οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε
καὶ δέμας.
ἀλλ᾽ ἐκείνοις μὲν τὸν νοῦν μένειν φησὶν ἔμπεδον, τούτων δὲ ὁ [59] νοῦς πρῶτος ἀπόλωλε καὶ διέφθαρται. καὶ μὴν οὐχ οὕτω δεινόν ἐστιν, εἰ ἄνθρωποι μεταξὺ προβάτων φωνὴν λάβοιεν οὐδ᾽ εἰ βοῶν,οὐδ᾽ ἂν χρεμετίζωσιν οὐδ᾽ ἂν ὑλακτῶσιν, ὥσπερ τὴν Ἑκάβην οἱ ποιηταὶ λέγουσιν ἐπὶ πᾶσι τοῖς δεινοῖς τελευταῖον ποιῆσαι τὰς Ἐρινύας
χαροπὰν κύνα:
χάλκεον δέ οἱ γνάθων ἐκ πολιᾶν φθεγγομένας
ὑπάκουε μὲν Ἴδα Τένεδός τε περιρρύτα
Θρηίκιοί τε φιλήνεμοι γύαι.
[60] οὐχ οὕτω φημὶ τοῦτ᾽ εἶναι τὸ τέρας δεινὸν οὐδ᾽ ἀποτρόπαιον, ὡς ὅταν ἀνήρ τις ὢν καὶ τὸν χαρακτῆρα ἔχων τὸν αὐτὸν καὶ τὴν φωνὴν τὴν ἑαυτοῦ, καὶ τὰ σημεῖα τῆς φύσεως μὴ δυνάμενος ἀνελεῖν,μηδ᾽ ἂν ἅπαντα ποιῇ περιστέλλων, καθάπερ φώρια κλέπτης, ὑπ᾽ Ἐρινύων τινῶν τυπτόμενος καὶ διαστρεφόμενος καὶ πάντα τρόπον διακλώμενος πάντα βούληται ποιεῖν καὶ μηδὲν ὡς πέφυκε: κἄπειτα Πρωτέως τινὸς δίκην ἀλλάττων καὶ μετατιθεὶς αὑτὸν ἐξεύρῃ φωνὴν ἀφιέναι μήτε ἀνδρὸς μήτε γυναικὸς μήτε ἄλλου τινὸς ζῴουμιαρὰν καὶ ἀνδρόγυνον μιμούμενος μηδὲ χαμαιτύπην αὐτὸ τοῦτο χαμαιτυποῦσαν, ἀλλὰ τὸ τοῦ αἰσχίστου ἔργου καὶ τῆς ἀσελγεστάτης πράξεως ὥσπερ ἂν φθεγγόμενος, καὶ ταῦτα μεθ᾽ ἡμέραν ἐκφανοῦς ὄντος ἡλίου πολλῶν παρόντων. οὐχ οὕτω δεινὸν ἦν τὸ τὰς βύρσας τῶν βοῶν ἕρπειν οὐδὲ τὸ μυκᾶσθαι τὰ κρέα. [61] ποῖος οὖν Ὅμηρος ἢ τίς Ἀρχίλοχος ἰσχύει τὰ κακὰ ταῦτα ἐξᾷσαι; δοκεῖ γὰρ ἔμοιγε νὴ τὸν Ἡρακλέα γενναίου τινὸς καὶ τραγικοῦ [p. 315] δεῖσθαι ποιητοῦ τὸ τῶν ἀνθρώπων, ὅστις δυνήσεται κατασχεῖν καὶ ἀνακόψαι τοσαύτην φοράν: [62] ὡς ἤδη μανίᾳ τὸ γιγνόμενον ἔοικεν αἰσχρᾷ καὶ ἀπρεπεῖ καὶ τοῦτο τὸ νόσημα τῆς ἀπρεπείας καὶ ἀναισχυντίας κύκλῳ περιιὸν ὑμᾶς ἐπὶ πάντα ἄγει τὸ λοιπὸν καὶ ἔργα καὶ φωνὰς καὶ σχήματα καὶ παντὸς ἅπτεται καὶ καθικνεῖται μέρους, ποδῶν, χειρῶν, ὀμμάτων, γλώττης. οὔκουν ἡμῶν ὄφελος οὐδὲν οὐδὲ τῆς ἀνειμένης ταύτης καὶ ἀσθενοῦς παραμυθίας, ἀλλὰ μᾶλλον Στέντορός τινος χρεία φθεγγομένου χάλκεον ἢ σιδήρεον, ὃς ἐμοῦ βοήσεται μεῖζον καὶ σαφέστερον. ὁρᾶτε γὰρ οἷ πρόεισιν. [63] γενείων τὸ πρῶτον εὑρέθη κουρά, καὶ τοῦτο ἐδόκει μέτριον, τὸ μὴ σφόδρα καθεικέναι, μηδ᾽ ἐπὶ πλέον, ἀλλὰ πρᾴως ἐπανορθοῦν τὴν φύσιν. οὐκοῦν ὁ τοιοῦτος ἐδόκει πολλοῖς ἐπιδέξιος. εἶτα ἐξύρων μέχρι τῶν παρειῶν: οὐδὲ τοῦτό πω δεινόν: ἀλλ᾽ ὅμως ὁ κωμικὸς καὶ τοῦτον ἐκέλευσε κατακάειν
ἐπὶ φαλήτων συκίνων ἑκκαίδεκα.
πλὴν εἶχον εὐειδῆ τὰ πρόσωπα καὶ παιδικὰ παρ᾽ ἡλικίαν τῆς λάχνης ταύτης ἀπηλλαγμένα, εἶτα, τοῦτο λοιπὸν ἔτι, τὰ σκέλη καὶ τὸ στέρνον, ἵνα καὶ τἄλλα ὅμοιοι παισὶν ὦμεν. εἶτα μέχρι τῶν βραχιόνων, εἶτα ἐπὶ τὰ αἰδοῖα μεταβάν, ᾗ καὶ τὸ ἡβᾶν δοκεῖ περιττόν, σκώπτεται δὴ καὶ καταγελᾶται παρὰ τοῖς σοφοῖς καὶ νέοις ἡ τῆς φύσεως τέχνη, καθάπερ ἀρχαία τις οὖσα καὶ σφόδρα εὐήθης, [64] ἀχρεῖα καὶ περιττὰ προσθεῖσα τῷ σώματι. τί γὰρ ὑμῖν ὀνύχων ἔδει, τί δὲ τριχῶν; ἀλλ᾽ οὐδὲ χειρῶν ἴσως οὐδὲ ποδῶν. αἰδοῖα μόνον ὑμᾶς ἔδει ποιῆσαι καὶ γαστέρας καὶ τροφὴν παραθεῖναι καὶ τἄλλα, ὧν ἔστιν ἀπολαύειν. τοιγαροῦν αὐτοὶ περικόπτομεν ἑαυτούς, καὶ τὰ μὲν γένεια καὶ τὴν ἥβην ἀφαιροῦμεν, ἃ τῶν ἀνδρῶν ἴδιά ἐστιν: εἰ [p. 316] δὲ ἦν δυνατὸν παρὰ τῶν γυναικῶν προσλαβεῖν τὰ ἕτερα, δῆλον ὅτι παντελῶς τότ᾽ ἂν ἦμεν εὐδαίμονες, οὐ καθάπερ νῦν ἐνδεεῖς ὄντες, ἀλλ᾽ ὁλόκληροί τινες καὶ κατὰ φύσιν ἀνδρόγυνοι.
THE THIRTY-FOURTH, OR SECOND TARSIC, DISCOURSE
ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
οὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες Ταρσεῖς, ὅτι νομίζεται καὶ παρ᾽ ὑμῖν καὶ παρὰ τοῖς ἄλλοις τοὺς πολίτας παριέναι καὶ συμβουλεύειν,οὐ τοὺς τυχόντας, ἀλλὰ τοὺς γνωρίμους καὶ τοὺς πλουσίους, ἔτι δὲ τοὺς καλῶς λελειτουργηκότας. οὐ γὰρ εὔλογον ἴσως τῆς μὲν οὐσίας τῆς τῶν πλουσίων μετέχειν ὑμᾶς τὸ μέρος, τῆς δὲ διανοίας μὴ ἀπολαύειν, ὁποία ποτ᾽ ἂν ᾖ. καίτοι κιθαρῳδῶν γε ὁπόταν ἀκούειν ἐθελήσητε ἢ αὐλητῶν ἢ ἀθλητὰς θεωρεῖν, οὐ καλεῖτετοὺς πλουσίους οὐδὲ τοὺς πολίτας, ἀλλὰ τοὺς ἐπισταμένους καὶ δυναμένους, οὐχ ὑμεῖς μόνον, ἀλλὰ πάντες οἱ τοιοῦτοι. [2] οὐ μὴν οὐδὲ ἐκεῖνο λανθάνει με, ὅτι τοὺς ἐν τούτῳ τῷ σχήματι σύνηθες μέν ἐστι τοῖς πολλοῖς Κυνικοὺς καλεῖν: οὐ μόνον δὲ οὐδὲν οἴονται διαφέρειν αὑτῶν οὐδ᾽ ἱκανοὺς εἶναι περὶ πραγμάτωνσπουδαίων διαλέγεσθαι,ἀλλὰ τὴν ἀρχὴν οὐδὲ σωφρονεῖν ἡγοῦνται, μαινομένους δέ τινας ἀνθρώπους καὶ ταλαιπώρους εἶναι. σκώπτειν δὲ καὶ καταγελᾶν ἔνιοι τούτων ἑτοίμως ἔχουσι καὶ πολλάκις μηδὲ σιγῶσιν ἐπιτρέπειν, [3] οὐχ ὅπως λεγόντων ἀνέχεσθαι. ἔτι δέ φασιν ὑμᾶς ἐν τῷ παρόντι καὶ λίαν παρωξύνθαι πρὸς τοὺς φιλοσόφους. καὶ καταρᾶσθαίγε, οὐ πᾶσιν, ἀλλὰ ἐνίοις αὐτῶν, πάνυ μὲν εὐλαβῶς καὶ μετρίως τοῦτο ποιοῦντας, ὅτι μὴ κοινῇ κατὰ πάντων ἐβλασφημεῖτε, εἴ τι οἱ ἐνθάδε ἡμάρτανον, ἐκεῖνο δὲ ἴσως ἀγνοοῦντας, ὅτι, εἴπερ κατηρᾶσθε, οὐ τοῖς φιλοσόφοις. οὐ γάρ ἐστιν οὐδε�
�ς φιλόσοφος τῶν ἀδίκων καὶ πονηρῶν, οὐδ᾽ ἂν τῶν ἀνδριάντων περιίῃγυμνότερος. οἱ δὲ δὴ τὴν πατρίδα βλάπτοντες καὶ συνιστάμενοι κατὰ τῶν πολιτῶν πόρρω που δοκοῦσιν εἶναί μοι τούτου τοῦ ὀνόματος. [p. 317] [4] τί ποτ᾽ οὖν ἐλπίσας καὶ τί βουληθεὶς παρελήλυθα τοιοῦτος ὢν ἐν καιρῷ τοιούτῳ; μανίας γὰρ τοῦτο ἀληθινῆς. ὅτι μηδενὸς αὐτὸς δέομαι παρ᾽ ὑμῶν, ἀλλὰ τῆς ὑμετέρας ὠφελείας ἕνεκα ἐσπούδακα. ἐὰν οὖν μὴ ἀνάσχησθέ μου, δῆλον ὅτι ὑμᾶς αὐτούς, οὐκ ἐμέ, ζημιώσετε. καίτοι οὐ προσήκει γε ὑμῖν, εἴ με ἡγεῖσθε καὶ τῷ ὄντι μαίνεσθαι, δι᾽ αὐτὸ τοῦτο ἀκοῦσαι. μὴ γὰρ οἴεσθε ἀετοὺς μὲν καὶ ἱέρακας προσημαίνειν ἀνθρώποις τὸ δέον, καὶ τὴν παρὰ τῶν τοιούτων συμβουλὴν πιστὴν εἶναι διὰ τὸ αὐτόματον καὶ τὸ θεῖον, ἄνδρα δὲ ἀφιγμένον οὕτως καὶ μηδαμόθεν ὑμῖν προσήκοντα μὴ κατὰ τὸ δαιμόνιον ἥκειν ἐροῦντα καὶ συμβουλεύσοντα. [5] καίτοι τὰ μὲν τῶν οἰωνῶν εἰκάζειν δεῖ, τῶν δὲ ὑπ᾽ ἐμοῦ λεγομένων ἔστιν ἀκούσασι συνιέναι καὶ σκέψασθαι, ἐὰν ἄρα σαφῶς ᾖ τι χρήσιμον. βούλομαι δέ, ἐπεὶ τῶν τοιούτων ἐμνήσθην, ἐν Φρυγίᾳ τι συμβὰν εἰπεῖν, ἵν᾽ εὐθὺς ἐνθένδε μου καταγελᾶν ἔχητε. ἀνὴρ Φρὺξ ἐπὶ κτήνους ἐβάδιζεν. ὡς δ᾽ ἐθεάσατό τινα κορώνην, οἰωνισάμενος, οἱ γὰρ Φρύγες τὰ τοιαῦτα δεινοί, λίθῳ βάλλει καί πως τυγχάνει αὐτῆς. πάνυ οὖν ἥσθη, καὶ νομίσας εἰς ἐκείνην τετράφθαι τὸ χαλεπὸν ἀναιρεῖται καὶ ἀναβὰς ἤλαυνεν. ἡ δὲ μικρὸν διαλιποῦσα ἀνέσφηλε: τὸ δὲ κτῆνος πτοηθὲν ἀποβάλλει τὸν ἄνδρα, καὶ ὃς πεσὼν κατάγνυσι τὸ σκέλος. ἐκεῖνος μὲν οὖν οὕτως ἀπήλλαξεν, ἀχάριστος γενόμενος περὶ τὸ σύμβολον. [6] ἐγὼ δὲ πολὺ μοι δοκῶ τῆς κορώνης ἀσφαλέστερον βεβουλεῦσθαι καὶ πρὸς εὐγνωμονεστέρους ἄνδρας ἥκειν τοῦ Φρυγός. ἐὰν γὰρ ὑμῖν δοκῶ φλυαρεῖν, οὐ δήπου λίθοις βαλεῖτέ με, ἀλλὰ θορυβήσετε. φέρε οὖν, ἐπεὶ σιωπᾶτε καὶ ὑπομένετε, πρῶτον μὲν ἐκεῖνο, εἰ μὴ σαφῶς ἴστε, ἐπιδείξω, ὅτι δεῖσθε γνώμης ἐν τῷ παρόντι, καὶ τοιαῦτα ὑμῶν τὰ πράγματά ἐστιν ὥστε βουλῆς ἄξια εἶναι καὶ πολλῆς προνοίας: ἔπειθ᾽, ὅτι μηδεὶς ὑμῖν δύναται ῥᾳδίως τούτων τὸ δέον παραινέσαι, οἱ μὲν ἀγνοίᾳ τοῦ συμφέροντος, οἱ δέ τινες καὶ δειλίᾳ τῇ πρὸς ὑμᾶς ἢ τῇ πρὸς ἑτέρους καὶ τὸ αὑτῶν ἴσως μᾶλλ ἔνιοι σκοποῦντες: [7] ἔπειτα, ἣν αὐτὸς ἔχω γνώμην περὶ τούτων, καὶ τί πράξασιν ὑμῖν ἐπὶ τοῦ παρόντος καὶ πῶς καθόλου προϊσταμένοις [p. 318] τῆς πόλεως εἰς ἅπαντα καὶ τὸν αὖθις οἶμαι συνοίσειν χρόνον. ὑμῖν γάρ, ἄνδρες Ταρσεῖς, συμβέβηκε μὲν πρώτοις εἶναι τοῦ ἔθνους, οὐ μόνον τῷ μεγίστην ὑπάρχειν τὴν πόλιν τῶν ἐν τῇ Κιλικίᾳ καὶ μητρόπολιν ἐξ ἀρχῆς, ἀλλ᾽ ὅτι καὶ τὸν δεύτερον Καίσαραὑπὲρ πάντας ἔσχετε οἰκείως ὑμῖν διακείμενον. τὸ γὰρ δι᾽ ἐκεῖνον ἀτύχημα τῇ πόλει συμβὰν εἰκότως αὐτὸν εὔνουν ὑμῖν ἐποίει καὶ σπουδάζειν, ὅπως μείζονες ὑμῖν φανήσονται τῶν δι᾽ αὐτὸν συμφορῶν αἱ παρ᾽ αὐτοῦ χάριτες. [8] τοιγαροῦν ἅ τις ἂν φίλοις ὄντως καὶ συμμάχοις καὶ τηλικαύτην προθυμίαν ἐπιδειξαμένοις κἀκεῖνοσὑμῖν παρέσχε, χώραν, νόμους, τιμήν, ἐξουσίαν τοῦ ποταμοῦ, τῆς θαλάττης τῆς καθ᾽ αὐτούς: ὅθεν ταχὺ μείζων ἐγένετο ἡ πόλις καὶ διὰ τὸ μὴ πολύν τινα χρόνον διελθεῖν τὸν ἀπὸ τῆς ἁλώσεως, καθάπερ οἱ μεγάλῃ μὲν νόσῳ χρησάμενοι, ταχὺ δ᾽ ἀνασφήλαντες, ἐπειδὰν τύχωσιν ἱκανῆς τῆς μετὰ ταῦτα ἐπιμελείας, πολλάκις μᾶλλον [9] εὐέκτησαν. καὶ μὴν τά γε ἐφεξῆς οὐχ ὡς οἴεταί τις ὤνησε τὴν πόλιν τὸ γενέσθαι τινὰς τῶν ἡγεμόνων βιαίους καὶ τούτοις ἐπεξελθεῖν ὑμᾶς. πρὸς μέν γε τὸ φανῆναί τινας ὄντας καὶ μὴ μόνον ἑαυτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις βοηθῆσαι, καὶ νὴ Δία ὥστε τοὺς αὖθις ὀκνηρότερον ἐξαμαρτάνειν, συνήνεγκε τὸ δίκην ἐκείνους ὑποσχεῖν:ἄλλως δὲ τὴν πόλιν ἐπίφθονον ἐποίησε καὶ δυσχερεστέρους ὑμᾶς δοκεῖν φύσει καὶ ῥᾳδίως αἰτιᾶσθαι. τὸ γὰρ πολλάκις ἐγκαλεῖν ἤδη ποτὲ ἔδοξε τοῦ συκοφαντεῖν σημεῖον, ἄλλως τε ὁπόταν περὶ ἡγεμόνων ὁ λόγος ᾖ πρὸς ἡγεμόνας. οὐ γὰρ τῷ πλέον τι πάσχειν, ἀλλὰ τῷ μὴ ἐθέλειν ἄρχεσθαι τὴν ἀπέχθειαν ὑπονοοῦσι [10] γίγνεσθαι. πάλιν τοίνυν ἕτερον πρᾶγμα συμβὰν ὑπὲρ ὑμῶν τρόπον τινὰ ὅμοιον τούτῳ γέγονεν. οἱ γὰρ Αἰγαῖοι φιλοτιμίαν ἀνόητον ἐπανελόμενοι πρὸς ὑμᾶς, τὸ περὶ τὰς ἀπογραφὰς ἐξαμαρτάνοντες, αὐτοὶ μὲν ἔπταισαν, ἔτι δὲ μᾶλλον τὸν καθ᾽ ὑμῶν φθόνον καὶ τοιαύτην τινὰ ἡσυχῇ διαβολὴν εἰργάσαντο πρὸς τὴν πόλιν ὡς [11] ἐπαχθῆ καὶ βαρεῖαν ταῖς ἄλλαις. καὶ ταῦτα μὲν ἐκ τοῦ πρότερον [p. 319] χρόνου. τὰ δὲ νῦν οἵ γε Μαλλῶται διαφέρονται πρὸς ὑμᾶς, αὐτοὶ μὲν ἅπαντα ἀδικοῦντες καὶ θρασυνόμενοι, τῷ δὲ ἀσθενεῖς εἶναι καὶ πολὺ ἥττους ἀεὶ μᾶλλον τὴν τῶν ἀδικουμένων τάξιν ἀεὶ λαμβάνοντες. οὐ γὰρ ἃ ποιοῦσιν ἔνιοι σκοποῦσιν, ἀλλὰ τίνες ὄντες, οὐδὲ τοὺς ἀδικοῦντας ἢ βιαζομένους ἐθέλουσιν ἐξετάζειν πολλάκις, ἀλλ᾽ οὓς εἰκὸς βιάζεσθαι τῷ δύνασθαι πλέον. εἰ γοῦν ὑφ᾽ ὑμῶν ἐπράχθη τι τοιοῦτον οἷον ὑπ᾽ ἐκείνων νῦν γέγονε, πορθεῖν ἂν ἐδοκεῖτε τὰς πόλεις καὶ ἀποστάσεως ἄρχειν καὶ πολέμου, καὶ στρατοπέδου δεῖν ἐφ᾽ ὑμᾶς. [12] οὐκοῦν δεινὰ πάσχομεν, ἐρεῖ τις, εἰ τούτοις μὲν ἐξέσται ποιεῖν ὅ, τι ἂ�
� ἐθέλωσι καὶ τοῦτο ἀπολαύσουσι τῆς ἐρημίας τῆς ἑαυτῶν, ἡμεῖς δὲ κινδυνεύσομεν, ἐὰν μόνον κινηθῶμεν. ἔστω δεινὸν καὶ ἄδικον. ἀλλ᾽ οὐκ, εἴ τι μὴ δίκαιον πέφυκε γίγνεσθαι, δεῖ πρὸς τοῦτο φιλονικοῦντας αὑτοὺς περιβάλλειν ἀτόπῳ τινί, μᾶλλον δὲ προορᾶν καὶ φυλάττεσθαι. τὸ γὰρ συμβαῖνον ὅμοιόν ἐστι τῷ περὶ τοὺς ἀθλητάς, ὅταν ἐλάττων πρὸς πολὺ μείζω μάχηται. [13] τῷ μὲν γὰρ οὐδὲν ἔξεστι παρὰ τὸν νόμον, ἀλλὰ κἂν ἄκων ἁμάρτῃ τι, μαστιγοῦται: τὸν δ᾽ οὐδεὶς ὁρᾷ πάνθ᾽ ἃ δύναται ποιοῦντα. τοιγαροῦν κἀκεῖ σωφρονοῦντος ἀνδρός ἐστι καὶ ταῖς ἀληθείαις κρείττονος τῇ δυνάμει περιεῖναι, τὰς δὲ πλεονεξίας ταύτας ἐᾶν, καὶ ὑμεῖς ἂν ἔχητε νοῦν, τοῖς δικαίοις περιέσεσθε καὶ τῷ μεγέθει τῆς πόλεως τῶν φθονούντων, πρὸς ὀργὴν δὲ οὐδὲν οὐδὲ ἀγανακτοῦντες δράσετε. καὶ περὶ μὲν τούτων αὖθις, ὥσπερ οἶμαι καὶ προεθέμην. [14] νῦν δὲ καὶ τὰ λοιπὰ ἐπέξειμι δι᾽ ἃ πλείονος σκέψεως ἧς φημι δεῖσθαι τὸν ἐνεστῶτα καιρόν. ἡ μέν γε τῶν Μαλλωτῶν ἀπέχθεια καὶ στάσις ἧττον ὀφείλει λυπεῖν ὑμᾶς. τὸ δὲ Σολεῖς τούτους καὶ Ἀδανεῖς καί τινας ἴσως ἄλλους ὁμοίως ἔχειν καὶ μηδὲν ἐπιεικέστερον, ἀλλὰ καὶ βαρύνεσθαι καὶ βλασφημεῖν καὶ μᾶλλον ἑτέρων ὑπακούειν ἐθέλειν, ὑποψίαν ποιεῖ τοῦ μηδὲ τοὺς Αἰγαίους τάχα μηδὲ τοὺς Μαλλώτας παντάπασιν ἀδίκως ἄχθεσθαι, μηδὲ τοὺς [p. 320] μὲν φθόνῳ, τοὺς δὲ πλεονεκτεῖν βουλομένους ἠλλοτριῶσθαι πρὸς ὑμᾶς, ἀλλ᾽ ἴσως εἶναί τι τοιοῦτον περὶ τὴν πόλιν καὶ ὑβρίζειν πως καὶ ἐνοχλεῖν τοὺς ἐλάττονας. [15] ταῦτα γὰρ ἔστι μὲν οὐκ ἀληθῆ, ταὐτὰ δ᾽ ἂν ὑμᾶς ὡς ἀληθῆ βλάψειεν. φέρε δὴ καὶ τὰ πρὸς τὸν στρατηγὸν ὑμῖν ὡς ἔχει λογίσασθε. πρότερον μὲν ὑποψία μόνονὑπῆρχεν ὡς οὐχ ἡδέως ὑμῶν διακειμένων, ἀλλ᾽ ὅμως ἐκεῖνός τε ἐπολιτεύετο πρὸς ὑμᾶς καὶ ὑμεῖς πρὸς ἐκεῖνον καὶ φανερὸν οὐδὲν ἦν: ἄρτι δὲ ὑμεῖς τε τῷ δοκεῖν ἐλαττοῦσθαι παροξυνθέντες εἴπατέ τι κἀκεῖνος προήχθη καὶ γράψαι πρὸς ὀργὴν καὶ ποιῆσαι τοῦθ᾽, [16] ὅπερ μὴ πρότερον. νὴ Δία ἀλλά γε τὰ τῆς πόλεως αὐτῆς καὶ τὰ πρὸς ἀλλήλους ὑμῖν ὡς δεῖ πρόεισιν. οὐ χθὲς καὶ πρῴην χωρὶς ἦν ὁ δῆμος καὶ χωρὶς ἡ βουλὴ καὶ νῦν ἔτι καθ᾽ αὑτοὺς οἱ γέροντες, ἰδίᾳ τὸ συμφέρον ἕκαστοι δῆλον ὅτι σκοποῦντες: ὥσπερ εἰ κατα πλεόντων ἰδίᾳ μὲν οἱ ναῦται τὸ συμφέρον αὑτοῖς ζητοῖεν, ἰδίᾳ δὲ ὁ κυβερνήτης, ἰδίᾳ δὲ ὁ ναύκληρος. καὶ γὰρ εἰ πολλάκις ταῦταλέγεται, ἀλλ᾽ οὖν προσήκει μὴ διὰ τοῦτο παραπέμπειν. οὐ γὰρ τὸ πρώτως ῥηθὲν οὐδ᾽ ὃ μὴ πρότερόν τις ἤκουσε δεῖ προθύμως ἀποδέχεσθαι, τὸ δὲ οἰκεῖον τῷ πράγματι καὶ τὸ χρείαν τινὰ ἔχον. [17] νὴ Δία, ἀλλὰ νῦν ὡμολογήκαμεν καὶ κοινῇ βουλευόμεθα. καὶ τίς ἂν ἀσφαλῆ καὶ βέβαιον ἡγήσαιτο τὴν τοιαύτην ὁμόνοιαν, τὴν ὑπ̓ὀργῆς μὲν γενομένην, τριῶν δὲ οὖσαν ἢ τεττάρων ἡμερῶν; οὐδὲ γὰρ ὑγιαίνειν ἀσφαλῶς εἴποι τις ἂν τὸν πρὸ μικροῦ πυρέττοντα. μὴ τοίνυν μηδὲ ὑμεῖς αὑτοὺς ὁμονοεῖν λέγετε, πρὶν ἂν ὑμῖν μάλιστα μὲν πολλαπλάσιος διέλθῃ χρόνος: εἰ δ᾽ οὖν, τοσοῦτος ὅσον δὴ διεφέρεσθε: μηδ᾽ εἰ ταὐτό ποτ᾽ ἐφθέγξασθε καὶ τὴν αὐτὴνἔσχετε ὁρμήν, καὶ δὴ νομίζετε ἐξῃρῆσθαι τὸ νόσημα τῆς πόλεως. [18] καὶ γὰρ ἐν τοῖς ἀναρμόστοις ὀργάνοις ἐνίοτε οἱ φθόγγοι συνεφώνησαν [p. 321] πρὸς ὀλίγον, εἶτα εὐθὺς ἀπᾴδουσιν. ὥσπερ οὖν τὸ μὲν τρῶσαί τι καὶ διελεῖν ταχὺ γίγνεται καὶ πάνυ ῥᾳδίως, τὸ δὲ συμφῦσαι καὶ συναγαγεῖν χρόνου δεῖται καὶ προσοχῆς, οὕτω καὶ ἐπὶ τῶν πόλεων ἔχει. τὸ μὲν διενεχθῆναι καὶ στασιάσαι πρόχειρον καὶ διὰ μικρὰ συμβαίνει πολλάκις, τὸ δὲ καταστῆναι καὶ τὴν προσήκουσαν λαβεῖν διάθεσιν καὶ πίστιν μὰ Δί᾽ οὐκ ἔστιν εἰπόντας οὐδὲ δόξαντας μετανοεῖν εὐθὺς ἔχειν. [19] ἴσως μὲν γὰρ οὐ παρὰ μόνοις ὑμῖν, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασι μεγάλης τινὸς τοῦτο δεῖται θεραπείας, μᾶλλον δὲ εὐχῆς. οὐ γὰρ ἔστιν ἄλλως ἢ τῶν κινούντων κακῶν καὶ ταρασσόντων ἀπολυθέντας, φθόνου, πλεονεξίας, φιλονικίας, τοῦ ζητεῖν ἕκαστον αὔξειν ἑαυτὸν καὶ τὴν πατρίδα καὶ τὸ κοινῇ συμφέρον ἐάσαντα συμπνεῦσαί ποτε ἰσχυρῶς καὶ ταὐτὰ προελέσθαι. ὡς παρ᾽ οἷς ἂν ἰσχύῃ ταῦτα καὶ τοιαῦθ᾽ ἕτερα, τούτους ἀνάγκη τὸν ἀεὶ χρόνον ἐπισφαλεῖς εἶναι καὶ διὰ μικρὰ συμπίπτειν καὶ θορυβεῖσθαι, καθάπερ ἐν θαλάττῃ πνευμάτων ἐναντίων ἰσχυόντων. [20] ἐπεί τοι μηδὲ τὴν βουλὴν αὐτὴν ἡγεῖσθ᾽ ὁμονοεῖν μηδ᾽ ὑμᾶς τὸν δῆμον. εἰ γοῦν τις ἐπεξίοι πάντας, δοκεῖ μοι μηδ᾽ ἂν δύο ἄνδρας εὑρεῖν ἐν τῇ πόλει τὸ αὐτὸ φρονοῦντας, ἀλλ᾽ ὥσπερ ἔνια τῶν ἀνιάτων καὶ χαλεπῶν νοσημάτων, ἃ δι᾽ ὅλων εἴωθεν ἔρχεσθαι τῶν σωμάτων καὶ οὐδέν ἐστι μέρος εἰς ὃ μὴ κάτεισιν, οὕτως ἡ τραχύτης αὕτη καὶ τὸ μικροῦ δεῖν ἅπαντας ἀλλήλων ἀπεστράφθαι διαπεφοίτηκε τῆς πόλεως. [21] ἵνα γὰρ τὴν βουλὴν ἀφῶ καὶ τὸν δῆμον τούς τε νέους καὶ τοὺς γέροντας, ἐστὶ πλῆθος οὐκ ὀλίγον ὥσπερ ἔξωθεν τῆς πολιτείας: τούτους δὲ εἰώθασιν ἔνιοι λινουργοὺς καλεῖν: καὶ ποτὲ μὲν βαρύνονται καί φασιν ὄχλον εἶναι περισσὸν καὶ τοῦ θορύβου καὶ τῆς ἀταξίας αἴτιον, πάλιν δὲ μέρος ἡγοῦνται τῆς πόλεως καὶ πολλοῦ ἀξιοῦσιν. οὓς εἰ μὲν οἴεσθε βλάπτειν ὑ�
�ᾶς καὶ στάσεως ἄρχειν καὶ ταραχῆς, ὅλως ἐχρῆν ἀπελάσαι καὶ μὴ παραδέχεσθαι ταῖς ἐκκλησίαις: εἰ δὲ τρόπον τινὰ πολίτας εἶναι τῷ μὴ μόνον οἰκεῖν, ἀλλὰ καὶ γεγονέναι τοὺς πλείους [p. 322] ἐνθάδε καὶ μηδεμίαν ἄλλην ἐπίστασθαι πόλιν, οὐδὲ ἀτιμάζειν δήπου προσήκει οὐδὲ ἀπορρηγνύειν αὑτῶν. [22] νυνὶ δὲ ἐξ ἀνάγκης ἀφεστᾶσι τὴν γνώμην τοῦ κοινῇ συμφέροντος, ὀνειδιζόμενοι καὶ δοκοῦντες ἀλλότριοι. τούτου δὲ οὐθέν ἐστι βλαβερώτερον ταῖς πόλεσιν οὐδὲ ὃ μᾶλλον στάσιν ἐγείρει καὶ διαφοράν, ὥσπερ ἐπὶ τῶν σωμάτωνὁ προσγενόμενος ὄγκος, ἂν μὲν οἰκεῖος ᾖ τῷ λοιπῷ σώματι καὶ συμφυής, εὐεξίαν ποιεῖ καὶ μέγεθος: εἰ δὲ μή, νόσου καὶ διαφθορᾶς αἴτιος γίγνεται. [23] τί οὖν σὺ κελεύεις ἡμᾶς; τοὺς ἅπαντας ἀναγράψαι πολίτας ναί φημι καὶ τῶν αὐτῶν ἀξίους, ἅμα μηδὲ ὀνειδίζειν μηδὲ ἀπορρίπτειν, ἀλλὰ μέρος αὑτῶν, ὥσπερ εἰσί, νομίζειν.οὐ μὲν γάρ, ἄν τις καταβάλῃ πεντακοσίας δραχμάς, δύναται φιλεῖν ὑμᾶς καὶ τῆς πόλεως εὐθὺς ἄξιος γεγονέναι: εἰ δέ τις ἢ πένης ὢν ἢ πολιτογραφοῦντός τινος οὐ μετείληφε τοῦ ὀνόματος, οὐ μόνον αὐτὸς παρ᾽ ὑμῖν γεγονώς, ἀλλὰ καὶ τοῦ πατρὸς αὐτοῦ καὶ τῶν προγόνων, οὐχ οἷός ἐστιν ἀγαπᾶν τὴν πόλιν οὐδ̓ἡγεῖσθαι πατρίδα, καὶ λίνον μὲν εἴ τις ἐργάζεται, χείρων ἐστὶν ἑτέρου καὶ δεῖ τοῦτο προφέρειν αὐτῷ καὶ λοιδορεῖσθαι: βαφεὺς δὲ ἢ σκυτοτόμος ἢ τέκτων ἐάν, οὐδὲν προσήκει ταῦτα ὀνειδίζειν. [24] καθόλου δὲ οὐ τοῦτο μάλιστα τῶν ἐν τῇ πόλει βουλόμενος εἰπεῖν οὐδὲ οἷόν ἐστι δεῖξαι προῆλθον ἴσως, ἀλλ᾽ ἐκεῖνο σαφὲσὑμῖν ποιήσων, ὅπως διάκεισθε πρὸς ἀλλήλους, καὶ νὴ Δία εἰ πιστεύειν ὑμᾶς ἄξιον τῇ παρούσῃ καταστάσει καὶ κατ᾽ ἀλήθειαν οἴεσθαι νῦν συμπεπνευκέναι. οἰκίαν γὰρ ἔγωγε καὶ ναῦν καὶ τἄλλα οὕτως ἀξιῶ δοκιμάζειν οὐ τὸ παρὸν σκοποῦντας, εἰ σκέπει νῦν καὶ μὴ δέχεται τὴν θάλατταν, ἀλλὰ καθόλου πῶς παρεσκεύασται καὶ [25] πέπηγεν, εἰ μηδέν ἐστι διεστηκὸς μηδὲ σαθρόν. καὶ μὴν ὅ γε ἔφην τὸ πρότερον αὐξῆσαι τὴν πόλιν, τοῦτο οὐχ ὁρῶ νῦν ὑμῖν ὑπάρχον, τὸ ἐξαίρετον εὐεργεσίαν καὶ χάριν καταθέσθαι τῷ κρατοῦντι, [p. 323] δῆλον ὅτι τῷ μὴ δεηθῆναι μηδενὸς αὐτὸν τοιούτου: πλὴν ὅτι γε εἰ μηδὲν τῶν ἄλλων ἔχετε πλεῖον πρὸς αὐτόν: ὥστε ὧν παρ᾽ ἐκείνου τότε δι᾽ εὔνοιαν καὶ φιλίαν ἐτύχετε, ταῦτα ὀφείλετε φυλάττειν τὸν λοιπὸν χρόνον δι᾽ εὐταξίαν καὶ τὸ μηδεμίαν αἰτίαν διδόναι καθ᾽ αὑτῶν. [26] καὶ μηδείς με νομίσῃ ταῦτα λέγειν ἁπλῶς ἁπάντων ἀνέχεσθαι παραινοῦντα ὑμῖν καὶ πάντα πάσχειν, ἀλλ᾽ ὅπως ἔμπειροι τῶν καθ᾽ αὑτοὺς ὄντες καὶ νῦν ἄμεινον βουλεύησθε καὶ τὸ λοιπὸν οὕτως ἀπαιτῆτε τὸν παριόντα μὴ ῥᾳδίως ὑμῖν μηδ᾽ ὡς ἂν ἐπέλθῃ μηδὲν εἰσηγεῖσθαι, πάντα δὲ εἰδότα καὶ περὶ πάντων ἐσκεμμένον. καὶ γὰρ ἰατρόν, ὅστις ἐξήτακεν ἀκριβῶς τὰ τοῦ κάμνοντος, ὡς μηδὲν αὐτὸν λανθάνειν, τοῦτον εἰκὸς ἄριστα θεραπεύειν. [27] ὅτι μὲν οὖν δεῖται τὰ παρόντα προσοχῆς καὶ βελτίονος συμβούλου οὐ τῶν ἀπὸ τῆς τύχης καὶ δι᾽ ἀργύριον ἢ διὰ γένος παριόντων, ἐνθένδε ὁρᾶτέ πως. ὅταν γὰρ μήτε αὐτοὶ βεβαίως ὁμονοῆτε μήθ᾽ αἱ πλείους τῶν πέριξ πόλεων οἰκείως ὑμῖν ἔχωσιν, ἀλλ᾽ οἱ μὲν φθονῶσιν, ἐκ πολλοῦ ἀντιφιλοτιμούμενοι πρὸς ὑμᾶς, οἱ δὲ ἀπεχθάνωνται, διὰ τὸ ὑπὲρ τῆς χώρας ἀμφισβητεῖν, οἱ δὲ οὐκ οἶδα ὅπως γε ἐνοχλεῖσθαι λέγωσιν, ὁ δὲ στρατηγὸς οἴηται μὲν τὰ βελτίω φρονεῖν περὶ αὐτοὺς ὑμᾶς, ἠναγκασμένοι δὲ ἦτε προσκροῦσαι καὶ πρότερον ἀλλήλοις, ἔτι δὲ ἐπίφθονοι τῷ τε μεγέθει τῆς πόλεως νομίζησθε καὶ τῷ πολλὰ τῶν ὄντων ἀπολαβεῖν δυνήσεσθαι: πῶς οὐχὶ διὰ ταῦτα ἐπιμελοῦς καὶ περιεσκεμμένης γνώμης δεῖσθε; [28] τί οὖν; οὐχ ἱκανοὶ ταῦτα οἱ πολῖται συνιδεῖν καὶ παραινέσαι; πόθεν; εἰ γὰρ ἦσαν ἱκανοὶ τὸ δέον εὑρίσκειν ἐν ταῖς πόλεσιν οἱ προεστῶτες καὶ πολιτευόμενοι, πάντες ἂν ἀεὶ καλῶς ἀπήλλαττον καὶ ἀπαθεῖς ἦσαν κακῶν, εἰ μή τις αὐτόματος ἄλλως ἐπέλθοι τισὶ [p. 324] συμφορά. ἀλλ᾽ οἶμαι καὶ πάλαι καὶ νῦν πλείονα εὕροι τις ἂν συμβεβηκότα δεινὰ ταῖς πόλεσι δι᾽ ἄγνοιαν τοῦ συμφέροντος καὶ τὰ τῶν προεστώτων ἁμαρτήματα τῶν ἐκ τοῦ δαιμονίου καὶ παρὰ τῆς τύχης. [29] οἱ μὲν γὰρ οὐδὲν δυνάμενοι τῶν δεόντων ἰδεῖν οὐδ᾽ ἐπιμεληθέντες αὑτῶν πρότερον, μηδὲ κώμην ὄντες ἱκανοὶ διοικῆσαικατὰ τρόπον, ἄλλως δὲ ὑπὸ χρημάτων ἢ γένους συνιστάμενοι προσέρχονται τῷ πολιτεύεσθαι: τινὲς δὲ ταύτην ἐπιμέλειαν εἶναι νομίζοντες, ἂν ῥήματα συμφορῶσι καὶ ταῦτα τῶν πολλῶν ὁπωσδὴ θᾶττον συνείρωσι, μηδενὸς τἄλλα ἀμείνους ὄντες. τὸ δὲ μέγιστον, διὰ μὲν τὸ βέλτιστον καὶ τῆς πατρίδος αὐτῆς ἕνεκεν οὔ, λοιπὸν δὲ διὰδόξας καὶ τιμὰς καὶ τὸ δύνασθαι πλέον ἑτέρου καὶ στεφάνους καὶ προεδρίας καὶ πορφύρας διώκοντες, πρὸς ταῦτα ἀποβλέποντες καὶ τούτων ἐξηρτημένοι τοιαῦτα πράττουσι καὶ λέγουσιν, ἐξ ὧν αὐτοί τινες εἶναι δόξουσιν. [30] τοιγαροῦν ἐστεφανωμένους πολλοὺς ἰδεῖν ἔστι καθ᾽ ἑκάστην πόλιν καὶ θύοντας ἐν κοινῷ καὶ προϊόντας ἐνπορφύρᾳ: γενναῖον δὲ καὶ φρόνιμον ἄνδρα καὶ κηδεμόνα ὄντως τῆς ἑαυτοῦ πατρίδος καὶ φρονοῦντα καὶ λέγοντα τἀληθῆ καὶ δι᾽ ὃν ἄμεινον οἰκεῖται κα�
� μετέσχηκεν ἀγαθοῦ τινος ἡ πειθομένη πόλις, σπάνιον εὑρεῖν. καὶ τοῦτο ἀναγκαῖον συμβαίνειν τρόπον τινά. [31] ὅταν γὰρ οἴωνται τοὺς λελειτουργηκότας ἢ τοὺς μέλλοντας ἑαυτοῖσδεῖν συμβουλεύειν, κἂν ᾖ τις γυμνασίαρχος ἢ δημιουργός τις, καὶ τῷ τοιούτῳ μόνῳ λέγειν ἐπιτρέπωσιν ἢ νὴ Δία τοῖς καλουμένοις ῥήτορσιν, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἰ τοὺς κήρυκας ἐκάλουν μόνους ἢ τοὺς κιθαρῳδοὺς ἢ τοὺς τραπεζίτας. τοιγαροῦν ἄνθρωποι παρίασι καὶ ἀνόητοι καὶ δοξοκόποι καὶ πρὸς τὸν ἀπὸ τοῦ πλήθουσθόρυβον κεχηνότες, οὐδὲν ἀπὸ γνώμης ἀσφαλοῦς οὐδὲ συνέντες λέγουσιν, ἀλλ᾽ ὥσπερ ἐν σκότει βαδίζοντες κατὰ τὸν κρότον ἀεὶ καὶ τὴν βοὴν φέρονται. [32] καίτοι κυβερνήταις εἴ τις λέγοι αὐτοῖς ὥστε ζητεῖν ἐξ ἅπαντος ἀρέσκειν τοῖς ἐπιβάταις, καὶ κροτουμένοις ὑπ᾽ αὐτῶν, ὅπως ἂν ἐκεῖνοι θέλωσιν, οὕτως κυβερνᾶν, οὐ μεγάλου[p. 325] τινὸς αὐτοῖς δεήσει χειμῶνος, ὥστε ἀνατρέψαι. πολλάκις γοῦν ἄγροικος ἄνθρωπος ναυτιῶν ἢ γύναιον, ἐὰν ἴδῃ πέτρας, γῆν ἑωρακέναι δοκεῖ καὶ λιμένα, καὶ δεῖται προσσχεῖν. [33] ἐγὼ δὲ τὸν σύμβουλον τὸν ἀγαθὸν καὶ τὸν ἄξιον προεστάναι πόλεώς φημι δεῖν πρὸς ἅπαντα μὲν ἁπλῶς παρεσκευάσθαι τὰ δοκοῦντα δυσχερῆ, μάλιστα δὲ πρὸς τὰς λοιδορίας καὶ τὴν τοῦ πλήθους ὀργήν, καὶ ταῖς ἄκραις ὅμοιον εἶναι ταῖς ποιούσαις τοὺς λιμένας, αἵτινες ἅπασαν ἐκδέχονται τὴν βίαν τῆς θαλάττης, τὸ δὲ ἐντὸς ἀκίνητον καὶ γαληνὸν φυλάττουσι, κἀκεῖνον δὲ ἐκκεῖσθαι τῷ δήμῳ, κἂν ὀργισθῆναί ποτε θέλῃ κἂν κακῶς εἰπεῖν κἂν ὁτιοῦν ποιῆσαι, πάσχειν δὲ μηδὲν ὑπὸ τῶν τοιούτων θορύβων, μήτε ἂν ἐπαινῆται, διὰ τοῦτο ἐπαίρεσθαι, [34] μήτε ἂν ὑβρίζεσθαι δοκῇ, ταπεινοῦσθαι. τὸ μέντοι γε παρ᾽ ὑμῖν γιγνόμενον οὐ τοιοῦτόν ἐστι, καὶ οὐδείς, ὡς ἐγὼ πυνθάνομαι, τῶν πολιτευομένων τοῦτο ἔχει προκείμενον οὐδ᾽ ἐστὶν ἔτι τῶν κοινῶν: ἀλλ᾽ οἱ μὲν ὅλως ἀφεστᾶσιν, οἱ δ᾽ ἐκ παρέργου προσίασιν ἁπτόμενοι μόνον τοῦ πράγματος, ὥσπερ οἱ σπονδῆς θιγγάνοντες, οὐκ ἀσφαλὲς εἶναι λέγοντες ἀναθεῖναι αὑτοὺς πολιτείᾳ. καίτοι ναυκληρεῖν μὲν ἢ δανείζειν ἢ γεωργεῖν οὐδεὶς ἂν ἱκανῶς δύναιτο πάρεργον αὐτὸ ποιούμενος, πολιτεύεσθαι δὲ ἐπιχειροῦσιν ἐκ περιουσίας καὶ πάντα ἔμπροσθεν τούτου τιθέντες. [35] ἔνιοι δ᾽, ἂν εἰς ἀρχήν τινα καταστῶσιν, ἐν ἐκείνῃ μόνον ζητοῦσιν ἅψασθαί τινος πράξεως, ὅπως ἀπέλθωσιν ἐνδοξότεροι, τοῦτο μόνον σκοποῦντες. τοιγαροῦν πρὸς ἓξ μῆνάς εἰσιν ὑμῖν ἀνδρεῖοι, πολλάκις οὐδὲ ἐπὶ τῷ συμφέροντι τῆς πόλεως. ὥστε νῦν μέν ἐστιν οὗτος ὁ λέγων, κἀκείνῳ ἔτι εὐθὺς ἄλλος, εἶθ᾽ ἕτερος: καὶ τὸν πρὸ τριάκοντα ἡμερῶν λαμπρὸν καὶ μόνον φάσκοντα κήδεσθαι τῆς πόλεως οὐδ᾽ ἰδεῖν ἔστι προσιόντα τῇ ἐκκλησίᾳ, [36] καθάπερ οἶμαι τῶν πομπευόντων αὐτὸς ἕκαστος ὀφθῆναι ἐπιθυμῶν κατὰ τοῦτ᾽ ἐσπούδακεν, ἕως ἂν παρέλθῃ, μικρὸν δὲ ἀποστὰς ἔλυσε τὸ σχῆμα καὶ τῶν ἄλλων εἷς [p. 326] ἐστι καὶ ὅπως δήποτε ἄπεισιν. ἐχρῆν μέντοι τὸν μὲν πρυτανεύοντα τῆς ἀρχῆς τοὺς ἓξ μῆνας ἡγεῖσθαι μέτρον: τοῦτο γὰρ ὁ νόμος κελεύει: τὸν μέντοι γε πολιτευόμενον τῆς εὐνοίας τῆς πρὸς ὑμᾶς καὶ τῆς ὑπὲρ τῶν κοινῶν ἐπιμελείας καὶ σπουδῆς μὴ μὰ Δία καιρόν τινα ἐξαίρετον ἔχειν, καὶ ταῦτα βραχὺν οὕτως, ἀλλ᾽ εἰς [37] αὐτὸ τοῦτο ἀποδύεσθαι καὶ ἀεὶ παραμένειν. νῦν δὲ ὥσπερ οἱ τοῖς ἀπογείοις, μᾶλλον δὲ τοῖς ἀπὸ τῶν γνόφων πνεύμασι πλέοντες, οὕτως φέρεσθε, ἄνδρες Ταρσεῖς, οὔτε τῆς τοιαύτης πολιτείας οὔτ᾽ ἐκείνου τοῦ πλοῦ βέβαιον οὐδ᾽ ἀσφαλὲς ἔχοντος οὐδέν. διαρκέσαι μὲν γὰρ ἄχρι παντὸς ἢ διαστήματος οὐχ οἷαί τέ εἰσιν αἱτοιαῦται προσβολαί, πολλάκις δὲ κατέδυσαν ἀκαίρως προσπεσοῦσαι. ἔδει δὲ πόλιν οὕτως μεγάλην καὶ λαμπρὰν ἔχειν τοὺς ἀληθῶς προνοοῦντας. ταύτῃ δὲ ἴσως ὑπὸ τῶν ἐφημέρων τούτων καὶ πρὸς ὀλίγον δημαγωγῶν οὐδὲν ἔστιν ἀγαθὸν παθεῖν. [38] περὶ μὲν οὖν τούτων καὶ μυρίων ἄλλων πολλὰ ἂν ἔχοι τισλέγειν. ἐπεὶ δὲ καὶ αὐτὸς ἀφ᾽ ἧς ἐπεδήμησα ἡμέρας ὑμῖν γέγονα δημαγωγός, καὶ ταῦτα ἐπιτιμῶν τοῖς τοιούτοις, ὅμως εἰπεῖν ἅπερ ὑπεσχόμην, ἃ γιγνώσκω περὶ τῶν παρόντων. καὶ πρῶτον μὲν τὰ πρὸς τὸν στρατηγόν. ἔσται δέ μοι περὶ πάντων ὁ λόγος. φημὶ δὴ τοίνυν τοὺς ἐν τοιαύτῃ καταστάσει τυγχάνοντας, ὁποία δὴ τὰνῦν ἐστι παρὰ πᾶσιν, οὕτω προσήκειν φρονεῖν, ὡς μήτε πάντα ἀνεξομένους καὶ παρέξοντας αὑτοὺς ἁπλῶς χρῆσθαι τοῖς ἐπὶ τῆς ἐξουσίας, ὅπως ἂν αὐτοὶ θέλωσι, κἂν εἰς ὁτιοῦν προΐωσιν ὕβρεως καὶ πλεονεξίας, μήτε ὡς ὅλως μηδὲν οἴσοντας διακεῖσθαι, μηδὲ προσδοκᾶν ὅτι Μίνως τις ὑμῶν ἀφίξεται νῦν ἢ Περσεὺς ἐπιμελησόμενος. [39] τὸ μὲν γὰρ ἐφ᾽ ἅπαν ἀποστῆναι τοῦ βοηθεῖν αὑτοῖς ἀνδραπόδων ἐστί, καὶ δυσχερές, εἰ μηδεὶς ὄκνος μηδὲ ὑποψία καταλειφθήσεται [p. 327] τοῖς ἀγνωμονοῦσιν. τὸ δὲ πλῆθος ἀπεχθάνεσθαι καὶ πάντα ἐξετάζειν οὐχ ὑπὲρ ὑμῶν ἐστιν. ἐὰν γὰρ ἀλόγως ἐνίοτε ἐγκαλεῖν δόξητε καί τις ὑμῶν περιγένηται: διὰ πολλὰς δ᾽ ἂν αἰτίας τοῦτο συμβαίη: δέδοικα μὴ τελέως ἀποβάλητε τὴν παρρησίαν. ὁρᾶτε δὲ τοὺς περὶ τὴν Ἰωνίαν, ὅτι μηδενὸς ἁπλῶς κατηγορεῖν ἐψηφίσαντο. δεῖ δὴ τοὺς νοῦν ἔχοντας ἅπαντα ταῦτα πρ
οορᾶσθαι, καὶ μὴ καθάπερ τοὺς ἀπείρους ἐν τῷ μάχεσθαι ῥᾳδίως ἀφέντας τὸ παρὸν αὐτοῖς ἀνόπλους εἶναι τὸ λοιπὸν καὶ μηδὲν ἔχειν ποιῆσαι, [40] μηδ᾽ ἂν ἀποσφάττῃ τις. ἐκεῖνο μέντοι καθόλου λέγω, τὴν τοιαύτην ἀνάτασιν μηδαμῶς συμφέρειν, καθ᾽ ἣν οὐδὲν ποιῆσαι διεγνωκότες εἰς ὑποψίαν ἔρχεσθε τοῖς ἡγεμόσιν: ἀλλ᾽ ὃν μὲν ἂν κρίνητε ἐξαιρήσεσθαι καὶ δοκῇ τοιαῦτα ἀδικεῖν, ὥστε παραπέμψαι μὴ συμφέρειν, τοῦτον ὡς ἐξελέγξοντες παρασκευάζεσθε, καὶ τὴν γνώμην εὐθὺς ἔχετε ὡς πρὸς ἐχθρὸν καὶ ἐπιβουλεύοντα ὑμῖν. περὶ οὗ δ᾽ ἂν ἄλλως προνοῆτε μηδὲν ἢ μὴ μεγάλα ἁμαρτάνειν ἢ δι᾽ ἣν δήποτε αἰτίαν μὴ νομίζητε ἐπιτήδειον εἶναι, τοῦτον μηδὲ ἐρεθίζετε μηδὲ εἰς ὀργὴν κατὰ τῆς πόλεως ἄγετε: [41] ὥσπερ οἶμαι τὰ βάρη ταῦτ᾽, ἂν μὲν σφόδρα πιέζῃ καὶ ἀνέχεσθαι μὴ δυνώμεθα, ζητοῦμεν ὡς τάχιστα ἀπορρῖψαι, μετρίως δὲ ἐνοχλούμενοι καὶ ὁρῶντες ἀνάγκην οὖσαν φέρειν ἢ τοῦτο ἢ μεῖζον ἕτερον, σκοποῦμεν ὡς κουφότατα ἐπέσται. ταῦτά ἐστι σωφρονούσης πόλεως. οὕτως καὶ ἀγαπήσουσιν ὑμᾶς οἱ πλείους καὶ φοβήσεταί τις ἀδικεῖν, καὶ οὐ μὴ πλῆθος ἄδικον μηδὲ ἀλόγιστον ὄχλον ὑμᾶς νομίσωσιν, ὁρμῇ τινι καὶ φορᾷ χρώμενον. [42] τουτὶ μὲν γάρ, ὃ ποιεῖ νῦν ὁ πρύτανις, καὶ παντελῶς ἀνόητον ἦν ἄν, εἰ καὶ διεγνώκειτε κατηγορεῖν: μηδέπω μέντοι καιρὸς ᾖ φανερῶς οὕτως διαφέρεσθαι καὶ προλέγειν. ἀλλ᾽ [p. 328] ἐπειδή τις τῶν ὑμετέρων πολιτῶν ἐν καιροῖς ἀναγκαίοις τῇ πόλει παρέσχεν αὑτὸν καὶ λαμπρὸς ἔδοξε δυοῖν ἡγεμόνων κατηγορήσας ἐφεξῆς, οἱ πολλοὶ νομίζουσι τοιούτου τινὸς ἔργου δεῖν αὐτοῖς. τοῦτο δὲ ὅμοιόν ἐστιν, ὥσπερ εἴ τις ἰατρὸν ἰδὼν εἴς τι τῶν ὠφελίμων φαρμάκων ἐκ μέρους τι μιγνύντα καὶ θανάσιμον, μηδὲν ἄλλοεἰδώς, μήτε ὅπως συνετέθη μήτε ὁπόσον δεῖ λαβεῖν, μιμεῖσθαι βούλοιτο. τὸ μὲν οὖν αὐτοσχεδιάζειν τὰ μέγιστα καὶ προεστάναι πόλεως ἡγεῖσθαι παντὸς εἶναι τοῦ ἐλπίσαντος οὐ πολὺ τῶν τοιούτων ἀφέστηκεν. [43] ἐγὼ δ᾽ ὑπὲρ τῶν πρὸς τοὺς Μαλλώτας καὶ τὰς ἄλλας πόλεισεἰπὼν ἔτι παύσομαι. καὶ γὰρ ἱκανῶς ἀνέχεσθαι δοκεῖτέ μοι. πρὸς μὲν οὖν τούτους, λέγω δὲ Μαλλώτας, εἴ τι πεποιήκασιν ἀγωμόνως, ὥσπερ πεποιήκασι, τὴν ὀργὴν καταβαλόντες καὶ τὴν τιμωρίαν, ἣν ἐνομίζετε ὀφείλεσθαι ὑμῖν, αὐτοῖς χαρισάμενοι, περὶ τοῦ πράγματος διακρίθητε καὶ τὸ περὶ τῆς χώρας, τὸ φέρειν τὰ τοιαῦτα καὶμὴ φιλονικεῖν, τοῦθ᾽, ὥσπερ ἐστίν, ἡγησάμενοι μέγα καὶ τῷ παντὶ κρειττόνων ἀνδρῶν, ἄλλως τε πρὸς τοσούτῳ καταδεεστέρους — [44] οὐ γάρ ἐστι κίνδυνος μὴ Μαλλωτῶν ἐσομένων ἀσθενέστεροι δόξετε — μηδὲ τοὺς παροξυνοῦντας ὑμᾶς, ἀλλὰ μάλιστα μὲν αὐτοὶ δικασταὶ γενόμενοι καὶ τὸ πρᾶγμα ἐπιμελῶς ἐξετάσαντες ἄνευ πάσης ἀπεχθείασκαὶ τῆς πρὸς αὑτοὺς χάριτος καταθέσθαι, μὴ μόνον ἀποστάντες τῆς ἔριδος καὶ τοῦ ζητεῖν ἐξ ἅπαντος πλέον ἔχειν, ἀλλὰ συγχωροῦντές τε καὶ παριέντες αὐτοῖς ὅ, τι ἂν ᾖ μέτριον. ὥσπερ γὰρ καὶ τῶν ἰδιωτῶν ἐπαινεῖτε τοὺς εὐγνώμονας καὶ βλαβῆναί τινας μᾶλλον αἱρουμένους ἢ διαφέρεσθαι πρός τινας, οὕτω καὶ [45] κοινῇ συμβαίνει τὰς τοιαύτας πόλεις εὐδοκιμεῖν. αἱ μὲν οὖν θῖνες καὶ τὸ πρὸς τῇ λίμνῃ χωρίον οὐδενὸς ἄξια. τίς γάρ ἐστιν ἡ τούτων πρόσοδος ἢ λυσιτέλεια; τὸ μέντοι χρηστοὺς φαίνεσθαι καὶ μεγαλόφρονας οὐκ ἔστιν εἰπεῖν ὅσου νομίζεται δικαίως ἄξια. τὸ [p. 329] μὲν γὰρ ἁμιλλᾶσθαι πρὸς ἅπαντας ἀνθρώπους ὑπὲρ δικαιοσύνης καὶ ἀρετῆς καὶ τὸ φιλίας καὶ ὁμονοίας ἄρχειν καὶ τούτοις περιεῖναι τῶν ἄλλων καὶ κρατεῖν ἡ καλλίστη πασῶν νίκη καὶ ἀσφαλεστάτη. τὸ δ᾽ ἐξ ἅπαντος τρόπου ζητεῖν μαχομένους ὑπερέχειν ἀλεκτρυόνων ἐστὶ μᾶλλον γενναίων ἤπερ ἀνδρῶν. [46] εἰ μὲν οὖν παρὰ τὰς θῖνας ἔμελλε Μαλλὸς μείζων ἔσεσθαι τῆς Ταρσοῦ καὶ παρὰ τὴν ἐπὶ τῆς ψάμμου νομήν, τάχα ἔδει σπουδάζειν ὑμᾶς ἐπὶ τοσοῦτον. νυνὶ δὲ αἰσχύνη καὶ γέλως ἐστὶν ὑπὲρ ὧν διαφέρεσθε. τί οὖν οὐκ ἐκεῖνοι κατεφρόνησαν; ὅτι οὐκ εἰσὶ βελτίους ὑμῶν. ὑμεῖς δέ γε βούλεσθε πρὸς τοῦ Διός. ἀλλ᾽ ἔγωγε ἠξίουν ἐπιτιμῆσαι λόγῳ πέμψαντας αὐτούς. τοῦτο γὰρ ἦν ὑπερεχόντων καὶ φρονούντων. τὸ δὲ μᾶλλον τοῦ δέοντος κεκινῆσθαι καὶ καταφεύγειν ἐπὶ τὴν ἐξουσίαν εὐθὺς καὶ νομίζειν ὑβρίζεσθαι μικροπολιτῶν μᾶλλον ἀνθρώπων ἐστίν. [47] ὁμοίως δὲ καὶ πρὸς τὰς ἄλλας πόλεις ὑμᾶς ἀξιῶ προσφέρεσθαι πρᾴως καὶ κηδεμονικῶς καὶ φιλοτίμως καὶ μὴ ἀπεχθῶς. οὕτω γὰρ ἑκόντες ἀκολουθήσουσιν ὑμῖν ἅπαντες θαυμάζοντες καὶ ἀγαπῶντες: ὃ μεῖζόν ἐστι τοῦ θύειν παρ᾽ ὑμῖν καὶ δικάζεσθαι Μαλλόν. ταῦτα μὲν γὰρ οὐδ᾽ ἡντινοῦν ἔχει ὠφέλειαν, ἐπελθεῖν ἐπὶ θυσίαν δεῦρο ἢ τοὺς Ἀδανεῖς ἢ τοὺς Αἰγαίους, ἀλλὰ τῦφον καὶ ἀπάτην καὶ φιλοτιμίαν ἄλλως ἀνόητον. [48] ἡ δὲ εὔνοια καὶ τὸ φαίνεσθαι διαφέροντας ἀρετῇ καὶ φιλανθρωπίᾳ, ταῦτά ἐστιν ὄντως ἀγαθά, ταῦτά ἐστιν ἄξια ζήλου καὶ σπουδῆς. ἃ καὶ σκοπεῖτε: ὡς τά γε νῦν γέλως ἐστίν. καὶ εἴτε Αἰγαῖοι πρὸς ὑμᾶς εἴτε Ἀπαμεῖς πρὸς Ἀντιοχεῖς εἴτε ἐπὶ τῶν πορρωτέρω Σμυρναῖοι πρὸς Ἐφεσίους ἐρίζουσι, περὶ ὄνου σκιᾶς, φασί, διαφέρονται. τὸ γὰρ προεστάναί τε καὶ κρατεῖν ἄλλων ἐστίν. [49] ἀλλὰ καὶ πρότερον ἦν
ποτε Ἀθηναίοις πρὸς Λακεδαιμονίους ζηλοτυπία, καὶ τό γε πρῶτον ἡγοῦντο οἱ Λάκωνες, εἶτα συνέβη πρὸς τοὺς Ἀθηναίους μᾶλλον ἀποκλῖναι τοὺς Ἕλληνας μετὰ [p. 330] τὰ Μηδικά. τί οὖν ὁ Σπαρτιάτης; καὶ τὸν νησιώτην καὶ τὸν Ἴωνα καὶ τὸν Ἑλλησπόντιον ἀφεὶς αὑτὸν ἐσωφρόνιζε, καὶ τὰ τῆς Σπάρτης ἑώρα, σαφῶς εἰδὼς ὅτι καὶ τῶν νόμων καὶ τῆς εὐταξίας οὐδὲν δεῖ περὶ πλείονος ποιεῖσθαι. τοιγαροῦν μάλιστα εὐδαιμόνησαν ἐκεῖνον τὸν χρόνον. [50] τοῖς δὲ Ἀθηναίοις συνέβη, μέχρι μὲν οἰκείωσπρὸς ἀ τοὺς αἱ πόλεις εἶχον καὶ κατ᾽ εὔνοιαν ἡγοῦντο, μετὰ ταῦτα δέ, ὡς ἐγκλήματα καὶ φθόνος αὐτοῖς συνελέγη καὶ μὴ βουλομένων ἄρχειν ἠξίουν, πολλὰ καὶ δυσχερῆ παθεῖν: καὶ πρῶτον μὲν ἁπάντων ἀπολέσαι τὸν ἔπαινον καὶ τὴν εὐφημίαν, ἔπειτα καὶ τὴν ἰσχὺν καὶ τὰ χρήματα, καὶ τελευταῖον ὑπὸ τοῖς ἐχθροῖς γενέσθαι:καὶ τοῖς Λακεδαιμονίοις ὁμοίως, ἐπειδὴ κἀκεῖνοι πάλιν εἴχοντο τῆς ἀρχῆς, ἀποστάντες τῆς πρότερον αὐτοῖς γνώμης, ἐν τοῖς αὐτοῖς γενέσθαι. [51] καίτοι τὰ μὲν ἐκείνων εἶχεν ἀληθῆ δύναμιν καὶ μεγάλας ὠφελείας, εἰ δεῖ τὰς πλεονεξίας οὕτως καλεῖν: τὰ δὲ τῶν νῦν ἀμφισβητήματα καὶ τὰ αἴτια τῆς ἀπεχθείας κἂν αἰσχυνθῆναίμοι δοκεῖ τις ἂν ἰδών. ἔστι γὰρ ὁμοδούλων πρὸς ἀλλήλους ἐριζόντων περὶ δόξης καὶ πρωτείων. τί οὖν; οὐδὲν ἀγαθόν ἐστιν ἐν τῷ χρόνῳ τούτῳ, περὶ οὗ χρὴ σπουδάζειν; ἔστι τὰ μέγιστα καὶ μόνα σπουδῆς ἄξια καὶ τότε ὄντα καὶ νῦν καὶ ἀεὶ ἐσόμενα: ὧν οὐκ ἔχει δήπουθέν τις ἐξουσίαν οὔτ᾽ ἄλλῳ παρασχεῖν οὔτε ἀφελέσθαιδύναται τὸν κτησάμενον, ἀλλ᾽ ἀεί ἐστιν ἐπ᾽ αὐτῷ, κἂν ἰδιώτης ᾖ κἂν πόλις: ὑπὲρ ὧν ἴσως μακρότερον λέγειν πρὸς ὑμᾶς. [52] καίτοι με οὐ λέληθεν ὅτι τοὺς φιλοσόφους πολλοὶ νομίζουσιν ἐκλύειν ἅπαντα καὶ ἀνιέναι τὰς ὑπὲρ τῶν πραγμάτων σπουδάς, καὶ διὰ τοῦτο βλάπτειν μᾶλλον: ὥσπερ εἴ τις τὸν μουσικὸν βούλοιτοἁρμοζόμενον, ἔπειτ᾽ ἀνιέντα τῶν φθόγγων τινὰς καὶ πάλιν ἑτέρους ἐπιτείνοντα σκῶψαι τὸν αὐτόν. ἔχει δὴ καὶ τὰ τῶν πόλεων [53] πράγματα οὕτως. αἱ μὲν γὰρ πονηραὶ καὶ ἀνωφελεῖς σπουδαὶ καὶ [p. 331] φιλοτιμίαι μᾶλλόν εἰσι τοῦ προσήκοντος ἐντεταμέναι καὶ τρόπον τινὰ δἰ αὑτοὺς ἀπορρήγνυνται πάντες: αἱ δὲ ὑπὲρ τῶν καλλίστων ὅλως ἐκλύονται. θεάσασθε δ᾽ εὐθέως, εἰ βούλεσθε, τὴν τῆς φιλαργυρίας ἐπίτασιν, τὴν τῆς ἀκρασίας. ἀλλ᾽ ἔοικα γὰρ πόρρω προάγειν, καὶ καθάπερ οἱ ἐν ταῖς γαλήναις μακρότερον νηχόμενοι, τὸ μέλλον οὐ προορᾶν.
Delphi Complete Works of Dio Chrysostom Page 134