Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 142

by Dio Chrysostom


  αἵ τε χολωσάμεναι ἀγορῆς ἐς μέσσον ἰοῦσαι

  νεικεῦς᾿ ἀλλήλῃσι, χόλος δέ τε καὶ τὰ κελεύει.

  [30] πόσου δὴ ταῦτά ἐστι τὸ μὴ πάσχειν; πόσῳ δὲ πλείονος τὸ μὴ ποιεῖν; ποῖον δ̓ ἂν τοσοῦτον γένοιτο χρημάτων πλῆθος ἢ χώρας μέγεθος ἀνθ̓ οὗ προσήκει τοὺς νοῦν ἔχοντας ἀνθρώπους ἀντικαταλλάξασθαι τὴν καθ̓ ἡμέραν εὐφημίαν, τὸ πρεπόντως μὲν θεᾶσθαι, προθύμως δὲ ἀποδημεῖν; καὶ μὴν τά γε τῆς χώρας καὶ τὰ τῆς θαλάττης καὶ τὰ τῶν ὀρῶν ἐξ ἅπαντος ὑμᾶς εἰς τὸ αὐτὸ συνάγει καὶ μὴ βουλομένους καὶ ἀναγκάζει χρήσασθαι ἀλλήλοις. ἐκεῖνοί τε γὰρ δέονται τῆς παῤ ἡμῶν ὕλης καὶ ἑτέρων πολλῶν καὶ ἡμεῖς οὐκ ἔχομεν οὔτε εἰσαγαγέσθαι δἰ ἑτέρου λιμένος [31] οὔτε ἐκπέμψαι τὰ γιγνόμενα παῤ ἡμῖν. πῶς οὖν οὐχ ἁπάντων δυστυχέστατον ὠνεῖσθαι μὲν ἑκάστους παρὰ ἀνθρώπων οὐ φίλων, ἀποδίδοσθαι δὲ τοῖς μισοῦσι, κατάγεσθαι δὲ παρὰ τοῖς βαρυνομένοις, ὑποδέχεσθαι δὲ τοὺς λοιδοροῦντας, συνεστιᾶσθαι δὲ ἐνίοτε τοῖς ἀλλοτριωτάτοις: ἐὰν δὲ πλοίου τις ἐπιβαίνῃ, σαφῶς εἰδέναι καὶ τὸν κυβερνήτην καὶ τοὺς ναύτας ἅπαντας καταρωμένους, τὸ δὲ πάντων ἀηδέστατον ὅραμα ἐχθρῶν, τοῦτο ἀεί ποτε ὁρᾶν καὶ πλέοντας καὶ βαδίζοντας, καὶ τούτοις ἀεὶ πλείστοις κατὰ τὰς ὁδοὺς ἀπαντᾶν, πονηρὸν καὶ δυσχερῆ σύμβολον, ὥστε πάντως εἰπόντα τι παρελθεῖν [32] ἢ ἀκούσαντα δυσχερές. ὥστε ἔγωγε ἐνεθυμούμην πολλάκις τὴν τῶν ἀνθρώπων ἀμαθίαν καὶ διαφθοράν, ὅτι τῶν σφόδρα ἀδόξων καὶ φαυλοτάτων ζῴων χείρους εἰσὶ ταῖς ψυχαῖς. οἱ μὲν γὰρ ἄνθρωποι πολλάκις ἐντυχόντες ἀλλήλοις μάχονται καὶ λοιδορηθέντες ἀπίασιν: οἱ δὲ μύρμηκες οὕτω πυκνοὶ βαδίζοντες οὐδέποτε ἠνώχλησαν ἀλλήλους, ἀλλὰ πάνυ πρᾴως ἐντυχάνουσι καὶ παρίασι [33] καὶ βοηθοῦσιν ἀλλήλοις. καὶ μὴν τὸ νῦν συμβεβηκὸς περὶ τὴν [p. 55] ἡμετέραν πόλιν τὸ μὲν ἀληθὲς ἅπτεται πολλῶν καὶ κνίζει τοὺς ἄλλους πάντας, ὅτι δὴ τὰς δίκας ὑμεῖς ἀποδέχεσθε καὶ παῤ ὑμῖν αὐτοὺς ἀνάγκη κρίνεσθαι: χρὴ δὲ δἰ αὐτὸ μᾶλλον φιλανθρώπως ἔχειν καὶ μὴ παρέχειν ἑαυτοὺς ἐπιφθόνους. αὐτίκα οἱ πρέσβεις οἱ χειροτονηθέντες ἐπὶ τοῦτο τὸ πρᾶγμα πόθεν ἀπίασιν; οὐκ ἐκεῖθεν; οὐ παρὰ τῶν ἐχθίστων ἀναχθήσονται πλέοντες καὶ χρήσονται τῷ λιμένι τῆς ἐχθρᾶς πόλεως; ἢ κύκλῳ περιίασιν, ὥσπερ χαλεπῆς καὶ ἀβάτου τῆς ἐγγὺς ἡμῖν θαλάττης; ἐγὼ μὲν γὰρ καὶ τοῖς πρότερον διαφερομένοις πρὸς τοὺς ἀστυγείτονας ταῦτα ἡγοῦμαι χαλεπώτερα καὶ βαρύτερα τοῦ λαβόντας ὅπλα βαδίζειν εἰς τὴν χώραν ἢ προσβάλλειν τοῖς τείχεσιν ἢ τὰ δένδρα κόπτειν ἢ τῷ καρπῷ πῦρ [34] ἐνιέναι. τούτων γὰρ οἶμαι χαλεπῶν ὄντων, τῷ παντὶ χαλεπώτερόν ἐστιν, ἀφ̓ ὧν γίγνεται, τὸ τῆς ἔχθρας καὶ τὸ τοῦ μίσους. οὐ γὰρ ἔστι φανῆναί ποτε ἀπὸ τούτου τοῦ πράγματος ὠφέλιμον οὐδὲ χρηστόν. ὅ τε γὰρ τῆς ἔχθρας καρπὸς ἁπάντων πικρότατος καὶ δριμύτατος, ὥσπερ οἶμαι τοὐναντίον ὁ τῆς εὐνοίας ἥδιστος καὶ λυσιτελέστατος. τὸ γὰρ μηδέποτε εἴκειν μηδὲ παραχωρεῖν τῷ πλησίον, λέγω δὲ χωρὶς αἰσχύνης, μηδὲ τῶν μὲν τυγχάνειν αὐτούς, τὰ δὲ παριέναι τοῖς ἄλλοις, οὐκ ἀνδρεῖόν ἐστιν, ὥσπερ οἴονταί [35] τινες, οὐδὲ μεγαλόφρον, ἀλλ̓ ἀνόητον καὶ ἀμαθές. οὐχ ὁρᾶτε τοῦ ξύμπαντος οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ θείων καὶ μακαρίων αἰώνιον τάξιν καὶ ὁμόνοιαν καὶ σωφροσύνην, ἧς οὔτε κάλλιον οὔτε σεμνότερον οὐδὲν οἷόν τ̓ ἐπινοῆσαι; πρὸς δὲ αὖ τῶν λεγομένων στοιχείων, ἀέρος καὶ γῆς καὶ ὕδατος καὶ πυρός, τὴν ἀσφαλῆ καὶ δικαίαν δἰ αἰῶνος ἁρμονίαν, μεθ̓ ὅσης εὐγνωμοσύνης καὶ μετριότητος διαμένειν πέφυκεν αὐτά τε σῳζόμενα καὶ σῴζοντα τὸν [36] ἅπαντα κόσμον; σκοπεῖτε γάρ, εἰ καί τισι δόξει μετέωρος ὁ, λόγος καὶ οὐ πάνυ τι ὑμῖν συμπαθής, ὅτι ταῦτα πεφυκότα ἄφθαρτα καὶ θεῖα καὶ τοῦ πρώτου καὶ μεγίστου γνώμῃ καὶ δυνάμει κυβερνώμενα θεοῦ τὸν ἅπαντα χρόνον ἐκ τῆς πρὸς ἄλληλα φιλίας καὶ [p. 56] ὁμονοίας σῴζεσθαι φιλεῖ, τά τε ἰσχυρότερα καὶ μείζω καὶ τὰ ἐλάττω δὴ δοκοῦντα. ταύτης δὲ τῆς κοινωνίας διαλυθείσης καὶ στάσεως ἐπιγενομένης οὐχ οὕτως ἀνώλεθρος οὐδὲ ἄφθαρτος αὐτῶν ἡ φύσις, ὥστε μὴ ταραχθῆναι καὶ τὴν ἀμήχανόν τε καὶ ἄπιστον, [37] ὥς φασιν, ὑπομεῖναι φθορὰν ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν. ἡ μὲν γὰρ λεγομένη παρὰ τοῖς σοφοῖς ἐπικράτησις αἰθέρος, ἐν ᾧ τὸ βασιλεῦον καὶ τὸ κυριώτατον τῆς ψυχικῆς δυνάμεως ὂν οὐκ ἀποτρέπονται πῦρ ὀνομάζειν πολλάκις, ὅρῳ τε καὶ πρᾴως γιγνομένη ἔν τισι χρόνοις τεταγμένοις, μετὰ πάσης φιλίας καὶ ὁμονοίας ἔοικε συμβαίνειν. ἡ δὲ τῶν ἄλλων πλεονεξία καὶ διαφορὰ παρανόμως γιγνομένη τὸν ἔσχατον ἔχει κίνδυνον ὀλέθρου, περὶ τῶν ὅλων οὔποτε ἐσόμενον διὰ τὸ πᾶσαν εἰρήνην καὶ δικαιοσύνην ἐν αὐτοῖς ὑπάρχειν καὶ πανταχοῦ πάντα δουλεύειν καὶ ξυνακολουθεῖν [38] εὐγνώμονι νόμῳ πειθόμενα καὶ εἴκοντα. οὐχ ὁρᾶτε τοῦτο μὲν ἥλιον νυκτὶ μεθιστάμενον καὶ παρέχοντα ἀνατεῖλαι τοῖς ἀφανεστέροις ἄστροις, τοῦτο δὲ σελήνην ἐῶντα καταλάμψαι τὴν ἅπασαν γῆν ἐν ἐρημίᾳ τοῦ κρείττονος φωτός; τοῦτο δὲ ἄστρα ὑποχωροῦντα ἡλίῳ καὶ μηδὲν ἡγούμενα πάσχειν μηδὲ ἀπόλλυσθαι διὰ τὴν ἐκείνου τοῦ θεοῦ δύναμιν; τοῦτο δὲ αὖ τὸ�
� ἥλιον περὶ μέσην ἐνίοτε ἡμέραν ἐπισκοτούμενον σελήνης ὑποδραμούσης, ᾗ τὸ φῶς αὐτὸς δίδωσι, πολλάκις γε μὴν ὑπὸ τῶν ἀσθενεστάτων νεφῶν ἀποκρυπτόμενον ἤ τινος ἀραιᾶς ὁμίχλης περί τε λίμνας καὶ ποταμοὺς ἱσταμένης, ὡς ἔσθ̓ ὅτε μὲν εἴργεσθαι παντελῶς, ἐνίοτε δὲ [39] ἀδρανῆ τὴν ἀκτῖνα καὶ λεπτὴν διαπέμπειν: τοῦτο δὲ τῶν πλανωμένων ἀστέρων τὴν ἄπαυστον χορείαν, ἃ μηδέποτε ἀλλήλοις ἐμποδὼν ἵσταται; πρὸς δὲ αὖ γῆ μὲν τὴν κατωτάτω χώραν λαχοῦσα ὑπομένει, καθάπερ ἕρμα νεώς, ὕδωρ δὲ περὶ ταύτῃ κεχυμένον, ὕπερθεν δὲ ἀμφοῖν ἀὴρ μαλακός τε καὶ εὔπνους, ὁ δὲ ἀνωτάτω καὶ ξύμπαντα ἔχων αἰθὴρ πυρὸς θείου κύκλῳ περιδραμόντος αὐτοῖς; καὶ ταῦτα μέν, οὕτως ἰσχυρὰ καὶ μεγάλα, τὴν πρὸς ἄλληλα κοινωνίαν ἀνέχεται καὶ διατελεῖ χωρὶς ἔχθρας: μικρὰ δὲ [p. 57] οὕτω πολίχνια τῶν ἐπιτυχόντων ἀνθρώπων καὶ ἔθνη ἀσθενῆ κατοικοῦντα ἐν μέρει τῆς γῆς οὐ δύναται τὴν ἡσυχίαν ἄγειν οὐδὲ [40] ἀθορύβως ἀλλήλοις γειτνιᾶν; ἀλλ̓ ὄρνιθες μὲν ἐγγὺς ἀλλήλων ποιησάμενοι νεοττιὰς οὐκ ἐπιβουλεύουσιν αὑτοῖς οὐδὲ διαφέρονται περὶ τροφῆς καὶ φρυγάνων, οὐδὲ μύρμηκες πλησίον ὀπὰς ἔχοντες, ἐκ τῆς αὐτῆς ἅλω πολλάκις εἰσφερόμενοι σῖτον, ἀλλὰ παραχωροῦσιν αὑτοῖς καὶ τῶν ὁδῶν ἐκτρέπονται καὶ συνεργάζονται πολλάκις, οὐδὲ ἑσμοὶ πλείονες μελιττῶν, ἕνα καὶ τὸν αὐτὸν νεμόμενοι λειμῶνα, τῶν ἔργων ἀμελήσαντες περὶ τῶν ἀνθῶν τῆς δρόσου [41] διαφέρονται. καὶ μὴν ἀγέλαι βοῶν τε καὶ ἵππων ἀναμιχθεῖσαι πολλάκις ἀθορύβως καὶ πρᾴως νέμονται, ὥστε μίαν ἐξ ἀμφοῖν ἀγέλην ὁρᾶσθαι: ἔτι δὲ αἰπόλια καὶ ποίμνια συμμιχθέντα ἐπὶ νομῆς διημερεύσαντα ῥᾳδίως καὶ πρᾴως ὑπὸ τῶν νομέων διεκρίθησαν. ἄνθρωποι δὲ βοσκημάτων καὶ θηρίων χείρους, ὡς ἔοικε, τὰ πρὸς φιλίαν καὶ τὸ κοινωνεῖν ἀλλήλοις. ἃ γὰρ ἡ φύσις ἐποίησεν εὐνοίας ἕνεκα, ταῦτα ἰδεῖν ἔστιν ἔχθρας καὶ μίσους αἴτια γιγνόμενα. αὐτίκα ἡ πρώτη καὶ μεγίστη φιλία γονεῦσι πρὸς παῖδας.

  THE FORTY-FIRST DISCOURSE: TO THE APAMEIANS ON CONCORD

  ΠΡΟΣ ΑΠΑΜΕΙΣ ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ.

  Ὅτι μὲν ὑμεῖς, ὦ βουλὴ καὶ τῶν ἄλλων οἱ παρόντες οἱ μετριώτατοι, πρᾴως πρὸς ἐμὲ καὶ φιλικῶς ἔχετε, δοκῶ μοι τοῦτο γιγνώσκειν. αὐτός τε γὰρ ἐμαυτὸν οἶδα περὶ πολλοῦ ποιούμενον τὴν παῤ ὑμῶν εὔνοιαν καὶ μηδέποτε μηδὲν ἐναντίον μήτε εἰπόντα μήτε πράξαντα, καὶ ὑμεῖς εὐθὺς ἐμὲ ἀφικόμενον ἐτιμήσατε δημοσίᾳ ψηφίσματι πέμψαντες, συνηδόμενοι τῆς καθόδου καὶ παρακαλοῦντες [p. 58] [2] ἐπιδημῆσαι πρὸς αὑτούς. καὶ ἴσως οὐδὲν ἐποιεῖτε θαυμαστόν: οὐ γὰρ μόνον αἱ λοιπαὶ πόλεις, ἀλλὰ καὶ τῶν ἰσοτίμων ὑμῖν αἱ πλεῖσται σχεδόν, ὅπου γέγονα, καὶ πολιτείας καὶ βουλῆς καὶ τῶν πρώτων τιμῶν οὐδὲν δεομένῳ μετέδωκαν, οὐκ ἀνωφελῆ σφισι νομίζοντες οὐδὲ ἀνάξιον τιμᾶσθαι. τὸ δὲ ὑμέτερον οὐκ ἔστιν ἀλλότριον, ἀλλ̓ ὡς ἂν εὐνοίᾳ καὶ χάριτι πατρίδος τιμώσης πολίτην αὑτῆς. τὸ δὲ εἶναί τινας, ὡς ἂν ἐν δήμῳ, τῶν ἐνθάδε ἐμοὶ σχεδὸν μὴ σφόδρα ἡδομένους οὐκ ἂν θαυμάσαιμι διὰ τὴν τῶν πόλεων φιλοτιμίαν. καίτοι ἐπίσταμαι σαφῶς οὐδὲ τοὺς ἐκεῖ πολίτας ἅπαντας ἀρέσαι δυνάμενος, ἀλλ̓ ἐνίους δἰ αὐτὸ τοῦτο ἀχθομένους [3] ὅτι λίαν δοκῶ φιλόπολις καὶ πρόθυμος. δεῖ δὲ τὸν ἐπιεικῆ καὶ μέτριον ἄνδρα καὶ ταύτην παρέχειν τὴν ἐξουσίαν τοῖς ἑαυτοῦ πολίταις. τὸ γὰρ μηδένα ἐν πόλει μήτε ἀντιλέγειν ἑνὶ μήτε μέμφεσθαι κἂν ἅπαντα φαίνηται ποιῶν καλῶς, οὐ δήμων ἐστὶν οὐδὲ ἐπιεικές, ἀλλὰ μᾶλλον φιλεῖ τὸ τοιοῦτον συμβαίνειν τοῖς τυράννοις ἢ τοῖς εὐεργέταις. εἰ οὖν εἰσί τινες πρὸς ἐμὲ δυσκόλως διακείμενοι, τούτοις μάλιστα πιστεύω. δῆλον γὰρ ὡς νομίζοντές με ἀγαπᾶν τὴν ἐμαυτοῦ πατρίδα καὶ πάντα τρόπον αὔξειν οὕτως ἔχουσιν. ἐὰν οὖν πεισθῶσιν ὅτι καὶ ταύτην ἡγοῦμαι πατρίδα, καὶ πράττειν ὑπὲρ αὐτῆς ὅ,τι ἂν δύνωμαι πρόθυμός εἰμι, ῥᾳδίως [4] μεταβαλοῦνται καὶ ἀγαπήσουσί με τοῖς ἄλλοις ὁμοίως. τὸ μὲν οὖν φιλεῖν τὴν πατρίδα μάλιστα πάντων οὐκ ἔξαρνός εἰμι. πυνθάνομαι δὲ αὐτῶν, εἰ τοῦτο ἀδίκου νομίζουσιν ἀνδρὸς εἶναι καὶ μοχθηροῦ, καὶ πολίτην τοιοῦτον οὐκ ἂν ἐθέλοιεν εἶναι παῤ αὑτοῖς. οὐκοῦν ἔξεστιν ὑμῖν ἔχειν κἀμὲ πολίτην ἀνυπόπτως καὶ τῶν ἄλλων τοὺς βελτίστους. καὶ τοίνυν δἰ αὐτό μοι τοῦτο πιστεύοιτε ἂν δικαιότερον. ὅστις μὲν γὰρ ἀγνώμων περὶ τοὺς φύσει γονέας, οὐκ ἂν γένοιτο ὅσιος οὐδὲ πρὸς τοὺς θεμένους αὐτόν. [5] ὁ δὲ τοὺς γεννήσαντας ἀγαπῶν οὐδέποτ̓ ἂν ἀμελήσειε τῶν χάριτι γονέων γενομένων. τὸ μὲν γὰρ τῆς φύσεως αὐτόματόν ἐστι, τὸ δὲ τῆς χάριτος ἑκούσιον. εἰμὶ μὲν οὖν πολίτης ἑκατέρων: ἀλλ̓ ἐκείνοις μὲν οὐ δεῖ με περὶ τούτου χάριν εἰδέναι, ὑμᾶς δὲ ὡς εὐεργέτας ἀμείβεσθαι δίκαιον. διὰ γὰρ τὴν ὑμετέραν εὔνοιαν καὶ [p. 59] δωρεὰν μετέχω τῆς πόλεως. ἀλλ̓ ὅσοι μὲν αὐτοὶ πολῖται γεγόνασι, τούτοις μόνον ὑπάρχει φιλάνθρωπον τὸ τῆς δωρεᾶς, τὸ δὲ τῆς φύσεως ἀναγκαῖον οὐ πρόσεστιν. ἐμοὶ δὲ ἀμφοτέρων μέτεστιν: [6] ὁ μὲν γὰρ πάππος ὁ ἐμὸς μετὰ τῆς μητρὸς τῆς ἐμῆς παρὰ τοῦ τότε αὐτοκράτορος φίλου ὄντος ἅμα τῆς Ῥωμαίων πολιτείας καὶ τῆς ὑμετέρας ἔτυχεν, ὁ δὲ πατὴρ παῤ ὑμῶν: ὥστε καὶ χάριτι καὶ γέ
νει πολίτης ὑμέτερός εἰμι. τὸ γὰρ ἀπωτέρω δυοῖν βαθμοῖν ζητεῖν τὸ γένος οὐδαμῶς ἐπιεικές. οὐδεὶς γὰρ οὕτω τό γε ἀληθὲς ἐξ οὐδεμιᾶς εὑρεθήσεται πόλεως. καὶ μὴν τῶν γε ἐμῶν τέκνων ἥδε πατρίς ἐστι μᾶλλον. τὸ μὲν οὖν ἀναγκαῖον συνακολουθεῖν τὰ τέκνα τῷ πατρί: πολὺ δὲ ἥδιον τὸν πατέρα τοῖς παισὶ συνέπεσθαι. [7] διὰ μὲν δὴ ταῦτα εὔνους ὢν ὑμῖν τυγχάνω καὶ πολίτου διάθεσιν ἔχω: καὶ φανερῶς δὲ ἐδήλωσα. τῆς γὰρ φιλονικίας ἐνεστώσης ταῖς πόλεσι, καὶ τῆς πατρίδος σφόδρα μὲν αἰδουμένης ἐμὲ ἄκοντα ἐνοχλῆσαι, σφόδρα δὲ ἐπιθυμούσης ἀναλαβεῖν τὸ πρᾶγμα, πολλάκις τῷ τιμᾶν προκαλουμένης οὐχ ὑπήκουσα πρὸς τοῦτο μόνον, οὐδὲν ἂν ὀκνήσας ἐκείνης ἕνεκεν ποιῆσαι, μηδενὸς ἔλαττον τυχὸν πρᾶξαι δυνάμενος, καὶ φίλων μοι ὄντων οὔτε ὀλίγων οὔτε ἀδυνάτων, ἵνα μηδὲν ἐπίφθονον εἴπω μηδὲ ὃ λυπήσει τινάς, ἔτι δὲ οὐκ [8] ὀκνῶν τὴν ὁδόν, ὁπότε δεῖ με καὶ ἄλλως ἀπιέναι. τούτων οὖν ὑπαρχόντων ἀπεσχόμην τοῦ πράγματος, οὐκ ἐκείνους προδιδούς, ἀλλ̓ αἰδούμενος ὑμᾶς καὶ νομίζων χρησιμώτερος ἔσεσθαι κἀκείνοις καὶ ὑμῖν, ἐὰν δύνωμαι φίλας ποιῆσαι τὰς πόλεις τῶν τε πρότερον ζητημάτων ἀπαλλάξας καὶ τὸ λοιπὸν εἰς εὔνοιαν καὶ ὁμόνοιαν προτρεψάμενος. τοῦτο γὰρ ἁπάντων βέλτιστόν τε καὶ ἄριστον οὐ μόνον τοῖς ἴσοις πρὸς ἀλλήλους, ἀλλὰ καὶ τοῖς κρείττοσι [9] πρὸς τοὺς ὑποδεεστέρους. ἐπίσταμαι μὲν οὖν ὡς χαλεπόν ἐστιν ἀνθρώπων ἐξελεῖν ἔριν, καὶ ταῦτα ἐν πλείονι χρόνῳ τεθραμμένην, ὥσπερ νόσημα ἐκ πολλοῦ συμπεφυκὸς οὐ ῥᾴδιον ἀπαλλάξαι τοῦ σώματος, ἄλλως τε εἴ τις ἐθέλοι ἀνωδύνως ἰᾶσθαι. ὅμως δὲ πιστεύω τῷ τῆς πόλεως ἤθει, νομίζων οὐ σκληρὸν οὐδὲ ἀμαθές, ἀλλὰ τῷ ὄντι γνήσιον ἐκείνων τῶν ἀνδρῶν καὶ τῆς μακαρίας πόλεως, [p. 60] ὑφ̓ ἧς δεῦρο ἐπέμφθητε φίλοι δὴ παρὰ φίλους δεῦρο οἰκήσοντες: ἣ τοσοῦτον εὐτυχίᾳ διαφέρουσα τῶν ἄλλων ἀνθρώπων καὶ δυνάμει πλέον διενήνοχεν ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ, τοῦτο μὲν ἀφθόνως μεταδιδοῦσα καὶ πολιτείας καὶ νόμων καὶ ἀρχῶν, οὐδέν̓ ἀλλότριον ἡγουμένη τῶν ἀξίων, τοῦτο δὲ ὁμοίως ἅπασι φυλάττουσα [10] τὸ δίκαιον. ἣν προσήκει μιμουμένους ὑμᾶς πρᾴους καὶ μεγαλόφρονας φαίνεσθαι καὶ τοῖς ἐγγὺς οὕτω καὶ συνοίκοις σχεδὸν μὴ χαλεποὺς μηδὲ ὑπερηφάνους γείτονας, πρὸς οὓς ὑμῖν καὶ γάμοι κοινοὶ καὶ τέκνα καὶ πολιτεῖαι καὶ θυσίαι θεῶν καὶ πανηγύρεις καὶ θεάματα, καὶ συμπαιδεύεσθε τοῖς καθ̓ ἕνα καὶ συνεστιᾶσθε καὶ ἀλλήλους ὑποδέχεσθε καὶ ἀλλήλοις τὸν πλείω χρόνον συνδιατρίβετε καὶ σχεδὸν εἷς ἐστε δῆμος καὶ μία πόλις ἐν οὐ πολλῷ διαστήματι. καὶ τοίνυν πλείους τῶν ἐκεῖθεν καὶ πολίτας πεποίησθε, καὶ βουλῆς μετεδώκατε, καὶ ἄρχοντας οὐκ ἀπηξιώσατε γενέσθαι παῤ ὑμῖν, καὶ τῶν σεμνῶν τούτων, ἃ τῆς Ῥωμαίων ἐστὶ πόλεως, [11] ἐκοινωνήσατε. πῶς οὖν εἰκὸς καθ̓ ἕνα μὲν ἕκαστον ἡγεῖσθαι φίλον καὶ τιμᾶν, κοινῇ δὲ τὴν πόλιν ἐχθρὰν νομίζειν, ὑμᾶς τε ἐκείνην κἀκείνους τὴν ὑμετέραν; οἱ γὰρ τοὺς ἀνθρώπους ἀγαπῶντες καὶ ἐπιμιγνύμενοι τούτοις καὶ προσαγόμενοι πολίτας τί λοιπὸν ἢ τὸν ἀέρα ἐχθαίρουσι καὶ τοὺς τόπους, ἤ, ὃ μηδὲ εἰπεῖν ὅσιον, τοῖς θεοῖς ἀπεχθάνονται; καὶ τοίνυν ἅπασα μὲν ἔχθρα πρὸς ἅπαντας ἐργῶδες καὶ χαλεπόν: οὐδεὶς γὰρ οὕτως ἀσθενὴς ἐχθρὸς ὅστις οὐκ ἐλύπησεν ἐπὶ καιροῦ καὶ τὸν ἄγαν φαινόμενον ἰσχυρὸν καὶ τὸ μῖσος ἐνεδείξατο ἢ λόγον τινὰ εἰπὼν λυπηρὸν ἢ ἔργον ἀσύμφορον [12] πράξας. οὐ γάρ ἐστιν, ὡς εἰπεῖν, οὐδέποτε ἡδὺς οὐδὲ ὠφέλιμος ὁ τοῦ μίσους καρπός, ἀλλὰ τοὐναντίον ἁπάντων ἀηδέστατος καὶ πικρότατος, οὐδὲ βάρος οὕτω χαλεπὸν οὐδὲ ἐπίπονον ὡς ἔχθρα φέρειν. ταῖς μὲν οὖν εὐτυχίαις ἀεὶ παρενοχλεῖ, τὰς δὲ συμφορὰς αὔξει, καὶ τῷ μὲν ἄλλο τι λυπουμένῳ τὴν λύπην ἀπεργάζεται διπλασίονα, τοὺς δὲ εὖ πράττοντας οὐκ ἐᾷ χαίρειν κατὰ τὴν [p. 61] ἀξίαν. ἀνάγκη γὰρ οἶμαι τοὺς πολλοὺς ὑπὸ μὲν ἀλλήλων βλάπτεσθαι, παρὰ δὲ τοῖς ἄλλοις καταφρονεῖσθαι καὶ ἀδοξεῖν, ὡς τοῦτο μὲν ὑπαρχόντων αὐτοῖς ἐναντίων, τοῦτο δὲ αὐτοὺς ἄφρονας καὶ φιλονίκους. φιλίας δὲ καὶ ὁμονοίας οὐδὲν κάλλιον οὐδὲ θειότερον καὶ ἀνδρὶ πρὸς ἄνδρα καὶ πόλει πρὸς πόλιν. τίνες μὲν [13] γὰρ εὐπρεπέστερον κτῶνται τἀγαθὰ τῶν φίλων συμποριζόντων αὐτοῖς; τίνες δὲ ἀποφεύγουσι τὰ κατὰ ῥᾷον ἢ οἷς ἂν φίλοι συμμαχῶσι; τίνων δὲ ἧττον ἅπτεται τὰ λυπηρὰ ἢ τῶν ἐχόντων τοὺς συναλγοῦντας καὶ συμφέροντας αὐτοῖς; τίσι δὲ ἥδιον τὸ εὐτυχεῖν ἢ ὅσοι μὴ μόνον αὑτούς, ἀλλὰ καὶ ἄλλους εὐφραίνουσιν εὖ πράττοντες; ὡς ἔγωγε οὐδ̓ ἂν εὐτυχεῖν ἐκεῖνον τὸν ἄνδρα φαίην [14] ὃς οὐδένα ἔχει τὸν συνηδόμενον. τίς δὲ συνεργός, τίς δὲ σύμβολος ἀμείνων τοῖς ἰδοῦσιν ἢ φίλος ἐντυχών; σχεδὸν γὰρ οὗτος σύμβολος οὐ μόνον εὐφημότατος, ἀλλὰ καὶ ὠφελιμώτατος, καὶ ὅτῳ ἂν ἐντύχῃ ἀνὴρ εὔνους. τὰ δὲ τοῦ μίσους καὶ τὰ τῆς ἔχθρας πανταχῇ λυπηρὰ καὶ δυσχερῆ. χαλεπὸν μὲν ἐν σπουδῇ, χαλεπὸν δὲ ἐν εὐφροσύνῃ παρὼν ἐχθρός, λυπηρὸν μὲν ὁρῶσι, λυπηρὸν δὲ μνημονεύουσι, πολὺ δὲ πάντων πειρωμένοις βλαβερώτατον.

 

‹ Prev