Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 128
Delphi Complete Works of Dio Chrysostom Page 128

by Dio Chrysostom


  Θεαγένους δ᾽ ἐλάθεσθε ἐνὶ ψαμάθοισι πεσόντος:

  κεῖθ᾽ ὑμῖν ὁ πρὶν μυριάεθλος ἀνήρ.

  ᾧ καὶ δῆλον ὅτι καὶ τὸ πρῶτον οὐχὶ τῶν φυγάδων ἕνεκα τοῦτο ἐχρήσθη καὶ τὸ συμβὰν οὐχ δι᾽ ἄλλην τινὰ αἰτίαν ἐγένετο. [98] καὶ μηδεὶς ἐκεῖνο ὑπολάβῃ: τί οὖν; ἡμεῖς τοὺς ἀνδριάντας ἀφανίζομεν ἢ ῥιπτοῦμεν; ἀλλ᾽ ἀτιμάζετε ἐκείνους ὧν εἰσι καὶ ἀφαιρεῖσθε τοὺς ἔχοντας, ὅπερ καὶ τότε δεινὸν ἔδοξε τῷ θεῷ: ἐπεὶ τοῦ χαλκοῦ [p. 248] οὐκ εἰκὸς ἦν φροντίσαι αὐτόν. μὴ τοίνυν τοῦ Θασίου μὲν ἡγεῖσθε ὑβρισθέντος οὕτως ἀγανακτῆσαι τὸ δαιμόνιον, τῶν δὲ παρ᾽ ὑμῖν τετιμημένων μηδένα θεοφιλῆ εἶναι μηδὲ ἥρωα. [99] οὐ τοίνυν οὐδὲ τοῦτο ἔστιν εἰπεῖν ὡς οὐκ ἂν καὶ πρὸς ἔχθραν ὑπ᾽ ἐνίων τοῦτο γένοιτο, ἐὰν ἄρα τύχῃ τις τῶν στρατηγούντων μισῶν τινα τῶν πρὸ αὐτοῦ. τὸ γοῦν τοῦ Θεαγένους ἀκηκόατε ὡς συνέβη διὰ τὸν φθόνον καὶ τὴν ζηλοτυπίαν τὴν ἐκ τῆς πολιτείας. καὶ γὰρ εὶ νῦν ἐπὶ μόνοις τοῖς παλαιοῖς αὐτό φασι ποιεῖν, χρόνου γε προϊόντος, ὥσπερ ἐπὶ πάντων ἀεὶ συμβαίνει τῶν φαύλων ἐθῶν, ἀνάγκη καὶ τοῦτ᾽ ἐπὶ πλέον προελθεῖν. οὐδὲ γὰρ οὐδ᾽ αἰτιάσασθαι οἷόν τε, ἐπ̓αὐτῷ γε ὅλου τοῦ πράγματος ὄντος. νὴ Δί᾽ , ἀλλὰ κωλύσουσιν οἱ προσήκοντες. ἐὰν οὖν ἀπόντες ἢ ἀγνοήσαντες τύχωσιν, ὅταν γνῶσι, τί ποιήσομεν; ἆρά γε δεήσει τοῦτον ἐκχαράττειν πάλιν, ὃν ἂν φθάνῃ τις ἐπιγράψας; [100] πάνυ τοίνυν ὄντος ἀτόπου τοῦ γιγνομένου, μᾶλλον δὲ ἀσεβοῦς,ἧττον ἂν δεινὸν ἦν, εἰ μὴ διὰ τοιαύτην πρόφασιν συνέβαινε, δι᾽ οἵαν τινές φασιν, ὡς ἀπολογούμενοι περὶ τῆς πόλεως. τὸ γὰρ δι᾽ ἀργύριον πράττειν ὁτιοῦν τῶν ἄλλως αἰσχρῶν ἅπαντες αἴσχιον ἡγοῦνται τοῦ καθ᾽ ἑτέραν τινὰ αἰτίαν. ὅταν οὖν προβαλλόμενοι τὴν δαπάνην καὶ τὸ δεῖν ἀναλίσκειν εἰ ποιήσεσθε ἑτέρους ἀνδριάντας,ἀξιῶσι παραπέμπειν τὸ πρᾶγμα, δῆλον ὅτι μεῖζον τὸ ὄνειδος κατασκευάζουσιν, εἰ χρημάτων ἕνεκα δόξετε ἀδικεῖν, καὶ ταῦτα πλουτοῦντες, ὡς οὐδένες ἄλλοι τῶν Ἑλλήνων. [101] καίτοι τί δήποτε ἐπὶ μὲν τῶν προγόνων ὑμῶν οὐθὲν ἐγίγνετο τοιοῦτον, οὐκ ἐχόντων αὐτῶν πλείονα ἢ νῦν ἔχετε ὑμεῖς; ὅτ̣̣̔̓γὰροὔθ᾽ ἡ νῆσος χείρων γέγονε καὶ τὴν Καρίαν καρποῦσθε καὶ μέρος τι τῆς Λυκίας καὶ πόλεις ὑποφόρους κέκτησθε, καὶ χρήματα ἀεὶ πολλὰ ὑπὸ πολλῶν ἀνατίθεται τῷ δήμῳ καὶ τῶν πρότερον οὐδεὶς ἀφῄρηται, μηθένα νομίζετε ἀγνοεῖν. [102] καὶ μὴν οὐδὲ δαπανᾶν φήσετε τῶν τότε μᾶλλον. τότε μὲν γὰρ εἰς πάνθ᾽. ὅσα καὶ νῦν ἀνηλίσκετο,πανηγύρεις, πομπάς, ἱερουργίας, εἰς τὰ τείχη, τοῖς δικάζουσι, τῇ [p. 249] βουλῇ. νῦν δὲ οὐκ ἔστι τὰ μέγιστα τῶν πρότερον. τὰς γὰρ εἰς τὸν πόλεμον δαπάνας σχεδόν τι συνεχῶς αὐτῶν πολεμούντων καὶ σπάνιον, εἴ ποτε, ἀναπαυομένων, οὐκ ἔνι συμβάλλειν οἶμαι τοῖς ἐν εἰρήνῃ γιγνομένοις ἀναλώμασιν. [103] οὐ γὰρ ὅμοιον ἑκατὸν νεῶν ἢ καὶ πλειόνων στόλον ἀποστεῖλαι καὶ πάλιν ἑβδομήκοντα καὶ τριάκοντα ἑτέρων, καὶ τοῦτον ἔσθ᾽ ὅτε μὴ καταλύειν τριῶν ἢ τεττάρων ἐτῶν: οὐδὲ συνεχῶς τριήρεσι πλεῖν, οὐ μέχρι Κύπρου καὶ Κιλικίας, ἀλλ᾽ ὁτὲ μὲν εἰς Αἴγυπτον, ὁτὲ δὲ εἰς τὸν Εὔξεινον, τὸ δὲ τελευταῖον ἐν αὐτῷ τῷ Ὠκεανῷ: οὐδὲ ξένους στρατιώτας τρέφειν τὰ φρούρια καὶ τὴν χώραν φυλάττοντας: καὶ ὃ νῦν ἐφ᾽ ἡμῶν ἰδεῖν ἔστι, μιᾷ καθ᾽ ἕκαστον ἐνιαυτὸν ἢ δυσὶν ἀφράκτοις ἀπαντᾶν εἰς Κόρινθον. [104] καὶ λέγω ταῦτα οὐκ ὀνειδίζων οὐδὲ τῶν προγόνων ὑμᾶς χείρονας ποιῶν: οὐ γὰρ ὅτι μὴ δύνασθε ταὐτὰ πράττειν ἐκείνοις, ἀλλ᾽ ὅτι καιρὸς οὐκ ἔστι τῶν τοιούτων, ἐν εἰρήνῃ διάγετε. δῆλον γὰρ ὡς κἀκεῖνοι μᾶλλον ἐβούλοντο μὴ κινδυνεύειν, καὶ διὰ τοῦτο ἐπόνουν, ἵνα καταστῇ ποτε τὰ πράγματα, πλὴν ὅτι γε οὐκ ἴσα ὑμῖν ἀνήλισκον. ἵνα γὰρ τἄλλα ἀφῇ τις, τὸ τῶν νεωρίων, τὸ τῶν ὅπλων, τὸ τῶν μηχανημάτων, ὃ νῦν εἶπον, αὐτὸ δήπου τὸ τῶν τειχῶν οὐκ ἔστιν ὅμοιον, ὡς ἐφ᾽ ὑμῶν ἐπισκευάζεται. καὶ γὰρ ἂν τὰ τῆς ἐπιμελείας θῇ τις μὴ διαφέρειν, ἀλλά τοι σχολῇ γίγνεται καὶ κατ᾽ ὀλίγον καὶ ὁπηνίκα τις βούλεται: τότε δὲ οὐκ ἦν αὐτὰ μὴ ἑστάναι. καὶ νῦν μὲν ὑφ᾽ ὑμῶν δοκιμασθησόμενα οἰκοδομεῖται, [105] τότε δὲ ὑπὸ τῶν πολεμίων. εἶεν: οὐ τοίνυν οὐδὲ τοῦτο ἔστιν εἰπεῖν ὡς πλείονας τιμᾶτε: τὸ γὰρ πλῆθος αὐτὸ δηλοῖ τῶν ἐξ ἐκείνου τοῦ χρόνου κειμένων ἀνδριάντων. χωρὶς δὲ τούτου τίς ἂν εἴποι πλείους εἶναι τοὺς νῦν φιλοτιμουμένους περὶ τὴν πόλιν; νὴ Δία, ἀνάγκην γὰρ ἡμεῖς ἔχομεν τοὺς ἡγεμόνας τιμᾶν ἅπαντας. τί δ᾽; οὐχὶ καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καὶ Βυζάντιοι καὶ Μυτιληναῖοι τοὺς αὐτοὺς τούτους θεραπεύουσιν; ἀλλ᾽ ὅμως ὅταν δόξῃ τινὰ στῆσαι χαλκοῦν, ἱστᾶσι καὶ τῆς εἰς τοῦτο δαπάνης εὐποροῦσιν. [106] καὶ μὴν ἤδη τινὸς ἤκουσα Ῥοδίου λέγοντος, οὐχ [p. 250] ὅμοια τὰ ἐκείνων καὶ τὰ ἡμέτερα. τοῖς μὲν γὰρ μόνον ὑπάρχειν τὴν ἐλευθερίαν δίχα Ἀθηναίων, καὶ τούτους δὲ μηδὲν μέγα κεκτῆσθαι: τὴν δὲ ὑμετέραν πόλιν ἐπίφθονον εἶναι παρὰ πᾶσιν, ὡς ἄριστα πράττουσαν: διόπερ αὐτῇ πλειόνων δεῖν τῶν εὐνοούντων. ἔτι δὲ μηδένα τῶν Ῥωμαίων διαφέρεσθαι παρὰ τοῖσδε ἑστάναι, [107] τῆς δέ γε ἐνθάδε τιμῆς οὐκ ἀμελεῖν. ταῦτα δέ ἐστι μὲν ἀληθῆ, μᾶλλον δὲ
ὀφείλετε ἀποστῆναι δι᾽ αὐτὰ τοῦ πράγματος. τούς τε γὰρ λόγον ἔχοντας τῆς παρ᾽ ὑμῖν εἰκόνος εἰκός ἐστι μὴ παραπέμπειν μηδὲ τὸ πῶς αὐτῆς τυγχάνουσιν, ἀλλ᾽ ἅμα καὶ τὴν διάνοιαν τὴν ὑμετέραν σκοπεῖν: τούς τε ἐπίφθονον εἶναι τὴν εὐπορίαν τῆς πόλεως ὁμολογοῦντας οὐκ εἰκὸς ἦν ὑπολογίζεσθαι τὸ τῆς δαπάνης. οὐ γάρ τοι τοσούτῳ διὰ τοῦτο πλείους τιμᾶτε τῶν ἄλλων ὅσῳ πλείονα ἐκείνων κέκτησθε. καὶ μὴν τῶν γε αὐτοκρατόρων καὶ νῦν ποιεῖσθε εἰκόνας, καὶ τῶν ἄλλων δὲ τῶν ἐπ᾽ ἀξιώματος. οὐδὲ γὰρ ὑμᾶς λέληθεν ὡς οὐδέν ἐστι τὸ τοῦτον ἵστασθαι τὸν τρόπον. ἵν᾽ οὖν τίνας τιμήσητε, λοιπὸν οὕτως αἰσχρὸν καὶ ἀνάξιον ὑμῶν αὐτῶν ἔργον διαπράττεσθε; [108] εἰ μὲν γὰρ ἅπασιν ὁμοίως προσεφέρεσθε δίχα τῶν αὐτοκρατόρων, οὐκ ἂν οὕτως ἠλέγχεσθε. νῦν δ᾽ εἰσὶν οὓς αὐτοὺς ἵστατε: ὥστε τοῖς ἄλλοις εἶναι φανερὸν ἐκ τούτων ὅτι οὐ τιμᾶτε αὐτούς. εἰ δὲ τῶν πολλῶν καὶ τῶν μηδένα ὠφελησάντων εἰσὶν οὗτοι, τίνος χάριν ἀσχημονεῖτε; ἢ τί βουλόμενοι τούτους θεραπεύετε, καὶ ταῦτα ἐνὸν ὑμῖν ἄλλως ἐπιμελεῖσθαι; καὶ γὰρ ξένια πλείω καὶ τὸ τῆς ὑποδοχῆς ἐλευθέριον τοῖς πολλοῖς ἱκανόν, κἂν βελτίων ᾖ τις, ἔτι καὶ ψήφισμα ἤρκεσεν ἁπλοῦν, ᾧ εἰς τὸ πρυτανεῖον ἢ εἰς προεδρίαν ἐκλήθη. νυνὶ μὲν γὰρ δοκεῖτε, ὥσπερ οἱ σφόδρα γέμοντες τῶν ναυκλήρων καὶ χειμαζόμενοι διὰ τοῦτο, ἐκβολὴν ποιεῖσθαι τῶν ἀνδριάντων. [109] καίτοι φέρε, εἴ τις ὑμῖν ἔλεγεν ὡς ἄρα ἀποδόσθαι προσήκει τοὺς πολλοὺς αὐτῶν, ἵνα εὐπορήσητε χρημάτων, οὐκ ἔστιν ὅπως οὐκ ἂν ἀνδράποδον ἡγήσαισθε εἶναι τὸν λέγοντα. νῦν τοίνυν αὐτὸ τοῦτο ποιεῖτε: ὅσου γὰρ ἀνδριὰς [p. 251] γένοιτ᾽ ἄν, τοσοῦτον ἐφ᾽ ἑκάστῳ κερδαίνετε: πλὴν ὅτι γε αὑτοῖς ἀποδίδοσθε αὐτοὺς καὶ οὐκ ἐπ᾽ ἐξαγωγῇ, καθάπερ οἶμαι τὰ σφόδρα πονηρὰ ἀνδράποδα. καθόλου δὲ εὖ ἴστε ὅτι μηδέν ἐστι τῶν τοιούτων μέγα μηδὲ τίμιον ἄλλως, εἰ μὴ παρὰ τοὺς διδόντας, ἐὰν διδῶσιν ὡς τοιοῦτον. εἰ δὲ τῶν ὄντων ὅ,τι ἂν θέλῃ [110] τις ῥᾳδίως καὶ τῷ τυχόντι παρέχοιεν, ταχὺ δόξει τοῦ μηδενὸς ἄξιον. διὰ τοῦτο σεμνότερόν ἐστι τὸ παρ᾽ ὑμῖν κληθῆναι εἰς προεδρίαν ἅπαξ τῆς παρ᾽ ἑτέροις εἰκόνος. καὶ τὸ μὲν ὑμᾶς καθημένους ἐπαινέσαι λαμπρόν: ἄλλοι δὲ οὐδὲ ἂν διαρραγῶσι κεκραγότες οὐ δοκοῦσιν ἱκανῶς τιμᾶν. τὸν Ὀλυμπίασι στέφανον ἴστε δήπουθεν ἐλάϊνον ὄντα, καὶ τοῦτον πολλοὶ προτετιμήκασι τοῦ ζῆν, οὐχὶ τῆς ἐκεῖ φυομένης ἐλαίας ἐχούσης τι θαυμαστόν, ἀλλ᾽ ὅτι μὴ ῥᾳδίως μηδ᾽ ἐπὶ μικρῷ δίδοται. τοιγαροῦν ἔγγιστα ἐφ᾽ ἡμῶν, ὡς ἐπίστασθε, τῶν αὐτοκρατόρων τις οὕτω σφόδρα ἡττήθη τοῦ πράγματος καὶ ἐπεθύμησε τῆς ἐκεῖ νίκης ὥστε καὶ ἀγωνίσασθαι παρ᾽ Ἠλείοις, καὶ τοῦτον ὅρον ἡγήσασθαι τῆς εὐδαιμονίας. εἰ δέ γε πάντας ἐστεφάνουν τοὺς ἐπὶ τὴν θέαν ἀφικνουμένους τῶν ἡγουμένων, τίνα ἂν ζῆλον ἢ ποίαν ἔτι δόξαν ἔσχεν ὁ στέφανος; [111] ἀλλὰ ἐκείνους γέ φασι μηδὲ τὰς ἐπιστολὰς λύειν, ἃς ἂν γράψωσι τῶν ἀθλητῶν τινα συνιστάντες, πρὶν ἢ ἀγωνίσηται. καὶ τοῦτο οὐδένα πώποτε αὐτοῖς ἤνεγκε κίνδυνον, ἀλλὰ τοὐναντίον τιμὴν καὶ ἔπαινον τῷ δοκεῖν ἀξίους εἶναι βραβεύειν τὸν ἀγῶνα. μὴ γὰρ οἴεσθε Ῥωμαίους οὕτως εἶναι σκαιοὺς καὶ ἀμαθεῖς ὥστε μηδὲν αἱρεῖσθαι τῶν ὑφ᾽ αὑτοῖς ἐλευθέριον εἶναι μηδὲ καλόν κἀγαθόν, ἀλλὰ βούλεσθαι μᾶλλον ἀνδραπόδων κρατεῖν. [112] εἶτα Ἠλεῖοι μὲν οὕτως ἀξιοῦσι τὰ ἑαυτῶν, οὐδενὸς Πελοποννησίων κατά γε τἄλλα ἀμείνους ὄντες: ὑμεῖς δὲ τοὺς παριόντας δεδοίκατε, κὰν ἕνα τινὰ μὴ στήσητε χαλκοῦν, τὴν ἐλευθερίαν οἴεσθε ἀποβαλεῖν; ἀλλ᾽ εἴ γε οὕτω σφόδρα ἐπισφαλής ἐστιν ὥστε [p. 252] ἐκ τῆς τυχούσης προφάσεως περιαιρεθῆναι, δουλεύειν ὑμῖν τῷ παντὶ βέλτιον ἤδη. καὶ γὰρ τοῖς τὸ σῶμα οὕτως ἐπικινδύνως ἔχουσιν ὥστε μηκέτ᾽ ἀνενεγκεῖν τεθνάναι κρεῖττον ἢ ζῆν. [113] εἰ γὰρ ὑμῖν ἡ μὲν ἐκ τοσούτου χρόνου πίστις καὶ πρὸς τὸν δῆμον εὔνοια τὸν ἐκείνων καὶ κοινωνία πάσης τύχης οὐ δύναται βεβαιοῦν τὴν πολιτείαν,οὐδὲ Μιθριδάτης καθαιρεθεὶς οὐδ᾽ Ἀντίοχος, οὐδ᾽ ἡ τῆς θαλάττης ἀρχὴ παραδοθεῖσα διὰ πολλῶν κινδύνων καὶ πόνων, οὐδ᾽ οἱ πρὸ τοσούτων ἐτῶν ὅρκοι τῆς φιλίας, οὐδ᾽ αἱ παρ᾽ αὐτὸν τὸν Δία στῆλαι κείμεναι μέχρι νῦν, οὐδ᾽ ἡ μέχρι Ὠκεανοῦ συγκινδυνεύσασα δύναμις, οὐδ᾽ ἡ τὸ τελευταῖον ὑπὲρ αὐτῶν ἁλοῦσα πόλις,ἀλλ᾽ εἰ μὴ τὸν δεῖνα καὶ τὸν δεῖνα κολακεύσετε ἀγεννῶς, πάντα ταῦτα ἀνατέτραπται, ὡς ἀεὶ προσδοκᾶν ὀργήν τινα ἢ μῖσος, σφόδρα ὑμῖν φαύλως τὰ πράγματα ἔχει καὶ ἐπ᾽ οὐδενὸς ἵδρυσθε ἰσχυροῦ. καὶ ἔγωγε φαίην ἄν, εἰ καὶ χαλεπῶς ἀκούσεσθε, κρεῖττον ὑμῶν ἀπαλλάττειν τοὺς ἐν Φρυγίᾳ μέσῃ δουλεύοντας ἢ τοὺς ἐν [114] Αἰγύπτῳ καὶ Λιβύῃ. τὸ γὰρ ἀγνοούμενον καὶ μὴ δοκοῦντα μηδενὸς ἄξιον ποιεῖν ὁτιοῦν ἔλαττον αἰσχρόν: τὸ δὲ οὕτως ὄντας ἐπισήμους καὶ θαυμαζομένους παρὰ πᾶσιν ἀνάγκην ἔχειν ὥσπερ τοὺς ἀγεννεῖς κύνας σαίνειν τὸν παριόντα δεινόν. φέρε τοίνυν, εἰ δὲ καὶ πάντας δέοι τιμᾶν οὕτως καὶ τὴν ἐσχάτηνἀπορίαν θείη τις εἶναι περὶ τὴν πόλιν, πόσῳ κρεῖττον αὐτὸ τὸ ψήφισμα προσπέμψαι τὸ τῆς εἰκόνος, ἵν᾽ ἐὰν βούληται, στήσῃ [115] παρ᾽ ἑαυτοῦ; νὴ Δί�
�, ἀλλ᾽ αἰσχρόν, εἰ τοσαύτην στενοχωρίαν ὁμολογήσομεν, καὶ Ῥοδίων οὐκ ἄξιον. καὶ τίς οὐκ ἂν εὖ φρονῶν ἕλοιτο πένης δοκεῖν μᾶλλον ἢ πονηρός; ἢ τὸ νυνὶ γιγνόμενον ἧττονὑμῖν δοκεῖ τινος αἰσχρὸν εἶναι, τὸ τοὺς ἀνδριάντας ὑμῶν δύνασθαί τινα διηγεῖσθαι, καθάπερ τὰς οἰκίας, ὅτι πρότερον μὲν ἦν αὕτη τοῦ δεῖνος, νῦν δὲ τοῦ δεῖνος γέγονεν, ἂν δ᾽ οὗτος τελευτήσῃ, πάλιν ἔσται τοῦ κληρονομήσαντος ἢ τοῦ πριαμένου; καίτοι τὴν εἰκόνα οὐκ ἔστιν οὐδενὶ δικαίῳ μεταθεῖναι, καθάπερ τὴν οἰκίαν. [116] ἤδη τοίνυν ἤκουσά τι καὶ τοιοῦτόν τινος ἀποσχεδιάζοντος, ὅτι [p. 253] καὶ παρ᾽ ἑτέροις ἰδεῖν ἔστι τοῦτο γιγνόμενον: πάλιν δὲ ἑτέρου, ὡς καὶ παρ᾽ Ἀθηναίοις πολλὰ πράττεται νῦν, οἷς οὐκ ἀπεικότως ἄν τις ἐπιπλήξειεν, οὐ περὶ τὰ ἄλλα μόνον, ἀλλὰ καὶ περὶ τὰς τιμάς: οἵ γε τὸν δεῖνα μὲν Ὀλύμπιον κεκλήκασιν οὐδὲ φύσει πολίτην ἑαυτῶν, Φοίνικα δὲ ἄνθρωπον οὐκ ἀπὸ Τύρου καὶ Σιδῶνος, ἀλλ᾽ ἀπὸ κώμης τινὸς ἢ τῆς ἠπείρου, καὶ ταῦτα πιττούμενον τοὺς βραχίονας καὶ περιδήματα φοροῦντα: τὸν δεῖνα δὲ τὸν εὐχερῆ λίαν ποιητήν, ὃς καὶ παρ᾽ ὑμῖν ποτε κἀνθάδε ἐπεδείξατο, οὐ μόνον χαλκοῦν ἑστάκασιν, ἀλλὰ καὶ παρὰ Μένανδρον. λέγειν δὲ εἰώθασιν οἱ διασύροντες τὴν πόλιν καὶ τὸ ἐπίγραμμα τὸ ἐπὶ τῆς Νικάνορος εἰκόνος, ὃς αὐτοῖς καὶ τὴν Σαλαμῖνα ἐωνήσατο. [117] ἐγὼ δ᾽ εἰ μέν τις ἢ τοῖς Ἀθηναίοις ἐπιτιμῶν λέγει ταῦτα, καὶ δεικνὺς οὐκ ὄντας ἀξίους τοὺς ἐνοικοῦντας τῆς πόλεως οὐδὲ τῆς δόξης, ἣν οἱ πρότερον γενόμενοι κατέλιπον, ἢ καθόλου τὴν Ἑλλάδα ἐλεῶν εἰς ὃ πέπτωκεν, ὅταν τοιαῦτα πράττωσιν οἱ χρόνον τινὰ δόξαντες αὐτῆς προεστάναι, καλῶς αὐτὸν ἡγοῦμαι λέγειν: εἰ δ᾽ ὅτι προσήκει μηδ᾽ ὑμᾶς μηδὲν μέγα φρονεῖν μηδ᾽ ἐκείνων κρεῖττον, οὐκ ἔχω τὴν ὑπερβολὴν τῆς ἀναισθησίας εἰπεῖν τοῦ ταῦτα λέγοντος. [118] οὐ γὰρ ὃν τρόπον τὰ καλῶς παρ᾽ ἑτέροις γιγνόμενα πᾶσιν ἔθος ἐστὶ λέγειν ζήλου καὶ προτροπῆς ἕνεκεν, ὁμοίως κἂν φαῦλόν τι πράττηται παρ᾽ ἄλλοις, δεῖ τοῦτο μνημονεύειν, ὥστε μιμεῖσθαι, τοὐναντίον δὲ ὑπὲρ τοῦ φυλάξασθαι καὶ μὴ λαθεῖν εἴς τι τοιοῦτον ἐμπεσόντας. καὶ γὰρ εἰ μὲν ἐπαινῶν τις ἐκείνους ταῦτα ἔλεγε καὶ μηδὲν χείρονος δόξης ἀποφαίνων ἐπιτυγχάνοντας, ἦν μὲν ἂν δήπουθεν εὐήθης, μᾶλλον δὲ ἀναιδής: πλὴν κατά γε τὴν ἑαυτοῦ γνώμην παρεῖχέ τινα ἀφορμὴν τοῖς ἁμαρτάνειν βουλομένοις. εἰ δ᾽ ὡς αἰσχρὰ καὶ ὀνείδη πάντες αὐτὰ προφέρουσι καὶ οὐθεὶς ἂν εἴποι τῶν ἐγκωμιαζόντων τὴν πόλιν τοιοῦτον οὐδέν, ἀλλ᾽ ἤτοι βλασφημῶν τις ἢ καθαπτόμενος ἄλλως καὶ ἐπιπλήττων, παντελῶς εὐήθης ὁ διὰ τῶν τοιούτων ὑμᾶς προτρέπειν δοκῶν ὥστε ἀμελεῖν τῶν παρ᾽ [119] αὑτοῖς. καθάπερ εἴ τις ἀθλητὴν πείθων ἀπειπεῖν καὶ προέσθαι τὸν στέφανον ἀργυρίου λέγοι πρὸς αὐτόν, Οὐχ ὁρᾷς ἐκεῖνον τὸν παραχωρήσαντα πρὸ σοῦ μαστιγούμενον; ἢ νὴ Δία εἴ τις τῶν [p. 254] ὑποκριτῶν τινι δεικνὺς τοὺς ἐκπίπτοντας καὶ συριττομένους τοιαῦτα παραμυθοῖτο, Ὅπως μηδὲ σὺ προσέξεις, ἀλλ᾽ ὁμοίως ἀγωνιεῖ. καὶ νῦν ὑμῖν σχεδὸν ἐκεῖνοι λέγουσιν, Οὐχ ὁρᾶτε τοὺς Ἀθηναίους ὡς ἀσχημονοῦσιν, ὡς κακῶς ἀκούουσιν, ὡς παράδειγμα πᾶσίν εἰσι τῆς ἀγεννείας καὶ τῆς ὕβρεως, ἣν ὑβρίζουσιν εἰς τὴν πατρίδα; [120] καίτοιπότερον θῇ τις αὐτοὺς ἀνταγωνιστὰς ὑμῶν, ὥσπερ ἀξιοῦσιν, ἢ μᾶλλον, ὃ τῷ παντὶ βέλτιον καὶ δικαιότερον, καὶ τούτους καὶ τοὺς Λακεδαιμονίους καὶ πάντας τοὺς ὁμοίους μέρος ὑμέτερον ἢ ὑμᾶς ἐκείνων; ἀλλ᾽ οὔτε τοὺς ἀνταγωνιστὰς ἁμαρτάνοντας εὔλογόν ἐστι μιμεῖσθαι, τοὐναντίον δὲ τοσούτῳ μᾶλλον κατορθοῦν, ἵνα τῷ παντὶφαίνησθε προέχοντες αὐτῶν, καὶ μὴ μόνον διὰ τὴν ἐκείνων κακίαν, ἀλλὰ καὶ διὰ τὴν αὑτῶν ἀρετὴν εὐδοκιμῆτε: οὔτε τοὺς οἰκείους καὶ προσήκοντας, ἀλλὰ μάλιστα μὲν κωλύειν, εἰ δ᾽ οὖν, αὐτούς γε πειρᾶσθαι τοῖς ἑαυτῶν ἔργοις τὰ ἁμαρτήματα ἐκείνων ἐλάττω ποιεῖν. [121] ἔτι δ᾽ εἰ μὲν ἐν τοῖς ἄλλοις μηδὲν αὐτῶν διεφέρετε, οὐδὲνἴσως ἔδει καθ᾽ ἓν τοῦτο φιλοτιμεῖσθαι καὶ σκοπεῖν ὅπως κρείττους δόξετε. νῦν δὲ οὐθέν ἐστιν ἐφ᾽ ὅτῳ τῶν ἐκεῖ γιγνομένων οὐκ ἂν αἰσχυνθείη τις. οἷον εὐθὺς τὰ περὶ τοὺς μονομάχους οὕτω σφόδρα ἐζηλώκασι Κορινθίους, μᾶλλον δ᾽ ὑπερβεβλήκασι τῇ κακοδαιμονίᾳ κἀκείνους καὶ τοὺς ἄλλους ἅπαντας, ὥστε οἱ Κορίνθιοιμὲν ἔξω τῆς πόλεως θεωροῦσιν ἐν χαράδρᾳ τινί, πλῆθος μὲν δυναμένῳ δέξασθαι τόπῳ, ῥυπαρῷ δὲ ἄλλως καὶ ὅπου μηδεὶς ἂν μηδὲ θάψειε μηδένα τῶν ἐλευθέρων, Ἀθηναῖοι δὲ ἐν τῷ θεάτρῳ θεῶνται τὴν καλὴν ταύτην θέαν ὑπ᾽ αὐτὴν τὴν ἀκρόπολιν, οὗ τὸν Διόνυσον ἐπὶ τὴν ὀρχήστραν τιθέασιν: ὥστε πολλάκις ἐν αὐτοῖς τινα σφάττεσθαι τοῖς θρόνοις, οὗ τὸν ἱεροφάντην καὶ τοὺς ἄλλους ἱερεῖς ἀνάγκη καθίζειν. [122] καὶ τὸν εἰπόντα περὶ τούτου φιλόσοφον καὶ νουθετήσαντα αὐτοὺς οὐκ ἀπεδέξαντο οὐδὲ ἐπῄνεσαν, ἀλλ᾽ οὕτως ἐδυσχέραναν, ὥστε ἐκεῖνον ὄντα μὲν γένει Ῥωμαίων μηδενὸς ὕστερον, δόξαν δὲ τηλικαύτην ἔχοντα ἡλίκης οὐδεὶς ἐκ πάνυ πολλοῦ[p. 255] τετύχηκεν, ὁμολογούμενον δὲ μόνον μάλιστα μετὰ τοὺς ἀρχαίους ἀκολούθως βεβιωκέναι τοῖς λόγοις, καταλιπεῖν τὴν πόλιν καὶ μᾶλλον ἑλέσθα�
� διατρίβειν ἀλλαχόσε τῆς Ἑλλάδος. ἀλλ᾽ οὐκ ἂν ὑμεῖς, ἄνδρες Ῥόδιοι, τοιοῦτον οὐθὲν ὑπομείναιτε, παρ᾽ οἷς νόμος ἐστὶ τὸν δημόσιον μηδέποτε εἰσελθεῖν εἰς τὴν πόλιν. [123] τίνος οὖν ἕνεκα ἐπεμνήσθην; οὐ μὰ τὸν Δία λοιδορῆσαι βουλόμενος τοὺς Ἀθηναίους: τοὐναντίον γὰρ πᾶσιν ἐλεεῖν αὐτοὺς ἐπέρχεται τοῖς μετρίοις: ἀλλ᾽ ὅπως εἰδῆθ᾽ ὅτι λοιπὸν ὑμῖν οὐ πρὸς ἐκείνους ἐστὶν ὁ λόγος, ἀλλὰ πρὸς ὑμᾶς αὐτοὺς καὶ τῶν ἄλλων εἴ τις σωφρονεῖ. καίτοι πάντα ὅσα ἂν εἴποι τις κατὰ Ἀθηναίων ἢ κατὰ Λακεδαιμονίων ἢ καθ᾽ ὧν δήποτε, παρ᾽ οἷς ἄλλα τινὰ φαύλως ἔχει καὶ σφόδρα ὀλιγώρως, ἐμοὶ συναγωνιεῖται: τὸ γὰρ τῶν εἰκόνων οὐκ ἔστι παρ᾽ αὐτοῖς ἰδεῖν οὕτω γιγνόμενον: ὥσθ᾽ ὅ γε μηδὲ παρ᾽ ἐκείνοις ἁμαρτάνεται τοῖς ἐσχάτως ἀπολωλόσι τῶς οὐκ ἂν ὑπερβολήν τινα ἔχοι τῆς ἀτοπίας; [124] ἔτι δὲ μᾶλλον αὐτὰ τὰ περὶ τὰς τιμὰς παρατεθέντα ἀποδείκνυσι τοῦτο. εἰ γὰρ τὸ τῶν νῦν τινα παραστῆσαι τῶν ἀρχαίων τινὶ δοκεῖ δεινόν, πόσῳ δεινότερον τὸ οὕτως ἀφελέσθαι τινὰ ἐκείνων τῆς τιμῆς, ὥστε ἑτέρῳ δοῦναι; καὶ εἰ τὸ ὄνομα ἐπιγράψαι τινὸς ἄλλῳ τῳ πολὺ ἐλάττονι τηλικαύτην κατάγνωσιν φέρει, τὸ ἐξαλεῖψαι καὶ ἀνελεῖν τὸ τοῦ κρείττονος, ἐὰν οὕτω τύχῃ, ποῖόν τι φαίνεσθαι νομίζετε; καὶ μὴν εἴ τις ὑμᾶς Καυνίοις ἢ Μυνδίοις ὁμοίους εἶναι λέγοι, σφόδρα ὀργιεῖσθε καὶ βλασφημεῖν αὐτὸν ἡγήσεσθε κατὰ τῆς πόλεως: πῶς ἂν οὖν ἔθ᾽ ὑμῖν ἀπολογίαν τινὰ φέροι περί τινος τῶν παρ᾽ ὑμῖν τὸ καὶ παρ᾽ ἐκείνοις αὐτὸ γίγνεσθαι; [125] καθάπερ εἰ καὶ τὰ τείχη τις οἴοιτο δεῖν λῦσαι τὰ παρ᾽ ὑμῖν ἢ καὶ καταπίπτοντα ἐᾶν, ὅτι καὶ παρ᾽ ἑτέροις πέπτωκε, μᾶλλον δὲ πᾶσι τοῖς ἄλλοις σχεδόν. καίτοι τὰ μὲν τείχη διὰ τὴν εἰρήνην καὶ τὴν δουλείαν ἐᾶται παρ᾽ αὐτοῖς, ὧν τὸ μὲν ἅπαντες εὔχονται, τὴν εἰρήνην, τὸ δὲ λοιπὸν οὐκ ἔστι κακίας σημεῖον: τὸ δὲ τοῖς παλαιοῖς τῶν εὐεργετῶν οὕτω προσφέρεσθαι [p. 256] δἰ ἀχαριστίαν γίγνεται. φαίην δ᾽ ἂν ἔγωγε παρὰ τούτοις μηδὲ εὐεργέτας ἀδικεῖσθαι. τίς γὰρ παρὰ Καυνίοις γέγονε γενναῖος ἀνήρ; ἢ τίς πώποτε ἐκείνους ἀγαθόν τι πεποίηκεν; οἵ γε δουλεύουσιν οὐχ ὑμῖν μόνοις, ἀλλὰ καὶ Ῥωμαίοις, δι᾽ ὑπερβολὴν ἀνοίας καὶ μοχθηρίας διπλῆν αὑτοῖς τὴν δουλείαν κατασκευάσαντες.ταῦτα δὲ καὶ περὶ ἄλλων τις ἂν εἴποι τῶν ὁμοδόξων. [126] ἐγὼ δὲ καὶ καθόλου τοὺς τηλικοῦτον ἐφ᾽ αὑτοῖς φρονοῦντας ἡλίκον ὑμεῖς δικαίως οὐ πρὸς ἑτέρους ἀποβλέπειν οἴομαι δεῖν ἐν οἷς πράττουσιν, ἄλλως τε τοὺς τοσοῦτον χείρονας, ἀλλὰ πρὸς τὴνἑαυτῶν δόξαν καὶ τὸ τῆς πόλεως ἀξίωμα. γελοῖον γὰρ ἂν ἦν, εἰ τῶν ὑμετέρων τις πολιτῶν, Δωριεὺς ἐκεῖνος ἢ Λεωνίδας, οὓς τοσαυτάκις φασὶν Ὀλυμπίασι νικῆσαι, πρὸς ἄλλον τινὰ ὁρῶν ἐγυμνάζετο, καὶ ταῦτά γε μηδέποτε στεφανωθέντα. τοῖς μέντοι Λακεδαιμονίοις ἢ τοῖς Ἀθηναίοις εἰ βούλεσθε ἀντεξετάζεσθαι, συγχωρῶτοῖς τότε οὖσιν, ὅτε αὐτοῖς εἰκότως ἄν τις τῶν ὁμοίων ὑμῖν συνεκρίνετο. [127] καὶ γὰρ τὸν ἀθλητὴν τὸν φιλοτιμούμενον ἔτι καὶ μηδέπω παραχωροῦντα τῆς ἰσχύος οὐ τοὺς νοσοῦντας εὔλογόν ἐστι προκαλεῖσθαι τῶν καθ᾽ αὑτὸν ἐνδόξων οὐδὲ τοὺς τεθνεῶτας, ἀλλ᾽ εἰ μὲν εἶέν τινες ἐρρωμένοι, πρὸς ἐκείνους ἀγωνίζεσθαι περὶ τῆσνίκης: εἰ δὲ μή, τοιοῦτόν τι πρᾶξαι ζητεῖν, ὃ μηδενὸς αὐτὸν ἀσθενέστερον δείξει τῶν πρότερον. ὁ μὲν οὖν ὑγιὴς οὗτός ἐστι περὶ τῶν τοιούτων λόγος. εἰ δὲ ἄρα παρεῖναί τι δεῖ, μήτε πρὸς τοὺς τότε, οἳ ἦσαν κράτιστοι, παραβάλλοντες ἐξετάζετε τὸ πρᾶγμα, μήτε πρὸς τοὺς νῦν, οἳ μηδενὸς τῶν φαυλοτάτων διαφέρουσιν, ἀλλὰ [128] πρὸς τοὺς μέσους αὐτῶν ἢ καὶ τοὺς ἔτι τούτων ἐλάττονας. παρὰ τοίνυν τοῖς Ἀθηναίοις κατὰ Φίλιππον μάλιστα, ὅτε τῆς ἡγεμονίας παρακεχωρήκεσαν, τῆς δ᾽ ἐλευθερίας μόνης λοιπὸν ἀντείχοντο, Λεπτίνης τις εἰσήνεγκε νόμον ὡς χρὴ τὰς ἀτελείας ἀφελέσθαι τοὺς ἔχοντας παρὰ τοῦ δήμου, δίχα τῶν ἀφ᾽ Ἁρμοδίου καὶ Ἀριστογείτονος,καὶ μηκέτι τὸ λοιπὸν ἐξεῖναι διδόναι μηδενὶ τὴν δωρεὰν [p. 257] ταύτ̣̣̔̓ν. τί οὖν; ἔσθ᾽ ὅπως παρεδέξαντο τὸν νόμον; οὐμενοῦν, [129] ἀλλ᾽ ἑάλω γραφῆς. φέρε τοίνυν συμβάλετε τοῦτο τὸ ἔθος ἐκείνῳ τῷ νόμῳ, κἂν μὲν ὑμῖν κατά τι βέλτιον φαίνηται, φυλάξατε αὐτὸ καὶ ποιήσατε ἰσχυρότερον πρὸς τὸ λοιπόν: ὅπερ ἐξ ἀνάγκης γένοιτ᾽ ἄν, εἰ μὴ λυθήσεται νῦν: ἐὰν δὲ πανταχῇ σκοπούμενοι χεῖρον εὑρίσκητε, μιμήσασθε τοὺς κατ᾽ ἐκεῖνον τὸν χρόνον Ἀθηναίους καὶ τὸ μᾶλλον ἄτοπον τοῦ τότε λυθέντος ὑπ᾽ ἐκείνων καὶ ὑμεῖς νῦν λύσατε. [130] τὸ μὲν οὖν ψευδῆ τὴν πόλιν δεικνύναι καὶ περὶ τὰς δωρεὰς ἄπιστον καὶ τὸ τοὺς εὐεργέτας ἀδικεῖν, ἀφαιρουμένην αὐτῶν τὰς ἀμοιβάς, καὶ πάντα τὰ τοιαῦτα ἐπ᾽ ἴσης κοινὰ ἀμφοτέροις πρόσεστιν: ἀλλ᾽ ἐκεῖ μὲν οὐκ ἦν μηδὲν ὠφελῆσθαι τοὺς τὴν ἀτέλειαν ἐσχηκότας: ἃ γὰρ ἐκτήσαντο ἐκ τῆς ἀφέσεως εἰς ἅπαν αὐτοῖς ἔμεινε ὡς καὶ τὸν ἄλλον χρόνον ἔμελλον εὐπορώτεροι δι᾽ αὐτὴν ἔσεσθαι. τοῖς δέ γε τῆς εἰκόνος ἀφαιρεθεῖσιν ἐκ τοῦ τετιμῆσθαι πρότερον οὐδ᾽ ὁτιοῦν περίεστι δίχα γε τῆς ὕβρεως καὶ τῆς ἀτιμίας. [131] πρὸς τούτῳ δὲ ὁ μὲν τιθεὶς τότε τὸν νόμον ἔστιν ὧν κατηγόρει τῶν εἰληφότων τὴν ἀ�
�έλειαν καὶ πονηροὺς ἀπέφαινε τοὺς πλείους, οὐ μόνον ἀναξίους χάριτος: ὥστε τοῦτ᾽ εἶναι τὸ δεινὸν ὅτι μὴ πᾶσιν ἐγκαλῶν πάντας ἀπεστέρει τὰς δωρεάς. ἐνθάδε δὲ οὐδ᾽ ἔνεστι τοῖς ἀφελομένοις εἰπεῖν τι κατ᾽ ἐκείνων: οὓς γὰρ μηδ᾽ ἴσασι, πῶς αὐτοὺς αἰτιᾶσθαι δυνατόν; [132] ἔτι δὲ ὁ μὲν νόμος ἐξαιρέτους τινὰς ἐποίει τούς τὰ μέγιστα δοκοῦντας εὐεργετηκέναι τὴν πόλιν, τοὺς ἀφ᾽ Ἁρμοδίου καὶ Ἀριστογείτονος: ἐνθάδε δὲ οὐδέν ἐστιν ἐξαίρετον. τῷ γὰρ ἀγράφως τὸ πρᾶγμα γίγνεσθαι καὶ μήτε κατὰ νόμον μήτε κατὰ ψήφισμα περὶ οὐδενὸς ὅλως ἀπείρηται, καὶ ἐπὶ παντὶ συμβῆναι δυνατόν ἐστιν, ἐφ᾽ ὅτῳ ποτὲ ἂν δόξῃ τῷ στρατηγῷ. [133] καὶ μὴν ὅ γε νόμος δεινὸν ἐδόκει ποιεῖν ἀφαιρούμενος τοῦ δήμου τὴν ἐξουσίαν, ὥστε μηδὲ τὸ λοιπὸν ἐξεῖναι ψηφίσασθαι τὴν δωρεὰν ταύτην. καὶ πόσῳ κρεῖττον τὴν ἀρχὴν κωλῦσαί τι διδόναι τὸν δῆμον, εἰ μὴ συνέφερε τῇ πόλει, ἢ καταλιπόντα τὸ χαρίζεσθαι τὸ ἀφαιρεῖσθαι ταῦτα ἐφ᾽ ἑνὶ ποιήσασθαι; [p. 258] αἰσχροῦ γὰρ ὄντος, ὡς οὐδ᾽ ἂν εἷς ἀντείποι, τοῦ ἀφαιρεῖσθαι τοὺς λαβόντας τι, κατὰ μὲν τὸν νόμον τοῦτο ἅπαξ ἐγίγνετο, [134] κατὰ δὲ τὸ ἔθος ἀεὶ συμβαίνει. καὶ μὴν εἰ δοκεῖ δυσχερὲς τὸ ἀφαιρεῖσθαί τινος ἐξουσίας τὴν πόλιν, καὶ ὑμεῖς ἀφαιρεῖσθε τὴν ἐξουσίαν τοῦ φυλάττειν βέβαια τὰ δοθέντα τοῖς λαβοῦσιν. ὅτῳγὰρ ἂν ὑμεῖς δῶτε τὴν τιμήν, οὐκέτ᾽ ἔστ᾽ ἐφ᾽ ὑμῖν τὸ ἐᾶν ἔχειν αὐτόν: ἀλλ᾽ εἷς ἀνὴρ ἀεὶ τούτου κύριος, ὁ στρατηγῶν. καίτοι χεῖρόν ἐστι τὸ ἔθει μὴ ἐφ᾽ ὑμῖν εἶναι τοῦ κατὰ νόμον κεκωλυμένου. οἱ μὲν γὰρ οὐκ ἀφῄρηνται τὴν ἐξουσίαν τούτου τρόπον τινά, ὃ πράττειν ἑαυτοὺς νόμῳ κεκωλύκασιν, ἀλλ᾽ ἀπέστησαν ἑκόντες διὰ [135] τὸ συμφέρον. ἐπὶ δὲ τοῦ ἔθους οὐδὲ τοῦτο ἔστιν εἰπεῖν ὅτι αὑτούς, εἴπερ ἄρα, ἀφῄρηνται τοῦθ᾽ ὑπὲρ οὗ μήτε ἔκριναν μήτε ἐβουλεύσαντο. καὶ μὴν ἐκεῖ γε παραμυθίαν τινὰ ἔσχον τὸ τοῦ πράγματος ἴσον καὶ κοινόν, ἁπάντων ὁμοίως ἀφαιρουμένων τὰς ἀτελείας, παρ᾽ ὑμῖν δὲ ὃς ἂν τύχῃ τῆς εἰκόνος ἀφῄρηται καὶ πολλάκισὁ βελτίων. ἔτι δὲ ἐκεῖ μὲν οὐχ ἵνα ἄλλος λάβῃ, τὸν ἔχοντα ἀφῃρεῖτο ὁ νόμος: παρ᾽ ὑμῖν δὲ τούτου χάριν γίγνεται, ὃ τῷ παντὶ λυπρότερόν ἐστι τοῦ μόνον ἀποστερεῖσθαι. [136] καὶ μὴν ἐκεῖνό γε οὐδεὶς ἀγνοεῖ δήπουθεν, ὅσῳ δοκεῖ χαλεπώτερον τὸ δι᾽ ἄλλον τι πάσχειν τοῦ δι᾽ αὑτόν. οὐκοῦν ἐκ μὲν τοῦ νόμου συνέβαινεν, ἵναμή τινες ἔχωσι τὰς ἀτελείας, περὶ ὧν ὡς ἀναξίων ἔλεγεν, ἀποδοῦναι τοὺς λοιπούς: ἐκ δὲ τοῦ παρ᾽ ὑμῖν ἔθους, ἵν᾽ ἄλλοι λάβωσι, [137] τοὺς ἔχοντας ἀποστερεῖσθαι γίγνεται. τῷ παντὶ δὲ τοῦτο τοῖς πάσχουσι βαρύτερον. εἰ τοίνυν ἐφ᾽ ὧν μάλιστα ἀναγκαῖόν ἐστιν, ἐπὶ τούτων βούλοιτό τις ἰδεῖν, τίνας ἀδικεῖ τοῦτο τὸ ἔθος καὶτίνας ἔμελλε λυπήσειν ἐκεῖνος ὁ νόμος, ἀφελὼν τοὺς μὴ μόνον ἔχοντας ἀτέλειαν, ἀλλὰ καὶ τῆς εἰκόνος τετυχηκότας, οὕτω σκοπείτω τοὺς λοιποὺς ἑκατέρων. οὗτοι μὲν γὰρ τρόπον τινὰ οὐδὲ ἔπασχον [p. 259] οὐδέν: ὃ γὰρ εἰλήφεσαν ἐν προσθήκης μέρει, τοῦτο ἀπώλλυον, τῆς μείζονος δωρεᾶς αὐτοῖς τηρουμένης: ἐπὶ δὲ τῶν ἄλλων ἴσος ἂν γένοιτο ὁ λόγος. ἀλλ᾽ ἔστι μὲν δῆλον καὶ αὐτόθεν οἶμαι τὸ πρᾶγμα: ὅσῳ γὰρ τὸ τῆς εἰκόνος μεῖζον ἢ τὸ τῆς ἀτελείας, τοσούτῳ κρείττονες οἱ τούτου τυχόντες: ἔτι δ᾽ ἂν οὕτω γένοιτό γε ὁ λόγος φανερώτερος: [138] ἡ μὲν γὰρ ἀτέλεια τοὺς λαβόντας εὐπορωτέρους ποιεῖ, καὶ οὗτοι μάλιστα ἐπιθυμοῦσιν αὐτῆς οἵτινες ἂν ὦσι περὶ χρήματα ἐσπουδακότες: ἡ δὲ εἰκὼν τὸ σεμνὸν μόνον ἔχει καὶ τὸ τῆς τιμῆς. ὅσῳ δὴ πάντες εἴποιμεν ἂν κρείττους τοὺς προῖκα καὶ δόξης μᾶλλον ἕνεκεν αἱρουμένους εὖ τινας ποιεῖν τῶν ἐπ᾽ ἀργυρίῳ καὶ διὰ κέρδος, τοσούτῳ φαίην ἂν ἔγωγε οὐ μόνον ἀμείνους ἀνθρώπους ἀδικεῖν τοῦτο τὸ ἔθος, ἀλλὰ καὶ ὑπὸ βελτιόνων ὑμᾶς κωλύειν εὖ πάσχειν ἤπερ ἐκείνους ὁ νόμος. [139] ἀλλ᾽ ἔγωγε ἀπορῶ τί δήποτε οὐχὶ καὶ νόμον τίθεσθε ἐπὶ τούτῳ καθ᾽ ὃν ἔσται τὸ λοιπόν, εἴπερ ὑμῖν ἀρέσκει. νὴ Δί᾽, αἰσχύνην γὰρ οὐ μικρὰν ἔχει νόμος τοιοῦτος ἐν τῇ πόλει κείμενος. εἶτα ὃ γράφειν αἰσχρὸν ἡγεῖσθε, τοῦτο ποιεῖν οὐκ αἰσχρόν ἐστι; καὶ πόσῳ κρεῖττον μὴ χρῆσθαί τισι τῶν φαύλως γεγραμμένων ἢ ποιεῖν; ἢ ποτέρους ἂν εἴποιτε βελτίους, τοὺς οὕτως ἔχοντας πρὸς τὰ ἄτοπα, ὥστε ἀπέχεσθαι καὶ δεδομένων, ἢ τοὺς οὐ συγκεχωρημένα πράττοντας; [140] ἀλλ᾽ ἔγωγε φαίην ἄν, ὁμολογουμένου τοῦ μηδαμῶς δεῖν μηδὲν ἄδικον πράττειν μηδὲ ἀπρεπές, παρ᾽ οἷς ἂν νόμῳ γίγνηται τὸ τοιοῦτον, ἥττονα ἂν ἔχειν κατηγορίαν ἢ παρ᾽ οἷς ἂν κατὰ ἔθος. πρῶτον μὲν γὰρ ὁ νόμος ῥητός ἐστι, καὶ οὐκ ἄν ποτε γένοιτο χείρων: οὐ γὰρ ἔστιν οὔτε ἀφελεῖν οὔτε προσθεῖναι τοῖς γεγραμμένοις: τὸ δέ γε ἔθος, ἂν ᾖ φαῦλον, ἀνάγκη καὶ φαυλότερον ἀεὶ γίγνεσθαι τῷ μὴ κατειλῆφθαι μηδὲ ὡρίσθαι. [141] λέγω δ᾽ οἷον εὐθὺς τοῦτό φασι τὴν ἀρχὴν λαβεῖν ἀπὸ τῶν συντετριμμένων καὶ οὐδὲ ἐφεστώτων ἔτι ταῖς βάσεσι: τούτοις γὰρ ἀποχρῆσθαι τοὺς στρατηγοὺς ἐπισκευάζοντας καὶ τρόπον τινὰ ἐξ ἀρχῆς ποιοῦντας [p. 260] ἑτέρους, εἶθ᾽, ὅπερ λοιπόν, τοὺς ὑγιεῖς μέν, οὐκ ἔχοντας δὲ ἐπιγραφάς, ἐπιγράφεσθαι: καὶ τὸ λοιπὸν ἤδη καὶ τῶν �
��πιγεγραμμένων τινὰς τῶν σφόδρα παλαιῶν: ἔστω γὰρ ὃ λέγουσιν ἀληθές: εἰς ὕστερον ἀνάγκη μηδεμίαν εἶναι διάκρισιν: καὶ γὰρ ἐπὶ τῶν ἄλλων οὕτως ἔχει, δαπάνης, ἀκοσμίας, τρυφῆς: [142] οὐδέποτε τῶν χειρόνωνἐθῶν οὐθὲν εὑρήσετε ἱστάμενον οὐδὲ διαμένον, ἕως ἂν παντάπασι κωλυθῇ. διὰ γὰρ τὸ δέχεσθαι πρόσθεσιν ἀεὶ καὶ τὸ παρὰ μικρὸν ἀνεξέλεγκτον εἶναι καὶ μηδενὶ φαίνεσθαι ῥᾳδίως, ὅσῳ τοῦτο ἐκείνου κάκιον, ἐπὶ πᾶν πρόεισιν, ὥσπερ οἶμαι καὶ τῶν ἑλκῶν τινα καὶ τῶν νοσημάτων ὅσα ἐξ ἅπαντος αὔξεσθαι φύσιν ἔχει. πρὸστούτῳ δὲ κἀκεῖνό ἐστιν: οἱ μὲν νόμῳ τι πράττοντες πονηρὸν οὐχ ὡς τοιοῦτον αὐτὸ πράττουσιν, ἀλλὰ ἐξηπατημένοι: τοὺς δὲ ἔθει φαῦλα ποιοῦντας ἅπαντες ἂν φαῖεν εἰδότας ἁμαρτάνειν, ἅ γε μηδ᾽ αὐτοῖς ἐπιτήδεια εἶναι γεγράφθαι δοκεῖ. [143] μὴ τοίνυν εἰ πρότερον ἤρξατο καὶ χρόνος πλέων γέγονε, διὰ τοῦτο ἔλαττον ὑμῖν νομίζετε προσήκειναὐτὸ ἀνελεῖν: οὐδὲν γὰρ ἥττονα αἰσχύνην ὄφλουσιν οἱ φυλάττοντες τὰ τοιαῦτα τῶν παραδεξαμένων, ἀλλὰ τοὐναντίον μᾶλλον ὑπόκεινται τοῖς βουλομένοις αἰτιᾶσθαι. τὸ μέν γε πρῶτον γιγνόμενον οὐδὲ λαθεῖν ἀδύνατον τοὺς τότε, καὶ ταῦτα φυλαττομένων ἔτι τῶν ποιούντων: τὸ δὲ ἐκ πολλοῦ συμβαῖνον ἀνάγκη μηδένα ἀγνοεῖν, ἄλλως τε παντελῶς ἀνῃρημένης ὑμῖν τῆς προφάσεως ταύτης, οἵ γε περὶ αὐτοῦ τούτου κάθησθε κρίνοντες. ὥσπερ οὖν εἰ ἄρξασθαί τινος ἔδει τῶν καλῶν ὑμᾶς, οὐκ ἂν ὠκνεῖτε διὰ τοῦτο, ὁμοίως εὐλόγως ἔχει, κἂν λῦσαί τι τῶν φαύλων δέῃ. [144] μὴ τοίνυν ὁ χρόνος ὠφελείτω τὸ ἔθος, εἴπερ ἐστὶ μοχθηρόν, ὡς πάλαι νομίζω πεποιηκέναιφανερόν. οὐ γὰρ εἰ πολὺν χρόνον ἔβλαψεν ὑμᾶς, διὰ τοῦτο οἶμαι προσήκειν αὐτὸ μηδέποτε παύσασθαι βλάπτον. οὐδὲ γὰρ ἄνδρα μοχθηρὸν ἐκ πολλοῦ λαβόντες ἀφήσετε τοῦ χρόνου χάριν [p. 261] οὗ διῆλθε πονηρὸς ὤν. οὐδέ γε εἴ τις νόσον ἰάσασθαι δύναιτο ἐνοχλοῦσαν πάλαι, φείδοιτ᾽ ἂν ἐξ ἀρχῆς ὑγιαίνειν. [145] οἶμαι δ᾽ ὑμᾶς, εἴ τις θεῶν φανερὸν ὑμῖν ποιήσειε τὸ μέλλον αὖθίς ποτε λυπήσειν τὴν πόλιν, πάντως φυλάξεσθαι τοῦτο, ἐν ὑμῖν γε ὄν: εἶτα τοῦ μὲν ἑτέρους βλάψοντος οὐκ ἀμελήσετε, ἐπειδὴ μετὰ ταῦτα ἔσται: τὸ δὲ ὑμᾶς αὐτοὺς τὰ μέγιστα ἀδικοῦν ἐάσετε, ὅτι πρότερον ἤρξατο; τουτὶ μὲν οὖν παντελῶς εὔηθες, εἴ τις οἴεται μηδέποτε δεῖν κωλῦσαι τὸ συνήθως μέν, ἀτόπως δὲ γιγνόμενον. [146] ἀξιῶ δ᾽ ὑμᾶς ἐκεῖνο ἐνθυμηθῆναι μᾶλλον, ὅτι πολλῶν ὄντων κατὰ τὴν πόλιν, ἐφ᾽ οἷς ἅπασιν εὐλόγως σεμνύνεσθε, πρῶτον μὲν τῶν νόμων καὶ τῆς εὐταξίας τῆς περὶ τὴν πολιτείαν, ἐφ᾽ οἷς καὶ μάλιστα φιλοτιμεῖσθε, ἔπειτα οἶμαι καὶ τῶν τοιούτων, ἱερῶν, θεάτρων, νεωρίων, τειχῶν, λιμένων: ὧν τὰ μὲν πλοῦτον ἐμφαίνει καὶ μεγαλοψυχίαν καὶ τὸ μέγεθος τῆς πρότερον δυνάμεως, τὰ δὲ καὶ τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν, οὐθενὸς ἧττον ἥδεσθε ἐπὶ τῷ [147] πλήθει τῶν ἀνδριάντων, εἰκότως: οὐ γὰρ μόνον κόσμον φέρει τὸ τοιοῦτον, ὥσπερ ἄλλο τι τῶν ἀναθημάτων, ἀλλὰ καὶ τὴν ἰσχὺν τῆς πόλεως οὐχ ἥκιστα ἐπιδείκνυσι καὶ τὸ ἦθος. οὔτε γὰρ εὖ πάσχουσιν ὑπὸ πολλῶν οἱ τυχόντες οὔτε θέλουσιν οὔτε ἴσως δύνανται πολλοὺς τιμᾶν. ἔτι δὲ κἀκεῖνό ἐστιν: οὐ γὰρ μόνον διὰ τοῦτο πλείστους εἶναι παρ᾽ ὑμῖν ἀνδριάντας τοῦτο συμβέβηκεν, ἀλλ᾽ οἶμαι καὶ διὰ τὸ Ῥωμαίους πολλάκις πανταχόθεν εἰληφότας κατασκευὴν ἱερῶν καὶ βασιλείων μηδέποτε κινῆσαι τῶν παρ᾽ ὑμῖν μηδέν: [148] ὅπου καὶ Νέρων, τοσαύτην ἐπιθυμίαν καὶ σπουδὴν περὶ τοῦτο ἔχων, ὥστε μηδὲ τῶν ἐξ Ὀλυμπίας ἀποσχέσθαι μηδὲ τῶν ἐκ Δελφῶν, καίτοι πάντων μάλιστα τιμήσας ταῦτα τὰ ἱερά, ἔτι δὲ τοὺς πλείστους τῶν ἐκ τῆς ἀκροπόλεως Ἀθήνηθεν μετενεγκεῖν καὶ τῶν ἐκ Περγάμου πολλούς, αὐτῷ προσήκοντος ἐκείνου τοῦ τεμένους: περὶ μὲν γὰρ τῶν παρ᾽ ἄλλοις τί δεῖ λέγειν; τοὺς παρὰ μόνοις ὑμῖν εἴασε, καὶ τοσαύτην ἐπεδείξατο εὔνοιαν καὶ τιμὴν ἅμα [p. 262] πρὸς ὑμᾶς, ὥστε τὴν πόλιν ἅπασαν ἱερωτέραν κρῖναι τῶν πρώτων ἱερῶν. [149] ἴστε γὰρ Ἄκρατον ἐκεῖνον, ὃς τὴν οἰκουμένην σχεδὸν ἅπασαν περιελθὼν τούτου χάριν καὶ μηδὲ κώμην παρεὶς μηδεμίαν, ὡς κἀνθάδε ἧκε. λυπουμένων δ᾽ ὑμῶν, ὅπερ εἰκός, κατὰ θέαν ἔφη παρεῖναι: μηδὲ γὰρ ἔχειν ἐξουσίαν μηδενὸς ἅψασθαι τῶνἐνθάδε. τοιγαροῦν δίχα τοῦ κοινοῦ τῆς ὄψεως κόσμου καὶ δόξαν ὑμῖν ἑτέραν περιποιεῖ τὸ τῶν εἰκόνων πλῆθος. τῆς γὰρ πρὸς τοὺς ἡγουμένους φιλίας καὶ τῆς παρ᾽ ἐκείνων ἐντροπῆς ἀπόδειξις φαίνεται ταῦτα. [150] εἶτα Ῥωμαῖοι μὲν καὶ Νέρων οὕτω τὰ παρ᾽ ὑμῖν ἐτήρησαν καὶ σεμνὰ ἔκριναν: ὑμεῖς δὲ οὐ φυλάξετε; καὶ Νέρωνμὲν ὁ τῶν βασιλέων σφοδρότατος καὶ πλεῖστον αὑτῷ διδοὺς καὶ πρὸς ἅπασαν ἐξουσίαν πάντ᾽ ἐλάττω νενομικὼς οὐδενὸς ἀφείλετο τὴν εἰκόνα τῶν παρὰ μόνοις Ῥοδίοις τιμηθέντων: αὐτοὶ δ᾽ ὑμεῖς ἀφαιρεῖσθε; καὶ πόσῳ κρεῖττον ἦν κἀνθάδε ταὐτὸ γεγονέναι; παρὰ μὲν γὰρ τοῖς ἄλλοις μένει τὰ τῶν τιμηθέντων ὀνόματα καὶ τὰς ἐπιγραφὰς οὐδεὶς ἂν ἀπαλείψειεν: ὑμεῖς δ᾽ ὥσπερ κακόν τι πεπονθότες ὑπ᾽ αὐτῶν ἐκχαράττετε. [151] καίτοι φαίη τις ἄν, εἰ καὶ παρὰ τῶν βασιλέων ἀνῃροῦντο, μηδὲ οὕτως ἀδικεῖσθαι τοὺς ἄνδρας. οὐ γὰρ ὡς δώσοντες ἑτέροις, ἀλλὰ κό�
�μου δεόμενοι μετέφερον, ὥστ᾽ οὐδεὶς ἂν αὐτῶν ἀφῄρει τὸ ὄνομα, οὐδ᾽ αὖ χεῖρονἀπήλλαττον ἀντὶ Μεγάρων καὶ Ἐπιδαύρου καὶ τῆς Ἀνδρίων ἢ Μυκονίων ἀγορᾶς ἐν τοῖς Ῥωμαίων ἱεροῖς ἀνακείμενοι. κἂν ταῦτ᾽ ἀφῇ τις, βέλτιον ἦν τό γε καθ᾽ ὑμᾶς οὕτως αὐτῶν ἠφανίσθαι τὰς τιμάς. οὐδὲν γὰρ ὑπῆρχεν ἁμάρτημα ὑμέτερον, οὐδ᾽ αὐτοὶ τοὺς εὐεργέτας ἂν τοὺς ἑαυτῶν ἠδικεῖτε καὶ τοὺς ἥρωας, ἀλλ᾽,εἴπερ ἄρα, συνηδικεῖσθε αὐτοῖς. [152] καὶ μὴν εἴ τις ὑμῶν πύθοιτο, εἰ καὶ δόξει γελοιότερον, τί [p. 263] δήποτε οὔθ᾽ ὑμεῖς οὔτ᾽ ἄλλος οὐθεὶς πηλίνους ποιεῖσθε τὰς εἰκόνας τῶν κριθέντων ἀξίων εἶναι τῆς δωρεᾶς ταύτης, εὐχερέστερον δήπουθεν ὂν καὶ μηδεμίαν ἤ παντελῶς μικρὰν δαπάνην ἔχον: φαίητ᾽ ἂν οἶμαι: οὐ διὰ τὸ μὴ ὑβρίζεσθαι ἀλλὰ καὶ διὰ τὸ διαμένειν, εἰ δυνατόν, εἰς ἀεὶ τὰς τιμὰς τῶν ἀγαθῶν ἀνδρῶν. νῦν τοίνυν ἐπίστασθε τοὺς ἀνδριάντας ὑμῖν ἅπαντας κηρίνων ὄντας ἀσθενεστέρους. οὐ γὰρ εἰ τὸν ἥλιον φέρουσι, τοῦτο δεῖ σκοπεῖν. ὑπὸ γὰρ τῆς κολακείας τῆς πρὸς ἑτέρους διαφθείρονται, κἂν τῷ δεῖνι δόξῃ καὶ τῷ δεῖνι δι᾽ ἡνδήποτ᾽ αἰτίαν, οὐκέτ᾽ εἰσὶν οἱ πρότερον. πολὺ δὲ χείρων ἡ τοιαύτη διαφθορά. [153] τότε μὲν γὰρ ἠλέγχετ᾽ ἂν ἡ τῆς ὕλης ἀσθένεια, νυνὶ δὲ ἡ κακία τῆς πόλεως φαίνεσθαι δοκεῖ. τοιγαροῦν ὁμοίως δίδοτε τοὺς ἀνδριάντας, ὥσπερ οἱ τὰς κόρας ταύτας ὠνούμενοι τοῖς παισίν. καὶ γὰρ ἐκεῖνοι διδόασιν οὕτως, ὥστε μηδὲν λυπεῖσθαι μετ᾽ ὀλίγον συντριβέντων. ἆρα ἀγνοεῖτε τὴν προσοῦσαν αἰσχύνην τῷ πράγματι καὶ πόσον γέλωτα ὄφλετε δημοσίᾳ ψευδόμενοι, καὶ ταῦτα φανερῶς οὕτως; [154] ἐν γοῦν τοῖς ψηφίσμασι γράφετε, στῆσαι δὲ εἰκόνα τοῦ δεῖνος. πῶς, εἴποι τις ἂν ὑμῖν, ἄνδρες Ῥόδιοι, στῆσαι γράφετε τὴν ἑστῶσαν, ἐὰν οὕτω τύχῃ, πρὸ πεντακοσίων ἐτῶν;εἶτα τῶν μὲν γυναικῶν τὰς ὑποβαλλομένας παιδία πονηρὰς κρίνετε καὶ δεινόν τι ποιεῖν ἡγεῖσθε καταψευδομένας: αὐτοὶ δὲ οὐκ αἰσχύνεσθε τοῦτο ποιοῦντες ἐπὶ τῶν εἰκόνων, καὶ τοὺς ἀνδριάντας, ὧν οὐκ εἰσί, τούτων εἶναι λέγοντες, καὶ ταῦτα οὐκ ὄντες ἀνήκοοι τῶν κατὰ τῆς πόλεως σκωμμάτων; [155] φασὶ γοῦν πολλοὶ τοὺς Ῥοδίων ἀνδριάντας ὁμοίους εἶναι τοῖς ὑποκριταῖς. ὥσπερ γὰρ ἐκείνων ἕκαστον ἄλλοτε ἄλλον εἰσιέναι, καὶ τοὺς ἀνδριάντας ὑμῖν ἄλλοτε ἄλλα λαμβάνειν πρόσωπα καὶ μικροῦ δεῖν ὑποκρινομένους ἑστάναι. τὸν γὰρ αὐτὸν νῦν μὲν εἶναι Ἕλληνα, νῦν δὲ Ῥωμαῖον, πάλιν δ᾽, ἂν οὕτω τύχῃ, Μακεδόνα ἢ [p. 264] Πέρσην: καὶ ταῦτ᾽ ἐπ᾽ ἐνίων οὕτως ὥστε τὸν ἰδόντα εὐθὺς εἰδέναι. καὶ γὰρ ἐσθὴς καὶ ὑπόδεσις καὶ τοιαῦθ᾽ ἕτερα τὸ ψεῦσμα ἐλέγχει. [156] καὶ μυρία ἐῶ τῶν γιγνομένων, οἷον τὸ πολλάκις ἀνδρὸς σφόδρα γέροντος εἰκόνι νέου τινὸς τὸ ὄνομα ἐπιγράφειν, θαυμαστήν τινα οἶμαι δωρεὰν εὑρηκότων ὑμῶν, εἰ μετά γε τῆς τιμῆς καὶ τὴνἡλικίαν δίδοτε: καὶ πάλιν ἀθλητοῦ τινος ἀνδριάντα ἑστάναι, ὡς ὄντα ἀνθρώπου παντελῶς ἀσθενοῦς καὶ μετρίου τὸ σῶμα. τὸ μὲν γὰρ ἱππεύοντα τὸν δεῖνα ὁρᾶσθαι παρ᾽ ὑμῖν ἢ πολεμίῳ συνεστῶτα ἢ στράτευμα ἐκτάσσοντα ἄνθρωπον οὐδεπώποτε τῆς γῆς ἁψάμενον τοῖς αὑτοῦ ποσὶν καὶ ἀπὸ τῶν ὤμων καταβάντα τῶν φερόντωνοὐδὲν ἴσως ἄτοπον: ἀλλ᾽ ὁ δεῖνά γε ἕστηκε πυκτεύων παρ᾽ ὑμῖν. [157] καὶ λέγω ταῦτα μὰ τὸν Δία οὐκ ἀπεχθάνεσθαι βουλόμενος ὑμῖν οὐδὲ διασύρων τὴν πόλιν, ἀλλ᾽ ὅπως μηδὲν ἀνάξιον ἑαυτῆς μηδὲ ἀλλότριον τῆς ἄλλης εὐκοσμίας καὶ τῆς πολιτείας φαίνηται ποιοῦσα. καί μοι δοκεῖ τις ἂν εἰκότως προαχθῆναι διὰ τὴν πρὸσἅπαντας εὔνοιαν τοὺς Ἕλληνας, οὐ μόνον διὰ τὴν πρὸς ὑμᾶς, εἴ τι ἄρα ἐνθάδε ἔχοι μὴ καλῶς, εἰπεῖν καὶ μηνῦσαι. πρότερον μὲν γὰρ ἐκ πολλῶν συνειστήκει τὸ κοινὸν ἀξίωμα καὶ πολλοὶ τὴν Ἑλλάδα ηὖξον, ὑμεῖς, Ἀθηναῖοι, Λακεδαιμόνιοι, Θηβαῖοι, χρόνον τινὰ Κορίνθιοι, τὸ παλαιὸν Ἀργεῖοι. νυνὶ δὲ τὸ μὲν τῶν ἄλλωνοὐθέν ἐστιν. [158] οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνῄρηνται καὶ ἀπολώλασιν, οἱ δὲ ἀσχημονοῦσι πράττοντες οἷα ἀκούετε καὶ πάντα τρόπον τὴν παλαιὰν δόξαν ἀφανίζοντες, οἰόμενοι τρυφᾶν οἱ ἀνόητοι καὶ κέρδος ἀριθμοῦντες τὸ μηθένα κωλύειν αὐτοὺς ἁμαρτάνοντας. λοιποὶ δὲ ὑμεῖς ἐστε: καὶ γὰρ μόνοις ὑμῖν ὑπάρχει τὸ δοκεῖν ὄντως τινὰσγεγονέναι καὶ μὴ τελέως καταπεφρονῆσθαι. διὰ μὲν γὰρ τοὺς οὕτω χρωμένους ταῖς ἑαυτῶν πατρίσιν, ὡς ἀληθεύοντες ἔνιοι λέγουσιν, οὐθὲν ἐκώλυε πάλαι Φρυγῶν πάντας ἢ Θρᾳκῶν ἀτιμοτέρους γεγονέναι τοὺς Ἕλληνας. [159] ὥσπερ οὖν οἰκίας ἠρημωμένης εὐδαίμονος καὶ μεγάλης, ὅταν εἷς ἔτι λοιπὸς ᾖ διάδοχος, ἐν ἐκείνῳπάντα ἐστί, κἂν οὗτος ἁμαρτάνῃ τι καὶ ἀκούῃ κακῶς, τὴν ὅλην δόξαν ἀφανίζει τῆς οἰκίας καὶ πάντας καταισχύνει τοὺς πρότερον: [p. 265] οὕτως τὰ ὑμέτερα νῦν ἔχει πρὸς τὴν Ἑλλάδα. μὴ γὰρ οἴεσθε πρωτεύειν αὐτῆς, ἄνδρες Ῥόδιοι, μὴ οἴεσθε. τῶν γὰρ ζώντων ἔτι καὶ τῶν αἰσθανομένων τιμῆς ἢ ἀδοξίας ἔστι πρώτους εἶναι. τὰ δὲ ἐκείνης οἴχεται καὶ πάντα τρόπον αἰσχρῶς καὶ ἐλεεινῶς διέφθαρται: καὶ οὐδὲ ἐπινοῆσαι λοιπὸν ἔστι τὴν ὑπεροχὴν καὶ τὴν λαμπρότητα τῶν πόλεων εἴς γε τοὺς ἄνδρας ὁρῶντα. [160] ἀλλ᾽ οἱ λίθοι μᾶλλον ἐμφαίνουσι τὴν σεμνότητα καὶ τὸ μέγε
θος τῆς Ἑλλάδος καὶ τὰ ἐρείπια τῶν οἰκοδομημάτων: ἐπεὶ αὐτούς γε τοὺς ἐνοικοῦντας καὶ τοὺς πολιτευομένους οὐκ ἂν εἴποι τις οὐδὲ Μυσῶν ἀπογόνους: ὥστε ἔμοιγε δοκοῦσι τῶν οὕτως οἰκουμένων αἱ τελέως ἀνῃρημέναι πόλεις κρεῖττον ἀπαλλάττειν. ὑγιὴς γὰρ ἡ τούτων μνήμη μένει, καὶ τὸ ὄνομα δι᾽ οὐθὲν ὑβρίζεται τῶν πρότερον καλῶν: ὥσπερ οἶμαι καὶ τῶν τεθνεώτων τῷ παντὶ βέλτιον τὰ σώματα ἀνῃρῆσθαι καὶ μηδένα ὁρᾶν ἢ φαίνεσθαι σηπόμενα. [161] καὶ ταῦτα μὲν ἴσως πλείω τῶν εἰκότων ἐπῆλθέ μοι μνησθέντι τῆς ὅλης καταστάσεως. ἐκεῖνο δ᾽ ὑμῖν ἐβουλόμην ποιῆσαι φανερόν, ὅτι μόνοι καταλείπεσθε τῶν Ἑλλήνων, οἷς ἂν καὶ παραινέσαι τις καὶ περὶ ὧν ἔστιν ἔτι λυπηθῆναι δοκούντων ἁμαρτάνειν. εἰκότως ἂν οὖν πρόσχοιτε αὑτοῖς καὶ πάντα τὰ τοιαῦτα ἐξετάζοιτε ἀκριβέστερον τῶν προγόνων. ἐκείνοις μὲν γὰρ ἐν πολλοῖς ὑπῆρχεν ἑτέροις ἡ τῆς ἀρετῆς ἐπίδειξις, ἐν τῷ προεστάναι τῶν ἄλλων, ἐν τῷ βοηθεῖν τοῖς ἀδικουμένοις, ἐν τῷ συμμάχους κτᾶσθαι, πόλεις οἰκίζειν, νικᾶν πολεμοῦντας: [162] ὑμῖν δὲ τοιοῦτον μὲν οὐθὲν πράττειν ἔνεστι, καταλείπεται δ᾽ οἶμαι τὸ ἑαυτῶν προεστάναι καὶ τὴν πόλιν διοικεῖν καὶ τὸ τιμῆσαί τινα καὶ κροταλίσαι μὴ τοῖς πολλοῖς ὁμοίως καὶ τὸ βουλεύσασθαι καὶ τὸ δικάσαι καὶ τὸ τοῖς θεοῖς θῦσαι καὶ τὸ ἄγειν ἑορτήν: ἐν οἷς ἅπασιν ἔστι βελτίους τῶν ἄλλων φαίνεσθαι. τοιγάρτοι καὶ τὰ τοιαῦτα ὑμῶν ἐπαίνου τυγχάνει, καὶ γιγνώσκεται παρὰ πᾶσιν οὐχ ὡς μικρά, τὸ βάδισμα, ἡ κουρά, τὸ μηδένα σοβεῖν διὰ τῆς πόλεως, ἀναγκάζεσθαι δὲ διὰ τὴν ὑμετέραν συνήθειαν καὶ τοὺς ἐπιδημοῦντας ξένους καθεστώτως πορεύεσθαι: καθάπερ οἶμαι καὶ τοὺς ἀγροίκους ἰδεῖν ἔστιν, ὅταν εἰς παλαίστραν [p. 266] [163] ἢ γυμνάσιον ἔλθωσιν, ἧττον ἀρρύθμως κινουμένους: ἔτι πρὸς τούτοις τῆς ἐσθῆτος ὁ τρόπος, τὸ ἴσως ἄν τινι γελοῖον φανέν, τῆς πορφύρας τὸ μέτρον: τὰ φανερώτερα ἤδη, τὸ μεθ᾽ ἡσυχίας θεωρεῖν, ὁ ποππυσμός: πάντα ταῦτα σεμνὴν τὴν πόλιν ποιεῖ, διὰ ταῦτα τῶν ἄλλων διαφέρειν δοκεῖτε, ἐπὶ τούτοις ἅπασι θαυμάζεσθε,ἀγαπᾶσθε: τῶν λιμένων, τῶν τειχῶν, τῶν νεωρίων μᾶλλον ὑμᾶς κοσμεῖ τὸ ἐν τοῖς ἔθεσιν ἀρχαῖον καὶ Ἑλληνικόν, τὸ παρ᾽ ὑμῖν μὲν ὅταν τις γένηται, εὐθὺς αὐτὸν ἀποβάντα εἰδέναι, κἂν τύχῃ βάρβαρος ὤν, ὅτι οὐ πάρεστιν εἴς τινα πόλιν τῆς Συρίας ἢ τῆς Κιλικίας: παρ᾽ ἄλλοις δὲ ἂν μή τις ἀκούσῃ τοῦ τόπου τὸ ὄνομα, φέρε εἰπεῖν ὅτι καλεῖται Λύκειον ἢ Ἀκαδήμεια, μηθὲν διαφέρειν. [164] τίνος οὖν χάριν ταῦτα παυόμενος ἤδη λέγω καὶ τί δηλῶσαι βουλόμενος; ὅτι τοσούτῳ μᾶλλον ὑμᾶς φιλοτιμεῖσθαι δεῖ καὶ μηθὲν παραπέμπειν τῶν γιγνομένων. κἂν οὕτως ἔχητε ἐν ἅπασιν οἷσπράττετε, ἴσως οὐθὲν δόξετε κακίους εἶναι τῶν προγόνων. τὸ γὰρ ἐν τοιαύτῃ καταστάσει διαφυλάττειν ἑαυτοὺς καὶ μένειν ἐπὶ τοῦ τῆς ἀρετῆς σχήματος θαυμαστὸν ἔμοιγε δοκεῖ: [165] καθάπερ οἶμαι καὶ τῶν πλεόντων ἰδεῖν ἔστι χειμῶνος μὲν ἐπιπεσόντος ἢ σφοδροῦ τοῦ πνεύματος μηδὲ τοὺς ἀσελγεστάτους αὐτῶν αἰσχρόν τι ποιοῦντας,ἀλλὰ πρὸς μόνῳ τῷ πλεῖν ὄντας, ἐν δὲ τῇ γαλήνῃ καὶ τῶν ναυτῶν καὶ τῶν ἐπιβατῶν ἐπιπολάζουσαν τὴν ὕβριν, κἂν μὴ ὦσιν ἀκόλαστοι: τὸν αὐτὸν οἶμαι τρόπον ὁ μὲν πόλεμος εἴωθε καὶ τοὺς φαυλοτέρους ἐγείρειν καὶ κρατεῖν, ἐν τοσαύτῃ δὲ εἰρήνῃ καὶ ῥᾳθυμίᾳ τῶν ἀρίστων ἀνδρῶν εἰς μηδεμίαν αἰσχύνην μηδὲ ἀταξίαν ὑπενεχθῆναι.[p. 267]

 

‹ Prev