Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 152

by Dio Chrysostom


  THE FIFTY-SIXTH DISCOURSE: AGAMEMNON OR ON KINGSHIP

  ΑΓΑΜΕΜΝΩΝ Η ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ.

  Δ. Πότερα βούλει περὶ Ἀγαμέμνονος ἀκούειν φρονίμους λόγους, ἀφ̓ ὧν ἔστιν ὠφεληθῆναι τὴν διάνοιαν, ἢ λυπεῖ σε Ἀγαμέμνων ὁ Ἀτρέως ὀνομαζόμενος ἐν τοῖς λόγοις; — Οὐδ̓ εἰ περὶ Ἀδράστου τοῦ Ταλαοῦ λέγοις ἢ Ταντάλου ἢ Πέλοπος, ἀχθοίμην ἄν, εἰ μέλλω βελτίων ἔσεσθαι. — Δ. Καὶ μὴν ἀνεμνήσθην ἔναγχος λόγων τινῶν, [2] οἷς λέγοιμ̓ ἄν, εἴ μοι ἐρωτῶντι ἐθέλοις ἀποκρίνασθαι. — Λέγε ὡς ἀποκρινουμένου. — Δ. Εἰσί τινες ἀνθρώπων ἄρχοντες; ὥσπερ ἕτεροι μὲν αἰγῶν, ἕτεροι δὲ ὑῶν, οἱ δέ τινες ἵππων, οἱ δὲ καὶ βοῶν, ξύμπαντες οὗτοι οἱ καλούμενοι κοινῇ ποιμένες: ἢ οὐκ ἀνέγνωκας τοῦτο τὸ ἔπος Κρατίνου: ποιμὴν καθέστηκ̓, αἰπολῶ καὶ βουκολῶ; — Οὐκ ἂν ἔχοιμί σοι εἰπεῖν, εἰ ποιμένας ἄμεινον ὀνομάζειν σύμπαντας τοὺς τῶν ζῴων νομέας. — Δ. Οὐ μόνον γε τῶν ἀλόγων, ὦ ἄριστε, ἀλλὰ καὶ ἀνθρώπων, εἴ τι χρὴ Ὁμήρῳ πείθεσθαι περὶ τούτων. ἀλλὰ τί οὐκ ἀπεκρίνω τὸ ἐξ ἀρχῆς ἐρώτημα; — Τὸ ποῖον; [3] — Δ. Εἰπέ, εἰσί τινες ἀνθρώπων ἄρχοντες; — Πῶς γὰρ οὐκ εἰσί; — Δ. Τίνες οὗτοι; τίνας αὐτοὺς ἐπονομάζεις; λέγω δὲ οὐ τοὺς ἐν πολέμῳ στρατιωτῶν ἄρχοντας, ῾στρατηγοὺς γὰρ ὀνομάζειν εἰώθαμεν τοὺς ἁπάσης τῆς στρατιᾶς ἡγεμόνας: ὥσπερ γε καὶ κατὰ μέρος ὁ μὲν λόχου ἄρχων καλεῖται λοχαγός, ὁ δὲ τάξεως ταξίαρχος, ὁ δὲ τοῦ ναυτικοῦ ναύαρχος, ὁ δὲ μιᾶς τριήρους τριήραρχος: καὶ ἄλλοι εἰσὶν οὕτως καλούμενοι πλείους ἐν τοῖς πολέμοις ἄρχοντες κατ̓ ὀλίγους, ὅτι πλείστης προνοίας τότε καὶ ἡγεμονίας οἱ ἄνθρωποι [p. 122] [4] δέονταἰ οὐδέ γε τῶν χορῶν τοὺς κορυφαίους τυγχάνω πυνθανόμενος, οἵτινες καλοῦνται, τοὺς σημαίνοντας τοῖς ᾄδουσι καὶ μέλος ἐνδιδόντας, οὐδὲ τοὺς τῶν συμποσίων ἡγεμόνας, οὐδ̓ εἴ τινες ἄλλοι μέρους ἀνθρώπων πρὸς μίαν πρᾶξιν ἢ χρόνον ῥητὸν ἐπιμέλειάν τινα ἢ ἀρχὴν λαμβάνουσιν: ἀλλὰ τοὺς αὐτό γε τῶν ἀνθρώπων ἄρχοντας πολιτευομένων καὶ γεωργούντων, ἂν οὕτως τύχωσι, καὶ βιούντων ἁπλῶς, ὡς Κῦρός τε Περσῶν ἦρχε καὶ Μήδων Δηιόκης καὶ Ἕλλην τῶν δἰ αὐτὸν ὀνομασθέντων καὶ Αἰόλος Αἰολέων καὶ Δῶρος Δωριέων καὶ Νόμας Ῥωμαίων καὶ Δάρδανος Φρυγῶν. [5] — Ἀλλ̓ οὐδὲν ἤρου χαλεπόν: πάντες γὰρ οὗτοι, οὓς σὺ νῦν ὀνομάζεις, βασιλεῖς ἐκαλοῦντο καὶ ἦσαν: καὶ ἡ ἀρχὴ αὕτη, ἣν λέγεις, τὸ καθόλου ἀνθρώπων ἄρχειν καὶ ἐπιτάττειν ἀνθρώποις ἀνυπεύθυνον ὄντα βασιλεία καλεῖται. — Δ. Σὺ ἄρα οὐχ ἡγῇ βασιλείαν τὴν τῶν Ἡρακλειδῶν ἐν Λακεδαίμονι τοσοῦτον βασιλευσάντων χρόνον; ἐκεῖνοι γὰρ οὐ πάντα ἔπραττον ὡς αὐτοῖς ἐδόκει, ἀλλὰ [6] περὶ πολλῶν ὑπήκουον τοῖς ἐφόροις, ὅτε κατέστη τοῦτο τὸ ἀρχεῖον ἐν Σπάρτῃ, Θεοπόμπου βασιλεύοντος πρὸς ἐνιαυτόν, οὐδὲν ἧττον ἐκράτουν τῶν βασιλέων: ὥστε καὶ Παυσανίαν τὸν Κλεομβρότου τὸν νικήσαντα Πλαταιᾶσιν ἐβούλοντο μὲν εἰς τὴν εἱρκτὴν ἐμβαλεῖν, καταφυγόντα δὲ εἰς τὸ τῆς Ἀθηνᾶς ἱερὸν αὐτοῦ ἀπέκτειναν, καὶ οὐδὲν αὐτὸν ὤνησεν οὔτε ὅτι γένους ἦν τῶν Ἡρακλειδῶν οὔτε ὅτι παῖδα ἐπετρόπευεν οὔτε ὅτι τῆς Ἑλλάδος ἁπάσης ἡγήσατο, [7] οὐ μόνον τῆς Σπάρτης. ὕστερον δὲ Ἀγησίλαον πολεμοῦντα βασιλεῖ τῷ μεγάλῳ καὶ περὶ Σάρδεις νενικηκότα μάχῃ καὶ κρατήσαντα πάσης τῆς κάτω Ἀσίας ὑπηρέτην πέμψαντες ἐκάλουν παῤ αὑτούς: καὶ ὃς οὐδεμίαν ἡμέραν ἀνεβάλετο, τοσούτων μὲν Ἑλλήνων, τοσούτων δὲ βαρβάρων γεγονὼς κύριος. οὐκ ἄρα ὑπῆρχε [p. 123] βασιλεὺς τῆς Σπάρτης Ἀγησίλαος, ὃς ὑπήκουεν ἑτέροις ἄρχουσιν; — Καὶ πῶς ἂν εἶεν οὗτοι βασιλεῖς πρὸς τὸν ἀκριβῆ περὶ τῆς [8] βασιλείας λόγον; — Δ. Ἆρα οὐδὲ Ἀγαμέμνονα ἐν Ἰλίῳ φήσεις βασιλεύειν Ἀργείων τε καὶ Ἀχαιῶν, ὅτι εἶχε τῆς ἀρχῆς ἐπίτροπον ἄνδρα πρεσβύτερον, Νέστορα τὸν Πύλιον; κἀκείνου κελεύοντος τὸ τεῖχος ᾠκοδομήθη τὸ περὶ τὰς ναῦς καὶ τὴν τάφρον περιεβάλοντο ἔρυμα τοῦ ναυστάθμου, καὶ διεῖλεν εἰς τάξεις τὸν στρατὸν ὁ Ἀγαμέμνων, πρότερον, ὡς ἔοικεν, εἰκῇ μαχόμενον, πεζούς τε καὶ ἱππέας, φύρδην ἁπάντων ἀναμεμιγμένων, Πυλίων τε καὶ Ἀργείων καὶ Ἀρκάδων καὶ Βοιωτῶν; ὁ δὲ Νέστωρ ὕστερον αὐτῷ προσέταξε κατὰ φῦλα διαιρεῖν τὸν στρατόν, ὡς φρήτρη φρήτρῃφιν ἀρήγῃ, φῦλα δὲ φύλοις. [9] οὕτω δὲ καὶ τῶν ἡγεμόνων, ἔφη, γνώσῃ τούς τε ἀγαθοὺς καὶ τοὺς κακούς: εἰ δὲ τῶν ἡγεμόνων, δῆλον ὅτι καὶ τῶν στρατιωτῶν: ἅμα διδάσκων τῆς ὠφελείας τὸ μέγεθος. — Καὶ τί βουλόμενος οὕτως ἐποίει; — Δ. Ἵνα ἐπίστηται καὶ τελευτήσαντος αὐτοῦ τὴν στρατηγικὴν τέχνην ὁ Ἀγαμέμνων. οὕτως δὲ πάνυ ἦν κατήκοος τοῦ Νέστορος, ὥστε οὐ μόνον, εἴ τι προσέταττεν αὐτὸς παρών, τοῦτο ἐποίει προθύμως, ἀλλ̓ οὐδὲ εἴ τι ὄναρ ᾠήθη Νέστορα λέγειν, οὐκ ἂν οὐδὲ τοῦτο παρέλειπε. τὸ γοῦν ὄναρ τὸ περὶ τῆς μάχης οὕτως [10] ἐξηπάτησεν αὐτόν, Νέστορι ἀπεικασθέν. οὐ μόνον δὲ τῷ Νέστορι ὑπήκουε δοκοῦντι φρονιμωτάτῳ τῶν Ἀχαιῶν, ἀλλ̓ οὐδὲ ἄνευ τῶν γερόντων οὐδὲν ἔπραττεν. ὁπότε γοῦν ἔμελλεν ἐξάγειν τὸν στρατὸν τῷ ἐνυπνίῳ πεισθείς, οὐ πρότερον ἐξήγαγε πρὶν ἡ βουλὴ τῶν γερόντων ἐκάθισε παρὰ τῇ νηὶ τῇ Νέστορος. οὐδὲ τὴν πεῖραν, ἣν ἐβούλετο λαβεῖν τοῦ πλήθους, εἰ ἔτι μένειν ἐβούλετο καὶ διαπολεμεῖν τοῦ
Ἀχιλλέως μηνίοντος, οὐκ ἄλλως ἐπειράθη, πρὶν εἰς τὴν βουλὴν πρῶτον εἰσήγγειλεν. οἱ δὲ πολλοὶ τῶν δημαγωγῶν ἀπροβούλευτα ψηφίσματα οὐκ ὀκνοῦσιν εἰς τὸν δῆμον εἰσφέρειν. ἐκεῖνος δὲ μετὰ τῶν γερόντων βουλευσάμενος οὕτως ἐμέμνητο εἰς [p. 124] [11] τὸ πλῆθος περὶ τῆς καταστάσεως τοῦ πολέμου. — Τοῦτο μὲν οὐδὲν ἄτοπον, εἰ βασιλεὺς ὢν μετεδίδου λόγου τοῖς ἄλλοις καὶ σύμβουλον εἶχε διὰ γῆρας πιστευόμενον, αὐτὸς ὢν κύριος ἁπάντων τῶν πραγμάτων. ἐπεὶ διὰ τί τὰ περὶ τὴν Βρισηίδα οὕτως ἐποίησεν οὐ πεισθεὶς τῷ Νέστορι τῷ βελτίστῳ; — Δ. Ὥσπερ δὴ καὶ πολλοὶ τῶν ἰδιωτῶν οὐ πειθόμενοι τοῖς ἄρχουσιν οὐδὲ τοῖς νόμοις πολλὰ πράττουσι παρανόμως, ὑπὲρ ὧν καὶ τὰς εὐθύνας ὑπέχουσιν: οὐκοῦν ἀχθέντες εἰς τὸ δικαστήριον τὴν ἀρχὴν ζημιοῦνται ἧς ἂν ἕκαστοι [12] δοκῶσιν ἄξιοι ζημίας; — Πάνυ γε. — Δ. Τί οὖν; Ἀγαμέμνων οὐ δοκεῖ σοι τότε ἀπειθήσας ὕστερον εὐθύνεσθαι ὑπὸ τοῦ Νέστορος, ὁπηνίκα αὐτοῦ κατηγορεῖ τῆς πράξεως ἐκείνης ἐν τοῖς φρονιμωτάτοις τῶν συμμάχων, τοῖς ἡγεμόσιν αὐτοῖς τίμημα ἐπάγων ὅ, τι χρὴ παθεῖν ἢ ἀποτῖσαι, κατηγορίαν χαλεπωτάτην, ἅτε δεινὸς ὢν ῥήτωρ, λέγων ὅτι πάλαι βαρέως ἔχει τοῖς πράγμασιν: [13] ἐξέτι τοῦ, ὅτε, διογενές, Βρισηίδα κούρην χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας οὔτι καθ̓ ἡμέτερόν γε νόον. μάλα γάρ τοι ἔγωγε πόλλ̓ ἀπεμυθεόμην: σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμασσας: ἑλὼν γὰρ ἔχεις γέρας: ἀλλ̓ ἔτι καὶ νῦν φραζώμεσθα. [14] καὶ νὴ Δία γε οὐ μόνον αὐτὸν εὔθυνε τοῖς λόγοις, ἀλλὰ καὶ ζημίαν ἐπήγαγε τοῦ ἁμαρτήματος πασῶν βαρυτάτην. κελεύει γὰρ αὐτὸν δεηθῆναι τοῦ Ἀχιλλέως καὶ πάντα ποιεῖν, ὅπως πείσῃ τὸν ἄνδρα. καὶ ὃς ὑποτιμᾶται χρημάτων τὸ πρῶτον, ὥσπερ οἱ ἁλόντες τοῖς δικαστηρίοις, ὅσα φησὶν ἀποτῖσαι δύνασθαι ἀντὶ τῆς ὕβρεως καὶ [p. 125] τά τε ἄλλα καὶ ὅρκον ὑποδέχεται ὀμόσειν σφαγίων γενομένων περὶ [15] τῆς Βρισηίδος, ἦ μὴν αὐτῆς μηδὲ ἅψασθαι λαβών: ἀντὶ δὲ τοῦ μόνον μεταγαγεῖν ἀπὸ σκηνῆς ἐπὶ σκηνὴν χρυσίον ἐπαγγέλλεται δώσειν πολὺ καὶ ἵππους καὶ τρίποδας καὶ λέβητας καὶ γυναῖκας καὶ πόλεις: τελευταῖον δέ, ὡς οὐκ ὂν ἱκανόν, τῶν θυγατέρων τριῶν οὐσῶν ἣν ἂν βούληται συνοικιεῖν: ὅπερ οὐδεὶς πώποτε κατεκρίθη παθεῖν, ἀντὶ θεραπαίνης, καὶ ταύτης αἰχμαλώτου, μηδὲν παθούσης, ἀναγκάσαι συνοικίσαι τὴν θυγατέρα ἐπὶ προικὶ μεγάλῃ ἄνευ ἕδνων. καίτοι τῆς δίκης ταύτης οὐδεμίαν ἴσμεν ἰδιωτικὴν δίκην πικρότερον [16] κριθεῖσαν. ἆρά σοι δοκεῖ πρὸς θεῶν ἀνυπεύθυνος ἄρχειν ὁ Ἀγαμέμνων τῶν Ἑλλήνων, ἀλλ̓ οὐ πάνυ ἀκριβεῖς ὑπέχειν εὐθύνας ἁπάντων ὧν ἔπραττεν; περὶ μὲν δὴ τούτων αὐτοῦ τὸν λόγον ἐάσωμεν, χθὲς ἱκανῶς εἰρημένον, ἐπ̓ ἄλλον δέ τινα ἴωμεν. — Μὴ πρὸς θεῶν, ἀλλὰ πειράθητι πάντα εἰπεῖν ὅσα ἔχεις ὑπὲρ τοῦ αὐτοῦ πράγματος, ὡς ἐγὼ μόλις ἀρτίως συνίημι τοῦ λόγου τὴν ὑπόθεσιν. οἶμαι γάρ σε περὶ ἀρχῆς ἢ βασιλείας ἢ τοιοῦτόν τι βούλεσθαι λέγειν.

 

‹ Prev