οὔτοι τοιοίδ᾽ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα.
οἵδε μὲν γὰρ ὥσπερ ἐπίκωμοί τινες ἥκουσιν εἰς τὸν βίον αὐλούμενοι καὶ ᾀδόμενοι καὶ μεθύοντες εἰς ἑορτήν τινα καὶ πανήγυριν ἀσώτων εἰσβεβληκέναι νομίζοντες. [15] ἀλλ᾽ ὅστις ἰδὼν ὅσα δεινὰ καὶ δυσχερῆ καὶ ὅτι μεστὰ πάντα πολεμίων καὶ ἐχθρῶν, ὅπου τρυφὴ καὶ ἀπάτη δυναστεύουσιν,
αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
σπεῖρα κάκ᾽ ἀμφ᾽ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,
ἀνδρῶν θρυπτομένων κατέδυ πόλιν εὐρυάγυιαν:
ἐπ᾽ οὐδενὶ κακῷ τῶν πέλας, ὥσπερ Ὀδυσσεὺς ἐπὶ κακῷ τῶν μνηστήρων ἧκε τοιοῦτος, ἀλλὰ τοὐναντίον ζητῶν ἂν ἄρα τι δύνηται λαθὼν ἀγαθὸν ἐργάσασθαι: τί δὴ κινεῖτε τὸν τοιοῦτον ἢ τί προκαλεῖσθε δύσκολόν τινα καὶ ἄγριον ὑμῖν φανούμενον δημηγόρον; οὐ γὰρ ὑμῶν παρεσκεύασται τὰ ὦτα δέξασθαι τραχεῖς τε καὶ στερεοὺς λόγους: ἀλλ᾽ ὥσπερ ἀσθενεῖς ὁπλαὶ κτηνῶν τῶν ἐν μαλακοῖς τε καὶ λείοις τραφέντων χωρίοις, ὁμοίως ὦτα τρυφερὰ ἐν κολακείᾳ τραφέντα καὶ λόγοις ψευδέσι. [16] τί οὖν προθυμεῖσθε ἀκούειν ὧν οὐκ ἀνέξεσθε; ἀλλὰ μὴν τοιοῦτον πεπόνθατε οἷον Αἴσωπος ἔφη τοὺς ὀφθαλμοὺς παθεῖν, ἐπειδὴ ἑαυτοὺς μὲν ἐνόμιζον πλείστου εἶναι ἀξίους, τὸ στόμα δὲ ἑώρων ἀπολαῦον τῶν τε ἄλλων καὶ δὴ τοῦ μέλιτος ἡδίστου ὄντος. οὐκοῦν ἠγανάκτουν τε καὶ ἐμέμφοντο τῷ ἀνθρώπῳ. ἐπεὶ δὲ αὐτοῖς ἐνῆκε τοῦ μέλιτος, [p. 302] οἱ δὲ ἐδάκνοντό τε καὶ ἐδάκρυον καὶ δριμὺ καὶ ἀηδὲς αὐτὸ ἡγοῦντο. μὴ οὖν καὶ ὑμεῖς ἐπιζητεῖτε γεύσασθαι τῶν ἐκ φιλοσοφίας λόγων, ὥσπερ ὀφθαλμοὶ μέλιτος: ἔπειτα οἶμαι καὶ δακνόμενοι δυσχερανεῖτε καὶ φήσετε ἴσως οὐδαμῶς φιλοσοφίαν εἶναι τὸ τοιοῦτον, ἀλλὰ λοιδορίαν καὶ βλάβην. [17] ἡγεῖσθε μὲν γάρ, ὦ ἄνδρες, εὐδαίμονας ἑαυτοὺς καὶ μακαρίους, ἐπειδὴ πόλιν τε μεγάλην οἰκεῖτε καὶ χώραν ἀγαθὴν νέμεσθε καὶ πλεῖστα δὴ καὶ ἀφθονώτατα παρ᾽ αὑτοῖς ὁρᾶτε τὰ ἐπιτήδεια, καὶ ποταμὸς ὑμῖν οὗτος διὰ μέσης διαρρεῖ τῆς πόλεως, πρὸς τούτοις δὲ μητρόπολις ἡ Ταρσὸς τῶν κατὰ Κιλικίαν. ὁ δὲἈρχίλοχος, ὅν φημι τῷ Ἀπόλλωνι ἀρέσαι, περὶ στρατηγοῦ λέγων οὕτω φησίν:
οὐ φιλέω μέγαν στρατηγὸν οὐδὲ διαπεπλιγμένον
οὐδὲ βοστρύχοισι γαῦρον οὐδ᾽ ὑπεξυρημένον:
ἀλλά μοι, φησίν, εἴη ῥαιβός, ἀσφαλῶς βεβηκὼς καὶ ἐπὶ κνήμαισιν [18] δασύς. μὴ οὖν αὐτὸν οἴεσθε στρατηγὸν μὲν μὴ ἀγαπᾶν οἷον εἴρηκε, μηδ᾽ ἐν σώματος μεγέθει καὶ κόμῃ τίθεσθαι τὸ τοῦ στρατηγοῦ ὄφελος, πόλιν δ᾽ ἂν ἐπαινέσαι ποτὲ εἰς ταῦτα ὁρῶντα, ποταμοὺς καὶ βαλανεῖα καὶ κρήνας καὶ στοὰς καὶ πλῆθος οἰκιῶν καὶ μέγεθος: κόμῃ γὰρ ἀτεχνῶς καὶ βοστρύχοις ταῦτα ἔοικεν: ἀλλ̓ἔμοιγε δοκεῖ μᾶλλον ἂν τούτων προκρῖναι σμικράν τε καὶ ὀλίγην σωφρόνως οἰκουμένην κἂν ἐπὶ πέτρας. [19] ἀλλὰ Ἀρχίλοχος μὲν οὕτως εἶπεν, Ὅμηρος δὲ πῶς; οὐχ ὁ μὲν Ὀδυσσεὺς νησιώτης ἦν οὐδὲ τῶν συμμέτρων νήσων: πόθεν; οὐδὲ τῶν ἐγκάρπων, ἀλλ᾽ ἣν μόνον ἐπαινέσαι θέλων αἰγίβοτον εἴρηκεν. ἀλλ᾽ ὅμως φησὶ τῇ τούτουβουλῇ τε καὶ γνώμῃ καὶ τὴν Τροίαν αἱρεθῆναι, τηλικαύτην πόλιν καὶ τοσούτων ἄρχουσαν,
ὅσσον Λέσβος ἄνω μακάρων ἕδος ἐντὸς ἐέργει.
καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων:
[20] ἣν πάντας φησὶ μυθεῖσθαι πολύχρυσον, πολύχαλκον. μή τι οὖνὤνησεν αὐτοὺς ἢ τοῦ πλούτου τὸ μέγεθος ἢ τῶν ὑπηκόων ἢ τῶν [p. 303] συμμάχων τὸ πλῆθος ἢ τῶν πεδίων ἢ τῆς Ἴδης τὸ κάλλος ἢ τοῦ Σιμόεντος ἢ τοῦ Ξάνθου τοῦ δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς. καίτοι φησὶ καὶ πηγάς τινας πάνυ καλὰς ἐν τῷ προαστείῳ, τὴν μὲν ἀλεεινὴν καὶ σφόδρα προσηνοῦς ὕδατος, ὥστε καὶ καπνὸν ἀπ᾽ αὐτῆς ἐγείρεσθαι, τὴν δ᾽ ἐοικυῖαν τῇ ψυχρότητι κρυστάλλῳ τοῦ θέρους, ὥστε καὶ θέρους καὶ χειμῶνος μὴ δυσχερῶς πλύνειν τὰς καλὰς Τρώων θυγατέρας. [21] οὐ μόνον δὲ πλούτῳ καὶ χώρας ἀρετῇ καὶ πλήθει διέφερον, ἀλλὰ καὶ ἄνθρωποι κάλλιστοι παρ᾽ αὐτοῖς ἐγίγνοντο, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ ἵπποι τάχιστοι, καὶ θεοφιλεῖς ἐδόκουν εἶναι, καὶ τείχει καρτερωτάτῳ περιπεφραγμένοι ἦσαν. τὸ μέν γε τεῖχος αὐτοῖς Ποσειδῶνος ἔργον ἦν καὶ Ἀπόλλωνος. ὁ δὲ Ζεὺς τῶν ὑπὸ τὸν ἥλιον πόλεων ἐκείνην ἔφη μάλιστα ἀγαπῆσαι. τάχος δ᾽ ἵππων, ὥστε ἐπ᾽ ἄκρων θεῖν τῶν σταχύων. ἐπὶ κάλλει δὲ Γανυμήδην ὁ Ζεὺς ἐποιήσατο οἰνοχόον. Ἀλεξάνδρῳ δὲ ἐκ τῆς Ἑλλάδος ἐπηκολούθησεν ἡ ἀρίστη τῶν ἐκεῖθεν γυναικῶν. τὴν δὲ Κασσάνδραν Ὅμηρος οὔ φησι λείπεσθαι τῆς Ἀφροδίτης τὸ εἶδος. [22] ἀλλ᾽ ὅμως, ἐπειδὴ τρυφὴ καὶ ὕβρις εἰσῆλθεν αὐτοὺς καὶ παιδείας καὶ σωφροσύνης οὐδὲν ᾤοντο δεῖσθαι, πολὺ πάντων ἀτυχέστατοι γεγόνασιν. οὐχ ἡ σύμπασα χθὼν ταῖς συμφοραῖς αὐτῶν διατεθρύληται; καὶ οὐδὲν ὤνησεν αὐτοὺς οὔτε τῶν ἵππων τὸ τάχος οὔτε ὁ Ζεὺς οὔτε ὁ Γανυμήδης, ἀλλ᾽ ὑπ᾽ ἀνδρὸς ἐξ οὕτω λυπρᾶς καὶ ἀδόξου πόλεως ἀπώλοντο, καὶ ἴσχυσεν ὁ τῆς Ἰθάκης πολίτης περιγενέσθαι τῶν ἐκ τοῦ Ἰλίου πάντων, καὶ τὴν εὐρυάγυιαν ἅπασαν [23] πορθῆσαι καὶ ἀνελεῖν; οὐδ�
� γὰρ οὐδ᾽ οἱ θεοὶ φιλοῦσιν ἔτι τοὺς ἀσελγεῖς καὶ ἄφρονας καὶ ἀκολάστους καὶ πρὸς ὕβριν ἐγκλίνοντας καὶ ῥᾳθυμίαν καὶ τρυφήν. ὥστε μὴ τούτοις θαρρεῖτε μηδὲ ἀποδέχεσθε τὸν συνηδόμενον ὑμῖν καὶ θαυμάζοντα λόγον μηδὲ τοὺς δεινοὺς ἐγκωμιάζειν: οὗτοι μὲν γὰρ ἐξαπατῶσιν ὑμᾶς καὶ μάτην ἐπαίρουσιν, ὥσπερ νηπίους παῖδας: ἀλλὰ μᾶλλον, ὃς ὑμῖν δείξει [p. 304] τι τῶν ἁμαρτημάτων, καὶ πρῶτον ἁπάντων, ἂν δύνηται, παρασκευάσει φρονεῖν ὑμᾶς, ὅτι τούτων ἕνεκεν, ὧν εἶπον, οὐκ ἐστὲ εὐδαίμονες, οὐδ᾽ ἂν ὁ Νεῖλος ὑμῶν διέρχηται τὴν πόλιν τῆς Κασταλίας γενόμενος διαυγέστερος, οὐδ᾽ ἂν ὁ Πακτωλὸς ἐνθάδε φανεὶς μὴ κατὰ ψῆγμα τὸ χρυσίον ὑμῖν φέρῃ, καθάπερ φασὶ Λυδοῖς πρότερον,ἀλλ᾽ ἄθρουν ὥσπερ ἰλύν, μηδ᾽ ἂν Αἴγυπτον ἢ Βαβυλῶνα τῇ πολυτελείᾳ τῶν οἰκοδομημάτων ὑπερβάλλησθε. [24] εἰ γὰρ ταῦτα δύναται ποιεῖν ἀνθρώπους μακαρίους, ποταμὸς ἢ κρᾶσις ἀέρος ἢ τόπος γῆς ἢ καὶ θαλάττης λιμένες ἢ ναὸς ἢ τεῖχος, οὐκ ἔστιν εἰπεῖν ὅσων λείπεσθε. Βυζαντίους ἐκείνους ἀκούετε παρ᾽ αὐτὸνοἰκοῦντας τὸν Πόντον, μικρὸν ἔξω τοῦ στόματος, αὐτομάτων ἰχθύων αὐτοῖς ἐπὶ τὴν γῆν ἐκπιπτόντων ἐνίοτε: ἀλλ᾽ ὅμως οὐδεὶς ἂν εἴποι διὰ τὸν ἰχθῦν εὐδαίμονας Βυζαντίους, εἰ μὴ καὶ τοὺς λάρους, οὐδὲ Αἰγυπτίους διὰ τὸν Νεῖλον οὐδὲ Βαβυλωνίους διὰ τὸ τεῖχος. [25] οὐχ ὁ Πηνειὸς δι᾽ ἐρήμου ῥεῖ Θετταλίας; οὐχ ὁ Λάδων διὰ τῆς Ἀρκαδίασἀναστάτου γενομένης; οὐκ αὐτὸς ὁ Κύδνος ἄνω καθαρώτερος; τί οὖν; διὰ τοῦτο βελτίους φήσετε ἐκείνους ἑαυτῶν; ἴσως μὲν ἀληθεύετε, ἐὰν λέγητε: οὐ μὴν ἐρεῖτε. τοὺς γὰρ ἀπείρους τρυφῆς καὶ πανουργίας, τούτους ἐγώ φημι πράττειν ἄμεινον. τί δ᾽ αὐτῆς τῆς Ἰταλίας; οὐ Σύβαρις μὲν ὅσῳ μάλιστα ἐτρύφησεν, τοσούτῳ θᾶττονἀπώλετο; Κρότων δὲ καὶ Θούριοι καὶ Μεταπόντιον καὶ Τάρας, ἐπὶ τοσοῦτον ἀκμάσασαι καὶ τηλικαύτην ποτὲ σχοῦσαι δύναμιν, [26] ποίας πόλεως οὐκ εἰσὶ νῦν ἐρημότεραι; πολὺ δ᾽ ἂν ἔργον εἴη πάντας ἐπεξιέναι τοὺς διὰ τρυφὴν ἀπολωλότας, Λυδοὺς πάλαι, Μήδους, Ἀσσυρίους πρότερον, τὰ τελευταῖα Μακεδόνας: οἳ νεωστὶμὲν τὰ ῥάκη περιῃρημένοι καὶ ποιμένες ἀκούοντες καὶ τοῖς Θρᾳξὶ περὶ τῶν μελινῶν μαχόμενοι τοὺς Ἕλληνας ἐκράτησαν, εἰς τὴν Ἀσίαν διέβησαν, ἄχρις Ἰνδῶν ἦρξαν. ἐπεὶ δὲ τὰ ἀγαθὰ τὰ Περσῶν ἔλαβον, [27] τούτοις ἐπηκολούθησε καὶ τὰ κακά. τοιγαροῦν ἅμα σκῆπτρα καὶ ἁλουργίδες καὶ Μηδικὴ τράπεζα καὶ τὸ γένος αὐτῶν ἐξέλιπεν:ὥστε νῦν εἴ τις διέρχοιτο Πέλλαν, οὐδὲ σημεῖον ὄψεται πόλεως [p. 305] οὐδέν, δίχα τοῦ πολὺν κέραμον εἶναι συντετριμμένον ἐν τῷ τόπῳ. καίτοι μένει τὰ χωρία τῶν πόλεων, ὧν εἶπον, καὶ τῶν ἐθνῶν, οἷα καὶ πρότερον ἦν, καὶ τοὺς ποταμοὺς οὐδεὶς ἄλλοσε ἔτρεψεν, οὐδ᾽ εἴ τι τοιοῦτον ἦν ἕτερον: ἀλλ᾽ ὅμως ὧν ἂν πολυτέλεια καὶ τρυφὴ ἅψηται, τούτοις οὐκ ἔστι πλείω χρόνον διαγενέσθαι. [28] μὴ γὰρ οἴεσθε τοὺς κριοὺς μηδὲ τὰς ἑλεπόλεις καὶ τὰς ἄλλας μηχανὰς οὕτως ἀνατρέπειν ὡς τρυφήν, εἴτε ἄνδρα βούλεταί τις πεπτωκότα ἰδεῖν εἴτε πόλιν. οὐ ποταμός ἐστιν οὐδὲ πεδίον οὐδὲ λιμὴν ὁ ποιῶν εὐδαίμονα πόλιν οὐδὲ χρημάτων πλῆθος οὐδὲ οἰκοδομημάτων οὐδὲ θησαυροὶ θεῶν, οἷς οὐδὲν προσέχει τὸ δαιμόνιον: οὐδ᾽ ἂν εἰς τὰς πόλεις τινὲς μεταφέρωσι τὰ ὄρη καὶ τὰς πέτρας ξὺν πολλῇ ταλαιπωρίᾳ καὶ πόνοις καὶ μυρίοις ἀναλώμασιν: ἀλλὰ σωφροσύνη καὶ νοῦς ἐστι τὰ σῴζοντα. ταῦτα ποιεῖ τοὺς χρωμένους μακαρίους, ταῦτα τοῖς θεοῖς προσφιλεῖς, οὐχὶ λιβανωτὸς οὐδὲ σμύρνα: πόθεν; οὐδὲ ῥίζαι καὶ δάκρυα δένδρων οὐδὲ τὰ Ἰνδῶν καὶ Ἀράβων φρύγανα. [29] ὑμεῖς δέ, ἂν μὲν ἐκ τύχης ὁ ποταμὸς μεταβάλῃ καὶ ῥυῇ θολερώτερος, ἄχθεσθε καὶ πρὸς τοὺς πρῶτον ἐπιδημήσαντας αἰτίαν λέγετε: τὸν δὲ τρόπον τῆς πόλεως μεταβάλλοντα ὁρῶντες καὶ χείρω γιγνόμενον καὶ τεταραγμένον ἀεὶ μᾶλλον οὐ φροντίζετε. ἀλλὰ ὕδωρ μὲν οὐ μόνον πίνειν βούλεσθε καθαρόν, ἀλλὰ καὶ ὁρᾶν: [30] ἦθος δὲ καθαρὸν καὶ μέτριον οὐ ζητεῖτε. καίτοι πολλάκις ἀκοῦσαί τινων ἔστι: μὴ γὰρ ἡμεῖς μόνοι μεταβεβλήκαμεν, ἀλλ᾽ οὐχὶ σχεδὸν ἅπαντες; ἔστι δὲ τοῦτο καθάπερ εἴ τις ἐν λοιμῷ διὰ τὸ πάντας ἢ τοὺς πλείστους νοσεῖν μηδεμίαν ἐθέλοι ποιεῖσθαι πρόνοιαν, ὥστε αὐτὸς ὑγιαίνειν, ἢ νὴ Δία ἐν θαλάττῃ χειμαζόμενος, ἔπειτα πάντας ὁρῶν τοὺς ἐν τῇ νηὶ κινδυνεύοντας ἀμελοῖ τῆς σωτηρίας. τί δέ; ἂν ὅλος καταδύηται στόλος, διὰ τοῦτο ἧττόν ἐστιν ἄτοπον τὸ ξυμβαῖνον; [31] ῾τί οὖν ἁμαρτάνομεν ἡμεῖς;᾿ τὰ μὲν ἄλλα ἐῶ. γελοῖον γάρ, εἴ τις πρὸς τὸν ὅλως οὐκ ἐπιστάμενον κιθαρίζειν, ἔπειτα ὡς ἔτυχε κρούοντα, ἐπιχειροῖ λέγειν ὅ,τι ἥμαρτεν ἢ τίνα φθόγγον παρέβη. [p. 306] τοσοῦτον δὲ μόνον εἰπεῖν ἄξιον, ὃ μηδεὶς ἂν ἀρνήσαιτο. φημὶ δὴ θαυμαστόν τι πάθος ἐν τῇ πόλει ταύτῃ πεπονθέναι πολλούς, ὃ παρ᾽ ἄλλοις τισὶ πρότερον ἤκουον μᾶλλον ἢ παρ᾽ ὑμῖν γιγνόμενον. [32] τί δὲ τοῦτ᾽ ἔστιν ἂν μὴ δύνωμαι δηλῶσαι σαφῶς, ἀλλὰ ὑμεῖς γε πειρᾶσθε ὑπονοεῖν: καὶ μηδέν με νομίσητε τῶν ἀπορρήτων λέγεινμηδ᾽ ὃ κρύπτουσιν οἱ ποιοῦντες, εἰ καὶ σφόδρα δόξει θαυμαστόν. μεταξὺ γοῦν ὀρθοὶ βαδίζοντες, λαλοῦντες οἱ πλείους καθεύδουσιν: εἰ δ᾽ ἐγρηγορέναι τοῖς πλεί
οσι δοκοῦσιν, οὐδὲν ἂν εἴη τοῦτο. καὶ γὰρ τοὺς λαγὼς φήσει τις ἐγρηγορέναι τῶν ἀπείρων, ἐὰν ἴδῃ κοιμωμένους. πόθεν οὖν ἐγνώσθη τοῦτο; ἐξ ἑτέρων τινῶν, ἃ σημεῖά [33] ἐστι τοῦ καθεύδειν: ἐπεὶ τά γε ὄμματα αὐτῶν ἀναπέπταται. τί οὖν οὗτοι ποιοῦσι κοιμωμένων; πολλὰ μὲν δὴ τά γε ἄλλα: σχεδὸν γὰρ πάντα ὀνείρασιν ἔοικεν αὐτῶν τὰ ἔργα: καὶ γὰρ χαίρουσι μάτην καὶ λυποῦνται καὶ θρασύνονται καὶ δεδοίκασι, μηδενὸς ὄντος, καὶ σπουδάζουσι, καὶ τῶν ἀδυνάτων ἐπιθυμοῦσι, καὶ τὰ μὴ ὄντανομίζουσιν εἶναι, καὶ τῶν ὄντων οὐκ αἰσθάνονται. πλὴν ταῦτα μὲν ἴσως κοινὰ καὶ ἡμῶν ἐστιν. ἐκεῖνο δὲ οἶμαι φανερώτατον ὕπνου τεκμήριον ποιοῦσι, ῥέγκουσιν. οὐ γὰρ ἔχω μὰ τοὺς θεοὺς εἰπεῖν εὐπρεπέστερον. καίτοι καὶ τῶν κοιμωμένων ὀλίγοι μὲν ἀεὶ τοῦτο πάσχουσι: τῶν δὲ ἄλλων τοῖς μεθύουσι ξυμβαίνει καὶ τοῖς ἐμπλησθεῖσι [34] καὶ τοῖς μὴ καλῶς κατακειμένοις. ἐγὼ δέ φημι τοῦτο τὸ ἔργον αἰσχρὰν τὴν πόλιν ποιεῖν καὶ δημοσίᾳ καταισχύνειν, καὶ τὴν μεγίστην ὕβριν εἰς τὴν πατρίδα ὑβρίζειν τοὺς μεθ᾽ ἡμέραν τούτους κοιμωμένους, καὶ δικαίως ἂν αὐτοὺς ἐξορισθῆναι καὶ παρ᾽ ὑμῶν καὶ πανταχόθεν. οὐδὲ γὰρ μέτριόν ἐστι τὸ γιγνόμενον οὐδὲσπανίως συμβαῖνον, ἀλλ᾽ ἀεὶ καὶ πανταχοῦ τῆς πόλεως, κἂν ἀπειλῇ τις κἂν παίζῃ κἂν καταγελᾷ. καὶ τὸ λοιπὸν ἤδη ξύνηθές ἐστι καὶ τοῖς πάνυ σμικροῖς παισί, καὶ τῶν τελείων ὅσοι δοκοῦσιν αἰδεῖσθαι, προάγονται πολλάκις ὥσπερ ἐπὶ δώρῳ τινὶ χρῆσθαι, κἂν ἐπιστήσαντες διατραπῶσιν, ἀνέπνευσαν γοῦν ὅμοιον. [35] εἰ δή τις[p. 307] ὑπῆρχε τοιαύτη πόλις, ὥστε ἀεὶ θρηνούντων ἐν αὐτῇ ἀκούειν καὶ μηδένα δύνασθαι δίχα τῆς δυσφημίας ταύτης προελθεῖν μηδὲ ἐπ᾽ ὀλίγον, πρὸς τοῦ Διὸς ἔστιν ὅστις ἂν ἡδέως ἐπεδήμησεν; καίτοι τὸ μὲν θρηνεῖν, ὡς ἂν εἴποι τις, ἀτυχίας ἐστὶ σημεῖον, τὸ δὲ τοιοῦτον ἀναισχυντίας, ἀσελγείας τῆς ἐσχάτης. οὐκοῦν εἰκὸς ἐν δυστυχέσι μᾶλλον ἀνθρώποις ἐθέλειν διατρίβειν ἢ ἀκολάστοις. ἐγὼ μὲν γὰρ οὐκ ἂν ἑλοίμην ἀκούειν οὐδὲ αὐλούντων διηνεκῶς: ἀλλ᾽ εἴ τις ἔστι τοιοῦτος τόπος, ἐν ᾧ συνεχής ἐστιν ἦχος εἴτε αὐλῶν εἴτε ᾠδῆς εἴτε κιθάρας, οἷον δή φασι τὸν τῶν Σειρήνων εἶναι σκόπελον ἀεὶ μελῳδούμενον, οὐκ ἂν δυναίμην ἐκεῖσε ἐλθὼν διάγειν. [36] τὸν δέ γε ἄγριον τοῦτον καὶ χαλεπὸν ἦχον τίς ἂν μέτριος ἄνθρωπος ὑπομείνειεν; ἀλλ᾽ ἐὰν μέν τις οἴκημα παριὼν ἀκούσῃ τοῦ τοιούτου, δῆλον ὅτι φήσει χαμαιτυπεῖον αὐτὸ εἶναι. τὴν δὲ πόλιν τί φήσουσιν, ἐν ᾗ πανταχοῦ σχεδὸν εἷς ἐπικρατεῖ φθόγγος, καὶ οὔτε καιρὸν οὔτε ἡμέραν οὔτε τόπον ἐξαίρετον οὐδένα ποιοῦνται, ἀλλ᾽ ἐν στενωποῖς, ἐν οἰκίαις, ἐν ἀγοραῖς, παρὰ τὸ θέατρον, ἐν τῷ γυμνασίῳ δυναστεύει τὸ πρᾶγμα; καὶ αὐλοῦντος μὲν ἕωθεν οὐδενὸς ἀκήκοα ἐγὼ μέχρι νῦν ἐν τῇ πόλει, τοῦτο δὲ τὸ θαυμαστὸν μέλος εὐθὺς ἅμα τῇ ἡμέρᾳ κινεῖται. [37] καίτοι με οὐ λέληθεν ὅτι ἴσως τινὲς ληρεῖν με νομίζουσι τὰ τοιαῦτα ἐξετάζοντα, καὶ μηδὲν εἶναι παρὰ τοῦτο, μόνον ἂν τὰ λάχανα ἁμάξαις εἰσφέρητε καὶ πολλοὺς ἄρτους θεωρῆτε ἐν τῷ μέσῳ καὶ τὸ τάριχος ᾖ καὶ τὰ κρέα. σκοπούντων δὲ ὅμως αὐτοὶ τὸ πρᾶγμα οὕτως. εἴ τις αὐτῶν παραγένοιτο εἰς πόλιν, ἐν ᾗ πάντες ὅ, τι ἂν δεικνύωσι τῷ μέσῳ δακτύλῳ δεικνύουσι, κἂν δεξιὰν ἐμβάλλῃ τις, οὕτως ἐνέβαλε, κἂν προτείνῃ τὴν χεῖρα οὕτως, κἂν ὁ δῆμος χειροτονῶσι, κἂν οἱ δικασταὶ τὴν ψῆφον φέρωσι, ποίαν τινὰ ἡγήσονται τὴν πόλιν ταύτην; ἐὰν δὲ ἀνασυράμενοι πάντες βαδίζωσιν, ὥσπερ ἐν λίμνῃ; [38] ἆρα ἀγνοεῖτε ὅτι ταῦτ᾽ ἐστὶ τὰ καθ᾽ ὑμῶν ἀφορμὴν δεδωκότα βλασφημίας, ὥστε δημοσίᾳ κατὰ τῆς πόλεως ἔχειν ὅ, τι λέγωσι τοὺς ἀπεχθῶς ὑμῖν διακειμένους; ἀλλὰ πόθεν τὰς κερκίδας ὑμῖν ἐπιβοῶσιν; καίτοι οὔ [p. 308] φασι δεῖν διαφέρειν οὔθ᾽ ὑμῖν οὔτε τοῖς ἄλλοις ὑπὲρ ὧν ἕτεροι λέγουσιν, ἀλλ᾽ ὑπὲρ ὧν αὐτοὶ ποιεῖτε. φέρε, ἂν καταλάβῃ τοιοῦτον πάθος δημοσίᾳ τινάς, ὥστε γυναικῶν λαβεῖν φωνὴν ἅπαντας καὶ μηδένα δύνασθαι μήτε νέον μήτε πρεσβύτερον ἀνδριστὶ μηδὲν εἰπεῖν: οὐ δόξει χαλεπὸν εἶναι καὶ παντὸς οἶμαι λοιμοῦ βαρύτερον;οὐ γὰρ τὸ πυρέττειν αἰσχρὸν οὐδὲ τὸ ἀποθῄνσκειν: ὥστε πέμποιεν ἂν εἰς θεοῦ καὶ τὸ δαιμόνιον πολλὰ ἱλάσκοιντο. καίτοι τὸ μὲν γυναικῶν ἀφιέναι φωνὴν ἀνθρώπων ἐστὶ φωνὴν ἀφιέναι, [39] καὶ οὐδεὶς ἂν ἀκούων γυναικὸς δυσχεράνειεν. ὁ δὲ τοιοῦτος ἦχος τίνων ἐστίν; οὐχὶ τῶν ἀνδρογύνων; οὐχὶ τῶν τὰ αἰδοῖα ἀποκεκομμένων;οὐδὲ τούτων ἀεὶ καὶ πρὸς ἅπαντας, ἀλλὰ ἴδιον αὐτῶν ὥσπερ ξύμβολον. φέρε δ᾽ εἰ κατεζωσμένοι πάντες ἐβαδίζετε ἢ τυμπανίζοντες, καὶ μηδὲν ὑμῖν ἐδόκει τοῦτ᾽ εἶναι χαλεπόν; εἰ συνέβαινεν ὑμᾶς ὑψηλήν τινα ἔχειν ἄκραν ἢ νὴ Δία ὄρος ὑπερκείμενον, ὥσπερ ἕτεραι πόλεις, ὅπου τις ἀνελθὼν ἕκαστον μὲν σαφῶς ἀκουεινμὴ δύναιτο, τὸν δὲ ξύμπαντα θροῦν, ποῖος ἦχος ὑμῖν ἂν ἀνενεχθῆναι δοκεῖ; ἢ δῆλον ὅτι τοῦ πλείονος ὥσπερ ἐν ἁρμονίᾳ [40] κρατοῦντος; εἰ δὲ ἐκ τῆς ἀκοῆς δέοι τεκμαίρεσθαι περὶ τῶν ἀνθρώπων, ὥσπερ Ὅμηρός φησι προσιόντα τὸν Ὀδυσσέα τῇ αὑτοῦ οἰκίᾳ μὴ περιμεῖναι θεάσασθαι τοὺς μνηστῆρας ἑστιωμένους,ἀλλ᾽ εὐθὺς εἰπεῖν πρὸς τὸν Εὔμαιον,
ὡς αὐτὸν ἡ κιθάρα περιήνεγκε, γιγνώσκειν δὴ ὅτι πολλοὶ ἐν αὐτῇ δαῖτα τίθενται: [41] καὶ πάλιν ἐκ τῆς νήσου τῶν Κυκλώπων ἀκούοντα τῶν τε προβάτων βληχωμένων καὶ αὐτῶν τῆς φωνῆς, ὡς ἂν οἶμαι νεμόντων, νοεῖνὅτι ποιμένων τινῶν ἐστιν ἡ χώρα, φέρε καὶ ὑμᾶς εἴ τις ἐκ τοῦ φερομένου ἤχου πόρρωθεν εἰκάζοι, οἵους ἂν ἀνθρώπους ὑπολάβοι εἶναι καὶ τί πράττειν; οὐ γὰρ ἱκανοί ἐστε οὔτε βουκολεῖν οὔτε [p. 309] ποιμαίνειν: καὶ πότερον ὑμᾶς Ἀργείων ἀποίκους, ὡς λέγετε, φήσει τις ἢ μᾶλλον ἐκείνων Ἀραδίων; καὶ πότερον Ἕλληνας ἢ Φοινίκων τοὺς ἀσελγεστάτους; ἐγὼ μὲν γὰρ ἡγοῦμαι μᾶλλον προσήκειν ἀνδρὶ σώφρονι ἐν τοιαύτῃ πόλει κηρὸν ἐπαλεῖψαι τοῖς ὠσὶν ἢ εἰ τὰς Σειρῆνας παραπλέων ἔτυχεν. ὅπου μὲν γὰρ ὑπῆρχε θανάτου κίνδυνος, ὅπου δὲ ἀσελγείας, ὕβρεως, τῆς ἐσχάτης διαφθορᾶς. [42] καὶ πρόσεστιν οὐδεμία τέρψις οὐδ᾽ ἱστορία δήπου. πρότερον μὲν οὖν ἡ παραίνεσις τῶν ἀμεινόνων ἐκράτει, νῦν δ᾽, ὡς ἔοικε, τῶν χειρόνων. θαυμάσαι δ᾽ ἄν τις τὴν αἰτίαν τοῦ ζηλοῦν αὐτὸ τοὺς πλείους ἐνθάδε καὶ συνηθέστερον ἀεὶ γίγνεσθαι προβαῖνον. ὥσπερ Ἰωνική τις ἐκράτησεν ἁρμονία καὶ Δώριος καὶ Φρύγιος ἄλλη καὶ Λύδιος: οὕτως νῦν ἡ τῶν Ἀραδίων κρατεῖ μουσική, καὶ τὰ Φοινίκων ὑμῖν κρούματα ἀρέσκει, καὶ τὸν ῥυθμὸν τοῦτον ἐξαιρέτως ἠγαπήκατε, ὥσπερ ἕτεροι τὸν σπονδεῖον: [43] ἢ καὶ γένος τι πέφηνεν ἀνθρώπων ταῖς ῥισὶν εὔμουσον, ὥσπερ τοὺς κύκνους φασὶ τοῖς πτεροῖς, ἔπειτα τῶν λιγυφώνων τρόπον ὀρνέων τέρπουσιν ἀλλήλους ἔν τε ταῖς ὁδοῖς καὶ παρὰ τὰ ξυμπόσια, μηδὲν δεόμενοι λύρας μηδὲ αὐλῶν — ἀρχαῖα δὴ ταῦτα καὶ σκληρᾶς ἔτι καὶ ἀγροίκου τινὸς μουσικῆς ὄργανα — νῦν δὲ τρόπος ἄλλος ἀνθεῖ, βαρβίτων κρείττων καὶ προσηνέστερος. οὐκοῦν μετὰ χρόνον, καὶ χοροὺς ὑπὸ τῷ μέλει τούτῳ στησόμεθα παίδων καὶ παρθένων ἐπιμελῶς ἐκδιδάξαντες. [44] ἀλλ᾽ ὅτι μὲν ἄχθεσθε ἀκούοντες σαφῶς οἶδα, καὶ προεῖπον ὅτι τοὺς λόγους ἀποδέξεσθε οὐχ ἡδέως. ὑμεῖς δ᾽ ἴσως με περὶ ἄστρων καὶ γῆς ἐδοκεῖτε διαλέξεσθαι. καὶ τινὲς μὲν ὑμῶν ὀργίζονται καί φασί με ὑβρίζειν τὴν πόλιν, τοὺς δὲ ταῦτα ποιοῦντας οὐκ αἰτιῶνται: τινὲς δὲ ἴσως καταγελῶσιν, εἰ περὶ μηδενὸς κρείττονος εὗρον εἰπεῖν: ἐγὼ δὲ ὁρῶ καὶ τοὺς ἰατροὺς ἔσθ᾽ ὅτε ἁπτομένους ὧν οὐκ ἂν ἤθελον, οὐχὶ τῶν καλλίστων τοῦ σώματος, καὶ πολλοὺς οἶδα τῶν θεραπευομένων ἀγανακτοῦντας, ὅταν ἅπτηται τοῦ πεπονθότος. ὁ δὲ πολλάκις ἀμύττει τοῦτο καὶ τέμνει βοῶντος. [p. 310] οὔκουν ἀνήσω περὶ τούτου λέγων, πρὶν ἂν σφόδρα δηχθῆτε. καίτοι πάνυ ἀσθενοῦς φαρμάκου τυγχάνετε τοῦ λόγου τούτου καὶ πολὺ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν. [45] ἄγε δὴ πρὸς τοῦ Ἡρακλέους καὶ τοῦ Περσέως καὶ τοῦ Ἀπόλλωνος καὶ τῆς Ἀθηνᾶς καὶ τῶν ἄλλων θεῶν, οὓς τιμᾶτε, ἀποκρίνασθέμοι προθύμως, εἴ τις ὑμῶν ἐβούλετο γυναῖκα τοιαύτην ἔχειν, λέγω δέ, ὥσπερ κιθαρίστρια καλεῖται γυνὴ καὶ νὴ Δία αὐλητρὶς ἢ ποιήτρια καὶ τἄλλα ὁμοίως ἀπὸ τῶν ἄλλων ἐπιτηδευμάτων, οὕτως ἣν ἄν τις συνήθως ὀνομάσειεν ἀπὸ τούτου τοῦ ἔργου. καὶ μὴ δυσχεραίνετε μηδὲ ἄχθεσθε: τοὺς γὰρ λόγους τούτους αὐτὸπαρέχει τὸ πρᾶγμα τῷ βουλομένῳ περὶ αὐτοῦ λέγειν, οὐκ ἐγώ ποθεν ἀνευρίσκω. γυναικὶ μὲν δὴ τοιαύτῃ ξυνοικεῖν οὐδεὶς ἂν ἐθελήσειεν ὑμῶν οὐδὲ ἐπὶ πεντακοσίοις ταλάντοις οἶμαι, θυγατέρα δὲ σχεῖν ἕλοιτο ἄν; ἀλλὰ νὴ Δία μητέρα πως οὐ χαλεπὸν τοιαύτην ἔχειν καὶ γηροβοσκεῖν: σεμνὸν γὰρ δῆλον ὅτι καὶ πρεσβυτέραις πρέπον [46] μᾶλλον. εἶεν: οὐκοῦν ἐπὶ μὲν γυναικὸς ἢ θυγατρὸς οὐδ᾽ ἀκούοντες ἀνέχεσθε, πόλιν δὲ τοιαύτην καὶ πατρίδα οἰκεῖν οὐ δεινὸν ὑμῖν δοκεῖ; καὶ ταῦθ᾽, ὃ τῷ παντὶ χαλεπώτερον, οὐ τοιαύτην οὖσαν ἐξ ἀρχῆς, ἀλλ᾽ ἣν αὐτοὶ ποιεῖτε. καίτοι μητρόπολις ὑμῶν ἐστιν ἡ πόλις, ὥστε καὶ τὴν σεμνότητα καὶ τὸ ἀξίωμα ἔχει τὸ τῆσμητρός: ἀλλ᾽ ὅμως οὔτε τοῦ ὀνόματος οὔτε τῆς ἀρχαιότητος οὔτε τῆς δόξης φείδεσθε. [47] τί δὴ οἴεσθε, εἰ καθάπερ εἰκός ἐστι καί φασι τοὺς οἰκιστὰς ἥρωας ἢ θεοὺς πολλάκις ἐπιστρέφεσθαι τὰς αὑτῶν πόλεις τοῖς ἄλλοις ὄντας ἀφανεῖς ἔν τε θυσίαις καί τισιν ἑορταῖς δημοτελέσιν, ἔπειθ᾽ ὁ ἀρχηγὸς ὑμῶν Ἡρακλῆς παραγένοιτοἤτοι πυρᾶς οὔσης, ἣν πάνυ καλὴν αὐτῷ ποιεῖτε, σφόδρα γε ἂν αὐτὸν ἡσθῆναι τοιαύτης ἀκούσαντα φωνῆς; οὐκ ἂν εἰς Θρᾴκην ἀπελθεῖν μᾶλλον ἢ Λιβύην καὶ τοῖς Βουσίριδος ἢ τοῖς Διομήδους ἀπογόνοις θύουσι παρεῖναι; τί δέ; ὁ Περσεὺς οὐκ ἂν ὄντως ὑπερπτῆναι δοκεῖ τὴν πόλιν; καὶ τί δεῖ μεμνῆσθαι θεῶν;[p. 311] [48] ἀλλὰ Ἀθηνόδωρος ὁ πρῴην γενόμενος, ὃν ᾐδεῖτο ὁ Σεβαστός, ἆρα οἴεσθε, εἴπερ ἔγνω τοιαύτην οὖσαν τὴν πόλιν, προύκρινεν ἂν τῆς μετ᾽ ἐκείνου διατριβῆς τὴν ἐνθάδε; πρότερον μὲν οὖν ἐπ᾽ εὐταξίᾳ καὶ σωφροσύνῃ διαβόητος ἦν ὑμῶν ἡ πόλις καὶ τοιούτους ἀνέφερεν ἄνδρας: νῦν δὲ ἐγὼ δέδοικα μὴ τὴν ἐναντίαν λάβῃ τάξιν, ὥστε μετὰ τῶνδε καὶ τῶνδε ὀνομάζεσθαι. καίτοι πολλὰ τῶν νῦν ἔτι μενόντων ὅπως δήποτε ἐμφαίνει τὸ σῶφρον καὶ τὸ αὐστηρὸν τῆς τότε ἀγωγῆς, ὧν ἐστι τὸ περὶ τὴν ἐσθῆτα τῶν γυναικῶν, τὸ τοῦτον τὸν τρόπον κατεστάλθαι καὶ βαδίζειν ὥστε μηδένα μηδὲ ἓν αὐτῶν μέρος ἰ�
�εῖν μήτε τοῦ προσώπου μήτε τοῦ λοιποῦ σώματος, [49] μηδὲ αὐτὰς ὁρᾶν ἔξω τῆς ὁδοῦ μηδέν. καίτοι τί δύνανται τοιοῦτον ἰδεῖν οἷον ἀκούουσιν; τοιγαροῦν ἀπὸ τῶν ὤτων ἀρξάμεναι τῆς διαφθορᾶς ἀπολώλασιν αἱ πλείους. ἡ γὰρ ἀσέλγεια καὶ δι᾽ ὤτων καὶ δι᾽ ὀφθαλμῶν πανταχόθεν εἰσδύεται. ὥστε τὰ μὲν πρόσωπα κεκαλυμμέναι βαδίζουσι, τῇ ψυχῇ δὲ ἀκαλύπτῳ καὶ σφόδρα ἀναπεπταμένῃ. τοιγαροῦν ὀξύτερον βλέπουσιν ἑνὶ τῶν ὀφθαλμῶν, [50] ὥσπερ οἱ γεωμέτραι. καὶ τουτὶ μὲν ἔκδηλόν ἐστι τὸ τῶν ῥινῶν. ἀνάγκη δὲ καὶ τἄλλα ἀκολουθεῖν τῷ τοιούτῳ ῥυθμῷ. μὴ γὰρ οἴεσθε, ὥσπερ ἑτέρων πολλάκις εἴς τινα μέρη κατασκήπτει, χεῖρας ἢ πόδας ἢ πρόσωπον, οὕτω καὶ παρ᾽ ὑμῖν ἐπιχώριόν τι νόσημα ταῖς ῥισὶν ἐμπεπτωκέναι, μηδ᾽ ὥσπερ Λημνίων ταῖς γυναιξὶ τὴν Ἀφροδίτην ὀργισθεῖσαν λέγουσι διαφθεῖραι τὰς μασχάλας, κἀνθάδε νομίζετε τῶν πλειόνων διεφθάρθαι τὰς ῥῖνας ὑπὸ δαιμονίου χόλου, κἄπειτα τοιαύτην φωνὴν ἀφιέναι: πόθεν; ἀλλ᾽ ἔστι σημεῖον τῆς ἐσχάτης ὕβρεως καὶ ἀπονοίας καὶ τοῦ καταφρονεῖν τῶν καλῶν ἁπάντων καὶ μηδὲν αἰσχρὸν ἡγεῖσθαι. [51] φημὶ δὴ διαλέγεσθαι τούτοις ὁμοίως καὶ βαδίζειν καὶ βλέπειν. εἰ δὲ μηδὲν ἔκδηλον οὕτω ποιεῖν διὰ τῶν ἀμμάτων δύνανται, ὥστε ἐπιστρέφειν ἅπαντας, ἢ [p. 312] μηδέπω τὴν τέχνην ἐπὶ τοσοῦτον προαγηόχασιν, οὐδὲν ἐπιεικέστερον τἄλλα ἔχουσιν. εἶτ᾽ ἄχθεσθε τοῖς Αἰγεῦσι καὶ τοῖς Ἀδανεῦσιν, ὅταν ὑμᾶς λοιδορῶσι, τοὺς δὲ ἐκείνοις μαρτυροῦντας ὡς ἀληθῆ λέγουσι τῶν ὑμετέρων πολιτῶν οὐκ ἐξελαύνετε τῆς πόλεως; [52] οὐκ ἴστε ὅτι τὸ μὲν ποιεῖν τι τῶν ἀπορρήτων καὶ τῶν παρὰ φύσινὑποψίαν ἐπὶ τῶν πλείστων μόνον ἔχει, καὶ οὐδεὶς ἑόρακεν οὐδὲν τῶν πολλῶν, ἀλλ᾽ ἐν τῷ σκότει που καὶ κρύφα λανθάνοντες ἀσεβοῦσιν οἱ κακοδαίμονες: τὰ δὲ τοιαῦτα ξύμβολα τῆς ἀκρασίας μηνύει τὸ ἦθος καὶ τὴν διάθεσιν, ἡ φωνή, τὸ βλέμμα, τὸ σχῆμα, καὶ δὴ καὶ ταῦτα τὰ δοκοῦντα σμικρὰ καὶ ἐν μηδενὶ λόγῳ, κουρά,περίπατος, τὸ τὰ ὄμματα ἀναστρέφειν, τὸ ἐγκλίνειν τὸν τράχηλον, τὸ ταῖς χερσὶν ὑπτίαις διαλέγεσθαι. μὴ γὰρ οἴεσθε αὐλήματα μὲν καὶ κρούματα καὶ μέλη τὰ μὲν ἐμφαίνειν τὸ ἀνδρεῖον, τὰ δὲ τὸ θῆλυ, κινήσεις δὲ καὶ πράξεις μὴ διαφέρειν μηδ᾽ εἶναι μηδένα ἐν τούτοις ἔλεγχον. ἀλλ᾽ ἐγὼ βούλομαί τινα λόγον ὑμῖν εἰπεῖν,ὃν ἴσως καὶ ἄλλοτε ἀκηκόατε. [53] τῶν γὰρ ἐνθάδε δεινῶν τινα λέγουσιν εἴς τινα πόλιν ἐλθεῖν αὐτὸ τοῦτο ἔργον πεποιημένον, ὥστε εὐθὺς εἰδέναι τὸν τρόπον ἑκάστου καὶ διηγεῖσθαι τὰ προσόντα, καὶ μηδενὸς ὅλως ἀποτυγχάνειν: ἀλλ᾽ ὥσπερ ἡμεῖς τὰ ζῷα γιγνώσκομεν ὁρῶντες, ὅτι τοῦτο μέν ἐστι πρόβατον, εἰτύχοι, τοῦτο δὲ κύων, τοῦτο δὲ ἵππος ἢ βοῦς: οὕτως ἐκεῖνος τοὺς ἀνθρώπους ἠπίστατο ὁρῶν καὶ λέγειν ἠδύνατο ὅτι οὗτος μὲν ἀνδρεῖος, οὗτος δὲ δειλός, οὗτος δὲ ἀλαζών, οὗτος δὲ ὑβριστὴς ἢ κίναιδος ἢ μοιχός. [54] ὡς οὖν θαυμαστὸς ἦν ἐπιδεικνύμενος καὶ οὐδαμῇ διημάρτανε, προσάγουσιν αὐτῷ σκληρόν τινα τὸ σῶμα καὶσύνοφρυν ἄνθρωπον, αὐχμῶντα καὶ φαύλως διακείμενον καὶ ἐν ταῖς χερσὶ τύλους ἔχοντα, φαιόν τι καὶ τραχὺ περιβεβλημένον ἱμάτιον, δασὺν ἕως τῶν σφυρῶν καὶ φαύλως κεκαρμένον: καὶ τοῦτον ἠξίουν εἰπεῖν ὅστις ἦν. ὁ δὲ ὡς πολὺν χρόνον ἑώρα, τελευταῖον ὀκνῶν μοι δοκεῖ τὸ παριστάμενον λέγειν οὐκ ἔφη ξυνιέναι, καὶ[p. 313] βαδίζειν αὐτὸν ἐκέλευσεν. ἤδη δὲ ἀποχωρῶν πτάρνυται: κἀκεῖνος εὐθὺς ἀνεβόησεν ὡς εἴη κίναιδος. [55] εἶτα ἐπ᾽ ἀνθρώπου μὲν ὁ πταρμὸς ἐξήλεγξε τὸν τρόπον καὶ πρὸς τἄλλα πάντα ἴσχυσε τὸ μὴ λαθεῖν: πόλιν δὲ οὐκ ἂν ἕν τι τοιοῦτον διαβάλοι καὶ δόξης ἀναπλήσειε πονηρᾶς, καὶ ταῦθ᾽ ὅπου μὴ δεῖται δεινοῦ τοῦ συνήσοντος τίνος ἐστὶ σημεῖον. ἀλλ᾽ ἔγωγε πυθοίμην ἂν ἡδέως τῶν ἐμπείρων τίνι τοῦτο ἔοικεν ἢ τί βούλεται δηλοῦν. οὔτε γὰρ κλωσμὸς οὔτε ποππυσμὸς οὔτε συριγμός ἐστιν: ἢ τίνος ἐστὶν οἰκεῖον ἔργου καὶ πότε μάλιστα γιγνόμενον: οὔτε γὰρ νέμουσιν οὕτως οὔτε ἀροῦσιν οὔτε κυνηγετοῦσιν, ἀλλ᾽ οὐδὲ ναυτῶν ἐστιν ἡ φωνή. [56] πότερον οὖν ἀσπαζομένων ἀλλήλους ἢ καλούντων ἢ φιλοφρονουμένων; ἀλλ᾽ ὥσπερ ὑμέναιος ἴδιόν τι μέλος ἐστὶν ἀρχαῖον ἐπὶ τῶν γαμούντων, οὕτως καινὸς οὗτος εὕρηται ῥυθμὸς ἄλλης τινὸς ἑορτῆς. ἀλλ᾽ ἀπελεύσεσθε ἀγανακτοῦντες καὶ λεληρηκέναι με φάσκοντες, εἰ τοσούτους λόγους μάτην διεθέμην καὶ πρὸς οὐδὲν τῶν χρησίμων. μηδεμίαν γὰρ ἐκ τούτου βλάβην ἀπαντᾶν μηδὲ χεῖρον οἰκεῖσθαι [57] τὴν πόλιν. παρὰ δὲ τοῖς Ἕλλησι πρότερον δεινὸν ἐδόκει τὸ μετακινεῖν τὴν μουσικήν, καὶ κατεβόων πάντες τῶν ῥυθμὸν εἰσαγόντων ἕτερον καὶ τὰ μέλη ποικιλώτερα ποιούντων, ὡς διαφθειρομένης ἐν τοῖς θεάτροις τῆς Ἑλλάδος. οὕτω σφόδρα τὰ ὦτα ἐφύλαττον καὶ τηλικαύτην ἡγοῦντο δύναμιν τὴν ἀκοὴν ἔχειν, ὥστε θηλύνειν τὴν διάνοιαν καὶ ἀδικεῖσθαι τὰ τῆς σωφροσύνης, εἰ παρὰ μικρὸν ἐνδοίη τὰ τῆς ἁρμονίας. τοιγαροῦν φασι Λακεδαιμονίους, ἐπειδὴ Τιμόθεος ἧκε παρ᾽ αὐτοὺς, λαμπρὸς ὢν ἤδη καὶ δυναστεύων ἐν τῇ μουσικῇ, τήν τε κιθάραν αὐτὸν ἀφελέσθαι καὶ τῶν χορδῶν τὰς περιττὰς ἐκτεμεῖν. καὶ ὑμεῖς, ἄνδρες Ταρσεῖς, μιμήσασθε τοὺς Λακεδαιμονίους, �
�κτέμετε τὸν περιττὸν φθόγγον. [58] ὁ παλαιὸς μῦθός φησι τὴν Κίρκην μεταβάλλειν τοῖς φαρμάκοις, ὥστε σῦς καὶ λύκους ἐξ ἀνθρώπων γίγνεσθαι: καὶ ταῦτα ἀπιστοῦμεν Ὁμήρου λέγοντος, [p. 314]
Delphi Complete Works of Dio Chrysostom Page 133