Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 144

by Dio Chrysostom


  THE FORTY-FOURTH DISCOURSE: AN ADDRESS OF FRIENDSHIP FOR HIS NATIVE LAND ON ITS PROPOSING HONOURS FOR HIM

  ΦΙΛΟΦΡΟΝΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΠΑΤΡΙΔΑ ΕΙΣΗΓΟΥΜΕΝΗΝ ΑΥΤΩΙ ΤΙΜΑΣ.

  Ἐμοί, ὦ ἄνδρες πολῖται, οὔτε ὄψις ἡδίων ἐστὶ τῆς ὑμετέρας οὔτε φωνὴ προσφιλεστέρα οὔτε τιμαὶ μείζους τῶν ἐνθάδε οὔτε ἔπαινος λαμπρότερος ἢ ὁ παῤ ὑμῶν: οὐδ̓ ἂν ξύμπαντες οἱ Ἕλληνες, πρὸς δὲ αὐτοῖς ὁ Ῥωμαίων δῆμος ἐμὲ θαυμάζωσι καὶ ἐπαινῶσιν, οὐκ ἂν οὕτως τοῦτο εὐφράναι τὴν ἐμὴν διάνοιαν. τῷ γὰρ ὄντι πολλὰ σοφὰ καὶ θεῖα εἰρηκὼς Ὅμηρος οὐδὲν σοφώτερον ἔφη τούτου τοῦ ἔπους οὐδὲ ἀληθέστερον ,ὣς οὐδὲν γλύκιον ἧς πατρίδος.῾ [2] εὖ μέντοι ἐπίστασθε ὅτι τὰς τιμὰς ἔχω πάσας, καὶ ὅσας νῦν εἰσηγεῖσθε καὶ εἴ τινες ἄλλαι εἰσίν, ἐν τῇ ὑμετέρᾳ εὐνοίᾳ καὶ φιλίᾳ καὶ οὐδενὸς ἄλλου ἐγὼ δέομαι. τοῦτο γὰρ ἀνθρώπῳ ἱκανώτατον ἐπιεικεῖ, τὸ ἀγαπᾶσθαι ὑπὸ τῶν αὑτοῦ πολιτῶν, καὶ ὁ τοῦτο ἔχων τί ἂν ἔτι προσδέοιτο εἰκόνων ἢ κηρυγμάτων ἢ κηρυγμάτων ἢ προεδριῶν; ἀλλ̓ οὐδὲ ,χρυσοῦς σφυρήλατος᾿ ἱστάμενος ἐν τοῖς ἐπιφανεστάτοις ἱεροῖς. ἓν γὰρ ῥῆμα πλείονος ἄξιον ἀπ̓ εὐνοίας ῥηθὲν καὶ φιλίας ἢ τὸ ξύμπαν ἐν ἀνθρώποις χρυσίον καὶ στέφανοι καὶ τὰ ἄλλα, [3] ὅσα δοκεῖ λαμπρά: ὥστε μοι πειθόμενοι οὕτω ποιεῖτε. εἰ δὲ ἄρα καὶ τοιαύτας τινὰς δεῖ με τιμὰς ἔχειν, πολλαί μοι καὶ ἄλλαι εἰσὶ παῤ ὑμῖν, τοῦτο μὲν αἱ τοῦ πατρὸς τοῦ ἐμοῦ, ὅσαις ἐκεῖνον ἐτιμήσατε, ὡς ἄνδρα ἀγαθὸν καὶ ὅσον ἔζη χρόνον δικαίως προεστῶτα τῆσδε τῆς πόλεως, τοῦτο δὲ τῆς μητρός, ἧς ὑμεῖς ἱδρύσασθε καὶ [4] ἄγαλμα καὶ ἱερόν, τοῦτο δὲ αἱ τῶν πάππων καὶ αἱ τῶν ἄλλων προγόνων, ἔτι δὲ αἱ τῶν ἀδελφῶν καὶ τῶν ἄλλων συγγενῶν. καὶ γὰρ ἀνδριάντας πολλοὺς καὶ ταφὰς δημοσίας καὶ ἀγῶνας ἐπιταφίους καὶ ἄλλα πολλὰ καὶ τίμια, ἃ ἐκείνοις παρὰ τῆσδε τῆς πόλεως γέγονεν, ὧν οὐδενὸς ἐγὼ ἐπιλέλησμαι, ἀλλὰ ἐπίσταμαι πάντα ὡς οἷόν τε μάλιστα, καὶ οἶμαι τὰς ὑπὲρ τούτων χάριτας [p. 68] αὐτὸς ὑμῖν ὀφείλειν, καὶ εὔχομαι τοῖς θεοῖς ἱκανὸς γενέσθαι ἀποτίνειν. πολλοῦ μὲν γὰρ ἐπίσταμαι κἀκείνους γενομένους ἀξίους καὶ δικαίως ἁπάντων τυχόντας, ὅμως δὲ ἐν ἅπασιν ὑπερέβαλεν ἡ πόλις. καὶ γὰρ ὅσα οὐκ ἐδυνήθησαν βουληθέντες διὰ τύχην τινά, [5] καὶ τούτων αὐτοῖς χάριν ἀπεδίδου ἡ πατρίς. ὁ γοῦν πάππος ὁ ἐμός, εἰ ἐπὶ πλέον ἀπώνατο τῆς φιλίας τοῦ τότε αὐτοκράτορος, ἀλλὰ μὴ βραχὺς παντελῶς ἐγένετο ὁ χρόνος, διενοεῖτο, ὥς φασιν, ἐλευθερίαν τῇ πόλει λαβεῖν καὶ ἤδη περὶ τούτου πεποίητο τὸν λόγον. οὐ δεῖ δὲ ἀπελπίζειν, ἕως ἂν ἀγαθοὺς καὶ φιλοτίμους ἄνδρας ἡ πόλις φέρῃ ὁποίους καὶ τοὺς νῦν. ἐγὼ γὰρ ἐν πολλαῖς γεγονὼς πόλεσιν οὐκ οἶδα βελτίους ἄνδρας τῶν παῤ ὑμῖν. ἔλεγον δ̓ ἄν ἐπὶ πλέον καθ̓ ἕκαστον, εἰ μὴ σχεδὸν ἅπαντας συγγενεῖς ὄντας ὤκνουν ἐπαινεῖν, καὶ ὥσπερ ἔρανόν τινα ἀποδιδοὺς τῶν εἰς [6] ἐμαυτὸν ἕνεκα τιμῶν. ἠκροασάμην γὰρ δὴ καὶ τούτων καίτοι σφόδρα αἰδούμενος ὅμως διὰ τοὺς λέγοντος αὐτούς, ἀγάμενος τῶν ἀνδρῶν τό τε ἄφθονον καὶ τὴν προθυμίαν, ἔτι δὲ τὴν περὶ τὸ εἰπεῖν δύναμιν. οὐ δὴ θαυμαστόν, εἰ ἐγὼ πατρίδα τοιαύτην οὕτω σφόδρα ἠγάπηκα ὥστε οὔτ̓ ἄν Ἀθήνας οὔτε Ἄργος οὔτε Λακεδαίμονα, αἵπερ εἰσὶ πρῶται καὶ ἐνδοξόταται τῶν Ἑλληνίδων, εἱλόμην ἂν εἶναί μοι πατρίδας πρὸ ταύτης: καὶ τοῦτο ἔργῳ ἐδήλωσα. πολλῶν γὰρ πολλαχῇ παρακαλούντων με καὶ μένειν καὶ προΐστασθαι τῶν κοινῶν οὐ νῦν μόνον, ἀλλὰ καὶ πρότερον, ὅτε ἤμην φυγάς ῾καὶ ψηφίσματα ἔπεμψάν τινες πρὸς τὸν αὐτοκράτορα χάριν εἰδότες τῆς εἰς ἐμὲ τιμῆς᾿, οὐδὲ πώποτε ἄχρι λόγου τὸ τοιοῦτον ὑπεσχόμην, ἀλλ̓ οἰδ̓ οἰκίαν ἢ χωρίον ἐκτησάμην παῤ ἑτέροις, [7] ὡς μηδὲν ᾖ μοι σημεῖον ἀλλαχοῦ πατρίδος. καὶ γὰρ ἄν εἴη δεινόν, εἰ οἱ ἄνθρωποι ἀδικώτεροι ἔσονται τῶν μελιττῶν. οὐδέποτε γὰρ ἐκείνων μία καταλιποῦσα τὸ αὑτῆς σμῆνος εἰς ἕτερον μετέστη τὸ μεῖζον ἢ μᾶλλον εὐθενοῦν, ἀλλὰ τὸν ἴδιον ἑσμὸν πληροῖ τε καὶ αὔξει, κἂν ψυχρότερον ᾖ τὸ χωρίον καὶ αἱ νομαὶ χείρους καὶ ἡ δρόσος ἐλάττων κἂν δυσκολώτερον τὸ ἔργον τὸ περὶ τὰ κηρία κἂν [p. 69] ὁ γεωργὸς ἀμελέστερος. οὕτως δὲ ἄγαν αὐτάς φασι φιλεῖν ἀλλήλας καὶ τὸ ἴδιον σμῆνος ἑκάστην, ὥστε ἐπειδὰν ἔξω ὑπὸ χειμῶνος ἀποληφθῶσι πολλοῦ γενομένου πνεύματος, λίθον εἰς τοὺς πόδας ἑκάστη λαβοῦσα ὥσπερ ἕρμα οὕτως πέτονται, ὅπως μὴ παρενεχθῶσιν ὑπὸ τοῦ πνεύματος μηδὲ τοῦ σμήνους διαμάρτωσιν. [8] ὅταν δὲ δὴ καὶ πρόθυμον οὕτως καὶ ἀγαθὴν ἔχῃ τις πατρίδα, πῶς οὐ χρὴ πάντα τἄλλα περὶ ἐλάττονος ποιεῖσθαι ταύτης; ἃ ἐγὼ λογιζόμενος χαίρω, ὁρῶν καὶ τὸν υἱέα τὸν ἐμαυτοῦ καὶ τὸν ἀδελφιδοῦν καὶ τοὺς ἄλλους νεανίσκους ῾πολλοὺς δὲ ὁρῶ σὺν θεῷ καὶ ἅπαντας ἀγαθῶν γονέων καὶ τό γε εἶδος ἀγαθοῖς ὁμοίους᾿ οὕτως διανοουμένους ὡς φιλονικήσοντας ἀλλήλοις ἄνευ φθόνου καὶ ζηλοτυπίας καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπὲρ ἀρετῆς καὶ εὐδοξίας τῆς τε αὑτῶν καὶ τῆς πατρίδος καὶ ὅπως πρωτεύσῃ ἕκαστος ἐν τῇ πατρίδι τῷ δίκαιός τε εἶναι καὶ φιλόπολις καὶ μὴ ἀδύνατος ἀγαθόν [9] τι ποιεῖν καὶ αὔξειν τὴν πατρίδα. εὖ γὰρ ἴστε ὅτι οὐ μεγίστη τῶν πόλεων οὖσα οὐδὲ πλεῖστον χ
ρόνον οἰκουμένη πολλῶν γνωριμωτέρα ἐστὶ καὶ παρὰ τοῖς ἄλλοις ἀνθρώποις, καὶ σχεδόν τι πρὸς ἅπαντας ἀγωνιουμένους τοὺς Ἕλληνας πάλαι παρέχει τοὺς αὑτῆς πολίτας οὐκ ἐν τοῖς ὑστάτοις οὐδ̓ ἐν τοῖς τρίτοις ἢ δευτέροις ἀριθμουμένους. λέγω δὲ οὐχ ὑπὲρ ἐμαυτοῦ τοῦτον ἐγὼ τὸν λόγον, ἀλλὰ ὑπὲρ τῶν ἄλλων, ὧν οἱ μὲν ἀποδημήσαντες καὶ πλείοσι φανεροὶ γενόμενοι φανερὰν τὴν δόξαν ἐκτήσαντο, οἱ δὲ ἐνθάδε πολιτευόμενοι καὶ μένοντες οὐδὲν χείρους ἐκείνων εἰσὶν οὔτε περὶ τοὺς [10] λόγους οὔτε περὶ τὰ ἔργα. ὁρῶ δὲ οὐ μόνον ἀπὸ λόγων, ἀλλὰ καὶ ἀπὸ φιλοσοφίας ἄνδρας ἀγαθοὺς καὶ ἀξιολόγους γιγνομένους ἐν τῇ πόλει: ὑπὲρ ὧν ἐγὼ καὶ ἰδίᾳ τοὺς νέους καὶ κοινῇ, ὅταν ᾖ καιρός, οὐκ ὀκνήσω παρακαλεῖν. καὶ τὸν δῆμον ὑμᾶς ἀξιῶ, ἃ μὲν ἔστι παρὰ τῶν κρατούντων, ταῦτα ἐλπίζειν ὡς ἐσόμενα καὶ εὔχεσθαι συμβαίνειν τινὰ τιμὴν ἢ δόξαν ἢ εὐπορίαν χρημάτων: ἃ δὲ ἔστι παῤ αὐτῶν, ἔχειν, εὐταξίᾳ τῶν ἄλλων δήμων διαφέροντας, αἰδοῖ, τῷ πείθεσθαι τοῖς ἀγαθοῖς ἀνδράσι, φιλεργίᾳ, σωφροσύνῃ τῇ περὶ τὸν καθ̓ ἡμέραν βίον, τῷ μήτε τῶν σωμάτων ἀμελεῖν μήτε τῆς ψυχῆς, καθ̓ ὅσον ἑκάστῳ σχολὴν δίδωσι τὰ αὑτοῦ πράγματα, [p. 70] τῷ προθύμως ἐκτρέφειν τέκνα καὶ παιδεύειν, τῷ παρέχειν Ἑλληνικὴν τῷ ὄντι καὶ ἀθόρυβον καὶ καθεστῶσαν τὴν πόλιν καὶ τὸ δριμὺ καὶ τὸ ἀνδρεῖον τῆς φύσεως καὶ τὴν σύνεσιν ἐπὶ τὰ μείζω καὶ καλλίω τρέπειν, διχοφροσύνης δὲ καὶ ταραχῆς καὶ τοῦ προσκρούειν [11] ἀλλήλοις ὡς οἷόν τε ἀπέχεσθαι. ἔστι γάρ, ὦ ἄνδρες, καὶ δήμου παιδεία καὶ πόλεως ἦθος φιλόσοφον καὶ ἐπιεικές. καὶ οὐ μόνον Λακεδαιμονίοις οὐδὲ Ἀθηναίοις τὸ παλαιὸν καὶ ἄλλοις τισὶ συνέβη διὰ τὸ κοσμίως πολιτεύεσθαι μεγάλας καὶ ἐπιφανεῖς καὶ ἐκ πάνυ μικρῶν καὶ ἀσθενῶν ἀποδεῖξαι τὰς πόλεις, ἀλλὰ καὶ τῶν νῦν ἔξεστι τὸ τοιοῦτον τοῖς βουλομένοις. ταῦτα γὰρ ὑμᾶς ἐπιτηδεύοντας πλέον ὀνήσει καὶ τοῦ πλήθους τῶν βουλευτῶν καὶ τοῦ παῤ ὑμῖν τὰ πράγματα ἄγεσθαι καὶ τοῦ πρόσοδόν τινα χρημάτων ἔξωθεν ὑμῖν ὑπάρξαι καὶ τῆς ἐλευθερίας αὐτῆς, ἐὰν ἄρα [12] καὶ τούτου τύχητέ ποτε. εὖ γὰρ ἴστε ὅτι τὴν μὲν λεγομένην ἐλευθερίαν καὶ τὸ ὄνομα τοῦθ̓, ὃ παρὰ τῶν κρατούντων καὶ δυναμένων γίγνεται, ἐνίοτε οὐ δυνατὸν κτήσασθαι: τὴν δὲ ἀληθῆ ἐλευθερίαν καὶ ἔργῳ περιγιγνομένην τοῖς ἀνθρώποις καὶ ἀνὴρ καὶ πόλις ἑκάστη παῤ αὑτῆς λαμβάνει, μεγαλοφρόνως καὶ μὴ ταπεινῶς μηδ̓ ἀνελευθέρως διοικοῦσα τὸ καθ̓ αὑτήν. ἵνα δὲ καὶ ἀλλαχόθεν εἰδῆτε τὴν ἐμὴν γνώμην, ἀναγνώσομαι ὑμῖν ἐπιστολὴν ἥν τε αὐτὸς ἐπέστειλα τῷ αὐτοκράτορι, ὅτε ἐκλήθην, ὅτι ἐν ἐκείνῃ παρεκάλουν ἀφεθῆναι πρὸς ὑμᾶς, καὶ ἣν ἐκεῖνος ἀντέγραψεν.

 

‹ Prev