ἰατροῖς ἕλκουσι καὶ στρεβλοῦσιν αὐτοῦ τὸν πόδα, ὅπως καταστήσεται τὸ ἄρθρον, καὶ ταῦτα Αἰγυπτίοις ἀνθρώποις: οὐδ̓ αὖ Ξέρξην, ὁπηνίκα ἀναχωρῶν ἐκ τῆς Ἑλλάδος καὶ χειμαζόμενος ἐν τῇ νηὶ πάντα ἐπείθετο τῷ κυβερνήτῃ καὶ παρὰ τὴν ἐκείνου γνώμην οὐκ ἐπέτρεπεν αὑτῷ οὐδὲ νεῦσαι οὐδὲ μεταβῆναι. οὔκουν τὸ μηδενὸς ἀνθρώπων ὑπακούειν οὐδὲ τὸ πράττειν ὅ,τι ἄν τις ἐθέλῃ ἐλευθερίαν ἔτι φήσουσιν εἶναι. [p. 229] [9] ἀλλ̓ ἴσως ἐροῦσιν ὅτι οὗτοι μὲν ἐπὶ τῷ αὑτῶν συμφέροντι ὑπακούουσιν, ὡς οἱ πλέοντες τῷ κυβερνήτῃ καὶ οἱ στρατιῶται τῷ στρατηγῷ, καὶ οἱ κάμνοντες δὲ τῷ ἰατρῷ διὰ τοῦτο πείθονται. οὐδὲ γὰρ ἄλλ̓ ἄττα προστάττουσιν οὗτοι ἢ τὰ συμφέροντα αὐτοῖς. οἱ δέ γε δεσπόται τοῖς δούλοις οὐ ταῦτα ἐπιτάττουσιν ἃ ἐκείνοις [10] συνοίσει, ἀλλ̓ ὅπερ αὑτοῖς οἴονται λυσιτελεῖν. τί δή; ἆρά γε συμφέρει τῷ δεσπότῃ τὸ τεθνάναι τὸν οἰκέτην ἢ νοσεῖν ἢ πονηρὸν εἶναι; οὐδεὶς ἂν εἴποι, ἀλλὰ τοὐναντίον οἶμαι τό τε ζῆν καὶ ὑγιαίνειν καὶ χρηστὸν εἶναι. τὰ αὐτὰ δὲ ταῦτα φανεῖται καὶ τῷ οἰκέτῃ συμφέροντα: ὥστε καὶ τῷ οἰκέτῃ ὁ δεσπότης οὐδὲν ἧττον, ἄνπερ ἔχῃ νοῦν, τὰ συμφέροντα ἐκείνῳ προστάξει: ταῦτα γὰρ καὶ αὐτῷ φαίνεται συμφέρειν. [11] ἀλλὰ ὑπὲρ ὅτου ἄν τις ἀργύριον καταβάλῃ, οὗτος ἐξ ἀνάγκης δοῦλός ἐστιν. οὔκουν πολλοὶ περὶ πολλῶν καὶ ἐλευθέρων καταβεβλήκασιν ἀργύριον, οἱ μὲν πολεμίοις, οἱ δὲ λῃσταῖς λύτρα διδόντες, οἱ δέ τινες τὴν αὑτῶν τιμὴν κα
ταβεβλήκασι τοῖς δεσπόταις; καὶ [12] οὐ δήπου δοῦλοί εἰσιν οὗτοι αὐτῶν. ἀλλὰ μὴν ὃν ἂν ἐξῇ ἑτέρῳ μαστιγῶσαι καὶ δῆσαι καὶ ἀνελεῖν καὶ ἄλλο ὅ,τι ἂν βούληται ἐργάσασθαι, οὗτος ἐκείνου δοῦλός ἐστιν. τί δέ; οὐκ ἔξεστι τοῖς λῃσταῖς ταῦτα ποιεῖν τοὺς ληφθέντας; καὶ οὐδὲν ἧττον οὐ δοῦλοί εἰσιν. τί δέ; τοῖς δικασταῖς οὐκ ἔξεστι τιμᾶν καὶ δεσμοῦ καὶ θανάτου καὶ ἄλλου ὅτου ἂν βούλωνται πολλοῖς τῶν κρινομένων; καὶ οὐ δήπου δοῦλοί εἰσιν οὗτοι. εἰ δὲ μίαν ἡμέραν, ἐν ᾗ κρίνεται ἕκαστος, οὐδὲν τοῦτο: καὶ γὰρ μίαν ἡμέραν ἤδη τις λέγεται γενέσθαι δοῦλος. [13] ῾Ἀλλὰ μὴν ἑνὶ λόγῳ συλλαβόντα χρὴ ἀποφήνασθαι ὡς ὅτῳ μὲν ἔξεστιν ὃ βούλεται πράττειν, ἐλεύθερός ἐστιν, ὅτῳ δὲ μὴ ἔξεστι, δοῦλος᾿. οὐ δὴ ἐπὶ τῶν πλεόντων οὐδὲ τῶν καμνόντων οἰ δὲ τῶν στρατευομένων οὐδὲ τῶν μανθανόντων γράμματα ἢ κιθαρίζειν ἢ παλαίειν ἢ ἄλλην τινὰ τέχνην ἐρεῖς αὐτό: οὐ γὰρ ἔξεστι τούτοις πράττειν ὡς αὐτοὶ ἐθέλουσιν, ἀλλ̓ ὡς ὅ τε κυβερνήτης καὶ ἰατρὸς [p. 230] καὶ διδάσκαλος προστάττει. οὐ τοίνυν οὐδὲ τοῖς ἄλλοις ἔξεστιν ἃ ἐθέλουσι ποιεῖν, ἀλλ̓ ἐάν τις παρὰ τοὺς νόμους τοὺς κειμένους [14] πράττῃ, ζημιώσεται. Οὐκοῦν ὅσα μὴ ἀπείρηται ὑπὸ τῶν νόμων μηδὲ προστέτακται, ὁ περὶ τούτων ἔχων αὐτὸς τὴν ἐξουσίαν τοῦ πράττειν ὡς βούλεται ἢ μὴ ἐλεύθερος, ὁ δὲ τοὐναντίον ἀδύνατος δοῦλος. Τί δέ; οἴει σοι ἐξεῖναι, ὅσα μὴ ἀπείρηται μὲν ὑπὸ τῶν νόμων ἐγγράφως, αἰσχρὰ δὲ ἄλλως δοκεῖ τοῖς ἀνθρώποις καὶ ἄτοπα: λέγω δὲ οἷον τελωνεῖν ἢ πορνοβοσκεῖν ἢ ἄλλα ὅμοια πράττειν; Οὐ μὰ Δία φαίην ἂν οὐδὲ τὰ τοιαῦτα ἐξεῖναι τοῖς ἐλευθέροις. καὶ γὰρ περὶ τούτων ἐπίκειται ζημία τὸ μισεῖσθαι ἢ δυσχεραίνεσθαι [15] ὑπὸ τῶν ἀνθρώπων. Τί δέ; τοῖς ἀκολάστοις ἀνθρώποις, ὅσα ποιοῦσι διὰ τὴν ἀκολασίαν, καὶ τοῖς ἀνοήτοις, ὅσα διὰ τὴν ἄνοιαν, ἢ οὐσίας ἀμελοῦντες ἢ σώματος ἢ ἀδίκως καὶ ἀγνωμόνως προσφερόμενοι ἀλλήλοις, οὐ πάντα ταῦτα ἐπιζήμια τοῖς ποιοῦσίν ἐστιν; ἢ γὰρ εἰς τὸ σῶμα ἢ τὴν οὐσίαν ἢ τὸ μέγιστον τὴν ψυχὴν τὴν αὑτῶν βλάπτονται. Τοῦτο μὲν ἀληθὲς λέγεις. Οὔκουν οὐδὲ [16] ταῦτα ἔξεστι πράττειν; Οὐ γὰρ οὖν. Ἑνὶ δὴ λόγῳ τὰ μὲν φαῦλα καὶ ἄτοπα καὶ ἀσύμφορα οὐκ ἔξεστι πράττειν, τὰ δὲ δίκαια καὶ συμφέροντα καὶ ἀγαθὰ χρὴ φάναι ὅτι προσήκει τε καὶ ἔξεστιν; Ἐμοὶ γοῦν δοκεῖ. Οὐκοῦν οὐδενὶ τά τε φαῦλα καὶ ἀσύμφορα ποιεῖν ἀζήμιόν ἐστιν οὔτε Έλληνι οὔτε βαρβάρῳ οὔτε ὑπὲρ ὅτου τις τιμὴν δέδωκεν ἀργύριον; Οὐ γὰρ οὖν. Τὰ δέ γε ἐναντία πᾶσιν ὁμοίως ἐφεῖται, καὶ οἱ μὲν τὰ ἐφειμένα πράττοντες ἀζήμιοι διατελοῦσιν, [17] οἱ δὲ τὰ κεκωλυμένα ζημιοῦνται. ἄλλοι οὖν δοκοῦσί σοι πράττειν ἃ ἔξεστιν ἢ οἱ ἐπιστάμενοι ταῦτα, καὶ ἄλλοι τἀναντία ἢ οἱ ἀγνοοῦντες; Οὐδαμῶς. Οὐκοῦν οἱ φρόνιμοι ὅσα βούλονται πράττειν, ἔξεστιν αὐτοῖς: οἱ δὲ ἄφρονες ὅσα βούλονται οὐκ ἐξὸν ἐπιχειροῦσι πράττειν: ὥστε ἀνάγκη τοὺς μὲν φρονίμους ἐλευθέρους τε εἶναι καὶ ἐξεῖναι αὐτοῖς ποιεῖν ὡς ἐθέλουσι, τοὺς δὲ ἀνοήτους δούλους τε εἶναι καὶ ἃ μὴ ἔξεστιν αὐτοῖς, ταῦτα ποιεῖν; Ἴσως. [18] Οὐκοῦν καὶ τὴν ἐλευθερίαν χρὴ λέγειν ἐπιστήμην τῶν ἐφειμένων [p. 231] καὶ τῶν κεκωλυμένων, τὴν δὲ δουλείαν ἄγνοιαν ὧν τε ἔξεστι καὶ ὧν μή. ἐκ δὲ τούτου τοῦ λόγου οὐδὲν ἂν κωλύοι τὸν μέγαν βασιλέα πάνυ μεγάλην τιάραν ἐπὶ τῆς κεφαλῆς ἔχοντα δοῦλον εἶναι καὶ μὴ ἐξεῖναι αὐτῷ πράττειν μηδὲν ὧν ποιεῖ: πάντα γὰρ ἐπιζημίως καὶ ἀσυμφόρως πράξει. ἄλλον δέ τινα δοῦλον δοκοῦντα καὶ ὀνομαζόμενον, οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, ἂν οὕτω τύχῃ, πεπραμένον, εἰ δὲ ἄρα τοῦτο συμβαίνοι, πέδας πάνυ παχείας ἔχοντα, [19] μᾶλλον ἐλεύθερον εἶναι τοῦ μεγάλου βασιλέως. Ἐμοὶ μὲν σφόδρα δοκεῖ ἄτοπον, εἰ πέδας ἔχων τις ἢ ἐστιγμένος ἢ ἐν μυλῶνι ἀλῶν ἐλεύθερος ἔσται μᾶλλον τοῦ μεγάλου βασιλέως. Τί δέ; ἐν Θρᾴκῃ γέγονας; Ἔγωγε. Ἑώρακας οὖν ἐκεῖ τὰς γυναῖκας τὰς ἐλευθέρας στιγμάτων μεστάς, καὶ τοσούτῳ πλείονα ἐχούσας στίγματα καὶ ποικιλώτερα ὅσῳ ἂν βελτίους καὶ ἐκ βελτιόνων δοκῶσιν; Τί οὖν δὴ τοῦτο; Ότι βασίλισσαν, ὡς ἔοικεν, οὐδὲν κωλύει ἐστιγμένην εἶναι, [20] βασιλέα δὲ οἴει κωλύειν; σὺ τοίνυν οὐδὲ περὶ ἐκείνου τοῦ ἔθνους ἀκήκοας, παῤ οἷς ὁ βασιλεὺς ἐν πύργῳ πάνυ ὑψηλῷ φυλάττεται, καὶ οὐκ ἔξεστιν αὐτῷ καταβῆναι ἀπὸ τοῦ πύργου; εἰ δέ γε ἀκηκόεις, ἠπίστω ἂν ὅτι καὶ περιειργμένον ἔστιν εἶναι βασιλέα. καὶ τυχὸν ἤκουες ἂν ἐκείνων τῶν ἀνθρώπων θαυμαζόντων, εἰ διηγοῦ σὺ περὶ τοῦ Περσῶν βασιλέως, καὶ ἀπιστούντων ὅτι ἔστι τις βασιλεὺς περιελαύνων ἐφ̓ ἅρματος καὶ ὅποι βούλεται ἀπιών. Ἀλλὰ δεδεμένον [21] οὐκ ἀποδείξεις βασιλέα. Οὐ τῶν γε ἀνθρώπων τυχόν: ἐπεὶ ὅ γε τῶν θεῶν βασιλεὺς ὁ πρῶτος καὶ πρεσβύτατος δέδεται, ὥς φασιν, εἰ χρὴ πιστεύειν Ἡσιόδῳ τε καὶ Ὁμήρῳ καὶ ἄλλοις σοφοῖς ἀνδράσιν, οἳ περὶ Κρόνου ταῦτα λέγουσι, καὶ μὰ Δία οὐχ ὑπ̓ ἐχθροῦ ἀδίκως παθόντα τοῦτο, ἀλλ̓ ὑπὸ τοῦ δικαιοτάτου καὶ φιλτάτου, [22] δῆλον ὅτι ὡς βασιλικὰ καὶ συμφέροντα ἐκείνῳ δρῶντος. οἱ δὲ τοῦτο μὲν ἀγνοοῦσι καὶ οὐδέποτ̓ ἂν οἰηθεῖεν πτωχὸν ἢ δεσμώτην ἢ ἄδοξον γενέσθαι βασιλέα, καίτοι τὸν Ὀδυσ
σέα ἀκούοντες ὅτι πτωχὸς ὢν καὶ τοὺς μνηστῆρας αἰτῶν οὐδὲν ἧττον βασιλεὺς [p. 232] ἦν καὶ τῆς οἰκίας κύριος: ὁ δὲ Ἀντίνους καὶ ὁ Εὐρύμαχος, οὓς Ὅμηρος ὠνόμαζε βασιλέας, ἄθλιοι καὶ δυστυχεῖς — ἀλλὰ ταῦτα μέν, ὡς ἔφην, ἀγνοοῦσι: σημεῖα δὲ αὐτοῖς περιτιθέασι τιάρας καὶ σκῆπτρα καὶ διαδήματα, μὴ λάθωσι βασιλεῖς ὄντες: ὥσπερ οἶμαι τοῖς βοσκήμασι χαρακτῆρας ἐπιβάλλουσιν οἱ δεσπόται, ὅπως ἐπίσημα [23] ἔσται. τοιγαροῦν ὁ Περσῶν βασιλεὺς ὅπως μὲν ἕξει μόνος ὀρθὴν τὴν τιάραν ἐφρόντιζεν, καὶ εἴ τις ἄλλος τοῦτο ἐποίησεν, εὐθὺς ἐκέλευσεν ἀποθνῄσκειν αὐτόν, ὡς οὐ καλὸν οὐδὲ συμφέρον ἐν τοσαύταις μυριάσιν ἀνθρώπων δύο εἶναι φοροῦντας τιάρας ὀρθάς: ὅπως δὲ τὴν γνώμην ὀρθὴν ἕξει καὶ μηδεὶς ἄλλος φρονήσει [24] αὐτοῦ σοφώτερα οὐδὲν αὐτῷ ἔμελεν. μὴ οὖν, ὥσπερ τῆς βασιλείας τῆς τότε τοιαῦτα ὑπῆρχε σημεῖα, καὶ νῦν δέῃ τῆς ἐλευθερίας τοιαῦτα ὑπάρχειν σύμβολα καὶ βαδίζειν πῖλον ἔχοντα ἐπὶ τῆς κεφαλῆς, ἄλλως δὲ οὐ δυνησόμεθα γνῶναι τὸν ἐλεύθερον ἢ τὸν δοῦλον.

 

‹ Prev