Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 129
Delphi Complete Works of Dio Chrysostom Page 129

by Dio Chrysostom


  THE THIRTY-SECOND DISCOURSE: TO THE PEOPLE OF ALEXANDRIA

  πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.

  ἆρά γε βούλοισθ᾽ ἄν, ὦ ἄνδρες, σπουδάσαι χρόνον σμικρὸν καὶ προσέχειν; ἐπειδὴ παίζοντες ἀεὶ διατελεῖτε καὶ οὐ προσέχοντες καὶ παιδιᾶς μὲν καὶ ἡδονῆς καὶ γέλωτος, ὡς εἰπεῖν, οὐδέποτε ἀπορεῖτε: καὶ γὰρ αὐτοὶ γελοῖοί ἐστε καὶ ἡδεῖς καὶ διακόνους πολλοὺς τούτων ἔχετε: σπουδῆς δὲ ὑμῖν τὴν πᾶσαν ἔνδειαν ὁρῶ οὖσαν. [2] καίτοι τινὲς ἐπαινοῦσιν ὑμᾶς ὡς σοφούς τε καὶ δεινούς, ὅτι τοσαῦται μυριάδες ἀνθρώπων ἅμα καὶ τὰ δέοντα ἐννοεῖτε καὶ ταχὺ φθέγγεσθε ὅ,τι ἂν ἐννοήσητε: ἐγὼ δὲ μᾶλλον ἂν ὑμᾶς ἐπῄνουν βραδὺ μέν φθεγγομένους, ἐγκρατῶς δὲ σιγῶντας, ὀρθῶς δὲ διανοουμένους, ὃ καὶ νῦν ποιήσατε, ἵνα κτήσησθε πρὸς ἐκείνῳ τῷ ἐπαίνῳ καινὸν ἕτερον μείζω τε καὶ σεμνότερον, ὅτι τοσοῦτοι ὄντες λόγων χρησίμων γενομένων ἅπαντες ἐσιωπήσατε, καὶ πρὸς τούτῳ ἐδείξατε ὅτι οὐ μόνον ἐστὲ ἱκανοὶ νοήσαντες εἰπεῖν, ἀλλὰ καὶ ἀκούσαντες νοῆσαι. χοροῦ μὲν γὰρ ἔπαινος τὸ ἅμα εἰπεῖν, μᾶλλον δὲ οὐδὲ τούτου: τί γάρ, ἂν κοινῇ πάντες ἀποτυγχάνωσι τοῦ μέλους; [3] δήμου δὲ τὸ καλῶς ἀκοῦσαι. νῦν μὲν γὰρ ἁμαρτάνετε τὸ Ἀθηναίων ποτὲ ἁμάρτημα. τοῦ γὰρ Ἀπόλλωνος εἰπόντος, εἰ θέλουσιν ἄνδρας ἀγαθοὺς ἐν τῇ πόλει γενέσθαι, τὸ κάλλιστον ἐμβάλλειν τοῖς ὠσὶ τῶν παίδων, οἱ δὲ τρήσαντες τὸ ἕτερον χρυσίον ἐνέβαλον, οὐ συνέντες τοῦ θεοῦ. τοῦτο μὲν γὰρ κόραις μᾶλλον ἔπρεπε καὶ παισὶ Λυδῶν ἢ Φρυγῶν: Ἑλλήνων δὲ παισί, καὶ ταῦτα θεοῦ προστάξαντος, οὐκ ἄλλο ἥρμοζεν ἢ παιδεία καὶ λόγος, ὧν οἱ τυχόντες εἰκότως ἄν ἄνδρες ἀγαθοὶ γίγνονται καὶ σωτῆρες τῶν πόλεων. [4] ἐκεῖνοι μὲν οὖν κακῶς ἐχρήσαντο τοῖς ὠσὶ τῶν παίδων, ὑμεῖς δὲ τοῖς αὑτῶν κάκιον. δήμου γάρ ἐστιν ἀκοὴ τὸ θέατρον: εἰς τοῦτο δὲ καλὸν μὲν ἢ τίμιον οὐδὲν ὑμῖν ἢ σπανίως ποτὲ εἰσέρχεται: κρουμάτων δὲ ἀεὶ μεστόν ἐστι καὶ θορύβου καὶ βωμολοχίας καὶ σκωμμάτων οὐδὲν ἐοικότων χρυσῷ. διὰ τοῦτο οὖν ὀρθῶς ἔφην ἀπορεῖν ὑμᾶς σπουδῆς. οὔτε γὰρ αὐτοὶ σπουδαῖοί ἐστε οὔτε οἱ ὑμέτεροι συνήθεις καὶ πολλάκις εἰς ὑμᾶς εἰσιόντες, [p. 268]

  μῖμοί τ᾽ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι,

  ἵππων τ᾽ ὠκυπόδων ἐπιβήτορες, οἵ τε τάχιστα

  ἤγειραν μέγα νεῖκος ἀπαιδεύτοισι θεαταῖς,

  νηπιάχοις, ξυνὸν δὲ κακὸν πολέεσσι φέρουσιν.

  [5] τοῦτο γὰρ ἀεὶ ὁρᾶτε καὶ περὶ τοιαῦτά ἐστε, ἀφ᾽ ὧν νοῦν μὲν ἢφρόνησιν ἢ δικαίαν διάθεσιν ἢ πρὸς θεοὺς εὐσέβειαν οὐκ ἔστι κτήσασθαι, ἔριν δὲ ἀμαθῆ καὶ φιλοτιμίαν ἄμετρον καὶ κενὴν λύπην καὶ χαρὰν ἀνόητον καὶ λοιδορίαν καὶ δαπάνην. λέγω δὲ ταῦτα οὐκ ἀποτρέπων οὐδὲ καταλύειν κελεύων τὰς τοιαύτας ψυχαγωγίας καὶ ἀπάτας τῆς πόλεως: μαινοίμην γὰρ ἄν: ἀλλ᾽ ἀξιῶνὑμᾶς, ὥσπερ τούτοις ἑτοίμως καὶ συνεχῶς αὑτοὺς παρέχετε, οὕτω καὶ λόγου χρηστοῦ ποτε ἀκοῦσαι καὶ τὴν ἐπὶ τῷ συμφέροντι δέξασθαι παρρησίαν: [6] ἐπεὶ καὶ τοὺς Ἀθηναίους, ὧν μικρῷ πρότερον ἐμνήσθην, οὐ πάντως εὑρήσομεν ἁμαρτάνοντας: ἀλλὰ τοῦτό γε ἐκεῖνοι καὶ πάνυ καλῶς ἐποίουν, ὅτι τοῖς ποιηταῖς ἐπέτρεπον μὴμόνον τοὺς κατ᾽ ἄνδρα ἐλέγχειν, ἀλλὰ καὶ κοινῇ τὴν πόλιν, εἴ τι μὴ καλῶς ἔπραττον: ὥστε σὺν πολλοῖς ἑτέροις καὶ τοιαῦτα ἐν ταῖς κωμῳδίαις λέγεσθαι:

  δῆμος πυκνίτης, δύσκολον γερόντιον,

  ὑπόκωφον,

  καὶ

  τί δ᾽ ἔστ᾽ Ἀθηναίοισι πρᾶγμ᾽ ἀπώμοτον;

  καὶ ταῦτα ἤκουον ἑορτάζοντες καὶ δημοκρατούμενοι, καὶ οὐ μόνον τῶν σφετέρων πολιτῶν, εἴ τινα ἤθελον πρὸς ὀργὴν ἀπολέσαι τῶν ταῦτα λεγόντων, κύριοι καθεστηκότες, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνωνἄρχοντες, καὶ ἐξὸν αὐτοῖς, εἰ ἐβούλοντο, μηδὲν ἀηδὲς ἀκούειν. [7] ὑμῖν δὲ οὔτε χορός ἐστι τοιοῦτος οὔτε ποιητὴς οὔτε ἄλλος οὐδείς, ὃς ὑμῖν ὀνειδιεῖ μετ᾽ εὐνοίας καὶ φανερὰ ποιήσει τὰ τῆς πόλεως ἀρρωστήματα. τοιγαροῦν ὅταν ποτὲ φαίνηται τὸ πρᾶγμα, προθύμως δέχεσθαι δεῖ καὶ τότε νομίζειν ἑορτὴν ἄγειν, ἀλλὰ μὴ βαρύνεσθαι,κἂν ἄρα, δυσωπεῖσθαι ἐξειπεῖν, πηνίκα παύσεται; καὶ [p. 269] πότε εἴσεισι θαυματοποιὸς ἢ λῆρος ἢ τοιοῦτος ἕτερος; ἐκεῖνο μὲν γάρ, ὅπερ εἶπον, ἀεὶ ὑμῖν πάρεστι, καὶ οὐ δέος μήποτε ἐπιλίπῃ: τῶν δὲ τοιούτων λόγων, δι᾽ οὓς ἄνθρωποι εὐδαιμονοῦσι καὶ κρείττους καὶ σωφρονέστεροι γίγνονται καὶ βέλτιον οἰκεῖν δύνανται τὰς πόλεις, οὐ πολλάκις ἀκηκόατε: οὐ βούλομαι γὰρ εἰπεῖν, ἀνήκοοί ἐστε. [8] καὶ τοῦτο ἴσως οὐ δι᾽ ὑμᾶς: δηλώσετε δέ, ἂν ἀνάσχησθε τήμερον: ἀλλὰ μᾶλλον παρὰ τοὺς καλουμένους φιλοσόφους. οἱ μὲν γὰρ αὐτῶν ὅλως εἰς πλῆθος οὐκ ἴασιν οὐδὲ θέλουσι διακινδυνεύειν, ἀπεγνωκότες ἴσως τὸ βελτίους ἂν ποιῆσαι τοὺς πολλούς: οἱ δ᾽ ἐν τοῖς καλουμένοις ἀκροατηρίοις φωνασκοῦσιν, ἐνσπόνδους λαβόντες ἀκροατὰς καὶ χειροήθεις ἑαυτοῖς. [9] τῶν δὲ Κυνικῶν λεγομένων ἔστι μὲν ἐν τῇ πόλει πλῆθος οὐκ ὀλίγον, καὶ καθάπερ ἄλλου τινὸς πράγματος καὶ τούτου φορὰ γέγονε: νόθον μέντοι γε καὶ ἀγεννὲς ἀνθρώπων οὐθέν, ὡς εἰπεῖν, ἐπισταμένων, ἀλλὰ χρείων τροφῆς: οὗτοι δὲ ἔν τε τριόδοις καὶ στενωποῖς καὶ πυλῶσιν ἱερῶν ἀγείρουσι καὶ ἀπατῶσι
παιδάρια καὶ ναύτας καὶ τοιοῦτον ὄχλον, σκώμματα καὶ πολλὴν σπερμολογίαν συνείροντες καὶ τὰς ἀγοραίους ταύτας ἀποκρίσεις. τοιγαροῦν ἀγαθὸν μὲν οὐδὲν ἐργάζονται, κακὸν δ᾽ ὡς οἷόν τε τὸ μέγιστον, καταγελᾶν ἐθίζοντες τοὺς ἀνοήτους τῶν φιλοσόφων, ὥσπερ ἂν παῖδάς τις ἐθίζοι διδασκάλων καταφρονεῖν, [10] καὶ δέον ἐκκόπτειν τὴν ἀγερωχίαν αὐτῶν οἱ δ᾽ ἔτι αὔξουσιν. τῶν δὲ εἰς ὑμᾶς παρϊόντων ὡς πεπαιδευμένων οἱ μὲν ἐπιδεικτικοὺς λόγους καὶ τοὺς ἀμαθεῖς, οἱ δὲ ποιήματα συνθέντες ᾄδουσιν, ὡς πάνυ φιλῳδῶν ὑμῶν κατεγνωκότες. οὗτοι δ᾽ εἰ μέν εἰσι ποιηταὶ καὶ ῥήτορες, οὐδὲν ἴσως δεινόν: εἰ δ᾽ ὡς φιλόσοφοι ταῦτα πράττουσι κέρδους ἕνεκεν καὶ δόξης τῆς ἑαυτῶν, οὐ τῆς ὑμετέρας ὠφελείας, τοῦτο δ᾽ ἤδη δεινόν. ὅμοιον γὰρ ὥσπερ εἴ τις ἰατρὸς ἐπὶ κάμνοντας ἀνθρώπους εἰσιὼν τῆς μὲν σωτηρίας αὐτῶν καὶ τῆς θεραπείας ἀμελήσειε, στεφάνους δὲ καὶ ἑταίρας καὶ μύρον αὐτοῖς εἰσφέροι. [11] τινὲς δὲ ὀλίγοι παρρησίαν ἀγηόχασι πρὸς ὑμᾶς, καὶ ταύτην ἐνδεῶς, οὐδ᾽ ὡς ἐμπλῆσαι τὰς ἀκοὰς ὑμῶν οὐδ᾽ ὥστε διατελέσαι [p. 270] λέγοντες, ἀλλὰ ἓν ἢ δύο ῥήματα εἰπόντες, καὶ λοιδορήσαντες μᾶλλον ἢ διδάξαντες ὑμᾶς, κατὰ σπουδὴν ἀπίασιν, εὐλαβούμενοι μὴ μεταξὺ θορυβήσητε καὶ παραπέμψητε αὐτούς, ὥσπερ οἱ χειμῶνος ἀποτολμῶντες εἰς τὴν θάλατταν βραχύν τινα καὶ σύντομον πλοῦν. ἄνδρα δὲ λαβεῖν καθαρῶς καὶ ἀδόλως παρρησιαζόμενον, καὶ μήτεδόξης χάριν μήτ᾽ ἐπ᾽ ἀργυρίῳ προσποιούμενον, ἀλλ᾽ ἐπὶ εὐνοίᾳ καὶ κηδεμονίᾳ τῶν ἄλλων ἕτοιμον, εἰ δέοι, καὶ καταγελᾶσθαι, καὶ ἀταξίαν πλήθους ἐνεγκεῖν καὶ θόρυβον, οὐ ῥᾴδιον, ἀλλὰ καὶ πάνυ ὐτυχοῦς πόλεως, ἐν τοσαύτῃ σπάνει γενναίων καὶ ἐλευθέρων ἀνδρῶν, ἀφθονίᾳ δὲ κολάκων καὶ γοήτων καὶ σοφιστῶν. [12] ἐγὼ μὲν γὰρ οὐκ ἀπ᾽ ἐμαυτοῦ μοι δοκῶ προελέσθαι τοῦτο, ἀλλ᾽ ὑπὸ δαιμονίου τινὸς γνώμης. ὧν γὰρ οἱ θεοὶ προνοοῦσιν, ἐκείνοις παρασκευάζουσι καὶ συμβούλους ἀγαθοὺς αὐτομάτους καὶ λόγους ἐπιτηδείους καὶ ξυμφέροντας εἰρῆσθαι. καὶ τοῦτο ἥκιστα ὑμᾶς ἀπιστεῖν χρή, παρ᾽ οἷς μάλιστα μὲν τιμᾶται τὸ δαιμόνιον,μάλιστα δὲ αὐτὸ δείκνυσι τὴν αὑτοῦ δύναμιν καὶ μόνον οὐ καθ᾽ ἑκάστην ἡμέραν διά τε χρησμῶν καὶ δι᾽ ὀνειράτων. μὴ οὖν οἴεσθε κοιμωμένων μόνον ἐπιμελεῖσθαι τὸν θεόν, καὶ κατ᾽ ἰδίαν ἑκάστῳ μηνύοντα τὸ συμφέρον, ἐγρηγορότων δὲ ἀμελεῖν καὶ κοινῇ καὶ ἀθρόοις μηδὲν ἂν δεῖξαι τῶν χρησίμων. πολλάκις γὰρ ἤδη καὶ [13] ὕπαρ ὤνησε καὶ μεθ᾽ ἡμέραν ἐναργῶς προεῖπεν. ἴστε δήπου τὰς τοῦ Ἄπιδος φήμας ἐνθάδε ἐν Μέμφει πλησίον ὑμῶν, ὅτι παῖδες ἀπαγγέλλουσι παίζοντες τὸ δοκοῦν τῷ θεῷ, καὶ τοῦτο ἀψευδὲς πέφηνεν. ὁ δὲ ὑμέτερος θεὸς οἶμαι, τελειότερος ὤν, δἰ ἀνδρῶν ὑμᾶς καὶ μετὰ σπουδῆς βούλεται ὠφελεῖν, οὐ δἰὀλίγων ῥημάτων, ἀλλ᾽ ἰσχυρᾷ καὶ πλήρει κληδόνι καὶ λόγῳ σαφεῖ, διδάσκοντι περὶ τῶν ἀναγκαιοτάτων, ἂν ὑπομένητε, μετὰ γνώμης καὶ πειθοῦς. [14] καὶ πρῶτόν γε ἁπάντων, ἵνα, ὅθενπερ ἐχρῆν, ἐγγύθεν ἄρξωμαι, τοῦτο πείσθητε βεβαίως, ὅτι τὰ συμβαίνοντα τοῖς ἀνθρώποις ἐπ᾽ ἀγαθῷ πάνθ᾽ ὁμοίως ἐστὶ δαιμόνια,κἂν πλέων τις ἐμπείρου τύχῃ κυβερνήτου κἂν ἔθνος ἢ πόλις χρηστῶν ἡγεμόνων, κἂν ἰατρὸς ἐν καιρῷ παραγένηται τῷ κάμνοντι, καὶ τοῦτον ἡγεῖσθαι χρὴ βοηθὸν ἥκειν παρὰ θεοῦ, κἂν λόγων τις ἀκούσῃ φρονίμων, ἐκεῖθεν ἐπιπεμφθῆναι. [15] καθόλου γὰρ οὐδὲν εὔδαιμον οὐδ᾽ ὠφέλιμον, ὃ μὴ κατὰ γνώμην καὶ δύναμιν τῶν θεῶν[p. 271] ἀφικνεῖται πρὸς ἡμᾶς, ἀλλὰ πανταχῇ πάντων ἀγαθῶν αὐτοὶ κρατοῦσι καὶ διανέμουσι δαψιλῶς τοῖς ἐθέλουσι δέχεσθαι: τὰ κακὰ δὲ ἀλλαχόθεν, ὡς ἐξ ἑτέρας τινὸς πηγῆς ἔρχεται τῶν πλησίον οὔσης παρ᾽ ἡμῖν, ὥσπερ ἐπὶ τοῦδε τοῦ ὕδατος τὸ μὲν σῷζον καὶ τρέφον καὶ γόνιμον ὄντως ἄνωθέν ποθεν ἐκ δαιμονίου τινὸς πηγῆς κάτεισι, τοὺς ῥυπαροὺς δὲ ὀχετοὺς καὶ δυσώδεις αὐτοὶ ποιοῦμεν καὶ ἀφ᾽ ἡμῶν οὗτοι ἵστανται. διὰ γὰρ ἀνθρώπων ἄνοιαν καὶ τρυφὴν καὶ φιλοτιμίαν δυσχερὴς ὁ βίος καὶ μεστὸς ἀπάτης, πονηρίας, [16] λύπης, μυρίων ἄλλων κακῶν. τούτων δὲ ἓν ἴαμα καὶ φάρμακον ἐποίησαν οἱ θεοὶ παιδείαν καὶ λόγον, ᾧ διὰ βίου μέν τις χρώμενος καὶ συνεχῶς ἦλθέ ποτε πρὸς τέλος ὑγιὲς καὶ εὔδαιμον: οἱ δὲ σπανίως καὶ διὰ χρόνου ποτὲ περιτυχόντες

  ἄλλοτε μὲν ζώουσ᾽ ἑτερήμεροι, ἄλλοτε δ᾽ αὖτε

  τεθνᾶσιν:

  ὅμως δὲ ἤδη ποτὲ ἐξαισίων δεινῶν ἐπικειμένων αὐτοῖς ἀπετράπησαν. οἱ δὲ διὰ παντὸς ἄπειροι τοῦ φαρμάκου τούτου καὶ μηδέποτε σωφρονοῦντι λόγῳ τὰς ἀκοὰς ὑπέχοντες ὁλοκλήρως ἄθλιοι μηδεμίαν σκέπην μηδὲ προβολὴν ἔχοντες ἀπὸ τῶν παθῶν,

  ἀλλ᾽ ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ

  χειμαζόμενοι,

  καθάπερ σκάφει σαθρῷ καὶ λελυμένῳ πάντων ἐν ἀγνώμονι γνώμῃ [17] καὶ πονηρίᾳ. συμβαίνει δὲ τοὺς κακίστους καὶ ἀτυχεστάτους ὡς πορρωτάτω φεύγειν ἀπὸ τοῦ λόγου καὶ μὴ ἐθέλειν ἀκούειν, μηδ᾽ ἂν βιάζηταί τις, ὥσπερ οἶμαι καὶ τῶν ἑλκῶν τὰ δυσχερῆ λίαν οὐκ ἐᾷ προσάψασθαι, καὶ τοῦτο αὐτὸ σημεῖόν ἐστι τοῦ πάνυ πονήρως αὐτὰ ἔχειν. οἱ δὲ τοιοῦτοι παρ᾽ ἑτέρους ἴασιν ἰατροὺς οὐχ ἑκόντες ἰσχυροτέρους. διτ�
�ὴ γὰρ θεραπεία κακίας καὶ πρόνοια, καθάπερ τῶν ἄλλων νόσων: ἡ μὲν ἐοικυῖα διαίτῃ καὶ φαρμάκοις, ἡ δὲ καύσει καὶ τομῇ, προσήκουσα μᾶλλον ἄρχουσι καὶ νόμοις καὶ δικασταῖς, οἳ τὸ περιττὸν δὴ καὶ ἀνίατον ἐξαιροῦσι. βελτίους δέ εἰσιν οἱ μὴ ῥᾳδίως αὐτὸ πράττοντες. [18] τὴν δὲ ἑτέραν ἐπιμέλειαν ἔργον [p. 272] εἶναί φημι τῶν δυναμένων διὰ πειθοῦς καὶ λόγου ψυχὰς πραΰνειν καὶ μαλάττειν. οὗτοι δὲ σωτῆρές εἰσι καὶ φύλακες τῶν οἵων τε σώζεσθαι, πρὶν ἐλθεῖν εἰς τέλος τὴν πονηρίαν εἴργοντες καὶ κατέχοντες. δεῖ μὲν οὖν ἑκατέρων ταῖς πόλεσι, πολὺ δὲ ἐπιεικεστέρων τῶν ἐν ταῖς ἐξουσίαις. κολάζειν μὲν γὰρ προσήκει φειδόμενον,διδάσκειν δὲ μὴ φειδόμενον: καὶ χρηστοῦ μέν ἐστιν ἡγεμόνος συγγνώμη, φιλοσόφου δὲ κακοῦ μὴ πικρὸν εἶναι. τὸ μὲν γὰρ τῆς τιμωρίας σκληρὸν ἀπόλλυσι, τὸ δὲ τοῦ λόγου πικρὸν σῴζειν πέφυκε. [19] κινδυνεύει μέντοι πολλή τις εἶναι σπάνις ὑμῖν τῶν τὸ ὕστερον ἐπισταμένων. οὔτε γὰρ χρήματα αὐτοῖς οὔτε δύναμισπεριγίγνεται διὰ τούτου, ἀλλ᾽ ἀπέχθεια μᾶλλον καὶ λοιδορία καὶ προπηλακισμός: ὧν ἴσως οὐκ ἔδει φροντίζειν: τοιγαροῦν διὰ τὴν ἐκείνων ἀναχώρησιν καὶ σιωπὴν ἐρίδων ὑμῖν φύεται πλῆθος καὶ δικῶν καὶ βοὴ τραχεῖα καὶ γλῶτται βλαβεραὶ καὶ ἀκόλαστοι, κατήγοροι, συκοφαντήματα, γραφαί, ῥητόρων ὄχλος, καθάπερ οἶμαιδἰ ἔνδειαν ἰατρῶν ἢ δἰ ἀπειρίαν πλείους οἱ θάπτοντες γίγνονται. [20] καὶ τούτων ἐν ἀρχῇ μὲν ᾐτιασάμην τοὺς μὴ παριόντας εἰς τὸ πλῆθος μηδὲ τολμῶντας ὑμῖν διαλέγεσθαι, ἀλλὰ σεμνοὺς μὲν εἶναι βουλομένους, ἀνωφελεῖς δ᾽ ὁρωμένους καὶ ὁμοίους τοῖς ἀγεννέσι τῶν ἀθλητῶν, οἳ τὰς παλαίστρας ἐνοχλοῦσι καὶ τὰ γυμνάσια χειρονομοῦντες καὶ παλαίοντες, εἰς δ᾽ τὸ στάδιον οὐκ ἐθέλουσιν ἰέναι, τὸν ἥλιον καὶ τὰς πληγὰς ὑφορώμενοι. τὸ μέντοι πρᾶγμα δυσχερὲς ὄντως καὶ δι᾽ ὑμᾶς. οὐ γὰρ ῥᾴδιον ἐνεγκεῖν τοσοῦδε πλήθους θόρυβον οὐδὲ μυριάσιν ἀνθρώπων ἀπείροις ἐναντίον βλέψαι χωρὶσᾠδῆς καὶ κιθάρας. τοῦτο μὲν γὰρ ἀλεξιφάρμακόν ἐστι πρὸς τὸν δῆμον ὑμῶν, καθάπερ στέαρ φασὶν ἐνίων ζῴων ὠφελεῖν πρός τι τῶν χαλεπῶν. [21] ἐγὼ γοῦν, εἰ ἦν ᾠδικός, οὐκ ἂν δεῦρο εἰσῆλθον δίχα μέλους τινὸς ἢ ᾄσματος. νῦν δὲ τούτου μὲν ἀπορῶ τοῦ φαρμάκου: θεὸς δ᾽, ὅπερ ἔφην, θαρρῆσαί μοι παρέσχεν,[p. 273]

 

‹ Prev