THE THIRTY-EIGHTH DISCOURSE: TO THE NICOMEDIANS ON CONCORD WITH THE NICAEANS
ΠΡΟΣ ΝΙΚΟΜΗΔΕΙΣ ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ ΤΗΣ
ΠΡΟΣ ΝΙΚΑΕΙΣ. Ὅταν ἐκλογίσωμαι τὰς αἰτίας, ἄνδρες Νικομηδεῖς, δἰ ἃς ἐποιήσασθέ με πολίτην: οὐ γὰρ πλοῦτον ὄντα ὁρῶ μοι μέγαν, ὥστε νομίζειν ὅτι διὰ χρήματα ἐσπουδάσθην ὑφ̓ ὑμῶν, οὐδὲ πρὸς τὸ θεραπεύειν τοὺς ὄχλους ἐπιτηδείως ἔχοντι ἐμαυτῷ σύνοιδα: οὔκουν οὐδὲ εἰς τοῦτό μου χρῄζειν δοκεῖτε, τὸ ταῖς ὁρμαῖς ὑμῶν ἁπάσαις ὑπηρετεῖν ἑτοίμως ἐμέ: ἀλλὰ μὴν οὐδὲ συμποτικός εἰμί τις οὐδὲ κοινὸς ἐν ταῖς τοιαύταις συνουσίαις, ὥστε ἀπό γε τούτου παρέχειν τοῖς πλήθεσιν ἡδονήν: εἰ δὲ μὴ διαμαρτάνω μήτε τῆς ὑμετέρας περὶ ἐμαυτοῦ προαιρέσεως, ὅσα τε ὑμῖν δύναμαι χρήσιμος εἶναι, ταῦτα ἐπίσταμαι: τὸ λοιπόν ἐστιν, δἰ ὃ πολίτης ἐγὼ γεγένημαι παῤ ὑμῖν σπουδῆς, οὐδὲν ἄλλο ἢ τὸ συμβουλεύειν ἐμέ τι περὶ [p. 30] τῶν κοινῇ συμφερόντων ἴσως μᾶλλον ἑτέρων καὶ βούλεσθαι καὶ [2] δύνασθαι. τοῦτο δὲ εἰ μὲν οὐκ ἔστι τοιοῦτον, ὑμεῖς τε τῆς περὶ ἐμὲ σπουδῆς διημάρτετε ἐγώ τε ἔοικα μάτην ὑπακούσας ὑμῖν ἐπ̓ ἐλπίδι τοῦ γενήσεσθαι τῇ πόλει χρήσιμος, οὐ ποιουμένων μου χρείαν ὑμῶν, εἰς ἣν μόνον ἐπιτήδειός εἰμι. εἰ δὲ πάσαις μὲν ταῖς πόλεσι, μᾶλλον δὲ ταῖς μεγάλαις, δεῖ μὲν καὶ τῶν πλουσίων, ἵνα καὶ χορηγῶσι καὶ φιλοτιμῶνται ταυτὶ τὰ νενομισμένα δαπανήματα, δεῖ δὲ καὶ κολάκων ἀνδρῶν, ἵνα δημαγωγοῦσιν αὐτοῖς ἥδωνται: δεῖ δὲ καὶ συμβούλων, ἵνα σῴζωνται ταῖς πολιτείαις, κἀγὼ καθ̓ ὅσον μοι δυνατὸν οὐκ ὀκνήσω περὶ τῶν μεγίστων συμβουλεύων [3] ὠφελεῖν τὴν πόλιν. ἔστι μὲν οὖν καὶ ἄλλα τινὰ παῤ ὑμῖν ἐπαναρθώσεως ἄξια καὶ κατὰ μέρος αὐτῶν ποιήσομαι τὴν θεραπείαν, ἂν τἀληθῆ λέγων πιστευθῶ περὶ τῶν μειζόνων. τί δὲ παθὼν ἢ τί βουλόμενος οὐχ ὑπὲρ τῶν μικροτέρων συμβουλεύω πρότερον, οὐδὲ ἐν ἐκείνοις ἀποπειρῶμαι τοῦ δήμου τῆς εὐπειθείας, ἀλλ̓ εὐθὺς ἀξιῶ κινδυνεύειν περὶ τοῦ μεγίστου συμβουλεύων πράγματος; ὅτι πολλῷ μοι δοκεῖ ῥᾷον εἶναι πεῖσαι περὶ τῶν μεγίστων ἢ τῶν μικροτέρων καὶ φαύλων. τῶν μὲν γὰρ ἔξεστι καὶ καταφρονῆσαι τῆς ἀπ̓ αὐτῶν γιγνομένης βλάβης, ὁ δὲ χωρὶς ὧν ἀμήχανόν ἐστιν αὐτῷ σῴζεσθαι, περὶ τούτων οὐκ ἐθελήσας πεισθῆναι δῆλός [4] ἐστιν ὑπὲρ τῶν μικροτέρων οὐδὲ ἀκουσόμενος. ὅτι μὲν οὖν, ἐὰν ὑπομείνητε τὴν συμβουλίαν, πεισθήσεσθέ μοι περὶ ὧν συμβουλεύων πάρειμι, καὶ δὴ σφόδρα θαρρῶ. τὸ δὲ δύσκολον τοῦτ̓ ἔστι, τὸ μήτε φορτικὴν ὑμᾶς ἡγήσασθαι τὴν ἀκρόασιν τὴν περὶ τοῦ πράγματος μήτε περιττὴν μήτε ἄκαιρον. ἵνα οὖν μοι μὴ ταῦτα προαπαντήσῃ παῤ ὑμῶν, Τί δὲ συμβουλεύεις σὺ περὶ ὧν ἡμεῖς τὴν ἀρχὴν οὐδὲ βουλευόμεθα; Τί δὲ σεαυτῷ λόγου μεταδίδως, οὗ σοὶ μὴ μετέδομεν ἡμεῖς; Διὰ τί δὲ τοσούτων πεπολιτευμένων παῤ ἡμῖν ἀνδρῶν ἐπιχωρίων, εἰσποιητῶν, ῥητόρων, φιλοσόφων, γερόντων, νέων, οὐδέποτε οὐδεὶς ἐτόλμησεν ἡμῖν συμβουλεῦσαι ταύτην [5] τὴν συμβουλίαν; αἴτημα θέλω ποιήσασθαι τοῦτο αὐτὸ παῤ ὑμῶν, ἄνδρες Νικομηδεῖς, καὶ χαρίσασθέ μοι καὶ ὑπομείνατε, ἀκοῦσαι λόγου περιττοῦ καὶ ἀκαίρου καὶ μὴ πείσοντος ὑμᾶς. καὶ οὐδὲ [p. 31] μεγάλην εἶναι νομίζω τὴν δωρεάν: εἴτε γὰρ πεισθήσεσθε, ἄξιόν ἐστιν ἀκοῦσαι τοῦ τὰ λυσιτελῆ λέγοντος: εἴτε ἐφ̓ ὑμῖν ἀπόκειται τὸ πεισθῆναι, τί τοῦτο δύσκολόν ἐστιν, ἀνδρὶ φίλῳ λόγου μεταδοῦναι βουλομένῳ μάτην εἰπεῖν. καὶ τί δὴ τοῦτό ἐστιν, ὑπὲρ οὗ μέλλω μὲν συμβουλεύειν, ὀνομάσαι δὲ αὐτὸ ὀκνῶ; τὸ μὲν ὄνομα οὐκ ἀηδές, ὦ ἄνδρες Νικομηδεῖς, οὔτε ἐν ταῖς οἰκίαις οὔτε ἐν ταῖς συγγενείαις οὔτε ἐν ταῖς [6] φιλίαις οὔτε ἐν ταῖς πόλεσιν οὔτε ἐν τοῖς ἔθνεσιν. ὑπὲρ γὰρ ὁμονοίας ἐρῶν ἔρχομαι, καλοῦ μὲν ὀνόματος, καλοῦ δὲ πράγματος, ἄν δ̓ εὐθὺς προσθῶ περὶ τῆς πρὸς τίνας ὁμονοίας, τοῦτο δέδοικα, μὴ τὴν μὲν ὁμόνοιαν αὐτὴν ἐφ̓ ἑαυτῆς καλὴν εἶναι πιστεύσητε, τὸ δὲ πρὸς τούτους ὁμονοεῖν τοὺς ἀνθρώπους, οἷς ὁμονοεῖν φημι δεῖν ὑμᾶς, ἀδύνατον εἶναι νομίσητε. τοῦτο γάρ ἐστιν, ὃ μέχρι νῦν εἰς τὴν ἔχθραν καθίστησιν ὑμᾶς τὴν πρὸς ἀλλήλους καὶ οὐκ ἐᾷ γενέσθαι τὴν φιλίαν, τὸ πεπεῖσθαι δίχα λόγου μὴ δυνατὴν εἶναι ταῖς πόλεσι τὴν ὁμόνοιαν. μὴ θορυβήσητε δὲ ἀρχομένῳ πάλιν, [7] ἀλλ̓ ὑπομείνατε. φημὶ δεῖν ὑμᾶς, ἄνδρες Νικομηδεῖς, ὁμονοῆσαι πρὸς Νικαεῖς: ἀκούσατε δὲ καὶ μὴ χαλεπήνητε μηδέπω, πρὶν ἂν εἴπω τὰς αἰτίας. οὐδὲ γὰρ ὁ νοσῶν πρὸς τὸν ἰατρὸν ὀργίζεται διατάττοντα τὴν θεραπείαν, ἀλλ̓ ἀκούει μὲν ἀηδῶς αὐτοῦ λέγοντος, ὅτι αὐτὸν καὶ τμηθῆναι δεῖ καὶ καυθῆναι, πείθεται δὲ ὅμως: περὶ γὰρ σωτηρίας ὁ κίνδυνός ἐστι. καίτοι τί τοῦτο εἶπον; τὸ γὰρ ἐμὸν φάρμακον, ὃ προσφέρω ταῖς πόλεσιν, ἥδιστόν ἐστι φαρμάκων [8] καὶ χωρὶς οὗ ζῆν οὐδεὶς ἂν ἐθελήσειεν εὖ φρονῶν. βούλομαι δὲ διελεῖν τὸν λόγον καὶ τὸ πρῶτον ὑπὲρ αὐτῆς εἰπεῖν τῆς ὁμονοίας τῆς καθόλου, ποδαπόν τέ ἐστι καὶ τίνων αἴτιον, ἐξ ἐναντίας τὴν στάσιν καὶ τὴν ἔχθραν διακρίνας τὴν φιλίαν: εἶτα ῾ἔσται γάρ ἀκόλουθον τὸ τῆς ὁμονοίας ἀποδειχθείσης ὠφελίμου τοῖς ἀνθρώποις ἅπασιν̓ ἀποδεῖξαι ταύτην τὴν ὁμόνοιαν τῶν πόλεων τούτων καὶ ἀναγκαιοτάτην οὖσαν ὑμῖν καὶ λυσιτε�
�εστάτην. οὐκ ἀποστήσομαι δὲ εἰπεῖν οὐδ̓ ὅπως ἂν μεῖναι γενομένη δύναιτο: καὶ γὰρ τοῦτο ὁρῶ [p. 32] [9] πολλοῖς ἐνοχλοῦν. εὔχομαι δὲ τοῖς θεοῖς πᾶσι καὶ τοῖς ὑμετέροις καὶ τοῖς ἐκείνων, εἰ ταῦτα εὐνοίᾳ τῇ πρὸς μόνους ὑμᾶς ἐγὼ νῦν λέγω καὶ μηδεμίαν οἰκείαν θηρώμενος δόξαν ἤ λυσιτέλειαν ἐκ τῆς καταλλαγῆς τῆς ὑμετέρας, καὶ πρὸ πάντων εἰ μέλλει λυσιτελήσειν τῇ πόλει, δοῦναι μὲν ἐμοὶ τοὺς ἀξίους τοῦ πράγματος εἰπεῖν λόγους, παρασχεῖν δὲ ὑμᾶς ἐμοὶ πεισθῆναι τὰ συμφέροντα βουλομένους. [10] ὁμόνοιαν τοίνυν πάντες μὲν ἐπῄνεσαν ἀεὶ καὶ λέγοντες καὶ γράφοντες, καὶ μεστὰ τῶν ἐγκωμίων αὐτῆς ἐστι καὶ τὰ ποιήματα καὶ τὰ τῶν φιλοσόφων συγγράμματα, καὶ ὅσοι τὰς ἱστορίας ἐξέδοσαν ἐπὶ παραδείγματι αὐτῶν τῶν ἔργων ἀπέδειξαν αὐτὴν μέγιστον οὖσαν τῶν ἀνθρωπείων ἀγαθῶν, καὶ πολλοὶ τολμήσαντες ἤδη τῶν σοφιστῶν παραδόξους εἰπεῖν λόγους μόνον τοῦτον οὐκ ἐπενοήθησαν ἐξενεγκεῖν, ὡς οὐ καλὸν ἡ ὁμόνοια καὶ σωτήριόν ἐστιν: τοῖς τε νῦν βουλομένοις αὐτὴν ἐγκωμιάζειν καὶ τοῖς ἀεὶ τοῦτο ποιεῖν ἄφθονος ἡ τῶν λόγων ὕλη, καὶ ἀεὶ καὶ πλείω καὶ [11] κρείττω περὶ αὐτῆς ἐξέσται λέγειν. εἴτε γὰρ ὑπὲρ γενέσεως αὐτῆς πολυπραγμονεῖν ἐθέλοι τις, ἀνάγκη τὴν ἀρχὴν αὐτῆς ἐπανάγειν ἐπὶ τὰ μέγιστα τῶν θείων πραγμάτων. ἡ γὰρ αὐτὴ καὶ φιλία ἐστὶ καὶ καταλλαγὴ καὶ συγγένεια, καὶ ταῦτα πάντα περιείληφεν. καὶ τὰ στοιχεῖα δὲ τί ἄλλο ἢ ὁμόνοια ἑνοῖ; καὶ δἰ οὗ σῴζεται πάντα τὰ μέγιστα, τοῦτό ἐστι, καὶ δἰ οὗ πάντα ἀπόλλυται, τοὐναντίον. εἰ μὲν οὖν μὴ θνητὸν ἦμεν οἱ ἄνθρωποι γένος μηδ̓ ἔδει πολλὰ εἶναι τὰ φθείροντα ἡμᾶς, οὐκ ἂν ἦν οὐδὲ ἐν τοῖς ἀνθρωπίνοις ἡ στάσις, ὥσπερ οὐδὲ ἐν τοῖς θείοις ἔνεστιν. ᾧ δὲ μόνῳ τῆς εὐδαιμονίας ἀπολειπόμεθα τῆς θείας καὶ τῆς ἀφθάρτου διαμονῆς ἐκείνων, τοῦτό ἐστιν, ὅτι μὴ πάντες ὁμονοίας αἰσθανόμεθα, ἀλλ̓ εἰσὶν οἱ καὶ τὴν ἐναντίαν αὐτῇ φιλοῦντες, τὴν στάσιν, ἧς μέρη καὶ ὑπουργήματα πόλεμοι καὶ μάχαι, καὶ ταῦτα ἐν τοῖς δήμοις ἀναστρέφεται [12] καὶ τοῖς ἔθνεσιν, ὥσπερ ἐν τοῖς σώμασιν αἱ νόσοι. καὶ γὰρ τὴν ὑγείαν ἐπιστάμενοι μέγιστον οὖσαν τῶν ἀνθρωπίνων ἀγαθῶν ὅμως αὐτῇ πολλάκις αὐτοὶ καθ̓ αὑτῶν ἐπιβουλεύομεν, οἱ [p. 33] μὲν ἡδοναῖς πεισθέντες, οἱ δὲ πόνους φεύγοντες ὑγιεινοὺς καὶ διαίτας σώφρονας. εἰ δὲ μὴ τοῦτο τοῖς μεγίστοις τῶν κακῶν ὑπῆρχε βοήθημα, ἡ παραυτίκα ἡδονή, δύναμιν ἂν οὐδ̓ ὅλως εἶχε βλάπτειν: νῦν δὲ αὐτοῖς ἔδωκεν ἡ φύσις, ὥστε ἐξαπατᾶν δύνασθαι [13] καὶ τέρπειν τοὺς ἀδικουμένους. καὶ ἐπί γε ᾧ τις ἂν καὶ μάλιστα φθονήσειεν αὐτοῖς, ἐκεῖνό ἐστιν ὅτι πάντα τὰ κακὰ λυπεῖ τοὺς ἀνθρώπους ὁποῖά ἐστιν ἐπισταμένους. εἰ μὲν οὖν τις ἐρωτήσειεν ἕνα ἄνδρα ἢ πολλοὺς ὁμοῦ περὶ τῶν ὀνομάτων αἰτῶν, ἐν ποίῳ δὴ μέρει τὰ τοιαῦτα κατατάττεται, πόλεμοι καὶ στάσεις καὶ νόσοι καὶ τὰ τούτοις ὁμότροπα, οὐδὲν ἂν μελλήσας ἀποκρίναιτο οὐδεὶς ὅτι ταῦτα ἐν τοῖς κακοῖς τάττεται καὶ οὕτως ὡς ἔχει καὶ νενόμισται [14] καὶ καλεῖται κακά. τὰ δ̓ ἐναντία τούτοις, εἰρήνη καὶ ὁμόνοια καὶ ὑγεία, καὶ ταῦτα οὐδεὶς ἂν ἀντείποι μὴ οὐχὶ ἀγαθὰ καὶ εἶναι καὶ λέγεσθαι. φανερᾶς δὲ οὕτως οὔσης τῆς μάχης τῶν κακῶν καὶ τῶν ἀγαθῶν, ὅμως εἰσί τινες, μᾶλλον δὲ πολλοί, οἵτινες τῶν κακῶν τοῖς ὁμολογουμένοις χαίρομεν. καὶ περὶ δὲ τῆς νεὼς πάντες οἱ πλέοντες ἐπιστάμενοι διότι μία αὕτη ἐστὶ σωτηρία, τὸ τοὺς ναύτας ὁμονοεῖν καὶ τῷ κυβερνήτῃ πείθεσθαι, γενομένης δὲ στάσεως ἐν αὐτῇ καὶ ἀπειθείας διότι καὶ τὰ δεξιὰ πολλάκις τῶν πνευμάτων εἰς ἐναντίον τῇ νηὶ περιίσταται καὶ τῶν λιμένων ἀποτυγχάνουσιν ἐγγὺς ὄντων, ὅμως στασιάζουσιν ἔστιν ὅτε ὑπὸ ἀφροσύνης οἱ ναῦται, [15] καὶ τοῦτο ἀπόλλυσιν αὐτοὺς ἐπισταμένους τοῦ ὀλέθρου τὴν αἰτίαν. καὶ τῶν οἴκων δὲ τῆς σωτηρίας οὔσης ἔν τε τῇ τῶν δεσποτῶν ὁμοφροσύνῃ καὶ ἐν τῇ τῶν οἰκετῶν πειθαρχίᾳ, πολλοὺς ὅμως οἴκους ἀπώλεσεν ἥ τε δεσποτικὴ στάσις καὶ ἡ κακοδουλία. τῷ μὲν γὰρ ἅρματι ποία καταλείπεται σωτηρία τῶν ἵππων συνθεῖν μὴ θελόντων; ἐπειδὰν γὰρ ἄρξωνται διαστάντες ἀφέλκειν ἄλλος ἀλλαχῇ, πᾶσα ἀνάγκη κινδυνεύειν τὸν ἡνίοχον. ὁ δὲ γάμος ὁ ἀγαθὸς τί ἄλλο ἐστὶν ἢ ὁμόνοια ἀνδρὸς πρὸς γυναῖκα; καὶ ὁ κακὸς γάμος τί ἄλλο ἐστὶν ἤ ἡ τούτων διχόνοια; καὶ τέκνων δὲ τίς ὠφέλεια γονεῦσιν, ὅταν [p. 34] ὑπὸ ἀφροσύνης ἄρξηται στασιάζειν πρὸς αὐτούς; ἡ δὲ ἀδελφότης [16] τί ἄλλο ἐστὶν ἢ ἀδελφῶν ὁμόνοια; ἡ δὲ φιλία τί ἄλλο ἢ φίλων ὁμόνοια; καὶ ταῦτα πάντα οὐ μόνον ἀγαθά ἐστι καὶ καλά, ἀλλὰ καὶ ἥδιστα: τὰ δὲ ἐναντία τούτοις οὐ κακὰ μόνον, ἀλλὰ καὶ ἀηδῆ: καὶ ὅμως αὐτὰ πολλάκις ἀντὶ τῶν ἡδίστων ἀγαθῶν προαιρούμεθα. τοὺς μὲν οὖν πολέμους ἤδη τινὲς ἀντὶ τῆς εἰρήνης ἐπανείλοντο μεγάλων ὄντων τῶν διαφόρων, οὐχ ὡς τὸ μάχεσθαι κρεῖττον ὂν ἢ ἥδιον καὶ δικαιότερον τοῦ τὴν εἰρήνην ἄγειν, ἀλλ̓ οἱ μὲν ὑπὲρ βασιλείας, οἱ δὲ ὑπὲρ ἐλευθερίας, οἱ δὲ γῆν κτώμενοι μὴ ἔχοντες, οἱ δὲ θάλατταν περιποιούμενοι: καὶ τηλικούτων ὅμως τῶν ἄθλων κειμένων ἐν τῷ μέσῳ πολλοὶ κατέθεντο τὸν πόλεμον ὡς οὐκ ἂν [17] ὄντα οὐδὲ ἀντὶ
τῶν μεγίστων αἱρεθῆναί σφισιν ἄξιον. τὸ δὲ καὶ χωρὶς ὑποθέσεως πολεμεῖν καὶ μάχεσθαι τί ἄλλο ἢ μανία παντελής ἐστι καὶ διὰ ταύτην κακῶν ἐπιθυμία; τὰ μὲν οὖν θηρία διὰ τοῦτο μάλιστα οἱ ἄνθρωποι μισοῦμεν, ὅτι πόλεμος ἡμῖν ἀδιάλλακτος πρὸς ταῦτά ἐστιν ἀεί. πολλοὶ δὲ καί τινες ἡμῶν καὶ τοῖς ἀνθρώποις ὡς θηρίοις χρώμενοι χαίρουσι τῇ πρὸς τὸ ὁμόφυλον γιγνομένῃ μάχῃ. καὶ οὐδὲ τῶν σημείων αἰσθανόμεθα τῶν θείων, ὅσα [18] διδάσκοντες ἡμᾶς ὁμονοεῖν αὑτοῖς ἐπεφήμισαν. καὶ γὰρ κήρυκές τινες ἐκ τῶν θεῶν εἶναι λέγονται, καὶ διὰ τοῦτο καὶ παῤ ἡμῖν εἰρήνη μὲν ἐπικηρύσσεται, πόλεμοι δὲ ὡς ἐπὶ τὸ πλεῖστον ἀκήρυκτοι γίγνονται. καὶ γυμνοὶ πρεσβεύουσιν εἰς ὡπλισμένους ὑπὲρ εἰρήνης καὶ ἀδικῆσαι οὐκ ἔξεστιν αὐτῶν οὐδένα, ὡς τῶν θεῶν ἅπαντας τοὺς ὑπὲρ φιλίας ἀγγέλους. καὶ ὅταν συνερχομένων εἰς μάχην στρατῶν ἢ διοσημία φανῇ αἰφνίδιος ἢ τῆς γῆς γένηται σεισμός, ἀποστρέφονται εὐθὺς οἱ ἄνθρωποι καὶ ἀποχωροῦσιν ἀπ̓ ἀλλήλων, [19] ὡς τῶν θεῶν οὐ βουλομένων αὐτοὺς μάχεσθαι. πολέμου δὲ σημεῖον οὐδὲν θεῖόν ἐστιν ὑπειλημμένον. καὶ ὅσα δὲ ἥδιστά τε τοῖς ἀνθρώποις2καὶ εὐδαιμονίας σύμβολα, ταῦτα πάντα ποιοῦμεν, ἐπειδὰν εἰρήνη γένηται, καὶ στεφανούμεθα καὶ θύομεν καὶ ἑορτάζομεν: τὰ δὲ ἐναντία πάντα ἐν τοῖς πολέμοις, ὥσπερ ἐν τοῖς πένθεσι, καὶ συγκλειόμεθα ἔσω πυλῶν καὶ δεδοίκαμεν πάντα καὶ ἀπελπίζομεν ἑαυτούς: καὶ αἱ γυναῖκες τότε ὑπὲρ τῶν ἀνδρῶν κλαίουσι καὶ οἱ [p. 35] [20] παῖδες ὑπὲρ τῶν πατέρων ὡς ἐπὶ τοῖς μεγίστοις κακοῖς. ἐπειδὰν μὲν οὖν λοιμὸς ἢ σεισμὸς γένηται, τοῖς θεοῖς ἐγκαλοῦμεν, ὡς κακῶν παρέχουσιν τοῖς ἀνθρώποις αἰτίας, καὶ οὔ φαμεν αὐτοὺς εἶναι δικαίους οὐδὲ φιλανθρώπους, οὐδὲ ἂν τὰ μάλιστα ἡμῖν ἡμαρτηκόσιν ἐπιτιμῶσι σὺν τῇ δίκῃ: τοσοῦτον μῖσός ἐστι πρὸς τὰ αὐτόματα τῶν κακῶν. πόλεμον δέ, ὅστις οὐχ ἧττον ἀπόλλυσιν ἢ σεισμός, αὐτοὶ προαιρούμεθα καὶ τοῖς αἰτίοις τούτων ἀνθρώποις οὐκ ἐγκαλοῦμεν οὐδέν, ὥσπερ ὑπὲρ ἐκείνων τοῖς θεοῖς, ἀλλὰ τούτους εἶναι καὶ φιλοδήμους δοκοῦμεν καὶ λεγόντων ἥδιστα ἀκούομεν αὐτῶν καὶ συμβουλεύουσι πειθόμεθα, καὶ πάσας αὐτοῖς παρέχομεν ἀντὶ τῶν κακῶν οὐκ ἀμοιβάς: ἀμοιβαὶ γὰρ ἐξ ἴσων ἄν ἐγίγνοντο πρὸς αὐτοὺς κακῶν: ἀλλὰ χάριτας καὶ τιμὰς καὶ ἐπαίνους: ὥστε σφόδρα ἂν εἶεν [21] ἀνόητοι τῶν ἐπὶ τοῖς κακοῖς ἔτι χάριν εἰδότων φειδόμενοι. τὸ μὲν οὖν πρῶτον, ἄνδρες Νικομηδεῖς, τὰς αἰτίας τῆς στάσεως ἴδωμεν. εἰ μὲν γὰρ τηλικαῦτά ἐστιν, ὥστ̓ ἄξιον εἶναι πολεμεῖν πόλεμον οὐ σύντομον, οἷος ἄν τοῖς ὅπλοις ἐγίγνετο καὶ παρηγορίαν εἶχε τὸ τάχος τῆς διακρίσεως, ἀλλὰ μακρὸν καὶ ἄπαυστον, ὥστε αὐτὸν ὑπολείπεσθαι καὶ τοῖς παισὶ καὶ τοῖς ἐκγόνοις καὶ μηδέποτε σχεῖν ἐλπίδα καταλλαγῆς: ἀγωνιζώμεθα καὶ στασιάζωμεν καὶ πράγματα παρέχωμεν ἀλλήλοις, ὅσα ἔνεστι παρέχειν, ἀχθόμενοι διότι μὴ καὶ πλείω δυνάμεθα. εἰ δὲ μάλιστα μὲν οὐδέν ἐστι τὸ ἆθλον τούτου τοῦ κακοῦ, τὰ δὲ δοκοῦντα εἶναι καὶ μικρά ἐστι καὶ φαῦλα καὶ οὐδ̓ ἰδιώτας ὑπὲρ αὐτῶν στασιάζειν ἄξιόν ἐστιν, οὐχ ὅπως πόλεις τηλικαύτας: μὴ πάσχωμεν ὅμοιόν τι τοῖς ἄφροσι τῶν παίδων, οἵτινες αἰδούμενοι μὴ δοκῶσι μάτην ὀργίζεσθαι τοῖς πατράσιν ἢ [22] ταῖς μητράσιν οὐ βούλονται καταλλάττεσθαι ῥᾳδίως. ὑπὲρ μὲν οὖν γῆς ἢ θαλάττης οὐδὲ μαχόμεθα, ἀλλὰ θαλάττης μὲν οὐδ̓ ἀντιποιοῦνται πρὸς ὑμᾶς οἱ Νικαεῖς, ἀλλ̓ ἡδέως, ὥστε μηδεμίαν παρέχειν μάχην, διακέκρινται. καὶ μὴν οὐδὲ ὑπὲρ προσόδων ἀγωνιζόμεθα, ἀλλὰ ἑκάστοις ἀπόχρη τὰ οἰκεῖα: καὶ ταῦτα δὲ τυγχάνει διωρισμένα, καὶ μήν γε καὶ τἄλλα πάντα, ὥσπερ ἐν εἰρήνῃ καὶ φιλίᾳ. καὶ καρπῶν εἰσιν ἀντιδόσεις καὶ γάμων ἐπιμιξίαι καὶ ἀπ̓ αὐτῶν καὶ συγγένειαι πολλαί τινες ἤδη γεγενημέναι: καὶ προξενίας [p. 36] δὲ ἔχομεν καὶ φιλίας ἰδιωτικάς. θεούς τε τοὺς αὐτοὺς νομίζετε καὶ τὰς ἑορτὰς τὰς πλείστας ὁμοίως ἄγετε. καὶ μὴν οὐδὲ ὑπὲρ τῶν ἐθῶν οὐκ ἔστιν οὐδεμία ὑμῖν μάχη. τούτων δὲ ἁπάντων οὐκ ἔχθρας παρεχόντων αἰτίαν, ἀλλὰ τοὐναντίον φιλίας καὶ ὁμονοίας, [23] μαχόμεθα. κἄν τις ὑμᾶς ἐπιστὰς ἔρηται, Τί δὲ ὑμᾶς οἱ Νικαεῖς ἀδικοῦσιν; οὐδὲν εἰπεῖν ἕξετε. κἂν ἐκείνων πύθηται πάλιν, Τί δὲ οἱ Νικομηδεῖς ἀδικοῦσιν ὑμᾶς; οὐδὲ αὐτοὶ λέγειν ἕξουσιν οὐδὲ ἕν. ἀλλὰ ἆθλόν ἐστιν ἐστιν ἐν τῷ μέσῳ κείμενον, ὑπὲρ οὗ διαφέρεσθε. καὶ τί τοῦτό ἐστιν; ἃ μέν γε καὶ ὀνομάσαι ἄξιον καὶ ὁμολογῆσαι καὶ περὶ ὧν ἂν καὶ συγγνοίη τις τοῖς ἀγωνιζομένοις, τούτων οὐδέν ἐστι, τὰ δὲ ὄντα οὐδὲ εἰπεῖν οὐδὲ ὁμολογῆσαι ὡς καλῶς ἔχει: τοιαῦτά ἐστιν, οὕτω σμικρά, οὕτως τὰ τυχόντα, ἐφ̓ οἷς οἱ μὲν ἀνόητοι [24] φιλοτιμηθεῖεν ἂν ἴσως, εὖ δὲ φρονῶν ἂν οὐδεὶς. οἱ γὰρ παρακαλοῦντες ὑμᾶς ἐπὶ τὴν στάσιν: δἰ ἃς δὲ αἰτίας οὐκ ἐμὸν ἴσως ἐξελέγχειν: ἀλλ̓ οἵ γε χαίροντες αὐτῇ τοῦτο μόνον λαλοῦσιν: Ὑπὲρ πρωτείων ἀγωνιζόμεθα. τούτους οὖν αὐτοὺς ἐρήσομαι πάλιν ἐγώ: Τίνων πρωτείων; καὶ πότερον ἔργῳ καὶ πράγματι δοθησομένων ἢ περὶ ὀνόματος αὐτὸ μόνον ἐστὶν ὑμῖν ἡ μάχη; καὶ πρότερον γὰρ δήποτε ἀκούω τὸ αὐτὸ τοῦτο γενέσθαι στάσεως Ἑλληνικῆ
ς αἴτιον, καὶ πολεμῆσαι περὶ τῶν πρωτείων τοὺς Ἀθηναίους καὶ τοὺς Λακεδαιμονίους. [25] καὶ διότι μὲν οὐδὲ ἐκείνοις ἐλυσιτέλησεν ἡ στάσις καὶ ὁ πόλεμος, ἀλλὰ πρὸς ἀλλήλους ἀγωνιζόμενοι περὶ τῶν πρωτείων ἀπώλεσαν αὐτὰ ἀμφότεροι, καὶ ὑμεῖς ἅπαντες ἐκεῖνα ἴστε καὶ ἴσως κἀγὼ μικρὸν ὕστερον ὑπὲρ αὐτῶν ἐρῶ. τί δέ; τοῦτο ὡς ὅμοιον ἐκείνῳ προβαλλόμενοι λέγουσιν; Ἀθηναῖοι περὶ τοῦ φόρους λαμβάνειν παρὰ τῶν νησιωτῶν ἐπολέμουν, καὶ περὶ τοῦ δικάζειν οἴκοι τὰς ἁπάντων δίκας Ἑλλήνων ἠγωνίζοντο, καὶ καθόλου περὶ [26] βασιλείας ὁ πόλεμος ἦν ταῖς πόλεσιν ἐκείναις. ἡμεῖς δὲ ἂν ἀπολάβωμεν τὸ πρωτεῖον ἀμαχεὶ παραδόντων αὐτὸ τῶν Νικαέων, πότερα ληψόμεθα τοὺς φόρους, οὓς νῦν ἐκεῖνοι λαμβάνουσιν; ἢ τὰς πόλεις τὰς συντελούσας εἰς τὸ παῤ ἐκείνοις δικαστήριον [p. 37] ἐνταυθοῖ καλέσομεν; ἢ πέμψομεν αὐτοῖς ἁρμοστάς; ἢ δεκάτας τὰς παρὰ τῶν Βιθυνῶν ἐκείνοις ἔλαττον παρέξομεν; ἢ τί ἔσται; καὶ τί ἡμῖν γενήσεται πλέον; ἐγὼ γὰρ ὑπὲρ ἁπάντων νομίζω τοὺς ἀνθρώπους τῶν πραττομένων οὐχὶ μάτην οὐδὲ εἰκῇ σπουδάζειν, ἀλλ̓ [27] ἀεὶ γίγνεσθαι τὸν ἀγῶνα ἀντί τινος. ὁ μὲν γὰρ πολεμῶν ἢ περὶ ἐλευθερίας ἀγωνίζεται, καταδουλουμένων αὐτὸν ἄλλων, ἢ περὶ ἀρχῆς, αὐτὸς ἑτέρους καταδουλούμενος. ὁ δὲ πλέων τὴν θάλατταν οὐκ ἄλην εἰκῇ διατίθεται: κινδυνεύει γὰρ ἤτοι γε ὁδοῦ χάριν ἢ ἐμπορίας. ἵνα δὲ μὴ πάντα φέρω τὰ παραδείγματα, ἁπλῶς καὶ πράττομεν ἅπαντα οἱ ἄνθρωποι τέλους ἕνεκεν ἀγαθοῦ καὶ φεύγομεν τὰς ἐναντίας πράξεις τέλους ἕνεκεν κακοῦ. τὸ δὲ χωρὶς αἰτίας σπουδάζειν ἢ πονεῖν, τοῦτ̓ ἔστιν ὃ τοῖς ἀνοήτοις προσήκει μόνοις. [28] εἰ μὲν οὖν τις σπουδὴν ἔχοι καλεῖσθαι βασιλεὺς ἰδιώτης ὤν, καὶ τοῦτο ἄριστα ἐπιστάμενος αὐτὸς ὑπὲρ αὑτοῦ, τοὐναντίον οὗτος ἢ δοκεῖ γέλωτα ὀφλήσει, χρώμενος ὀνόματι ψευδεῖ δίχα πράγματος. καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως ἁπάντων, κἂν αὐλητής τις ἐθέλῃ δοκεῖν, αὐλεῖν οὐκ ἐπιστάμενος, κἂν μουσικὸς οὐδὲν ὑπὲρ μουσικῆς εἰδώς, κἂν κιθαριστὴς οὐδὲ ἅψασθαι τῆς λύρας ἐπιστημόνως δυνάμενος. τοὺς μὲν οὖν τοιούτους οὐδὲν κωλύσει καὶ μαινομένους δοκεῖν, ἡμεῖς δὲ οἰόμεθα, ἐὰν ἐπιγραφῶμέν που πρῶτοι, τὸ πρωτεῖον [29] ἕξειν; ποῖον, ἄνδρες Νικομηδεῖς, πρωτεῖον; καὶ γὰρ δεύτερον ὑμᾶς ἐρήσομαι καὶ τρίτον: οὗ τί τὸ ὄφελός ἐστιν; οὗ τί τὸ ἔργον; ἀφ̓ οὗ πότερον πλουσιώτεροι γενησόμεθα ἢ μείζονες ἢ δυνατώτεροι; τὸ κενοδοξεῖν ἀνόητον μὲν εἶναι καὶ ἐπὶ τῶν ἰδιωτῶν νενόμισται, καὶ μάλιστα τούτων καταγελῶμεν καὶ διαπτύομεν αὐτοῖς καὶ τελευτῶντες ἐλεοῦμεν τοὺς οὐκ ἐπισταμένους τίνι διαφέρει δόξα ψευδὴς ἀληθοῦς: καὶ τῶν πεπαιδευμένων οὐδεὶς οὕτως ἔχει πρὸς αὐτὴν ὡς ἐπιθυμεῖν ἀνονήτου πράγματος: ταῖς δὲ πόλεσι φῇ τις κοινῇ προσήκειν [30] ὅσα μηδὲ τῶν ἰδιωτῶν τοῖς γενναίοις καὶ πεπαιδευμένοις; καθόλου δ̓ εἴ τις ὑμᾶς ἔροιτο, Ἄνδρες Νικομηδεῖς, τί βούλεσθε, πότερον εἶναι πρῶτοι ταῖς ἀληθείαις ἢ καλεῖσθαι μὴ ὄντες; ὁμολογήσαιτε ἂν δήπουθεν εἶναι πρῶτοι μᾶλλον ἐθέλειν ἢ καλεῖσθαι μάτην. οὐ γὰρ τὰ ὀνόματα δύναμιν ἔχει τὴν τῶν πραγμάτων: ὅσα δὲ ταῖς [p. 38] [31] ἀληθείαις ἐστὶ τοιαῦτα, οὕτω καὶ ἐξ ἀνάγκης ὀνομάζεται. πειρᾶσθε τοίνυν πρωτεύειν τῶν πόλεων τὸ μὲν πρῶτον ἐκ τῆς ἐπιμελείας τῆς περὶ αὐτάς: τοῦτο μὲν γάρ, καθὸ μητρόπολίς ἐστε, ἐξαίρετόν ἐστιν ἔργον ὑμέτερον: εἶτα τῷ παρέχειν αὑτοὺς δικαίους ἅπασι καὶ μετρίους καὶ μὴ πλεονεκτεῖν ἐν μηδενὶ μηδὲ βιάζεσθαι. ταῦτα γὰρ ἐξ ἀνάγκης ἀπεχθείας κινεῖ καὶ διαφοράς, φύσει μὲν τῶν ἐλαττόνων πρὸς τοὺς μείζονας ὑπόπτως διακειμένων, ὡς ἐξ ἅπαντος πλεονεκτεῖσθαι μελλόντων, ὅταν δὲ καὶ ἔργῳ τοῦτο γίγνηται, [32] δικαιότερον τῆς ἀπεχθείας παροξυνομένης. ἔξεστι δὲ ὑμῖν εὐεργετεῖν τὰς πόλεις καὶ πλέον καὶ μεῖζον ἢ ἐκείνοις, τὸ μὲν πρῶτον καὶ μάλιστα διὰ τὴν θάλατταν, ἐξ ἧς ἁπάντων μὲν καὶ τῶν νῦν κομιζομένων ῾δεῖ δὲ δημοσίᾳ χαρίζεσθαι τὴν πόλιν, οὐκ ἰδίᾳ τινάς᾿ τὰ δὲ καὶ διακλέπτοντες αὐτοί, τὰ δ̓ αἰτούμενοι παῤ ἕκαστα: καὶ ἀντιλέγετε μὲν οὐδέποτε τοῖς αἰτήσασιν ὑμεῖς, αὐτὸ δὲ ὅμως φορτικόν ἐστι τὸ τὴν τῆς αἰτήσεως ἀνάγκην ἔχειν. εἰ δὲ καὶ τούτων ἁπάντων μεταλαμβάνειν ἐπιτρέψετε τοῖς δήμοις τοῖς καθ̓ ἑκάστην ἡμέραν αἰτουμένοις τὸ πρὸς τὴν χρείαν ἐπεῖγον, πῶς οὐκ εἰκός ἐστι μείζους ὑμᾶς ἔσεσθαι παῤ αὐτοῖς, εὐεργετοῦντας αὐτούς; καὶ ἅμα καὶ μεγάλην ποιήσετε τὴν ὁμόνοιαν διὰ πάντων [33] ἐλευσομένην. πειρᾶσθε δὲ καὶ τοῖς ἡγεμόσιν αἰδῶ παρέχειν, ἀεὶ τοῦτο φανερὸν καθιστάντες ὅτι μὴ ἀπόχρη ὑμῖν καλῶς διοικεῖσθαι μόνοις, ἀλλὰ παντὸς ἐπιμελεῖσθε τοῦ τῶν Βιθυνῶν γένους καὶ οὐδὲν ἧττον δυσχεραίνετε τοῖς εἰς τοὺς ἄλλους ἀδικήμασιν ἢ τοῖς εἰς αὑτούς: κἄν τινες καταφύγωσιν ἐφ̓ ὑμᾶς δεόμενοι βοηθείας, προθύμως ἐπαρκεῖτε καὶ ὁμοίως. ταῦτα τὸ πρωτεῖον ὑμῖν παραδώσει τὸ ἀληθινόν, οὐχ ἡ περὶ τῶν ὀνομάτων πρὸς Νικαεῖς [34] μάχη. βουλοίμην δ̓ ἂν καὶ ἐκείνους τὰ αὐτὰ ποιεῖν, καὶ ποιήσουσιν ἐὰν καταλλαγῆτε, καὶ μείζων ἡ δύναμις ὑμῶν γενήσεται συντεθεῖσα. καὶ γὰρ τῶν πόλεων ὁμοῦ γενόμενοι π�
�σῶν ἄρξετε, καὶ τοῖς ἡγεμόσι γενήσεται πλείων διατροπὴ πρὸς ὑμᾶς [p. 39] καὶ φόβος, ἐὰν ἀδικεῖν θέλωσιν. τὸ δὲ νῦν ἔχον αἱ μὲν ἄλλαι πόλεις ὑπὸ τῆς ὑμετέρας στάσεώς εἰσιν ἐπηρμέναι: χρείαν γὰρ αὐτῶν δοκεῖτε ἔχειν καὶ ταῖς ἀληθείαις ἔχετε διὰ τὸν πρὸς ἀλλήλους ἀγῶνα καὶ πάσχετε οἷόν τι πάσχουσιν, ἐπειδὰν δύο ἐπιφανεῖς ὁμοίως ἄνδρες διαπολιτεύωνται πρὸς ἀλλήλους: ἐξ ἀνάγκης ἅπαντας θεραπεύουσι καὶ τοὺς πλεῖστον ὅσον ἀποδέοντας αὐτῶν. [35] ὥστε ἐν ᾧ περὶ τοῦ πρωτείου μάχεσθε ὑμεῖς, κινδυνεύει τὸ πρωτεῖον παῤ ἐκείνοις εἶναι τοῖς θεραπευομένοις ὑφ̓ ὑμῶν. οὐδὲ γὰρ ἔνεστιν οὐκ ἔχειν τοῦτο δοκεῖν τινας, ὃ παῤ αὐτῶν ἐκείνων ὑμεῖς λαμβάνειν ἀξιοῦτε. καὶ τὰς πόλεις οὖν πᾶσα ἀνάγκη γενήσεται τὴν τάξιν τὴν ἑαυτῶν ἀπολαβεῖν, καὶ ὥσπερ εἰκός ἐστι καὶ δίκαιον, ἐκείνας ὑμῶν χρῄζειν, οὐχ ὑμᾶς ἐκείνων. καὶ οὐχὶ παρὰ τοῦτο ἀξιώσω τυραννικῶς ὑμᾶς αὐτοῖς προσφέρεσθαι, πρᾴως δὲ καὶ μετρίως, ὥσπερ ὑφηγησάμην μικρὸν ἔμπροσθεν, ἵνα μὴ φορτικὸν [36] γένηται τὸ πρωτεῖον ὑμῶν, ἀλλὰ καὶ πρωτεῖον ᾖ καὶ φιλῆται. τὰ δὲ τῶν ἡγεμόνων νῦν μὲν ὅπως ἔχει, τί δεῖ πρὸς ἐπισταμένους λέγειν; ἢ γὰρ οὐκ ἐπαισθάνεσθε τῆς τυραννίδος, ἣν ἡ στάσις ἡ ὑμετέρα δίδωσι τοῖς ἄρχουσιν ὑμῶν; εὐθέως γὰρ ὁ βουλόμενος ἀδικῆσαι τὸ ἔθνος εἰδὼς ἥκει τί δεῖ ποιήσαντα αὐτὸν μὴ δοῦναι δίκην. ἢ γὰρ τῇ Νικαέων ἑταιρείᾳ προστίθεται καὶ τὸ μέρος τὸ ἐκείνων ἔχει βοηθοῦν ἢ τοὺς Νικομηδεῖς ἐλόμενος ὑφ̓ ὑμῶν σῴζεται. καὶ φιλεῖ μὲν οὐδετέρους, δοκεῖ δὲ τοὺς ἑτέρους φιλεῖν: ἀδικεῖ δὲ πάντας. ἀδικῶν δὲ σῴζεται διὰ τοὺς μόνους οἰομένους ὑπ̓ αὐτοῦ [37] φιλεῖσθαι. κατεγνώκασι δὲ ὑμῶν ἄνοιαν δημοσίᾳ, καὶ χρῶνται καθάπερ τοῖς παιδίοις ὑμῖν, οἷς πολλάκις ἀντὶ τῶν μεγίστων προτείνεται τὰ μικρότατα: κἀκεῖνα διὰ τὴν ἄγνοιαν τῶν ὡς ἀληθῶς μεγάλων καὶ διὰ τὴν πρὸς τὰ ἐλάχιστα ἡδονὴν χαίρει τῷ μηδενί: καὶ ὑμῖν οὕτως ἀντὶ δικαιοσύνης, ἀντὶ τοῦ μὴ συλᾶσθαι τὰς πόλεις μηδὲ ἀφαιρεῖσθαι τοὺς ἀνθρώπους τῶν ἰδίων, ἀντὶ τοῦ μὴ ὑβρίζειν αὐτοὺς εἰς ὑμᾶς, ἀντὶ τοῦ μὴ παροινεῖν, προτείνουσιν ὀνόματα καὶ ἢ εἶπον ὑμᾶς πρώτους ἢ ἔγραψαν: εἶτά εἰσιν ἀκίνδυνοι τὸ [38] λοιπὸν ὑμῖν ὡς ἐσχάτοις χρώμενοι. τὰ γὰρ τοιαῦτα, ἐφ̓ οἷς μέγα φρονεῖτε, παρὰ πᾶσι μὲν τοῖς ὀρθῶς ἐννοουμένοις διαπτύεται, [p. 40] μάλιστα δὲ παρὰ τοῖς Ῥωμαίοις γέλωτα κινεῖ καὶ καλεῖται τὸ ἔτι ὑβριστικώτερον Ἑλληνικὰ ἁμαρτήματα. καὶ γὰρ ἔστιν ἁμαρτήματα, ἄνδρες Νικομηδεῖς, ἀληθῶς, ἀλλ̓ οὐχ Ἑλληνικά, εἰ μὴ κατ̓ αὐτὸ τοῦτο Ἑλληνικὰ φήσει τις αὐτὰ εἶναι, καθ̓ ὅσον ἐκεῖνοι δόξης ἀντεποιήσαντό ποτε καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι. τὰ δὲ ἐκείνων εἶπον ἤδη που καὶ πρότερον ὅτι μὴ κενόδοξα ἦν, ἀλλ̓ ὑπὲρ ἀρχῆς ἀληθοῦς ἀγών: εἰ μή τι νῦν δοκεῖτε αὐτοὺς ὑπὲρ τῆς προπομπείας καλῶς ἀγωνίζεσθαι, καθάπερ ἐν μυστηρίῳ τινὶ παίζοντας [39] ὑπὲρ ἀλλοτρίου πράγματος. ἂν δὲ τὸ μὲν τῆς μητροπόλεως ὑμῖν ὄνομα ἐξαίρετον ᾖ, τὸ δὲ τῶν πρωτείων κοινὸν ᾖ, τί κατὰ τοῦτο ἐλαττοῦσθε; ἐγὼ μὲν γὰρ τολμήσαιμι ἂν εἰπεῖν ὅτι κἂν πάντων ἐκστῆτε τῶν ὀνομάτων, οὐδενὸς ἐξίστασθε πράγματος. ἢ τί δοκεῖτε παρὰ τοῦτο; τὴν θάλατταν ἀναχωρήσειν ἀφ̓ ὑμῶν ἢ τὴν γῆν ὑμῖν ἔσεσθαι μικροτέραν ἢ τὰς προσόδους ἐλάττονας; ἤδη ποτὲ θέας μετελάβετε; μᾶλλον δὲ μόνον οὐχὶ καθ̓ ἑκάστην ἡμέραν θεᾶσθε καὶ τοὺς τραγῳδοὺς καὶ τοὺς ἄλλους, ὅσοι δοκοῦσι μὲν ἡδονῆς ἕνεκεν καὶ τέρψεως εἰς τὰς σκηνὰς παριέναι, τοὺς δὲ αἰσθανομένους τῶν γιγνομένων ὠφελοῦσιν: ἆῤ οὖν ἐκεῖ τις ὑμῖν ἀληθῶς [40] εἶναι δοκεῖ βασιλεὺς ἢ τύραννος ἢ θεός; καίτοι ταῦτα πάντα καλοῦνται καὶ Μενέλαοι καὶ Ἀγαμέμνονες, καὶ οὐκ ὀνόματα μόνον ἔχουσι θεῶν καὶ ἡρώων, ἀλλὰ καὶ πρόσωπα καὶ στολάς, καὶ κελεύουσι πολλά, ὡς ἐκεῖνοι: τοῦ δὲ ποιήματος συντελεσθέντος ἀπίασι τὸ μηδὲν ὄντες. ὀνομάζεσθαί τις θέλει πρῶτος: ἔστω. πρωτεύει τις: κἂν ἄλλος ὀνομάζηται, πρῶτός ἐστιν. οὐ γὰρ τὰ ὀνόματα πίστεις [41] τῶν πραγμάτων εἰσί, τὰ δὲ πράγματα καὶ τῶν ὀνομάτων. ἔτι τοίνυν κἀκεῖνο λογίσασθε τὸ ἐκ τῆς ὁμονοίας γενησόμενον. νῦν μὲν ἕκαστοι τοὺς ἑαυτῶν ἄνδρας ἔχετε: ἂν δὲ καταλλαγῆτε, τοὺς ἀλλήλων ἕξετε: καὶ τὰς φιλοτιμίας ῾δεῖ γὰρ καὶ τούτων πόλεἰ διπλασίας τίθεσθε καὶ τὰς ὑπηρεσίας. λέγειν τις δεινός ἐστι παῤ ὑμῖν; κἀκείνους ὠφελήσει. πλούσιός τις παῤ ἐκείνοις ἐστί; χορηγήσει καὶ παῤ ὑμῖν. καθόλου δὲ οὐδεὶς οὔτε ἂν ἄξιος ὢν τοῦ [p. 41] πρωτεύειν ἐν πόλει διὰ τοῦτο εὐδοκιμήσῃ, διαβεβλήσεται παῤ ὑμῖν τῷ πρὸς ἐκείνους λέγειν ἢ παῤ ἐκείνοις τῷ πρὸς ὑμᾶς: οὔτε ἂν φαῦλός τις ὢν καὶ τοῦ δοῦναι δίκην ἄξιος εὑρεθῇ, διαδράσεται τὴν [42] τιμωρίαν ἀπαλλαγεὶς ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ἐνθάδε. τὸ δὲ νῦν ἔχον ὥσπερ ὑφορμεῖτε ἀλλήλαις αἱ πόλεις καὶ ἔστι τοῖς ἀδικήσασι τὴν ἑτέραν πρὸς τὴν ἑτέραν καταφυγή. τῆς δὲ ὁμονοίας γενομένης ἀνάγκη καλοὺς εἶναι καὶ δικαίους ἄνδρας ἢ ἐκ τῆς Βιθυνίας ἀπαλλάττεσθαι. μέγα φρονεῖτε τῇ τοῦ πλήθους ὑπερβολῇ: πλείους ἔσεσθε. γῆν ἱκανὴν δοκεῖτε ἔχειν: πλείω τῆς ἱκ�
�νῆς ἕξετε. καθόλου πάντα μιχθέντα, καὶ καρποὶ καὶ χρήματα καὶ ἀνδρῶν ἀξίαι καὶ [43] δυνάμεις, διπλάσια τὰ παῤ ἀμφοτέροις γίγνεται. καὶ οὗ δὲ πάντα ἕνεκεν οἱ ἄνθρωποι πράττουσιν, ἡ ἡδονή, κρείττων λόγου. τὸ γὰρ τὰ μὲν ὀδυνῶντα ὑμᾶς ἐξαιρεθῆναι, καὶ φθόνον καὶ φιλονικίαν καὶ τὴν ἐκ τούτων γιγνομένην στάσιν καὶ τὸ ἐπιβουλεύειν ἀλλήλοις ὑμᾶς καὶ τὸ τοῖς κακοῖς ἐφήδεσθαι τοῖς τῶν πλησίον καὶ τὸ ἐπὶ τοῖς ἀγαθοῖς ἄχθεσθαι, τὰ δὲ ἐναντία ἀντὶ τούτων εἰσελθεῖν εἰς τὰς πόλεις, κοινωνίαν ἀγαθῶν, ὁμοφροσύνην, ἐπὶ τοῖς αὐτοῖς ἀμφοτέρων χαράν, οὐχὶ ταῦτα πάντα ἑορτῇ ἔοικε δημοσίᾳ; [44] λογίσασθε δὲ οὕτως. εἴ τις ὑμῖν, ἄνδρες Νικομηδεῖς, θεῶν αἵρεσιν ἔδωκεν, εἰ βούλεσθε μὴ μόνον τὴν αὑτῶν πόλιν ἔχειν, ἀλλὰ καὶ τὴν Νικαέων, οὐκ ἂν παράδοξον μὲν ὑπὸ μεγέθους ἐφάνη ἀγαθὸν ὑμῖν, εὔξασθε δ̓ ἂν πάσας εὐχάς, ὥστε αὐτοῦ τυχεῖν; ἀλλὰ τοῦτο τὸ παράδοξον δοκοῦν ἔξεστιν ἤδη γενέσθαι καὶ τὴν Νίκαιαν [45] ὑμετέραν εἶναι καὶ τὰ παῤ ὑμῖν ἐκείνων. ἢ τῶν μὲν ἀδελφῶν θαυμάζομεν τοὺς εἰς ἅπαν τὸν κοινὸν οἰκοῦντας οἶκον καὶ μὴ νενεμημένους τὰ πατρῷα ὑπὸ μικρολογίας, ὅ τε πλοῦτος αὐτῶν ἔτι μᾶλλον θαυμάζεται μείζων καὶ κατὰ τοῦτο, τῷ μὴ νενεμῆσθαι μηδὲ ἑκάστῳ τὸ ἥμισυ γεγονέναι τῶν πάντων, ἀλλὰ τὸ ὅλον ἀμφοτέρων [p. 42] δοκεῖν, ἔτι δὲ καὶ ὡς ἀγαθοὺς πάντες ἐκείνους ὁρῶσι καὶ ὡς δικαίους καὶ ὡς τῷ ὄντι ἀδελφούς: ἐν δὲ ταῖς πόλεσι γενομένη αὕτη ἡ ἀδελφότης οὐχὶ καὶ μεῖζον ἀγαθὸν ἔσται καὶ [46] κάλλιον καὶ πλουσιώτερον; ἄξιον δὲ αὐτὴν γενέσθαι καὶ διὰ τοὺς προγόνους κοινοὺς ὄντας ἀμφοτέραις ταῖς πόλεσι καὶ διὰ τοὺς θεούς, ὧν καὶ παῤ ἐκείνοις καὶ παῤ ὑμῖν ὁμοιαί εἰσι τιμαί. τοῦτο γάρ ἐστιν, ἐφ̓ ᾧ καὶ μάλιστα ὀδυνηθείη τις ἄν, ὅτι πάντα κοινὰ ἔχοντες, καὶ προγόνους καὶ θεοὺς καὶ ἔθη καὶ ἑορτάς, οἱ δὲ πολλοὶ καὶ συγγενείας ἰδιωτικὰς καὶ φιλίας, ὥσπερ Ἕλληνες πρὸς βαρβάρους μαχόμεθα, ἢ τὸ ἔτι τούτου τῷ γιγνομένῳ ὑφ̓ ὑμῶν [47] ὁμοιότερον, ὥσπερ ἄνθρωποι πρὸς θηρία. οὐκ ὄψεσθε εἰς ἀλλήλους; οὐκ ἀκούσεσθε ἀλλήλων; οὐκ ἀντιδεξιώσονται τὴν ἀρχὴν ποιησαμένων ὑμῶν ἀλλήλας αἱ πόλεις; οὐχὶ πάντα τὰ παρὰ ἀμφοτέροις ἀγαθὰ κτήσεσθε καταλλαγέντες; οὐ χρήσεσθε αὐτοῖς θέλοντες; ὄφελον ἐξῆν καὶ τὸν Ἐφεσίων δῆμον ποιήσασθαι ἀδελφὸν ὑμῶν. ὄφελον καὶ τὰ Σμυρναίων οἰκοδομήματα κοινὰ ὑμῖν ἐγένετο. [48] ταῦτα δὲ πάντα τηλικαῦτα ὄντα ἀγαθὰ ἑνὸς ἕνεκα ὀνόματος ἀπόλλυτε, ποίαν ὠφέλειαν, τίνα ἡδονήν; ἀλλ̓ ὅτι μὲν καὶ λυσιτελήσει ταῖς πόλεσιν ἡ καταλλαγὴ γενομένη καὶ μέχρι νῦν ὑμῖν οὐκ ἐλυσιτέλησεν ἡ στάσις οὖσα καὶ τὰ ἀγαθὰ τὰ ἐκ τῆς ὁμονοίας γενησόμενα καὶ τὰ κακὰ τὰ διὰ τὴν ἔχθραν ὑπάρχοντα, [49] προείρηταί μοι μετρίως. λοιπὸν δὲ εἰπεῖν ὅτι καὶ μενεῖ ταῦτα διαλλαγέντων ὑμῶν. ἤδη γάρ τινές εἰσιν οἱ καὶ τοῦτο δεδοικότες, ὧν ἀποδέχομαι τοῦ φόβου τὴν αἰτίαν, εἴ γε λέγουσιν αὐτὸ ταῖς ἀληθείαις ἐπιθυμοῦντες τῆς ὁμονοίας καὶ φοβούμενοι μὴ λυθῇ καὶ οὐ τοὐναντίον αὐτοῦ χάριν τοῦ μηδὲ ὅλως αὐτὴν γενέσθαι τοῦτο προβάλλονται. τὸ μὲν οὖν μέγιστον ὑμῖν καὶ τὸ πιστότατον τοῦ μενεῖν τὴν ὁμόνοιαν ἐνέχυρον ἔστω τὸ συμφέρειν αὐτήν. ἃ γὰρ καὶ λόγῳ παραδειχθέντα διότι συνοίσει μόνον ἤδη πείθειν ὑμᾶς ἔοικε, πῶς οὐ χρὴ τὴν ἀπὸ τῶν ἔργων ἕξειν αὐτὰ πειθὼ [p. 43] [50] βεβαιοτέραν; ἔτι δὲ εὔθυμός εἰμι καὶ διὰ τὸ τῆς συνηθείας ὑμᾶς δυσαπαλλάκτως ἔχειν. εἰ γὰρ ἡ στάσις τοσούτῳ χρόνῳ διὰ τὴν συνήθειαν μόνον ἐμμεμένηκεν ὑμῖν, τηλικοῦτον οὖσα κακόν, πῶς οὐχὶ καὶ τὰς διαλλαγὰς εἰκός ἐστιν ἡδίους τε οὔσας καὶ δικαιοτέρας ποιήσειν καὶ τὴν συνήθειαν ἡδίονα; καὶ φυλάττεσθαι δὲ μικρά τινα δεήσει καὶ πρὸ ἁπάντων τοὺς ἄνδρας τοὺς ἀδόξους, ἄν ποτε διαβάλλωσιν ὑμᾶς ἀλλήλοις. μὴ γὰρ ἀκούσητε αὐτῶν ἴδιόν τι θηρωμένων, εἰ βουλήσονται πάλιν αὑτοῖς γενέσθαι τινὰ χώραν. καὶ [51] μικρῶν δὲ ἕνεκεν μὴ παροξύνεσθαι. καὶ τοὺς θεοὺς δὲ εἰκός ἐστιν μᾶλλον πάντων ἐπιμελήσεσθαι τοῦ συμμεῖναι τὴν ὁμόνοιαν. οἶμαι γὰρ καὶ αὐτὴν ταύτην τὴν ἀρχὴν παῤ ἐκείνων γενέσθαι καὶ οὐκ ἂν ἄλλως ἐπελθεῖν μοι τολμῆσαι περὶ τηλικούτου πράγματος ἐν ὑμῖν λέγειν, ὑπὲρ οὗ μηδεὶς πρότερον εἶπε μήτε νέος μήτε πρεσβύτερος. ἔστι δὲ καὶ ἄξιον αὐτοῖς εὔξασθαι πάλιν. οὐκοῦν ἐν ἀρχῇ μὲν εὐξάμην αὐτοῖς, ἵνα μοι πειθομένους παράσχωσιν ὑμᾶς: ἐπεὶ δὲ τοῦτο ἤδη ἐοίκατε ποιεῖν, λοιπόν ἐστιν εὔξασθαι περὶ τοῦ φυλάττειν αὐτοὺς εἰς ἀεὶ τὰ καλῶς δόξαντα ὑμῖν.
Delphi Complete Works of Dio Chrysostom Page 140