Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 139
Delphi Complete Works of Dio Chrysostom Page 139

by Dio Chrysostom


  εὐδαίμων πιτυώδεος ὄλβιος αὐχὴν

  Ὠκεανοῦ κούρης Ἐφύρης, ἔνθα Ποσειδῶν,

  μητρὸς ἐμῆς Λαμίας γενέτωρ, προύθηκεν ἀγῶνα

  πρῶτος ἅμ̓ Ἠελίῳ, τιμὰς δ̓ ἠνέγκατο μοῦνος.

  [14] καὶ γάρ τοι καὶ ἀγῶνα πρῶτον ἐνταυθοῖ τεθῆναί φασιν ὑπὸ τῶν δύο θεῶν, καὶ νικῆσαι Κάστορα μὲν στάδιον, Κάλαϊν δὲ δίαυλον: καὶ γὰρ Κάλαΐν φασι δραμεῖν, ἀπεχόμενον τοῦ πέτεσθαι. δεῖ δὲ καὶ τοὺς ἄλλους, ἐπείπερ ἠρξάμεθα, ἀθλοφόρους τε λεχθῆναι καὶ νικηφόρους. Ὀρφεὺς κιθάρᾳ, Ἡρακλῆς πάμμαχον, πυγμὴν Πολυδεύκης, πάλην Πηλεύς, δίσκον Τελαμών, ἐνόπλιον Θησεύς. ἐτέθη δὲ καὶ ἵππων ἀγών, καὶ ἐνίκα κέλητι μὲν Φαέθων, τεθρίππῳ δὲ [15] Νηλεύς. ἐγένετο δὲ καὶ νεῶν ἅμιλλα, καὶ Ἀργὼ ἐνίκα, καὶ μετὰ ταῦτα οὐκ ἔπλευσεν, ἀλλὰ αὐτὴν ἀνέθηκεν ὁ Ἰάσων ἐνταῦθα τῷ Ποσειδῶνι, καὶ τὸ ἐπίγραμμα ἐπέγραψεν, ὃ λέγουσιν Ὀρφέως εἶναι:

  Ἀργὼ τὸ σκάφος εἰμί, θεῷ δ̓ ἀνέθηκεν Ἰάσων,

  Ἴσθμια καὶ Νεμέοις στεψάμενον πίτυσιν.

  ὅπου δὲ θεοὶ ἀγωνοθετοῦσιν, ἡμίθεοι δὲ νικῶσι καὶ νικῶνται, ἀναπαύεται δὲ Ἀργώ, τίνα τούτου τόπον καλλίω ἐξευρεῖν ἐδύνατο αὐτὸς ὁ Δαίδαλος πτεροῖς πετόμενος, οὐχ ὅτι γε δὴ τὸ Δαιδάλου [16] ποίημα; ἀλλ̓ οὔτε ἀπέδρα οὔτε ἐπεχείρησεν οὔθ̓ ὅλως ἐμέλλησε: καταλείπεται τοίνυν αὐτοὺς τοὺς Κορινθίους ἐκβαλεῖν αὐτὸν μήτε κρίσεως προτεθείσης μήθ̓ ὅλως αἰτίαν ἔχοντας ἐπενεγκεῖν. καὶ τοῦτο ἐπείσθη τις κατὰ Κορινθίων; ὧν οἱ πρόγονοι διὰ πάντων Ἑλλήνων μάλιστα δὴ δικαιοσύνην ἐπήσκησαν. ἢ γὰρ οὐχ οὗτοί εἰσιν οἱ τὰς τυραννίδας ἐν ταῖς πόλεσι καταλύοντες καὶ τὰς δημοκρατίας καθιστάντες καὶ τὰς Ἀθήνας ἀπὸ τῶν τυράννων ἐλευθερώσαντες, [17] πρότερον μὲν ἀπὸ Ἱππίου, ὕστερον δὲ ἀπὸ Κλεομένους, καὶ μετὰ ταῦτα ὡς αὐτοὶ Ἀθηναῖοι πρᾶγμα ποιεῖν ἐπεχείρουν [p. 21] Ἱππίου καὶ Ἰσαγόρου καὶ τυραννίδα τῆς Ἑλλάδος καθίστασθαι, πρῶτοι μὲν αἰσθόμενοι, μάλιστα δὲ ἀλγήσαντες, ἡγεμόνες δὲ τοῖς ἄλλοις τῆς ἐλευθερίας καταστάντες, καὶ ταύτην τὴν διάνοιαν οὐ μόνον ἐπὶ τῶν Ἀθηναίων, ἀλλὰ καὶ ἐπὶ τῶν Λακεδαιμονίων διαφυλάξαντες; καὶ γὰρ Λακεδαιμονίοις ὑπὲρ τῶν κοινῶν δικαίων τῆς Ἑλλάδος μετὰ τῆς Θηβαίων καὶ Ἠλείων πόλεως ἀντέβησαν: ᾧ καὶ διέδειξαν οὐ φιλολάκωνες ὄντες, ἀλλ̓ ἁπλῶς φιλέλληνες καὶ φιλοδίκαιοι καὶ φιλελεύθεροι καὶ μισοπόνηροι καὶ μισοτύραννοι. [18] μισοβάρβαροι μὲν γὰρ οὕτως ἦσαν, ὥστε εἰς Θερμοπύλας τετρακοσίους σφῶν αὐτῶν ἀπέστειλαν, ὅτεπερ καὶ Λακεδαιμόνιοι τριακοσίους. ἐν Σαλαμῖνι δὲ ἠρίστευσαν καὶ τῆς νίκης αἴτιοι κατέστησαν. Ἡροδότῳ γὰρ οὐ προσέχω, ἀλλὰ τῷ τάφῳ καὶ τῷ Σιμωνίδῃ, ὃς ἐπέγραψεν ἐπὶ τοῖς νεκροῖς τῶν Κορινθίων τεθαμμένοις ἐν Σαλαμῖνι: ὦ ξεῖν̓, εὔυδρόν ποτ̓ ἐναίομεν ἄστυ Κορίνθου, νῦν δ̓ ἄμμ̓ Αἴαντος νᾶσος ἔχει Σαλαμίς. ῥεῖα δὲ Φοινίσσας νῆας καὶ Πέρσας ἑλόντες καὶ Μήδους ἱερὰν Ἑλλάδ̓ ἱδρυσάμεθα. [19] ἔστι δὲ καὶ ἕτερον ἐπίγραμμα Σιμωνίδῃ εἰς αὐτὸν τὸν στρατηγὸν ἐξαίρετον: οὗτος Ἀδειμάντου κείνου τάφος, οὗ διὰ βουλὰς Ἑλλὰς ἐλευθερίας ἀμφέθετο στέφανον. ἠλευθέρωσαν δὲ καὶ τὴν Σικελίαν ἀπὸ τῶν βαρβάρων, καὶ τὰς Συρακούσας δὲ ἀπὸ τῶν τυράννων. ἦν δ̓ ἰδεῖν Διονύσιον ἐν Κορίνθῳ, θέαμα κάλλιστον, οὐδενὸς κύριον: ἀλλ̓ ὅμως οὐδὲ τοῦτον οὐδεὶς ἠδίκει οὐδὲ ἐξέβαλλεν οὐδ̓ ἐξήλαυνε τῶν ἐκ Σικελίας. [20] τὸ δ̓ ἀνάθημα τῆς πόλεως τίς ἀνέτρεψεν; οὐ μὲν οὖν στρόβιλος [p. 22] ἢ πρηστὴρ ἢ σκηπτὸς ἐμπεσών σείων καὶ κεραυνὸν ἰθύνων. εἰ δ̓ ἔστι τις κρίσις ἀνδριάντος, οἵαν φασὶν ἐν Συρακούσαις γενέσθαι — ὃν δὲ τρόπον οὐκ ὀκνήσω ἐπεμβαλόμενος διηγήσασθαι: Συρακοσίους τοὺς ἀποίκους τοὺς ὑμετέρους ἐν πολλοῖς πολέμοις πρὸς Καρχηδονίους καὶ τοὺς ἄλλους βαρβάρους τοὺς τὴν Σικελίαν καὶ τὴν Ἰταλίαν κατοικοῦντας ὁ χαλκὸς ἐπιλελοίπει καὶ τὸ νόμισμα: [21] ἐψηφίσαντο οὖν τοὺς τῶν τυράννων ἀνδριάντας ῾οἱ δὲ πολλοὶ ἦσαν παῤ αὐτοῖς χαλκοῦ πεποιημένοἰ συγκόψαι κρίσιν γε ἐν αὐτοῖς ποιήσαντες, ὅστις ἄξιος αὐτῶν καταχωνευθῆναι καὶ ὅστις οὔ: καὶ περιγίγνεται τῇ δίκῃ, ἵνα καὶ τοῦτο ἀκούσητε, Γέλων ὁ Δεινομένους: οἱ δ̓ ἄλλοι πάντες κατεκόπησαν, πλὴν ἄρα Διονυσίου τοῦ [22] πρεσβυτέρου τῶν τὸ σχῆμα τοῦ Διονύσου περικειμένων — εἰ δὲ γένοιτο καὶ παῤ ὑμῖν ψήφισμά τι τοιοῦτον, ἀνδριάντων εὐθύνας εἶναι — μᾶλλον δ̓ εἰ θέλετε καθάπερ ἐψηφισμένον γε τοῦτο καὶ ἀγῶνος ἐνεστηκότος, δότε μοι, δότε τοὺς λόγους ὑπὲρ αὐτοῦ πρὸς ὑμᾶς οἷον ἐν δικαστηρίῳ ποιήσασθαι. ἄνδρες δικασταί, ἅπαντά φασι δεῖν προσδοκᾶν ἐν τῷ μακρῷ χρόνῳ: οὗτος δ̓ ἐν τῷ βραχεῖ κινδυνεύει τεθῆναι μὲν ὡς ἄριστος [23] Ἑλλήνων, ἐκπεσεῖν δ̓ ὡς πονηρότατος. ὅτι μὲν οὖν καλῶς καὶ δικαίως καὶ συμφερόντως τῇ πόλει τῇ ὑμετέρᾳ καὶ πᾶσι τοῖς Ἕλλησιν ἐστάθη, πολλὰ ἔχων εἰπεῖν ἓν ὑμῖν βούλομαι διηγήσασθαι γενόμενον ἐν ταῖς αὐταῖς Συρακούσαις. καὶ γὰρ οἰκεῖον τὸ παράδειγμα: καὶ δίκαιον ἴσως ἐστίν, ὥσπερ ἐκεῖνοι τιμῶσι τὴν μητρόπολιν, οὕτω καὶ ὑμᾶς τὰ τῆς ἀποικίας τῆς ὑμετέρας ἔργα, ἃ ἂν [24] καλῶς ἔχῃ, μιμεῖσθαι. ἐκεῖνοι τοίνυν κατὰ τοὺς ἀρχαίους ἐκείνους χρό
νους Λευκανόν τινα ἄνθρωπον, ὅτι πρεσβείαν τινὰ εἰς τὸν δῆμον ἀπήγγειλε δωριστί, ἡσθέντες αὐτοῦ τῇ φωνῇ τά τε ἄλλα ὑπὲρ ὧν ἧκεν οὐκ ἄπρακτον ἀπεπέμψαντο καὶ ταλάντῳ ἐδωρήσαντο καὶ τὴν εἰκόνα τοῦ σώματος ἐστήσαντο παρὰ τῶν ἀστυγειτόνων τόνων καὶ τῶν ἐκείνῃ Δωριέων, τῶν τε ἄλλων καὶ τῶν τὴν Ἰταλίαν [p. 23] κατοικούντων, ὡς εὖ τὸν ἄνδρα καὶ φιλοκάλως ἀμειψάμενοι ὑπὲρ τοῦ γένους τοῦ Δωρικοῦ, οὗ τὴν φωνὴν ἐπησκήκει ἄχρι τοῦ καὶ [25] λέγειν δυνατὸς εἶναι. εἰ δέ τις οὐ Λευκανὸς ὤν, ἀλλὰ Ῥωμαῖος, οὐδὲ τοῦ πλήθους, ἀλλὰ τῶν ἱπποτρόφων, οὐδὲ τὴν φωνὴν μόνον ἀλλὰ καὶ τὴν γνώμην καὶ τὴν δίαιταν καὶ τὸ σχῆμα τῶν Ἑλλήνων ἐζηλωκώς, καὶ ταῦθ̓ οὕτως ἐγκρατῶς καὶ περιφανῶς, ὡς οὔτε τῶν πρὸ αὑτοῦ Ῥωμαίων οὔτε τῶν καθ̓ αὑτὸν Ἑλλήνων ῾εἰρήσεται γάῤ οὐδὲ εἷς: τῶν μὲν γὰρ Ἑλλήνων τοὺς ἀρίστους ἔστιν ἰδεῖν ἐκεῖσε πρὸς τὰ τῶν Ῥωμαίων πράγματα ἀποκλίνοντας, τὸν δὲ προστάτην πρὸς τὰ τῶν Ἑλλήνων καὶ τούτων ἕνεκα καὶ τὴν οὐσίαν καὶ τὸ πολιτικὸν ἀξίωμα καὶ πάνθ̓ ἁπλῶς προϊέμενον, ἵν̓ αὐτῷ περιῇ ἓν ἀντὶ πάντων Ἕλληνι δοκεῖν τε καὶ εἶναι — εἶτα τοῦτον [26] οὐκ ἐχρῆν παῤ ὑμῖν ἑστάναι χαλκοῦν; καὶ κατὰ πόλιν γε: παῤ ὑμῖν μέν, ὅτι Ῥωμαῖος ὢν ἀφηλληνίσθη, ὥσπερ ἡ πατρὶς ἡ ὑμετέρα, παρὰ Ἀθηναίοις δέ, ὅτι ἀττικίζει τῇ φωνῇ, παρὰ Λακεδαιμονίοις δέ, ὅτι φιλογυμναστεῖ, παρὰ πᾶσι δέ, ὅτι φιλοσοφεῖ καὶ πολλοὺς μὲν ἤδη τῶν Ἑλλήνων ἐπῆρε συμφιλοσοφῆσαι αὐτῷ, οὐκ [27] ὀλίγους δὲ καὶ τῶν βαρβάρων ἐπεσπάσατο. ἐπ̓ αὐτὸ γὰρ τοῦτο καὶ ἐδόκει ὑπὸ τῶν θεῶν οἷον ἐξεπίτηδες κατεσκευάσθαι, Ἕλλησι μέν, ἵνα ἔχωσιν οἱ ἐπιχώριοι τῆς Ἑλλάδος παράδειγμα ὡς οὐδὲν τὸ παιδευθῆναι τοῦ φῦναι πρὸς τὸ δοκεῖν διαφέρει: Ῥωμαίοις δέ, ἵνα μηδ̓ οἱ τὸ ἴδιον ἀξίωμα περιβεβλημένοι τὸ παιδεύεσθαι πρὸς τὸ ἀξίωμα παρορῶσι: Κελτοῖς δέ, ἵνα μηδὲ τῶν βαρβάρων μηδεὶς ἀπογιγνώσκῃ τῆς Ἑλληνικῆς παιδείας, βλέπων εἰς τοῦτον. ἐστάθη μὲν οὖν διὰ τοιαύτας τινὰς προφάσεις ῾ἵνα μὴ πλείους [28] λέγων δοκῶ προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν̓, ἔστι δ̓ οὐχ ὅμοιον ὑπὲρ ἀναστάσεως εἰκόνος βουλεύεσθαι καὶ καθαιρέσεως. διὰ τί; ὅτι ἕκαστος τούτων τῶν παῤ ὑμῖν ἀνακειμένων, εἴτε βελτίων [p. 24] εἴτε χείρων ἐστίν, ἤδη τὰ τῆς ὁσίας περίκειται, καὶ χρὴ τὴν πόλιν αὐτοῦ προεστάναι ὡς ἀναθήματος. πολλὰ ἄν τις ἔχοι εἰπεῖν ὑπὲρ τοῦ μὴ δεῖν Γοργίαν τὸν σοφιστὴν ἐν Δελφοῖς ἑστάναι, καὶ ταῦτα μετέωρον καὶ χρυσοῦν. Γοργίαν λέγω; ὅπου γε καὶ Φρύνην [29] τὴν Θεσπιακὴν ἔστιν ἰδεῖν, ἐπὶ κίονος κἀκείνην ὡς Γοργίαν. ἀλλὰ τὸ μὲν εὐθὺς ἐνστῆναι νόμιμον ἴσως καὶ πολιτικόν, τὸ δ̓ ὕστερον ἐλθόντας τῆς ἀναθέσεως ἀναλύειν πειρᾶσθαι τὰ δεδογμένα, Ἄπολλον, βαρύ: καὶ οὐδεὶς ἂν ἠνέσχετο τῶν Ἀμφικτυόνων. καὶ γὰρ εἰ μὴ δέον ἐστάθησαν, τὸ σταθῆναι προλαβόντες δέον ἑστήκασιν, ἐξ οὗ προειλήφασιν. ὥσπερ γὰρ τῶν εἰς ἐνιαυτὸν αἱρουμένων κἂν ἀνάξιος ᾖ τις ἀρχῆς, τὸν γοῦν ἐνιαυτὸν ἐκεῖνον εἰς ὃν ᾑρέθη ἄρχων διατελεῖ, οὕτω δὲ καὶ τοῖς ἀνδριᾶσι κύριον εἶναι δεῖ τὸν χρόνον, [30] ἐφ̓ ὃν ἐστάθησαν: ἔστι δὲ οὗτος πᾶς ὁ λοιπὸς χρόνος. ἢ τί διοίσετε τῶν τοὺς πηλίνους πλαττόντων; τί δὲ καλὸν ἕξετε λέγειν πρὸς τοὺς ἀπαιτοῦντας ὑμᾶς τὸν λόγον τοῦ τὰς μὲν τιμὰς εἶναι παῤ ὑμῖν θνητάς, τὰς δὲ ἀτιμίας ἀθανάτους; εἰ τοίνυν οὐδὲν αἰσχρὸν τοῦτό ἐστι, καίπερ ὂν δεινόν, οὐ κομιδῇ τετυφωμένης πολιτείας ἀνδριάντες ἐπέτειοι, ὥσπερ οἱ καρποί; οὓς γὰρ οὐχ ἵν̓ εὐθὺς ἐκλείπωσιν, ἀλλ̓ ὅπως πλεῖστον χρόνον παραμείνωσι, χαλκοῦς [31] ἵστατε, τούτους ἀποφαίνετε καὶ τῶν κηρίνων μαλακωτέρους. ἢ νὴ Δἴ ὅτι ὀφθῆναι πονηροὺς ὕστερον συνέβη; εἰ μὲν ὕστερον γεγόνασιν, οὐκ ἀφίησι τὴν πόλιν τῆς αἰτίας: οὐ γὰρ τῶν μελλόντων, ἀλλὰ τῶν παρῳχηκότων ὑμεῖς δίδοτε τὰς τιμάς. εἰ δὲ πρότερον ὢν τοιοῦτος ὕστερον κατωπτεύθη, ποτέρως ἂν οἴεσθε μᾶλλον παρὰ τοῖς Ἕλλησιν εὐδοκιμῆσαι καὶ ποτέρως ἂν τοὺς εὖ βουλομένους ὑμᾶς ποιεῖν προκαλέσασθαι, τὴν κρίσιν ἀνάδικον ποιήσαντες ἢ τοῖς ἅπαξ δεδογμένοις ἐμμείναντες; ἐγὼ μὲν οὕτως ἡγοῦμαι. τὸ [32] μὲν γὰρ ἠτυχηκότων, τὸ δὲ βεβαίων ἐστὶν ἀνθρώπων. οὔπω λέγω τὸ μέγιστον, ὅτι οὐκ ἐκ διαβολῆς, ἀλλ̓ ἐκ καταδίκης, μηδ̓ ἐκ τῆς τυχούσης αἰτίας, ἀλλ̓ ἐκ τῆς μεγίστης δεῖ τὴν τηλικαύτην, [p. 25] ἂν ἄρα δέῃ, τιμὴν ἀνατραπῆναι. διαβολῆς μὲν γὰρ ἕνεκα κἂν Σωκράτης εἴη τῶν νέων διαφθορεὺς καὶ πάντων τῶν ἐν ἀνθρώποις νομιζομένων ἀνατροπεύς, ἀπὸ τῶν θεῶν ἀρχόμενος. τίνας γὰρ οὗτοι οὐ διαβεβλήκασιν οἱ πάντα διαβάλλοντες; οὐ Σωκράτην; οὐ Πυθαγόραν; οὐ Πλάτωνα; οὐκ αὐτὸν τὸν Δία καὶ τὸν Ποσειδῶ καὶ τὸν Ἀπόλλω [33] καὶ τοὺς ἄλλους θεούς; ἅπτονται δὲ καὶ τῶν θηλειῶν θεῶν, ὧν εἰκὸς ἦν ἔτι μᾶλλον ἢ τῶν ἀρρένων ἐντρέπεσθαι. νῦν ἀκούετε γὰρ ἃ λέγουσι τὴν Δήμητρα καὶ τὴν Ἀφροδίτην καὶ τὴν Ἕω: ἀπέχονται δ̓ οὐδὲ τῆς Ἀθηνᾶς οὐδὲ τῆς Ἀρτέμιδος: ἀλλὰ τὴν μὲν ἀπογυμνοῦσι τῷ Ἀκταίωνι, τὴν δὲ καὶ συνάγουσι τῷ Ἡφαίστῳ καὶ ποιοῦσι τὴν παρθένον μικροῦ μητέρα. ταῦτ̓ οὖν ἐπιστάμενοι θαυμάζετε, εἰ καὶ κατὰ τούτου τις ψόγος διεδόθη, ὃν ἐ�
�φυγεῖν μὲν οὐδενὶ τῶν πάντων ὑπῆρξε τῶν ἐν δόξῃ βεβιωκότων, τὴν δὲ ἀφορμὴν ἔλαβεν ἐκ τῆς περὶ τοὺς λόγους εἴτ̓ ἐπαφροδισίαν αὐτὴν εἴθ̓ ὅ, τι δήποτε χρὴ καλεῖν τοῦτο ὃ καὶ ὑμεῖς σὺν γυναιξὶ καὶ [34] τέκνοις ἀπεδέξασθε; οὐ σκέψεσθε; οὐκ ἀναμνησθήσεσθε πρὸς ἑαυτούς, εἴ τι τοιοῦτον αὐτῷ παῤ ὑμῖν πέπρακται; καίτοι πόλιν οἰκεῖτε τῶν οὐσῶν τε καὶ γεγενημένων ἐπαφροδιτοτάτην, ἀλλ̓ ὅμως οὐδὲν ἠκούσατε, θαρρῶν δ̓ ἂν εἴποιμι ὅτι μηδὲ ἄλλος τις Ἑλλήνων. εἶτα τὸν ἐπὶ τῆς Ἑλλάδος ἐν πλείονι ἀδείᾳ καὶ συγγνώμῃ κοσμίως βεβιωκότα, τοῦτον ἐπὶ τῆς Ῥώμης παῤ αὐτὸν τὸν ἄρχοντα καὶ τοὺς νόμους ἡγεῖσθε μεταβεβλῆσθαι; ἀλλὰ τοῦτό γε παραπλήσιόν ἐστιν, ὥσπερ ἂν εἴ τις τὸν ἀθλητὴν φαίη καθ̓ αὑτὸν μὲν εὐτακτεῖν, ἐν δὲ τῷ σταδίῳ καὶ παρὰ τὸν ἀγωνοθέτην πλημμελεῖν. [35] παρρησίαν δὲ ἄγω διπλῆν, ἑνὸς μὲν ἕνεκα τοῦ συνειδότος, ἑτέρου δὲ τοῦ ἀγωνοθέτου. πεπιστευκότος μὲν γὰρ ἦν τιμωρίαν παρὰ τοῦ ἡμαρτηκότος λαβεῖν, ἀκούσαντος δὲ μηνῖσαι: ὅπερ ἐκεῖνος ἐποίησεν. ὑμεῖς δ̓ ἐπακολουθήσαντες ἀνθρώποις — οὐδὲν δὲ αὐτοὺς ἐρῶ ὡς ἀμυνόμενος: πλὴν ὅτι δικαιότερον ἦν ἐκείνους ὑμῖν ἀκολουθεῖν [36] ἢ ὑμᾶς ἐκείνοις. ὑμεῖς γάρ ἐστε νῦν τὸ δὴ λεγόμενον πρῷρα καὶ [p. 26] πρύμνα τῆς Ἑλλάδος, ὄλβιοι μὲν καὶ ἀφνειοὶ καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων ἐκ παλαιῶν χρόνων ὑπὸ τῶν ποιητῶν καὶ τῶν θεῶν ὀνομαζόμενοι, ὅτε καὶ τῶν ἄλλων τισὶν ὑπῆρχε καὶ πλουτεῖν καὶ δύνασθαι: νῦν δ̓ ἀφ̓ οὗ προλέλοιπεν ὁ πλοῦτος Ὀρχομενόν τε καὶ Δελφοὺς ἐλέῳ μὲν ὑμῶν δύνανται διαφέρειν, ζήλῳ δὲ οὐδὲ εἷς. [37] καὶ ταῦτα μὲν ὑπὲρ τῆς πόλεως, ἣν οὐ δεῖ παρὰ τοῖς Ἕλλησιν αἰσχύνην ὀφλεῖν, ὅταν τὸν ὑφ̓ ὑμῶν ἐκπεπτωκότα πάντες ἄσμενοι καταδέχωνται οὐ μόνον, ἀλλὰ καὶ καλῶσι καὶ διαπρεσβεύωνται καὶ τιμαῖς ταῖς τε ἄλλαις γεραίρωσι καὶ δὴ καὶ τῇ τῶν εἰκόνων ἀναθέσει. ὑπὲρ δὲ ἐμαυτοῦ καὶ τῆς εἰκόνος νῦν ἐρῶ λόγον, ὃν εἶπεν Ἀναξαγόρας υἱὸν ἀποβεβληκώς, Ἤιδειν θνητὸν γεγεννηκώς.῾ ἀλλ̓ οὖν ᾔδειν ὅτι τούτων τῶν ἀνδριάντων ἕκαστος ἀνατίθεται μὲν ὡς αἰώνιος ἐσόμενος, φθείρεται δὲ ἄλλος κατ̓ ἄλλην εἱμαρμένην, κοινοτάτην μὲν καὶ δικαιοτάτην καὶ πᾶσι πράγμασι προκειμένην τὴν [38] τοῦ χρόνου: ὁ δὲ ποιητὴς ἄλλως ἐκόμπαζεν ὁ τοῦτο τὸ ἐπίγραμμα ποιήσας, ὅ φασιν ἐπὶ τῷ Μίδα σήματι γεγράφθαι: χαλκῆ παρθένος εἰμί. Μίδα δ̓ ἐπὶ σήματι κεῖμαι, ἔστ̓ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ, αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ ἀγγελέω παριοῦσι Μίδας ὅτι τῇδε τέθαπται. [39] ἀλλ̓ ὦ παρθένε αὐτάγγελε, τοῦ μὲν ποιητοῦ ἀκούομεν, σὲ δὲ ζητοῦντες οὐχ εὕρομεν οὐδὲ τὸ σῆμα τὸ Μίδου. ὕδατα δὲ ἐκεῖνα καὶ δένδρα ἔτι μὲν νάει τε καὶ θάλλει, χρόνῳ δὲ καὶ ταῦτα μετὰ τῶν ἄλλων ἔοικεν ἐπιλείψειν, ὡς Μίδας, ὡς παρθένος. ἀνδρὶ μὲν Ἱππαίμων ὄνομ̓ ἦν, ἵππῳ δὲ Πόδαργος, καὶ κυνὶ Λήθαργος καὶ θεράποντι Βάβης. τίς οὖν οὐκ οἶδεν Ἑλλήνων οὐχ ὅτι τὸν ἵππον, ἀλλ̓ αὐτὸν τὸν Ἱππαίμονα; δοκῶ μὲν οὐδὲ Μαγνήτων, ὅθεν ἦν Ἰππαίμων. οὗτος [40] μὲν οὖν φροῦδος ἐξ ἀνθρώπων αὐτῷ Βάβητι καὶ Ποδάργῳ. ἕτεροι δὲ ἑστᾶσι καὶ γιγνώσκονται, τὴν δὲ ἐπιγραφὴν ἔχουσιν ἑτέρων, καὶ τὸ γιγνόμενόν ἐστιν οἷον ἐν τοῖς μέλεσιν ἀντίσπαστον τὸ μὲν ἐπίγραμμα ῥωμαΐζει, καὶ τρόπον τινὰ ἀντιδιδάσκουσιν οἱ ποιηταί: [p. 27] τρόπον μὲν Ἑλλήνων ἔχουσι, τύχας δὲ Ῥωμαίων. ἐθεασάμην καὶ τὸν Ἀλκιβιάδην τὸν καλὸν τὸν Κλεινίου, οὐκ οἶδ̓ ὅπου, πλὴν ἐθεασάμην ἐν καλῷ τῆς Ἑλλάδος ἐπιγραφὴν ἔχοντα Χαλκοπώγωνος, ἕτερον δὲ περικεκομμένον τὼ χεῖρε, ὃς ἐλέγετο τῆς Πολυκλέους τέχνης εἶναι: ὅραμα δεινόν, ὦ Γῆ καὶ Ἥλιε, Ἀλκιβιάδης πεπηρωμένος. [41] οἶδα δ̓ ἐγὼ καὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα δουλεύσαντας ἐν Πέρσαις, καὶ Δημητρίου τοῦ Φαληρέως πεντακοσίους ἀνδριάντας καὶ χιλίους ὑπὸ Ἀθηναίων μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ πάντας καθῃρημένους. ἐτόλμησαν δὲ καὶ Φιλίππου τοῦ βασιλέως ἀμίδας κατασκεδάσαι. Ἀθηναῖοι μὲν οὖν τῆς εἰκόνος οὖρον κατέχεον, ἐκεῖνος δὲ τῆς πόλεως αἷμα καὶ τέφραν καὶ κονίαν. καὶ γὰρ ἦν νεμεσητὸν τὸν αὐτὸν ἄνδρα νῦν μὲν ἐν θεοῖς λέγειν, νῦν δ̓ οὐδ̓ ἐν ἀνθρώποις. [42] εἶτα ἐγὼ ταῦτα ἐπιστάμενος ὅτι οἱ ἄνθρωποι οὐδὲ τῶν θεῶν φείδονται, ἀνδριάντος ὑμῖν φροντίσαι δοκῶ; καὶ τοὺς μὲν ἄλλους σιγήσειν μοι δοκῶ, ἀλλὰ τὸν Ἴσθμιον, τὸν ἀγωνοθέτην τὸν ὑμέτερον, Μόμμιος ἐκ βάθρων ἀνασπάσας ἀνέθηκε τῷ Διί, φεῦ τῆς ἀμαθίας, τὸν ἀδελφὸν ὡς ἀνάθημα, ἄνθρωπος ἀπαίδευτος καὶ μηδενὸς τῶν καλῶν πεπειραμένος. ὃς Φίλιππον μὲν τὸν Ἀμύντου, ὃν ἐκ Θεσπιῶν ἔλαβεν, ἐπέγραψε Δία καὶ τοὺς ἐκ Φενεοῦ νεανίσκους τὸν μὲν Νέστορα, τὸν δὲ Πρίαμον. ὁ δὲ δῆμος ὁ τῶν Ῥωμαίων τοῦτ̓ ἐκεῖνο τοὺς ἐξ ἐκείνου ὁρᾶν ᾤοντο, ὁρῶν Ἀρκάδας ἐκ Φενεοῦ. [43] ταῦτα μὲν οὖν ἔξεστι καὶ γελᾶν. σπουδῇ δέ μοι ἐπελήλυθεν Ἀγησίλαον τὸν βασιλέα τῶν Λακεδαιμονίων τῆς γνώμης μακαρίσαι, ὅστις οὔποτε ἠξίωσεν οὔτε πλαστὰν οὔτε μιμηλὰν τοῦ σώματος ποιήσασθαι, οὐχ ὅτι χωλὸς ἦν, ὥς φασι, καὶ μικρός, ῾τί γὰρ ἐκώλυε μέγαν εἶναι τὸν ἀνδριάντα; τί γὰρ ἀρτίπουν, ὥσπερ τὸν Εὐφράνορος Ἥφαιστον;᾿ ἀλ�
�ὰ τοῦτ̓ ἐκεῖνος εἶδεν ἀκριβῶς ὅτι μὴ δεῖ τὰς ἀνθρωπίνας τύχας ἐκτείνειν μηδὲ κινδυνεύειν περὶ τῷ σώματι κατὰ λίθον καὶ χαλκόν. εἴθε γὰρ εἴη καὶ τοῦ σώματος ἀπηλλάχθαι. [44] χαιρέτω δ̓ ὁ Δαίδαλος καὶ τὰ Δαιδάλου μιμηλὰ τεχνήματα: ἄδην [p. 28] Προμηθέως, ἄδην πηλοῦ. καίτοι καὶ τὸ σῶμα τῶν γενναίων φασὶν ἀλλότριον εἶναι ,ἐπειὴ μάλα πολλὰ μεταξὺ ῾σώματός τε καὶ ψυχῆς. ὁ μὲν γὰρ οὐκ ἔστιν οὐδὲ φροντίζει τοῦ σώματος κάμνοντος. ἐμαίνετο Καμβύσης ὡς Ἄμασιν τὸν Αἰγυπτίων βασιλέα τὸν νεκρὸν αὐτοῦ κεντῶν τε καὶ μαστιγῶν. Αἰγύπτιοι μὲν γὰρ λέγουσιν Ἄμασιν ἐκ πλείονος ὑφορώμενον τὴν Καμβύσου χαλεπότητα τὸν μὲν αὑτοῦ νεκρὸν ἀποκρύψαι, ἄλλον δ̓ ἀντ̓ αὐτοῦ ὑποβαλεῖν, καὶ [45] τοῦτον εἶναι τὸν Καμβύσῃ περιπεσόντα. ἀλλ̓, ὦ Αἰγύπτιοί τε καὶ Καμβύση, εἴτε ἄλλος τις ἦν ὁ ταῦτα παθὼν εἴτε αὐτὸς Ἄμασις ἦν, τύπος ἦν ἄναιμος, ἄσαρκος, ἄψυχος. τοῦτον, εἴ σοι φίλον, ἕλκε καὶ σπάραττε καὶ κέντρου, Ἄμασιν δὲ οἰ κατείληφας. ἕτερος δέ τις ζῶν, ἐμπνέων, αἰσθανόμενος, Πτίσσε πτίσς᾿, ἔφη, τὸν Ἀναξάρχου θύλακον: Ἀνάξαρχον γὰρ οὐ πτίσσεις. οὗτος γὰρ ἁνὴρ ἐμπεσὼν μὲν εἰς ὅλμον, τυπτόμενος δὲ τοῖς ὑπέροις, αὐτὸς οὐκ ἔφη πτίσσεσθαι, ἀλλὰ τῶν αὑτοῦ ὅπερ ἔτυχε περικείμενος: ὥσπερ φασὶ Περσῶν τοὺς ὁμοτίμους λαμβάνειν πληγάς, ἀντὶ τοῦ σώματος τὸν [46] κάνδυν. Πέρσαι μὲν οὖν ἐπὶ τούτῳ δυσφοροῦσιν: Ἕλλην δ̓ ἀνὴρ παρεῖχε τύπτειν τὸ σῶμα ὡς κάνδυν ὡς ἱμάτιον: ἡμεῖς δ̓ οὐ παρέχωμεν τὸν ἀνδριάντα χωνεύειν, κἂν αἰσθάνηται; νῦν δ̓ ὁ μὲν κρείσσων αἰσθήσεως, ἐγὼ δὲ κατὰ τὴν Εὐριπίδου Λαοδάμειαν οὐκ ἂν προδοίην καίπερ ἄψυχον φίλον. βούλομαι οὖν αὐτὸν ὡς αἰσθανόμενον παραμυθήσασθαι. ὦ λόγων ἐμῶν σιγηλὸν εἴδωλον, οὐ φαίνῃ; οὐδὲ γὰρ ὁ πρὸ σοῦ Ἀριστέης: ὧδε γὰρ ἔσχε κἀκείνῳ, ὡς ἐμοὶ εἰκάσθη, ἀναστῆναι μὲν αὐτὸν ὑπὸ τῶν Προκοννησίων, ἀφανισθῆναι δὲ ὑπὸ τῶν ἐχθρῶν: λόγον δ̓ ὑπὸ τῶν αὐτῶν τούτων διαδοθῆναι, ὡς οὔτε ζῶν οὔτε τεθνεὼς φαίνοιτο [p. 29] Ἀριστέης. ἀλλὰ καὶ τότε καὶ νῦν καὶ πρὸς ἅπαντα τὸν χρόνον ἔζη Ἀριστέης. [47] μνάσεσθαί τινά φαμι καὶ ἕτερον ἀμμέων. πάνυ γὰρ καλῶς εἶπεν ἡ Σαπφώ: καὶ πολὺ κάλλιον Ἡσίοδος, φήμη δ̓ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσι: θεός νύ τίς ἐστι καὶ αὐτή. ἐγώ σε ἀναστήσω παρὰ τῇ θεῷ, ὅθεν οὐδείς σε μὴ καθέλῃ, οὐ σεισμός, οὐκ ἄνεμος, οὐ νιφετός, οὐκ ὄμβρος, οὐ φθόνος, οὐκ ἐχθρός, ἀλλὰ καὶ νῦν σε καταλαμβάνω ἑστηκότα. λάθα μὲν γὰρ ἤδη τινὰς καὶ ἑτέρους ἔσφηλε καὶ ἐψεύσατο, γνώμη δ̓ ἀνδρῶν ἀγαθῶν οὐδένα, ᾗ κατ̓ ἄνδρα μοι ὀρθὸς ἕστηκας.

 

‹ Prev