Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 125

by Dio Chrysostom


  THE TWENTY-NINTH DISCOURSE: MELANCOMAS I

  ΜΕΛΑΓΚΟΜΑΣ Α ΤΗΙ ΤΑΞΕΙ Β.

  Ἀλλ̓ ἐμοὶ, ὦ ἄνδρες, οὐδ̓ ὅτι εἴπω ἔπεισιν ὑπὸ λύπης ἅμα καὶ ἐκπλήξεως τοῦ αἰφνιδίου πάθους. οὐ γὰρ μόνον διὰ τὴν ἀρχὴν ἣν ἔχω μᾶλλον ἑτέρου μοι τῶν πολιτῶν οἰκεῖον τὸ συμβεβηκός, ἀλλὰ καὶ ἰδίᾳ μοι φίλος ἦν Μελαγκόμας ὑπὲρ ἅπαντας, ὥσπερ καὶ ὑμῶν ἐπίστανται οἱ πλείους. καὶ ἔμοιγε ἄτοπον φαίνεται τὸ ἐπὶ τοῖς τεθνεῶσιν ἔθος, ὅτι τοῖς πλεῖστα λυπουμένοις μάλιστα προσήκειν δοκεῖ τὸ ἐπ̓ αὐτοῖς λέγειν. οἱ γὰρ σφοδρότατα ἀνιώμενοι [2] ἀδύνατοι λέγειν ὑπ̓ αὐτοῦ τούτου εἰσίν. ἔτι δὲ καὶ ἡλικίας ἐν τούτῳ εἰμί, ἐν ᾧ ἡ μὲν τοῦ λόγου δύναμις ἧττον ἅπασιν ὑπάρχει, τὸ δὲ χαίρειν καὶ τὸ λυπεῖσθαι ἰσχυρότατον γίγνεται. ἀλλ̓ ἐπειδὴ τιμιώτερος μὲν στρατηγοῦ ἔπαινος ἐπὶ στρατιώτῃ ἀγαθῷ τελευτήσαντι, τιμιώτερος δὲ παντὸς ἄρχοντος ἢ ἰδιώτου, κἀμοὶ λεκτέον τῆς ἀρχῆς ἕνεκεν ὡς ἂν δύνωμαι. πρέποι δ̓ ἂν τῇ ἐκείνου ἀρετῇ καὶ τῇ ἐμῇ νεότητι μηδὲν μακρὸν ἀπαιτεῖν μηδὲ ἀκριβῆ μᾶλλον ἢ γενναῖον τὸν ἔπαινον. Πρῶτον μὲν οὖν εὐγενείας ἀληθοῦς ἔτυχεν. οὐ γὰρ εἴ τῳ πλουσίων συνέβη τυχεῖν προγόνων, οὐ μὴν οὐδ̓ εἰ βασιλέων, [3] τὰ δὲ ἄλλα φαύλων, ὅδε ἂν εἴη καλῶς γεγονώς, ἀλλ̓ οἱ φύντες ἐξ ἀγαθῶν, ὥσπερ ὅδε. ὁ γὰρ πατὴρ αὐτοῦ τῶν κατ̓ αὐτὸν διήνεγκε τοῖς καλλίστοις, εὐψυχίᾳ καὶ ῥώμῃ. δηλοῦσι δὲ αἱ νῖκαι ἃς ἐνίκησε καὶ ἐν Ὀλυμπίασι καὶ ἐν τοῖς ἄλλοις ἀγῶσιν. αὐτὸς δὲ ἔφυ κάλλιστος ἀνθρώπων, οὐ τῶν νῦν μόνον, ἀλλ̓, ὡς ἔνεστιν εἰκάζειν ἐκ τῆς ὑπερβολῆς, καὶ ἁπάντων ἁπλῶς τῶν ἐξ ἅπαντος [4] τοῦ χρόνου ὠνομασμένων ἐπὶ κάλλει, ὅσοι θνητοὶ ἐγένοντο. οἱ μὲν γὰρ πολλοὶ τῶν νενομισμένων καλῶν, μέρη τινὰ τοῦ σώματος εὐπρεπῆ ἔχοντες, ἔπειτα δὲ ἔδοξαν καλοί, τῆς ὄψεως ἀεὶ τὰ ἥδιστα βουλομένης ὁρᾶν, τῶν δὲ ἡττόνων ἀμελούσης. οἱ δέ τινες φύσει μὲν εὐειδοῦς σώματος οὐκ ἔτυχον, ὥρα δὲ αὐτοῖς ἐπῆλθεν: ἡττώμενοι [p. 287] δὲ ὑπὸ τῆς ὥρας οἱ ἐντυγχάνοντες κάλλος αὐτὴν ὠνόμασαν, [5] ἀνθούσης ἀεὶ τῆς ἀκμῆς ἐν ἅπασι καὶ ζῴοις καὶ φυτοῖς. τοιούτους μὲν οὖν μυρίους ἂν εὕροι τις τοὺς αὐτοὺς ὁτὲ μὲν καλοὺς δοκοῦντας, ὁτὲ δὲ αἰσχρούς, καὶ τοῖς μὲν σφόδρα ἀρέσκοντας, παῤ ἑτέροις δὲ οὐδενὸς λόγου τυγχάνοντας. ὁλόκληρον δὲ καὶ ἀληθινὸν κάλλος θαυμαστὸν εἴ τῳ ὑπῆρξεν ὥσπερ τῷδε. ἐν ἅπαντι μὲν γὰρ τῷ σώματι ἐκέκτητο αὐτό, ἀεὶ δὲ ὁμοίως, καὶ πρὸ ἥβης καὶ ὕστερον: καὶ οὐκ ἄν ποτε ἐπὶ τοσοῦτον τοῦ χρόνου προῆλθεν, οὐδὲ εἰ πάνυ μακροῦ γήρως ἔτυχεν, ὥστε ἀμαυρῶσαι τὸ εἶδος. τεκμήριον δὲ τῆς [6] ὑπερβολῆς: οὐ γὰρ ἐν ἰδιώταις ἐξεταζόμενος διέφερεν οὐδὲ ὑπὸ ὀλίγων θεωρούμενος ὑπὸ τούτων ἐθαυμάζετο, ἀλλὰ μὴν ἀεὶ δήπου ἐν τοῖς ἁπάντων καλλίστοις, ἅμα τοῖς ἀθληταῖς ὤν. οἱ γὰρ μέγιστοι καὶ εὐειδέστατοι καὶ πλείστης ἐπιμελείας τῶν σωμάτων τυγχάνοντες οἵδε εἰσίν. ἑωράθη δὲ μικροῦ δεῖν ὑπὸ πάντων ἀνθρώπων. οὔτε γὰρ πόλις οὐδεμία τῶν ἐνδόξων οὔτε ἔθνος οὐδέν, ἔνθα μὴ ἀφίκετο: καὶ παρὰ πᾶσιν ὁμοίως τὴν αὐτὴν εἶχε δόξαν, ὡς οὐδένα ἰδοῦσι καλλίονα. ὁ δὲ ὑπὸ πλείστων μὲν θαυμασθείς, ἐν δὲ τοῖς καλλίστοις μόνος ἔχων τὴν ὑπὲρ τοῦ κάλλους φήμην δῆλον ὡς [7] θείας τινὸς μορφῆς ἔτυχεν. ἐγὼ οὖν πρῶτον εὐδαιμονίζω τοῦ κάλλους αὐτόν, ὃ δὴ τῶν ἀνθρωπίνων ἐστὶν ἀγαθῶν ἀριδηλότατον, καὶ ἥδιστον μὲν θεοῖς, ἥδιστον δὲ ἀνθρώποις, ἀλυπότατον δὲ τῷ ἔχοντι καὶ ἐπιγνωσθῆναι ῥᾷστον. τὰ μὲν γὰρ ἄλλα ἀγαθὰ κἂν λάθοι τινὶ προσόντα, καὶ ἀνδρεία καὶ σωφροσύνη καὶ φρόνησις, εἰ μὴ τύχοι ἔργου τινὸς ἀποδεικνύντος: τὸ δὲ κάλλος οὐχ οἷόν τε λανθάνειν. ἅμα γὰρ τῷ ἔχοντι φαίνεται: εἴποι δ̓ ἄν τις ὅτι καὶ πρότερον: οὕτως ὀξεῖαν αἴσθησιν αὑτοῦ παρέχει. ἔτι δὲ τοῖς μὲν ἄλλοις ἀγαθοῖς οἱ πλεῖστοι φθονοῦσι καὶ δυσμενεῖς γίγνονται: τὸ δὲ κάλλος τοὺς αἰσθανομένους αὐτοῦ φίλους ποιεῖται καὶ οὐδένα ἐχθρὸν [8] ἐᾷ γίγνεσθαι. εἰ δέ τίς φησι κάλλους με ποιεῖσθαι ἐγκώμια, ἀλλ̓ οὐχὶ τοῦ ἀνδρός, οὐκ ἂν ὀρθῶς αἰτιῷτο. αὐτίκα γὰρ ἔπαινος ἀνδρὸς [p. 288] ἂν λέγοιτο, ἐπειδὰν τὴν ἀνδρείαν αὐτοῦ ἐπεξίωμεν. ὅπου μὲν γὰρ ἀμφίλογον τὸ εἶναί τινα τοιοῦτον, τότε ἀποδεικνύναι χρή: ὅπου δὲ γιγνώσκεται, τὴν φύσιν ἐπαινεῖν τοῦ προσόντος ἀγαθοῦ τινι. ὁ γὰρ τοῦδε ἔπαινος ἅμα ἂν εἴη καὶ τοῦ ἔχοντος αὐτό. μάλιστα δ̓ ἄν τις θαυμάσειε Μελαγκόμαν, ὅτι μορφῇ τοιοῦτος [9] ὢν τῇ ἀνδρείᾳ διήνεγκεν. δοκεῖ γὰρ ἔμοιγε τῇ ψυχῇ φιλονικῆσαι πρὸς τὸ σῶμα καὶ σπουδάσαι ὅπως ἂν διὰ ταύτην ἐνδοξότερος γένηται. γνοὺς οὖν τῶν πρὸς ἀνδρείαν ἔργων κάλλιστον ἅμα καὶ ἐπιπονώτατον τὴν ἄθλησιν, ἐπὶ ταύτην ἦλθεν. τῶν μὲν γὰρ πολεμικῶν ὅ τε καιρὸς οὐκ ἦν ἥ τε ἄσκησις ἐλαψροτέρα. φαίην δ̓ ἂν ἔγωγε καὶ ἀρετῆς ἥττονος εἶναι. μόνης γὰρ εὐψυχίας ἐπίδειξις ἐν τοῖς πολεμικοῖς, ἡ δὲ ἄθλησις ἅμα μὲν ἀνδρείαν, ἅμα δὲ ἰσχύν, [10] ἅμα δὲ σωφροσύνην ἐμποιεῖ. καὶ τοίνυν τῆς ἀθλήσεως εἵλετο οὐ τὸ ῥᾷστον, ἀλλὰ τὸ χαλεπώτατον: πυγμὴν γὰρ ἤσκησεν. χαλεπὸν μὲν οὖν καὶ τοῦ ἐλαχίστου ἔργου ἐπ̓ ἄκρον ἐλθεῖν, μήτι γε ἐν τῷ μεγίστῳ καὶ δυσχερεστάτῳ πά�
�τας ὑπερβαλέσθαι, ὥσπερ ὅδε. καὶ τὸ μὲν τοὺς στεφάνους αὐτοῦ καθ̓ ἕκαστον ἐπεξιέναι καὶ τοὺς ἀγῶνας, ἐν οἷς ἐνίκησε, πρὸς εἰδότας ὑμᾶς περιττόν, ἄλλως [11] τε καὶ ἑτέρους ἂν εἴποι τις τῶν αὐτῶν τυχόντας. ὃ δὲ μηδενὶ ὑπῆρξεν, ἐπίστασθε μὲν ὁμοίως, δἰ αὐτὸ μέντοι τοῦτο ῥητέον ῾τοῖς γὰρ μὴ εἰδόσιν οὐδὲ πιστεῦσαι ῥᾴδιον̓ ὅτι τοσούτοις ἀνταγωνισταῖς χρησάμενος καὶ οὕτως ἀγαθοῖς ὑπ̓ οὐδενὸς ἡττήθη, αὐτὸς δὲ ἀεὶ πάντας ἐνίκα. καίτοι οὔτε στρατηγὸν εὕροι τις ἂν ἐν παντὶ τῷ χρόνῳ ἀήττητον οὔτε ἀριστέα πολεμικόν, ὃς οὐκ ἤδη ποτὲ καὶ ἔφυγεν ἐκ μάχης. οὐδὲ γὰρ ὅτι ταχέως ἐτελεύτησε, διὰ τοῦτο φαίη τις ἂν ἀήττητον διαγενέσθαι. πολὺ γὰρ πλείστους ἂν ἀγῶνας ἠγωνίσατο: ἐν δὲ τῇ πείρᾳ τὸ σφάλλεσθαι, οὐκ ἐν τῷ [p. 289] μήκει τοῦ χρόνου. ἔτι δὲ καὶ τόδε ἄν τις αὐτοῦ κατεπλάγη, τὸ μήτε παιόμενον αὐτὸν μήτε παίοντα νικᾶν: τοσοῦτο τῇ ῥώμῃ περιῆν [12] καὶ τῷ δύνασθαι πονεῖν. πολλάκις γὰρ δἰ ὅλης τῆς ἡμέρας ἠγωνίσατο ἐν τῇ σφοδροτάτῃ ὥρᾳ τοῦ ἔτους, καὶ δυνάμενος θᾶττον ἂν περιγενέσθαι παίων οὐκ ἐβούλετο, νομίζων τὸ μὲν πληγῇ νικῆσαι καὶ τοῦ φαυλοτάτου ἔσθ̓ ὅτε εἶναι τὸν βέλτιστον, εἰ τύχοι: τὴν δὲ ἀληθεστάτην νίκην, ὅταν ἄτρωτον ἀναγκάσῃ τὸν ἀντίπαλον ἀπειπεῖν. οὐ γὰρ τοῦ τραύματος, ἀλλ̓ ἑαυτοῦ ἡττῆσθαι. καὶ τὸ ὅλῳ τινὰ τῷ σώματι ἀπειπεῖν, ἀλλὰ μὴ τῷ πληγέντι μέρει, λαμπρόν. τὸν δὲ ἐπειγόμενον ὡς οἷόν τε τάχιστα νικῆσαι καὶ παίοντα καὶ συμπλεκόμενον αὐτὸν ἡττῆσθαι τοῦ καύματος καὶ τοῦ χρόνου. [13] εἰ δέ τις οὐ ταύτῃ ὑπολαμβάνει, ἐννοείτω ὅτι σύες καὶ ἔλαφοι, μέχρι μὲν αὐτοῖς ἡ ἰσχὺς πάρεστιν, οὔτε ἀνθρώποις οὔτε κυσὶν ὁμόσε χωροῦσιν: ὅταν δὲ ἡττηθῇ καὶ κάμῃ, τηνικάδε συμπλέκεται, καὶ μᾶλλον ἐθέλει τιτρώσκεσθαι καὶ ἀποθνῄσκειν ἢ πονεῖν ἔτι διωκόμενα. ὁμοίως δὲ καὶ ἄνδρες ἐν πολέμῳ, καίτοι εἰδότες ὅτι μᾶλλον ἂν παίοιντο φεύγοντες ἢ μένοντες, διὰ τὸ μὴ βούλεσθαι πλείω χρόνον κάμνειν ἀπίασι παραδόντες αὑτοὺς τοῖς ὄπισθεν παίειν. οὕτω τό γε τραυμάτων καταφρονεῖν οὐκ ἀνδρείας ἐστίν, ἀλλὰ τοὐναντίον. [14] οἶμαι δὴ ἐν ταὐτῷ πάντα εἰρῆσθαι καὶ περὶ ἀνδρείας καὶ περὶ εὐψυχίας καὶ περὶ ἐγκρατείας καὶ περὶ σωφροσύνης. εἰ μὴ γὰρ ἐγκρατής τε καὶ σώφρων ἦν, οὐκ ἂν οἶμαι τοσοῦτο τῇ ῥώμῃ ὑπερέσχεν οὐδὲ εἰ φύσει ἰσχυρότατος ὑπῆρχεν. καὶ ἔγωγε οὐκ ἂν ὀκνήσαιμι εἰπεῖν ὅτι καὶ τῶν παλαιῶν ἡρώων, οὓς ἅπαντες ὑμνοῦσιν, οὐδενὸς ἐλάττονα ἀρετὴν εἶχεν, οὔτε τῶν ἐν Τροίᾳ πολεμησάντων οὔτε τῶν ὕστερον ἐν τῇ Ἑλλάδι τοὺς βαρβάρους ἀμυναμένων. [15] καὶ εἴ γε τότε ἐγένετο, ἅπερ ἐκεῖνοι ἔπραξεν ἄν. καὶ καθόλου δὲ ἔγωγε τοῦτο τῆς ἐν τοῖς πολέμοις ἀρετῆς προκρίνω, ὅτι πρῶτον μὲν οἱ ἐνθάδε ἄριστοι κἀκεῖ διαφέροιεν ἄν: ὁ γὰρ ἰσχυρότερος τῷ σώματι καὶ πλείω χρόνον πονεῖν δυνάμενος, οὗτος οἶμαι καὶ ἄνευ ὅπλων καὶ σὺν ὅπλοις κρείττων ἐστίν: ἔπειτα οὐχ ὅμοιον πρὸς ἰδιώτας ἀγωνίζεσθαι καὶ τῷ παντὶ φαυλοτέρους ἢ ἐξ ἁπάσης τῆς οἰκουμένης τοὺς κρατίστους ἔχειν ἀντιπάλους. κἀκεῖ μὲν ἅπαξ ὁ κρατήσας τὸν ἀνταγωνιστὴν ἀπέκτεινεν, ὥστε μὴ αὖθις [p. 290] ἔχειν τὸν αὐτὸν ἀντίπαλον: ἐνθάδε δὲ ἡ νίκη περὶ τῆς ἡμέρας ἐκείνης ἐστίν, ἔπειτα καὶ τοὺς ἡττωμένους ὁμοίως ὁ νικῶν ἀνταγωνιστὰς [16] ἔχει καὶ τῶν ἄλλων τὸν βουλόμενον. ἔτι δὲ ἐνθάδε μὲν ὁ κρείττων τοῦ ἥττονος περίεστιν: οὐδενὶ γὰρ ἄλλῳ ἢ τῇ εὐψυχίᾳ καὶ ἰσχύϊ δεῖ κρατεῖν: ἐν δὲ τοῖς πολέμοις ἡ τοῦ σιδήρου δύναμις, πολὺ κρείττων οὖσα τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἐᾷ τὴν τῶν σωμάτων ἀρετὴν ἐξετάζεσθαι, πολλάκις δὲ πρὸς τῶν χειρόνων γίγνεται. ὅσα δὲ αὖ περὶ ἀθλήσεως, καὶ περὶ τοῦ ἀθλητοῦ εἴρηκα καὶ ἀποδειχθέντος γε ὅτι ἄριστός ἐστι τῶν ἐν τῷ ἔργῳ. ἴσως δὲ κἀμοὶ καὶ τοῖς παροῦσι προσήκων ὁ λόγος, ὥστε τοῦτο ἄριστον ἀποφαίνειν. ὅτῳ ἄρα ὑπῆρξε μὲν κάλλος σώματος, ὑπῆρξε δὲ ἀνδρεία καὶ εὐψυχία, ἔτι δὲ σωφροσύνη καὶ τὸ ἀήττητον γενέσθαι, τίνα ἂν [17] τοῦδε τοῦ ἀνδρὸς εὐδαιμονέστερόν τις φήσειεν; καίτοι αὐτῷ τούτῳ παραγενέσθαι χαλεπωτάτω ἐστὸν ἀνδρεία καὶ σωφροσύνη: κάλλος γὰρ ἀνθρώπους μάλιστα δὴ χαυνοῖ καὶ ἀναπείθει τρυφᾶν, ὡς ἂν δόξης μὲν ἑτέρας οὐ δεομένους, ὅταν τις περιβόητος ᾖ τὸ εἶδος, ἡδίονος δ̓ οὔσης τῆς ῥᾳθυμίας. εὕροι δ̓ ἄν τις ἐξ ἀρχῆς ἀναλογιζόμενος τοὺς καλλίστους τῶν πρότερον τοὺς δὴ πολλοὺς αὐτῶν οὐδὲν ἀνδρείας οὐδὲ ἀρετῆς ἔργον ἀποδειξαμένους, ἀλλὰ Γανυμήδης μὲν διὰ τὸ παῖς μὲν ἀφανισθῆναι ἐξ ἀνθρώπων οὐδὲν δοκεῖ [18] πρᾶξαι λαμπρόν: περὶ δὲ Ἀδώνιδος ἢ Ἰασίωνος ἢ τῶν ὁμοίων, ὅσοι περιττῆς δόξης ἐπὶ τῷ εἴδει ἔτυχον, οὐδὲν ὅτι μὴ περὶ τοῦ κάλλους ἀκούομεν. μόνους δὲ ἂν εἴποι τις ἀνδρείους τῶν ἄγαν καλῶν Θησέα καὶ Ἀχιλλέα, καὶ τούτοις οὐ πάνυ ἡ σωφροσύνη ὑπῆρξεν. οὐ γὰρ ἂν αὐτῶν ὁ μὲν Ἑλένην πρὸς βίαν ἥρπασεν, ὁ δ̓ ἐστασίαζεν ἐπὶ Τροίας ὧν ἕνεκεν ἐστασίαζεν. Ἱππολύτῳ δὲ σωφροσύνη [p. 291] μὲν ὑπῆρξεν, ἀνδρεία δὲ ἄδηλον εἰ παρῆν: οὐ γὰρ ἀληθὲς τεκμήριον κυνηγεσία. [19] ἀλλ̓ ὃς δὴ πάντα τὰ ἐν ἀνθρώποις ἀγαθὰ ἐκτήσατο, ἄξιος ἂν εἴη καὶ τῆς τελευτῆς εὐδ
αιμονίζεσθαι. εἰ μὲν γὰρ ὁ πλεῖστος ἀνθρώποις χρόνος ἄριστος ἦν, ταύτῃ ἄν τις αὐτὸν ὠλοφύρατο: νῦν δέ, ὀλίγου τοῦ παντὸς ἀνθρώποις βίου δεδομένου, πλείστους ἂν εὕροι τις, οἷς πολὺ ἄμεινον εἶχεν, εἰ θᾶττον ἐτελεύτησαν: τοσαῦται [20] συμφοραὶ καταλαμβάνουσιν. ἔτι δὲ τῶν παλαιῶν τοὺς ἐξοχωτάτους ἀκούομεν οὐδένα αὐτῶν ἐπὶ πολὺ ἐλθόντα τοῦ βίου, Πάτροκλόν τε καὶ Ἀντίλοχον, ἔτι δὲ Σαρπηδόνα καὶ Μέμνονα καὶ Ἀχιλλέα καὶ Ἱππόλυτον: τούς τε Βοιωτοὺς Ὦτον καὶ Ἐφιάλτην, οὓς μεγίστους καὶ καλλίστους γενέσθαι φησὶν Ὅμηρος μετὰ Ὠρίωνα, αὐτόν τε ἐκεῖνον. ἀλλ̓ οἵδε μὲν δἰ ἀφροσύνην ἀπώλοντο: τοὺς δὲ ἄλλους, οὓς εἷπον, θεῶν παῖδας καὶ ἀπογόνους εἶπον. οὐκ ἂν οὖν οἱ θεοὶ τοῖς ἑαυτῶν παισὶ καὶ οὓς μάλιστα ἐφίλουν ταχεῖαν ἐποίησαν τὴν τελευτήν, εἰ μὴ ἀγαθὸν τοῖς ἀνθρώποις τοῦτο ἐτίθεντο. [21] ταῦτα οὖν, ὦ ἄνδρες, λογιζομένους ὑμᾶς ἐκεῖνόν τε ὡς μακάριον νομίζειν χρὴ καὶ αὐτοὺς μηδὲν ἧττον διὰ τοῦτο ἐφίεσθαι τῶν πόνων καὶ τῆς φιλοτιμίας ὡς, εἴ τινι συμπέσοι τελευτῆσαι ταχύτερον, ἀνόνητος ἐσόμενος τῶν ἀγαθῶν τινος: ὁ γὰρ εὐκλεοῦς δόξης τυχὼν μεστὸς ἄπεισι τῶν ἀγαθῶν: ἀλλὰ καὶ γυμνάζεσθε προθύμως καὶ πονεῖτε, οἱ μὲν νεώτεροι νομίζοντες αὑτοῖς ἀπολελεῖφθαι τὴν ἐκείνου χώραν, οἱ δὲ πρεσβύτεροι τῶν ἰδίων ἔργων ἀξίως. καὶ φρονεῖτε δὲ ἐπ̓ αὐτοῖς ὅσον χρὴ ἄνδρας πρὸς ἔπαινον καὶ δόξαν [22] ἀγαθὴν βιοῦντας καὶ τῆς ἀρετῆς ὄντας ἀσκητάς. τὸν δὲ ἀποιχόμενον μνήμῃ τιμᾶτε, μὴ δάκρυσιν: οὐ γὰρ πρέποι ἂν ἥδε ἡ τιμὴ γενναίοις ὑπὸ γενναίων, οὐδ̓ ἂν Ὅμηρον ἐπαινέσαιμι, ὅτι φησὶ δεύεσθαι τάς τε ψαμάθους καὶ τὰ ὅπλα τοῖς δάκρυσι τῶν Ἀχαιῶν. ἀλλὰ ἐκεῖνος μὲν ποιητικῇ μᾶλλον ἠκολούθησεν ἡδονῇ, θρήνων ὑπερβολὰς ἐπιδειξάμενος, ὑμεῖς δὲ ἐγκρατῶς φέρετε. [p. 292]

 

‹ Prev