Delphi Complete Works of Dio Chrysostom
Page 147
THE FORTY-EIGHTH DISCOURSE: A POLITICAL ADDRESS IN ASSEMBLY
ΠΟΛΙΤΙΚΟΣ ΕΝ ΕΚΚΑΗΣΙΑΙ.
Πρῶτον μέν, ὦ ἄνδρες, τῷ κρατίστῳ Οὐαρηνῷ δεῖ χάριν ἡμᾶς εἰδέναι καὶ διὰ τὴν ἄλλην προθυμίαν, ἣν ἐπιδέδεικται πρὸς τὴν πόλιν, καὶ ὅτι βουλομένοις ἡμῖν ἐκκλησιάσαι πάλιν ἐφῆκεν οὐ μόνον ἑτοίμως, ἀλλὰ καὶ ἡδέως. τοῦτο γὰρ ἦν πιστεύοντος ὑμῖν καὶ εἰδότος [p. 88] ὅτι πρὸς οὐδὲν ἄτοπον χρήσεσθε τῇ ἐξουσίᾳ. οὔτε γὰρ ξύλα χλωρὰ δήπουθεν οὐδεὶς συντίθησιν, ὥστε κάεσθαι, προειδὼς ὅτι ἀνάγκη γενέσθαι καπνὸν πολὺν καὶ ἄτοπον, οὔτε τεταραγμένον δῆμον εἰς ταὐτὸ συνάγει νοῦν ἔχων ἡγεμών, ἀλλὰ ἂν μή τις μείζων ἀνάγκη [2] καταλάβῃ. νῦν οὖν ὑμέτερον ἔργον ἐστὶ μὴ ψεύσασθαι αὐτοῦ τὴν διάνοιαν, ἀλλ̓ ἐπιδεῖξαι σωφρόνως καὶ καλῶς αὑτοὺς ἐκκλησιάζοντας, καὶ πρῶτον, ἐμοὶ δοκεῖν, καλλωπίσασθαι τῇ φιλίᾳ τῇ πρὸς ἀλλήλους καὶ ὁμονοίᾳ, κἂν δεῦρο ἀφίκηται παρακληθείς, περὶ μὲν τῶν ἄλλων ὧν ἐβοᾶτε ὑπερθέσθαι: ζητήσει γὰρ αὐτὸς τὰ δημόσια, κἂν ὑμεῖς κωλύειν θέλητε. τὸ δὲ νῦν εὐχαριστήσατε καὶ δεξιώσασθε καὶ μετ̓ εὐφημίας καὶ τιμῆς ὑποδέξασθε, ἵνα μὴ ὥσπερ ατρὸς πρὸς νοσοῦντας ὑπόπτως καὶ ἀηδῶς θεραπείας ἕνεκεν, ἀλλ̓ [3] ὡς πρὸς ὑγιαίνοντας ἡδέως καὶ προθύμως παρῇ. καὶ γὰρ δὴ νῦν μὲν ἄπεισι μετὰ τὴν τήμερον ἴσως ἡμέραν, ἀφικνεῖται δὲ ἀλίγον ὕστερον: καὶ τότε, ἂν μὴ πρότερον αὐτοὶ πείσωμεν ὑμᾶς, εἴ τις ἄρα τῶν δημοσίων ἔχει τι, καὶ δικασταῖς καὶ διαιτηταῖς ἀλλήλοις χρησάμενοι, τότε ἐξέσται καὶ λέγειν καὶ καταβοᾶν. τό γε μὴν προεξανίστασθαι μὴ σφόδρα ἄγνωμον ᾖ. ποῦ γὰρ ἀπεπειράθητε ἢ πότε ἠξιώσατε παῤ αὐτῶν; ἢ τίς ὑμῖν οὐχ ὑπήκουσε; καὶ τὴν εὐφημίαν τὴν εἰς ἐμέ, ἐγὼ δέομαι, τρέψατε εἰς ἅπαντας. ὥσπερ γὰρ ἐν ἑστιάσει πάνυ αἰσχρόν ἐστιν ἕνα τῶν κατακειμένων πίνειν, καὶ διὰ τοῦτο μὴ μόνον τῷ οἰνοχόῳ δυσκολαίνομεν, ἀλλὰ καὶ τῷ πίνοντι, τὸ αὐτὸ τοῦτο ἐν τοῖς πολιτικοῖς [4] ἐπαίνοις ἐστίν. καὶ ταῦτα ποιοῦντες αὑτοὺς κοσμήσετε, ὡς ἔστι κόσμος τῆς πόλεως μέγιστος ὁ τῶν πολιτῶν ἔπαινος. ἐπὶ τίνι γὰρ ἄλλῳ μέγα φρονεῖτε; οὐ μεγέθει μὲν ἕτεραι διαφέρουσι πόλεις καὶ νὴ Δία πλούτῳ καὶ περιουσίᾳ καὶ τοῖς δημοσίοις οἰκοδομήμασιν; ἓν δὲ τοῦτό ἐστιν, ᾧ φιλοτιμούμεθα σχεδὸν πρὸς ἅπαντας ἀνθρώπους, τὸ ἔχειν ἄνδρας ἱκανοὺς καὶ πρᾶξαι καὶ εἰπεῖν, καὶ τὸ μέγιστον, ἀγαπῶντας τὴν πατρίδα. ἐὰν δέ τις ὑμῶν τοῦτο ἀφέληται, ποίας [p. 89] πόλεως καὶ τῆς βραχυτάτης δόξετε ἀμείνους; νῦν γάρ, ἐὰν διενεχθῆτε πρός τινα πόλιν, ὃ μηδεὶς ποιήσειε θεῶν, ἔπειτα ἐκεῖνοι τοὺς ἡμετέρους πολίτας λοιδορῶσι λέγοντες ὅτι εἰσὶν ἅρπαγες, ἄπιστοι, πῶς οἴσετε; οὐχ ἕξετε χαλεπῶς; οὐκ εὐθὺς βοήσετε, λοιδορήσεσθε, εἰς χεῖρας τυχὸν ἐλεύσεσθε, ὃ γέγονε πολλάκις πρότερον; [5] εἶθ̓ ἃ λεγόντων ἑτέρων οὐκ ἀνέχεσθε ἀκούοντες, ταῦτα ἐρεῖτε αὐτοὶ καθ̓ ἑαυτῶν; ἐάν ποτε γένηται διαφορά, κἀκεῖνοι προφέρωσιν ὑμῖν τὸ πονηροὺς ἔχειν πολίτας τὸ στασιάζειν, οὐκ αἰσχύνεσθε; ὡς ἔγωγε τοὺς θεοὺς ὑμῖν ὀμνύω πάντας, ἦ μὴν σφόδρα ἠχθέσθην εἰπόντος μοί τινος, Διάλλαξον τὴν πόλιν̔, καὶ πρὸς αὐτὸν ἠγανάκτησα. μὴ γὰρ ἴδοιμι τὴν ἡμέραν ἐκείνην, ἐν ᾗ διαλλαγῶν ὑμεῖς δεήσεσθε, ἀλλ̓ εἰς ἐχθρῶν, φασί, κεφαλὰς τὰ τοιαῦτα τρέποιτο, τοῦτ̓ ἔστι εἰς τοὺς καταράτους Γέτας, εἰς [6] μηδένα δὲ τῶν ἄλλων τῶν ὁμοεθνῶν. τί γὰρ ἂν εἴη τῆς ἡμετέρας ἐπιδημίας ὄφελος, εἰ μὴ πρὸς τὰ τοιαῦτα πειθομένους ὑμᾶς ἄγοιμεν, λόγων ἀεὶ συναγωγῶν ὁμονοίας καὶ φιλίας συναράμενοι, καθ̓ ὅσον οἷοί τέ ἐσμεν, ἔχθραν δὲ καὶ ἔριν καὶ φιλονικίαν ἄλογον καὶ [7] ἀνόητον ἐξαιροῦντες πάντα τρόπον. καλὸν γὰρ δὴ καὶ συμφέρον ὁμοίως ἅπασι πόλιν ὁμογνώμονα ὁρᾶσθαι καὶ φίλην αὑτῇ καὶ συμπαθῆ κάλλιστον θεαμάτων, εὐδαιμονέστατον δὲ ἁπάντων κτημάτων μία γνώμη περὶ πάντων φαινομένη: ψόγον τε καὶ ἔπαινον ἐπὶ ταὐτὸ φέροντας, τοῖς τε ἀγαθοῖς καὶ τοῖς φαύλοις πιστὴν ἑκατέροις μαρτυρίαν καλὸν γάρ, ὥσπερ ἐν χορῷ τεταγμένῳ, συνᾴδειν ἓν καὶ ταὐτὸ μέλος, ἀλλὰ μὴ πονηροῦ τρόπον ὀργάνου διαφέρεσθαι διπλοῦς φθόγγους τε καὶ ἤχους ἀποφαίνοντας ἀπὸ διπλῶν καὶ ποικίλων ἠθῶν τρόπον αὐλοῦ κατεαγότος διπλᾶς φωνὰς ἐν ᾧ σχεδὸν ἥ τε καταφρόνησις καὶ δυστυχία καὶ τὸ μηδὲν ἰσχύειν [p. 90] μήτε παῤ ἑαυτοῖς μήτε παρὰ τοῖς ἡγεμόσιν. οὔτε γὰρ τῶν ἀσυμφώνων φώνων χορῶν οὐδεὶς ἀκούει ῥᾳδίως ὅ,τι λέγουσιν οὔτε τῶν διαφερομένων πόλεων. ὥσπερ γὰρ ἐν μιᾷ νηὶ πλέοντας οὐ δυνατὸν οἶμαι χωρὶς ἕκαστον σωτηρίας τυγχάνειν, ἀλλ̓ ἅμα πάντας, οὕτως [8] οὐδὲ τοὺς συμπολιτευομένους. πρέπει δὲ ὑμῖν παιδείᾳ διαφέροντας καὶ φύσει καὶ τῷ ὄντι καθαρῶς ὄντας Ἕλληνας ἐν αὐτῷ τούτῳ τὴν γενναιότητα ἐπιδεικνύναι. πολλὰ δ̓ ἂν οἶμαι περὶ τούτων ἔλεγον καὶ πρὸς τὸ μέγεθος τῆς ὑποθέσεως, εἰ μὴ τό τε σῶμα κομιδῇ φαύλως εἶχον ὑμᾶς τε, ὅπερ ἔφην, οὐχ ἑώρων διενεχθέντας. οὐδὲ γὰρ γέγονεν οὐδὲν οὐδὲ φύεται παῤ ὑμῖν τοῦτο τὸ νόσημα, ἀλλὰ ἴσως βραχεῖά τις ὑποψία, ἧς καθάπερ ὀφθαλμίας παρὰ τῶν ἐγγὺς ἀπελαύσαμεν. εἴωθε δὲ τοῦτο συμβαίνειν καὶ τῇ θαλάττῃ πολλάκις: τοῦ βυθοῦ κλυσθέντος ἰσχυρῶς καὶ
χειμῶνος ἔξω [9] γενομένου πολλάκις ἀδήλως ἐπεσήμηνε καὶ τοῖς λιμέσιν. οἴεσθε ἀγορᾶς καὶ θεάτρου καὶ γυμνασίων καὶ στοῶν καὶ χρημάτων εἶναί τι ὄφελος τοῖς στασιάζουσιν; οὐ ταῦτά ἐστι τὰ ποιοῦντα πόλιν καλήν, ἀλλὰ σωφροσύνη, φιλία, τὸ πιστεύειν ἀλλήλοις. ὅταν δὲ τὴν βουλὴν ψέγητε, τοὺς προεστῶτας, τοὺς ἐξειλεγμένους, οὐχ αὑτοὺς ψέγετε; εἰ γὰρ οἱ βελτίους ὑμῶν εἰσι πονηροί, τί δεῖ περὶ τῶν ἄλλων ὑπολαβεῖν; ,ἡμεῖς ἄρα τὰ αὑτῶν ἀπολέσωμεν;῾ οὐθείς φησιν: ἀλλ̓ εὖ ἴστε ὅτι ἐν πάσαις ταῖς πόλεσίν ἐστι χρήματα δημόσια, καὶ ταῦτα ἔχουσιν ἔνιοι, τινὲς μὲν δἰ ἄγνοιαν, τινὲς δὲ ἄλλως: καὶ δεῖ προνοεῖν καὶ σῴζειν, οὐ μέντοι μετὰ ἔχθρας οὐδὲ μετὰ διαφορᾶς. οὗτοι φιλοτιμοῦνται, πολλάκις ὑμῖν παῤ αὑτῶν [10] εἰσενηνόχασιν. πείθετε αὐτούς, παρακαλεῖτε: ἂν ἀντιτείνωσι, δικαιολογεῖσθε πρὸς μόνους μηθενὸς παρόντος ἔξωθεν. οὐχ ὑμεῖς ἐστε οἱ πολλάκις ἐπαινοῦντες ἡμᾶς δἰ ὅλης τῆς ἡμέρας, τοὺς μὲν ἀριστεῖς λέγοντες, τοὺς δὲ Ὀλυμπίους, τοὺς δὲ σωτῆρας, τοὺς δὲ [p. 91] τροφέας; εἶτα πρὸς Διὸς καὶ θεῶν παῤ αὑτοῖς ψευδομαρτυριῶν ἁλώσεσθε, καὶ πότερον νῦν ταῦτα ὀργιζόμενοι λέγετε ἤ τότε ἐκεῖνα κολακεύοντες, καὶ νῦν ἀπατώμενοι μᾶλλον ἤ τότε ἐξαπατῶντες. οὐ παύσεσθε τῆς ταραχῆς καὶ γνώσεσθε ὅτι πάνυ χαρίεντας ἔχετε πολίτας καὶ πόλιν δυναμένην εἶναι μακαρίαν; ἣν ἐγὼ πολλὰ δύναμαι σὺν τοῖς θεοῖς ἀγαθὰ ποιῆσαι, τούτους ἔχων συναγωνιζομένους, [11] λέγων τὸ τῆς παροιμίας ,εἷς ἀνὴρ οὐδεὶς ἀνήρ.῾ ἀλλ̓ ἴσως ἐδυσχεράνατε ὅτι οὐκ ἐγένετο τὸ ἔργον. γίγνεται καὶ σφόδρα ἔσται ταχέως, μάλιστα τούτων προθυμουμένων καὶ σπουδαζόντων, ἐὰν ἑκοντὶ διδῶσιν: οὐδὲ γὰρ ἄκοντες ὑμῖν ὑπέσχοντο. διὰ τί δὲ παρὰ τούτων μὲν ἀπαιτεῖτε, παῤ ἐμοῦ δὲ οὐκ ἀπαιτεῖτε; ὅτι δοκῶ παρεσχηκέναι ὑμῖν; ἔπειτα οἴεσθέ με τοῦτο ἐμποιεῖν, εἰ τὴν ἐμαυτοῦ πατρίδα τιμιωτέραν ἐποίησα, χρημάτων τινὰ ἀφορμὴν παρασχών ὥσπερ ἀπὸ τῶν βουλευτικῶν καὶ νὴ Δία ἀπὸ τῶν προσόδων ηὐξημένων διὰ τὴν διοίκησιν; ἀλλὰ ταῦτα μὲν ὅμοιά ἐστιν ὥσπερ ἂν εἰ ηὐξάμην ὑπὲρ ὑμῶν, οἱ θεοὶ δὲ ἐποίησαν. κἂν πάλιν δυνηθῶ, ποιήσω πάλιν ῾δυνήσομαι δὲ μεθ̓ ὑμῶν, φίλους [12] ἔχων τοὺς ἐνθάδἐ καὶ οὐδὲν ὑμῖν λογιοῦμαι τῶν τοιούτων. οὐδὲ γὰρ οἱ γονεῖς τοῖς τέκνοις ἀντὶ τῶν ἀναλωμάτων τὰς εὐχὰς λογίζονται. οἴεσθε ὅτι περὶ στοᾶς ἦν ἂν ἐμοὶ λόγος ἤ ἄλλου τινός, εἰ ἑώρων ὑμᾶς διαφερομένους; ἀλλὰ τοῦτό γε ὅμοιον ἦν ὥσπερ ἂν εἴ τις ἄνθρωπον νοσοῦντα καὶ φρενίτιδι ἐχόμενον, δέον οἶμαι καταπλάσαι κατακλίναντα, ὁ δὲ ἀλείφοι μύρῳ καὶ προσφέροι στέφανον: ταῦτα ἐκ περιουσίας ἐστὶ τοῖς ὑγιαίνουσι, τοῖς μηδὲν ἔχουσι κακόν. οὐκ οἴεσθε τοὺς Ἀθηναίους, ὅτ̓ ἐστασίαζον καὶ τοὺς πολεμίους ἐπήγοντο καὶ προεδίδοσαν ἀλλήλους οἱ ταλαίπωροι, καὶ τὰ Προπύλαια ἔχειν καὶ τὸν Παρθενῶνα καὶ τὰς στοὰς καὶ τὸν Πειραιᾶ; ἀλλὰ οἰμώζουσιν αὐτοῖς μεῖζον ἐπήχει τὰ Προπύλαια καὶ τὰ νεώρια [p. 92] [13] καὶ ὁ Πειραιεὺς αὐτός. καίτοι μεγάλη καὶ πολυάνθρωπος πόλις στασιάζουσα καὶ κακῶς φρονοῦσα δύναται χρόνον τινὰ ἐνεγκεῖν τὴν δυστυχίαν: ἀλλ̓ ὅμως καὶ ταῦτα ὁρᾶτε ὁποῖά ἐστιν. οὐ κατηγοροῦσιν ἀλλήλων, οὐκ ἐξελαύνουσιν, οὐ τοὺς μὲν εἰς τὴν βουλὴν εἰσάγουσιν καὶ ἑτέρους ἐξάγουσιν; οὐχ ὥσπερ ἐν σεισμῷ πάντα κινεῖται καὶ πάντα μετέωρά ἐστι καὶ οὐθὲν βέβαιον; οὐκ εἰς τοῦτο ἥκουσιν ὥστε μὴ ἀρκεῖσθαι τοῖς αὑτῶν ἡγεμόσιν, ἀλλ̓ ὥσπερ ἐν τοῖς ἀνιάτοις νοσήμασι, δέονται ξένων ἰατρῶν, καὶ τοῦτο δὴ τὸ τῶν χαλεπῶν ἵππων γιγνόμενόν ἐστιν: ὅταν ὁ χαλινὸς μὴ κατισχύῃ, ψάλιον αὐτοῖς ἔξωθεν ἐμβάλλεται. ἐμοὶ δὲ μέλει μὲν καὶ τοῦ καθ̓ ὑμᾶς, μέλει δὲ καὶ τοῦ κατ̓ [14] ἐμαυτόν. εἰ γὰρ φιλόσοφος πολιτείας ἁψάμενος οὐκ ἐδυνήθη παρέχειν ὁμονοοῦσαν πόλιν, τοῦτο δεινὸν ἤδη καὶ ἄφυκτον, ὥσπερ εἰ ναυπηγὸς ἐν νηὶ πλέων μὴ παρέχοι τὴν ναῦν πλέουσαν, καὶ εἰ κυβερνήτης φάσκων εἶναι πρὸς αὐτὸ τὸ κῦμα ἀποκλίνοι, ἢ λαβὼν οἰκίαν οἰκοδόμος, ὁρῶν πίπτουσαν, ὁ δὲ τούτου μὲν ἀμελοῖ, κονιῶν δὲ καὶ χρίων οἴοιτό τι ποιεῖν. εἴ μοι προέκειτο νῦν ὑπὲρ ὁμονοίας λέγειν, εἶπον ἂν πολλὰ καὶ περὶ τῶν ἀνθρωπίνων καὶ περὶ τῶν οὐρανίων παθημάτων: ὅτι τὰ θεῖα ταῦτα καὶ μεγάλα ὁμονοίας τυγχάνει δεόμενα καὶ φιλίας: εἰ δὲ μή, κίνδυνος ἀπολέσθαι καὶ φθαρῆναι τῷ καλῷ τούτῳ δημιουργήματι τῷ κόσμῳ. [15] ἀλλ̓ ἴσως μακρολογῶ, δέον βαδίζειν καὶ παρακαλεῖν τὸν ἡγεμόνα. τοσοῦτον δὴ μόνον ἐρῶ: οὐκ αἰσχρόν ἐστιν, εἰ μέλιτται μὲν ὁμονοοῦσι, καὶ οὐδεὶς οὐδέποτε ἑώρακεν ἑσμὸν στασιάζοντα καὶ μαχόμενον αὑτῷ: συνεργάζονται δὲ καὶ ζῶσιν ἅμα, καὶ παρέχουσαι τὴν τροφὴν αὑταῖς καὶ χρώμεναι . . . τί οὖν; οὐχὶ κἀκεῖ γίγνονται κηφῆνές τινες λεγόμενοι χαλεποὶ καὶ κατεσθίοντες τὸ μέλι; νὴ Δία, γίγνονται μέν: ὅμως δὲ καὶ τούτους πολλάκις ἐῶσιν οἱ γεωργοί, μὴ βουλόμενοι ταράττειν τὸν ἑσμόν, καὶ βέλτιον νομίζουσι [p. 93] [16] παραναλίσκειν τοῦ μέλιτος ἢ πάσας θορυβῆσαι τὰς μελίττας. οὐ μέντοι παῤ ἡμῖν τυχὸν οὐδείς ἐστι κηφὴν ἀργός, βομβῶν σαθρόν, γευόμενος τοῦ μέλιτος. καὶ μέντοι καὶ μύρμηκας πανὺ ἡδέ
ως ἰδεῖν ἔστιν, ὅπως μὲν οἰκοῦσι μετ̓ ἀλλήλων εὐκόλως, ὅπως δὲ ἐξίασιν, ὅπως δὲ τὰ βάρη μεταλαμβάνουσιν, ὅπως δὲ παραχωροῦσιν ἀλλήλοις τῶν ὁδῶν. οὔκουν αἰσχρὸν ἀνθρώπους ὄντας ἀφρονεστέρους εἶναι θηρίων οὕτω σμικρῶν καὶ ἀφρόνων; ταῦτα μὲν οὖν ἄλλως ἐρρήθη τρόπον τινά. στάσιν δὲ οὔτε ὀνομάζειν ἄξιον παῤ ἡμῖν [17] μήτε λεγέτω μηδείς. ἀλλά μοι δοκεῖ περικαθήραντας τὴν πόλιν μὴ σκίλλῃ μηδὲ ὕδατι, πολὺ δὲ καθαρωτέρῳ χρήματι τῷ λόγῳ κοινῇ πράττειν τὰ λοιπά, καὶ περὶ τῶν ἀγορανόμων καὶ τῶν ἄλλων φροντίζειν καὶ τὴν βουλὴν παρακαλεῖν πρὸς ταῦτα, ἵνα, ὥσπερ εἴωθε, προνοῇ τῆς πόλεως: ἔσται γὰρ ὑμῖν πάνυ ῥᾴδια. τοῦτο δὲ ἄξιον ὑμῖν σπουδάσαι καὶ διὰ τὸν ἄρχοντα, ὃν πεποιήκατε, ἵνα μὴ λαβόντες ἄπειρον ἄνθρωπον ἔπειτα ἐν κλύδωνι καὶ σάλῳ ἐᾶτε.